Πρὸς Τὰτ υἱόν



ὅτι ἀφανὴς θεὸς φανερώτατός ἐστιν
[1] Καὶ τόνδε σοι τὸν λόγον, ὦ Τάτ, διεξελεύσομαι,
ὅπως μὴ ἀμύητος ᾖς τοῦ κρείττονος θεοῦ ὀνόματος. σὺ δὲ
νόει πῶς τὸ δοκοῦν τοῖς πολλοῖς ἀφανὲς φανερώτατόν σοι
γενήσεται. οὐ γὰρ ἂν ἦν <ἀεὶ> εἰ <μὴ> ἀφανὲς ἦν·
πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ· τὸ δὲ
ἀφανὲς ἀεί ἐστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει· ἀεὶ γάρ ἐστι.
καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ
ὢν φανερῶν αὐτὸς οὐ φανεροῦται, <γεννᾷ> οὐκ αὐτὸς
γεννώμενος, ἐν φαντασίᾳ δὲ <οὐκ ἔστι> πάντα φαντα-
σιῶν. ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν. οὐδὲν
γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις.
[2] ὁ δὲ εἷς ἀγέννητος
δηλονότι καὶ ἀφαντασίαστος καὶ ἀφανής, τὰ δὲ πάντα
φαντασιῶν διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι, καὶ μάλιστα
οἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. σὺ οὖν, ὦ τέκνον Τάτ,
εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρὶ καὶ μόνῳ καὶ οὐχ ἑνί,
ἀλλ' ἀφ' οὗ ὁ εἷς, ἵλεω τυχεῖν, ἵνα δυνηθῇς τὸν τηλικοῦτον
θεὸν νοῆσαι, καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇ διανοίᾳ
ἐκλάμψαι. νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶ αὐτὴ
ἀφανὴς οὖσα. εἰ δύνασαι, τοῖς τοῦ νοῦ ὀφθαλμοῖς φανήσε-
tai, ὦ Τάτ· ἄφθονος γὰρ ὁ κύριος φαίνεται διὰ παντὸς
τοῦ κόσμου. νόησιν ἰδεῖν καὶ λαβέσθαι αὐταῖς ταῖς χερσὶ
δύνασαι καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι; εἰ δὲ καὶ τὸ
ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς ἑαυτὸν ἐν σαυτῷ διὰ τῶν
ὀφθαλμῶν σοι φανήσεται;
[3] εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν,
νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον, νόησον τῶν
ἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; (τάξις γὰρ
πᾶσα περιώρισται ἀριθμῷ καὶ τόπῳ). ὁ ἥλιος, θεὸς μέγισ-
τος τῶν κατ' οὐρανὸν θεῶν, ᾧ πάντες εἴκουσιν οἱ οὐράνιοι
θεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ, καὶ οὗτος ὁ τηλικοῦτος,
ὁ μείζων γῆς καὶ θαλάσσης, ἀνέχεται ὑπὲρ ἑαυτὸν ἔχων
ἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας, τίν' αἰδούμενος
ἢ τίνα φοβούμενος, ὦ τέκνον; ἕκαστος τούτων τῶν ἀστέ-
ρων οὐ τὸν ὅμοιον ἢ ἴσον δρόμον ποιοῦνται ἐν οὐρανῷ
ὄντες; τίς ὁ ἑκάστῳ τὸν τρόπον καὶ τὸ μέγεθος τοῦ
δρόμου ὁρίσας;
[4] ἄρκτος αὕτη, ἡ περὶ αὐτὴν στρεφο-
μένη καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα. τίς ὁ τοῦτο
κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους
περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ,
ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης. ἀδύνατον γὰρ ἢ
τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ ποιήσαν-
τος. πᾶσα γὰρ τάξις <ποιητή, μόνη δὲ ἡ> ἀτοπία καὶ
ἀμετρία ἀποίητος. ἀλλ' οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον.
καὶ γὰρ εἰ τὸ ἄτακτόν ἐστιν ἐνδεές, ὅτε κατέχει, τοῦτό
ἐστι, τὸν τρόπον τῆς τάξεως, καὶ ὑπὸ δεσπότην ἐστὶ
τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα.
[5] εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς
τὸν ἀέρα, καὶ μέσον ἀρθέντα τῆς γῆς καὶ οὐρανοῦ ἰδεῖν γῆς
μὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν δὲ
τὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα,
ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα, τὴν περὶ ταὐτὰ
περίβασιν. ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης, ὑπὸ
μίαν ῥοπὴν πάντα ταῦτα θεάσασθαι, τὸν ἀκίνητον διακι-
νούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι' ὧν ποιεῖ· αὕτη
ἡ τάξις τοῦ κόσμου καὶ οὗτος ὁ κόσμος τῆς τάξεως.
