Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/309

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
129
AESOPI FABVLAE
293
Παῖς ⟨ἀκρίδας θηρεύων⟩ καὶ σκορπίος.

Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ συλλαβών, ὡς ἐθεάσατο σκορπίον, οἰηθεὶς ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα, οἷός τε ἦν καταφέρειν αὐτόν. Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· «Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς.»

Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι.

294
Παῖς καὶ κόραξ.

Μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οἱ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. Διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ. Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. Καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν. Οὕτω τε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.

295
Παῖς καὶ λέων ⟨γεγραμμένος⟩.

Υἱόν τις μονογενῆ γέρων δειλὸς ἔχων γενναῖον καὶ κυνηγεῖν ἐφιέμενον, τοῦτον καθ’ ὕπνους εἶδεν ὑπὸ λέοντος θανατωθέντα. Φοβηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας,