Ἀνῆλθέ τις εἰς ὄρος τοξότης ἔμπειρος κυνηγῆσαι. Πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν εἶπεν· «Ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν, καὶ δὴ τότε ἐπέρχομαί σοι κἀγώ.» Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· «Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω;»
Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν.
Τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· «Τί με βλάπτεις; μὴ γὰρ οὐκ ἔστι χλόη; Ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω.»
Τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει.
Τὰς ὑαίνας φασὶ παρ’ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ὕαινα ἄρσην ⟨πρὸς⟩ ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· «Ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος.»
Τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.