Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· «Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας;»
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.
Ἐνέμοντο μετ’ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ’ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.
[Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.
Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,
τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ
ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Αὐτὸς δ’ ἐπιστὰς εἶπε· «Τῶν τρόχων ἅπτου
καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’ εὔχου,
ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ.»