λόγος κρατεῖ,... λέγειν οὐκ ἔχω»[1] ἀλλ’ οὐ πολλῷ μεθύστερον, τουτέστι περὶ τὴν ΙΑ΄ ἀρχομένην ἑκατονταετηρίδα, κατά γε τὴν ἐμὴν εἰκασίαν, καὶ ἐπὶ τῇ βάσει τῆς ἔτι προςφάτου παραδόσεως. Γνωστὴ γάρ ἦν κατὰ τὴν ἑπομένην ΙΒ΄ ἑκατονταετηρίδα ἡ ἱστορία αὕτη, ὡς περὶ τούτου πιστούμεθα ἀπὸ τῆς Χρονικῆς βίβλου τοῦ τηνικαῦτα ἀκμάσαντος Μιχαὴλ Γλυκᾶ[2], ῥητῶς ποιουμένου μνείαν τοῦ ἐν τέλει τῆς Διηγήσεως ἀναφερομένου θαύματος, καθ’ ὃ ἀλύμαντον διέμεινεν ἐν τῷ πυρὶ τὸ ἱερὸν τοῦ Εὐαγγελίου τεῦχος.
Ἐπειδὴ δὲ τῶν χειρογράφων ἑκάτερον συμβάλλεται εἰς ἀποκατάστασιν τῆς γνησίας τοῦ κειμένου γραφῆς, τούτου ἕνεκα τὰ μὲν ἐκ τοῦ πατμιακοῦ ἐκπεσόντα κατετάξαμεν ἐν τῷ οἰκείῳ τόπῳ ἀγκύλαις περικλείσαντες, τὰ δ’ ἐν τῷ ἐντύπῳ διαφέροντα ἢ καὶ λείποντα ὑποδεικνύομεν ἐν τῇ πέζῃ τῆς Διηγήσεως, διορθώσαντες σὺν ἅμα καὶ τὰ ἡμαρτημένως ἔχειν δοκοῦντα ἡμῖν.
Ἔῤῥωσθε ἐν Κυρίῳ.
Ἀθήνῃσιν Ἰανουαρίου ἀρχομένου, ͵ᾳωϞαʹ.