[6] εἰ θέλεις καὶ διὰ τῶν θνητῶν θεάσασθαι τῶν ἐπὶ τῆς
γῆς καὶ τῶν ἐν βυθῷ, νόησον, ὦ τέκνον, δημιουργούμενον
ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον καὶ τοῦ δημιουργήματος ἀκριβῶς
τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν ταύτην
τὴν καλὴν καὶ θείαν τοῦ ἀνθρώπου εἰκόνα. τίς ὁ τοὺς ὀφθαλ-
μοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα τρυπήσας; τίς
ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας;
τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιή-
σας; τίς ὁ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύ-
λους διελών; τίς ὁ τοῖς ποσὶ βάσιν πλατύνας; τίς ὁ διο-
ρύξας τοὺς πόρους; τίς ὁ τὸν σπλῆνα ἐκτείνας; τίς ὁ τὴν
καρδίαν πυραμοειδῆ ποιήσας; τίς ὁ τὰ νεῦρα συνθείς;
τίς ὁ τὸ ἦπαρ πλατύνας; τίς ὁ τὸν πνεύμονα σηραγγώσας;
τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα
εἰς τὸ φανερὸν ἐκτυπώσας καὶ τὰ αἰσχρὰ κρύψας;
[7] ἴδε
πόσαι τέχναι μιᾶς ὕλης καὶ πόσα ἔργα μιᾷ περιγραφῇ, καὶ
πάντα περικαλλῆ καὶ πάντα μεμετρημένα, πάντα δὲ
ἐνδιάφορα. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ, ποῖος
πατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, τῷ ἑαυτοῦ θελήματι πάντα
δημιουργήσας;
[8] καὶ ἀνδρίαντα μὲν ἢ εἰκόνα χωρὶς
ἀνδριαντοποιοῦ ἢ ζωγράφου οὐδείς φησι γεγονέναι, τοῦτο
δὲ τὸ δημιούργημα χωρὶς δημιουργοῦ γέγονεν; ὦ τῆς πολ-
λῆς τυφλότητος, ὦ τῆς πολλῆς ἀσεβείας, ὦ τῆς πολ-
λῆς ἀγνωμοσύνης. μηδέποτε, ὦ τέκνον Τάτ, ἀποστερήσῃς
τοῦ δημιουργοῦ τὰ δημιουργήματα ................... μᾶλλον
δὲ καὶ κρείττων ἐστὶν ὅση κατὰ θεὸν ὀνόματος . τοσοῦ-
τός ἐστιν ὁ πάντων πατήρ· ἦ γὰρ μόνος οὗτος, καὶ τοῦτο
αὐτῷ τὸ ἔργον ἐστί, πατέρα εἶναι.
[9] εἰ δέ τί με καὶ τολμηρότερον ἀναγκάζεις εἰπεῖν,
τούτου ἐστὶν οὐσία τὸ κύειν πάντα καὶ ποιεῖν καί, ὥσπερ
χωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτω καὶ
τοῦτον ἀεὶ [μὴ] εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐν οὐρανῷ,
ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου, ἐν παντὶ τοῦ
παντός, τῷ ὄντι καὶ τῷ μὴ ὄντι. οὐδὲν γάρ ἐστιν ἐν παντὶ
ἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. ἔστιν οὗτος καὶ τὰ ὄντα αὐτὸς
καὶ τὰ μὴ ὄντα. τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲ μὴ
ὄντα ἔχει ἐν ἑαυτῷ.
[10] οὗτος ὁ θεὸς ὀνόματος κρείτ-
των, οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος· ὁ τῷ νοῒ
θεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός· οὗτος ὁ ἀσώ-
ματος, ὁ πολυσώματος, μᾶλλον δὲ παντοσώματος. οὐδέν
ἐστιν οὗτος ὃ οὐκ ἔστι· πάντα γὰρ <ἃ> ἔστι καὶ οὗτός
ἐστι, καὶ διὰ τοῦτο ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνός ἐστι
πατρός, καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι πάντων
ἐστὶ πατήρ.
Τίς οὖν σε εὐλογήσαι ὑπὲρ σοῦ ἢ πρὸς σέ; ποῦ δὲ καὶ
βλέπων εὐλογήσω σε, ἄνω, κάτω, ἔσω, ἔξω; οὐ γὰρ τρόπος,
οὐ τόπος ἐστὶ περὶ σέ, οὐδὲ ἄλλο οὐδὲν τῶν ὄντων· πάντα
δὲ ἐν σοί, πάντα ἀπὸ σοῦ. πάντα δίδως καὶ οὐδὲν λαμβάνεις.
πάντα γὰρ ἔχεις, καὶ οὐδὲν ὃ οὐκ ἔχεις.
[11] πότε δὲ σὲ ὑμνήσω; οὔτε γὰρ ὥραν σοῦ οὔτε χρόνον
καταλαβεῖν δυνατόν. ὑπὲρ τίνος δὲ καὶ ὑμνήσω; ὑπὲρ ὧν
ἐποίησας, ἢ ὑπὲρ ὧν οὐκ ἐποίησας; ὑπὲρ ὧν ἐφανέρωσας,
ἢ ὑπὲρ ὧν ἔκρυψας; διὰ τί δὲ καὶ ὑμνήσω σέ; ὡς ἐμαυτοῦ
ὤν, ὡς ἔχων τι ἴδιον, ὡς ἄλλος ὤν; σὺ γὰρ εἶ ὃ [ε]ἂν ὦ, σὺ
εἶ ὃ ἂν ποιῶ, σὺ εἶ ὃ ἂν λέγω. σὺ γὰρ πάντα εἶ καὶ ἄλλο
οὐδὲν ἔστιν· ὃ μὴ ἔστι, σὺ εἶ. σὺ πᾶν τὸ γενόμενον, σὺ τὸ
μὴ γενόμενον, νοῦς μέν, νοούμενος, πατὴρ δέ, δημιουργῶν,
θεὸς δέ, ἐνεργῶν, ἀγαθὸς δέ, καὶ πάντα ποιῶν. [ὕλης μὲν
γὰρ τὸ λεπτομερέστερον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ
νοῦς, νοῦ δὲ ὁ θεός].