Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/361

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
155
AESOPI FABVLAE

Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
«Ἄρτι τεθνήξῃ χερσί σου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ’ ὅλως πρέπει καθόλου φυῆναι.»

Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

358
Ψύλλα καὶ βοῦς.

Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·
«Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,
καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης
καὶ τὸ αἷμα ⟨αὐτῶν⟩ χανδόθεν πινούσης;»
Ὁ δ’· «Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·
στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],
τρίβομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους.»
Ἡ δέ· «Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ
ἡ σοὶ φίλη τρίψις οἴκτιστος ⟨δὴ⟩ μόρος,
ὅτε καὶ τύχῃ συμβαίνει ⟨μοι ἁλῶναι⟩.»

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.