Αυτή η σελίδα έχει εγκριθεί.
— 23 —
ἡμῶν, εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους παντὸς ἐῤῥίφθη εἰς τὴν κάμινον ἡ τοῦ Εὐαγγελίου βίβλος. Ἐφ' ὥρας δὲ ἱκανὰς τὴς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον ἐκμαρανθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον, μηδεμίαν ἀπὸ τοῦ πυρὸς δεξάμενον λύμην[1]· ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτομόλουν, καὶ καθαιρόμενοι [τὸν νοῦν], τὸν σωτῆρα ἐδόξαζον Κύριον· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
- ↑ Τοῦ θαύματος τούτου μνείαν ποιεῖται καὶ ὁ Γλυκᾶς ἐν τῇ Χρονικῇ βίβλῳ Δ΄, σελ. 553. Bonn.