Ορφικοί ύμνοι/Ρέας

(Ανακατεύθυνση από Ρέας)
Ὀρφικοὶ ὕμνοι
Ῥέας, θυμίαμα ἀρώματα


Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο,
ᾗ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει,
τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,
μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο,
πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα· 5
οὔρεσιν ἣ χαίρεις θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς,
παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε,
ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε·
μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων·
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε 10
καὶ πόντος πνοαί τε· φιλόδρομος, ἠερόμορφε·
ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ
εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι,
λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης.