Προς Αυτόλυκον
Συγγραφέας:
Βιβλίο I


1. Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιαμμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου τί καὶ ὁποῖόν ἐστιν. ἐπειδὴ οὖν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς, <οἳ οὔτε βλέπουσιν οὔτε ἀκούουσιν> (εἰσὶ γὰρ <εἴδωλα> καὶ <ἔργα χειρῶν ἀνθρώπων>), ἔτι δὲ φῄς με καὶ χριστιανὸν ὡς κακὸν τοὔνομα φοροῦντα, ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι χριστιανός, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο ἐλπίζων εὔχρηστος εἶναι τῷ θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις, χαλεπὸν εἶναι τοὔνομα τοῦ θεοῦ, οὕτως ἔχει· ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ θεῷ περὶ τοῦ θεοῦ οὕτως φρονεῖς.

2. Ἀλλὰ καὶ ἐὰν φῇς· “Δεῖξόν μοι τὸν θεόν σου”, κἀγώ σοι εἴποιμι ἄν· “Δεῖξόν μοι τὸν ἄνθρωπόν σου κἀγώ σοι δείξω τὸν θεόν μου.” ἐπεὶ δεῖξον βλέποντας τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου, καὶ τὰ ὦτα τῆς καρδίας σου ἀκούοντα. ὥσπερ γὰρ οἱ βλέποντες τοῖς ὀφθαλμοῖς τοῦ σώματος κατανοοῦσι τὴν τοῦ βίου καὶ ἐπίγειον πραγματείαν, ἅμα δοκιμάζοντες τὰ διαφέροντα, ἤτοι φῶς ἢ σκότος, ἢ λευκὸν ἢ μέλαν, ἢ ἀειδὲς ἢ εὔμορφον, ἢ εὔρυθμον καὶ εὔμετρον ἢ ἄρυθμον καὶ ἄμετρον ἢ ὑπέρμετρον ἢ κόλουρον, ὁμοίως δὲ καὶ τὰ ὑπ' ἀκοὴν πίπτοντα, ἢ ὀξύφωνα ἢ βαρύφωνα ἢ ἡδύφωνα, οὕτως ἔχοι ἂν καὶ περὶ τὰ ὦτα τῆς καρδίας καὶ τοὺς ὀφθαλμοὺς τοὺς τῆς ψυχῆς δύνασθαι θεὸν θεάσασθαι. βλέπεται γὰρ θεὸς τοῖς δυναμένοις αὐτὸν ὁρᾶν, ἔπαν ἔχωσι τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους τῆς ψυχῆς. πάντες μὲν γὰρ ἔχουσι τοὺς ὀφθαλμούς, ἀλλὰ ἔνιοι ὑποκεχυμένους καὶ μὴ βλέποντας τὸ φῶς τοῦ ἡλίου. καὶ οὐ παρὰ τὸ μὴ βλέπειν τοὺς τυφλοὺς ἤδη καὶ οὐκ ἔστιν τὸ φῶς τοῦ ἡλίου φαῖνον, ἀλλὰ ἑαυτοὺς αἰτιάσθωσαν οἱ τυφλοὶ καὶ τοὺς ἑαυτῶν ὀφθαλμούς. οὕτως καὶ σύ, ὦ ἄνθρωπε, ἔχεις ὑποκεχυμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου ὑπὸ τῶν ἁμαρτημάτων καὶ τῶν πράξεών σου τῶν πονηρῶν.

Ὥσπερ ἔσοπτρον ἐστιλβωμένον, οὕτως δεῖ τὸν ἄνθρωπον ἔχειν καθαρὰν ψυχήν. ἔπαν οὖν ᾖ ἰὸς ἐν τῷ ἐσόπτρῳ, οὐ δύναται ὁρᾶσθαι τὸ πρόσωπον τοῦ ἀνθρώπου ἐν τῷ ἐσόπτρῳ· οὕτως καὶ ὅταν ᾖ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ, οὐ δύναται ὁ τοιοῦτος ἄνθρωπος θεωρεῖν τὸν θεόν. δεῖξον οὖν καὶ σὺ σεαυτόν, εἰ οὐκ εἶ μοιχός, εἰ οὐκ εἶ πόρνος, εἰ οὐκ εἶ κλέπτης, εἰ οὐκ εἶ ἅρπαξ, εἰ οὐκ εἶ ἀποστερητής, εἰ οὐκ εἶ ἀρσενοκοίτης, εἰ οὐκ εἶ ὑβριστής, εἰ οὐκ εἶ λοίδορος, εἰ οὐκ ὀργίλος, εἰ οὐ φθονερός, εἰ οὐκ ἀλαζών, εἰ οὐχ ὑπερόπτης, εἰ οὐ πλήκτης, εἰ οὐ φιλάργυρος, εἰ οὐ γονεῦσιν ἀπειθής, εἰ οὐ τὰ τέκνα σου πωλεῖς. τοῖς γὰρ ταῦτα πράσσουσιν ὁ θεὸς οὐκ ἐμφανίζεται, ἐὰν μὴ πρῶτον <ἑαυτοὺς καθαρίσωσιν ἀπὸ παντὸς μολυσμοῦ>.

Καὶ σοὶ οὖν ἅπαντα ἐπισκοτεῖ, καθάπερ ὕλης ἐπιφορὰ ἐπὰν γένηται τοῖς ὀφθαλμοῖς πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τὸ φῶς τοῦ ἡλίου· οὕτως καὶ σοί, ὦ ἄνθρωπε, ἐπισκοτοῦσιν αἱ ἀσέβειαι πρὸς τὸ μὴ δύνασθαί σε ὁρᾶν τὸν θεόν.

3. Ἐρεῖς οὖν μοι· “Σὺ ὁ βλέπων διήγησαί μοι τὸ εἶδος τοῦ θεοῦ.” ἄκουε, ὦ ἄνθρωπε· τὸ μὲν εἶδος τοῦ θεοῦ ἄρρητον καὶ ἀνέκφραστόν ἐστιν, μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθωσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. εἰ γὰρ φῶς αὐτὸν εἴπω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα αὐτοῦ λέγω· ἴσχυν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθωσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λέγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πὺρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω. Ἐρεῖς οὖν μοι· “Ὀργίζεται θεός;” μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστιν τῶν θεοσεβῶν καὶ πατὴρ τῶν δικαίων, κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν.

4. Ἄναρχος δέ ἐστιν, ὅτι ἀγένητός ἐστιν· ἀναλλοίωτος δέ, καθότι ἀθάνατός ἐστιν. θεὸς δὲ λέγεται διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ <ἀσφαλείᾳ>, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶν τὸ τρέχειν καὶ κινεῖν καὶ ἐνεργεῖν καὶ τρέφειν καὶ προνοεῖν καὶ κυβερνᾶν καὶ ζωοποιεῖν τὰ πάντα. κύριος δέ ἐστιν διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων, πατὴρ δὲ διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων, δημιουργὸς δὲ καὶ ποιητὴς διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων, ὕψιστος δὲ διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων, παντοκράτωρ δὲ ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει.

<Τὰ> γὰρ <ὕψη> τῶν οὐρανῶν καὶ τὰ βάθη τῶν ἀβύσσων καὶ <τὰ πέρατα> τῆς οἰκουμένης <ἐν τῇ χειρὶ αὐτοῦ> ἐστιν, καὶ οὐκ ἔστιν <τόπος τῆς καταπαύσεως> αὐτοῦ. οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσιν, γῆ ποίημα αὐτοῦ ἐστιν, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν, ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, <εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς> γεγονότα, πρὸς ὑπηρεσίαν καὶ <δουλείαν ἀνθρώπων>· καὶ τὰ πάντα <ὁ θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων> εἰς τὸ εἶναι, ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ.

5. Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή, οὕτως ἔχοι ἂν καὶ τὸν θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό, οὕτως δεῖ νοεῖν εἶναι τὸν θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι; ὃν τρόπον γὰρ ῥόα, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτήν, ἔνδον ἔχει μονὰς καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας, οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περιέχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς θεοῦ· ὥσπερ οὖν ὁ κόκκος τῆς ῥόας ἔνδον κατοικῶν οὐ δύναται ὁρᾶν τὰ ἔξω τοῦ λέπους, αὐτὸς ὢν ἔνδον, οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς θεοῦ οὐ δύναται θεωρεῖν τὸν θεόν.

Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσιν βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων καὶ δυνάμεων;

6. Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν καὶ ἀέρων τροπάς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονήν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾶν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν, ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον, τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ θεὸς ἑτοιμάζων τροφὴν πάσῃ σαρκί, ἢ τὴν ὑποταγὴν ἣν ὥρικεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι, πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀενάων ῥύσιν, δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν, τὴν οὐρανίων παμποίκιλον κίνησιν, Ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα ἔρχεσθαι τὸν τέλειον φωστῆρα, <σύνδεσμόν τε Πλείαδος καὶ Ὠρίωνος, Ἀρκτοῦρόν> τε καὶ τὴν λοιπῶν ἄστρων χορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς <ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ> πᾶσιν ἴδια <ὀνόματα κέκληκεν>.

7. Οὗτος θεὸς μόνος <ὁ ποιήσας ἐκ σκότους φῶς>, ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, <ταμεῖά> τε <νότου> καὶ <θησαυροὺς ἀβύσσου> καὶ ὄρια θαλασσῶν <χιόνων τε καὶ χαλαζῶν θησαυρούς>, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ καὶ <ἐξάγων τὸ φῶς> τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς <ἐκ θησαυρῶν αὐτοῦ, ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς> καὶ <ἀστραπὰς> πληθύνων <εἰς ὑετόν>, ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν· εἰ γὰρ λάβοι τὴν κατεξουσίαν ἡ ἀστραπή, ἐκκαύσει τὴν γῆν, εἰ δὲ καὶ ἡ βροντή, καταστρέψει τὰ ἐν αὐτῇ.

Οὗτός μου θεὸς ὁ τῶν ὅλων κύριος, <ὁ τανύσας τὸν οὐρανὸν μόνος> καὶ <θεὶς τὸ εὖρος τῆς ὑπ' οὐρανόν, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ὁ δεσπόζων τοῦ κράτους αὐτῆς καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων> καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν, οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν, <ὃς ἐὰν συσχῇ τὸ πνεῦμα παρ' ἑαυτῷ ἐκλείψει τὸ πᾶν>.

Τοῦτον λαλεῖς, ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς. τοῦτο δέ σοι συμβέβηκεν διὰ τὴν τύφλωσιν τῆς ψυχῆς καὶ πήρωσιν τῆς καρδίας σου. ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. τίς ἐστιν ὁ ἰατρός; ὁ θεός, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. ὁ θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα· <τῷ> γὰρ <λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν>. κρατίστη ἐστὶν ἡ σοφία αὐτοῦ· <ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους>.

Εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾶν τὸν θεόν. πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ θεοῦ, καὶ τότε συνήσεις ταῦτα. ὅταν ἀπόθῃ τὸ θνητὸν καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψῃ κατὰ ἀξίαν τὸν θεόν. ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ θεός· καὶ τότε ὄψῃ γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.

8. Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. ὅταν ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. πρὸς τί δὲ καὶ ἀπιστεῖς; ἢ οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; τίς γὰρ δύναται θερίσαι γεωργός, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ; ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ καὶ ὁ πλέων τῷ πλοίῳ, καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει ἑαυτὸν πιστεῦσαι τῷ θεῷ, τοσούτους ἀρραβῶνας ἔχων παρ' αὐτοῦ; πρῶτον μὲν ὅτι ἐποίησέν σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν οὐδὲ ἡ μήτηρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. καὶ ἔπλασέν σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε· καὶ προήγαγέν σε ὁ θεὸς εἰς τόνδε τὸν βίον. εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι καὶ ἀρετὰς ποιεῖν. τῷ δὲ ποιήσαντί σε θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;

9. Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν ὀνόματά ἐστιν νεκρῶν ἀνθρώπων. καὶ τούτων τίνων καὶ ποταπῶν; οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις καὶ τὴν ἀναστροφήν. πρῶτον μὲν ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας κατὰ τοὺς μύθους καὶ ἐκδείρας ἐποίησεν ἑαυτῷ ἔνδυμα. τὰς δὲ λοιπὰς πράξεις αὐτοῦ, περί τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα, Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον, καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα καὶ τῆς Δάφνης ἐρῶντα καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα, ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην, καὶ Ἄρεα τὸν <βροτολοιγόν>, ἔτι δὲ καὶ <ἰχῶρα ῥέοντα> τούτων τῶν λεγομένων <θεῶν>;

Καὶ ταῦτα μὲν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις, οὗ καὶ κατ' ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου καὶ εὑρισκομένου καὶ κατὰ μέλος ζητουμένου· οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δέ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον καὶ κυνηγετοῦντα καὶ τιτρωσκόμενον ὑπὸ συός, ἢ Ἀσκληπιὸν κεραυνούμενον, καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα, ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν καὶ ἀνδροφόνον καὶ κυνηγέτιν καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεῖσαν;

Ταῦτα γὰρ οὐχ ἡμεῖς φαμεν, ἀλλὰ οἱ καθ' ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσιν.

10. Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν, ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; εἰ δὲ καὶ Ἕλληνας εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πείσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν ἀκροπόλει τὴν Ἀθηνᾶν. Πεύσομαι δέ σου κἀγώ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος καὶ Ζεὺς Λατεάριος καὶ Ζεὺς Κάσσιος καὶ Ζεὺς Κεραύνιος καὶ Ζεὺς Προπάτωρ καὶ Ζεὺς Παννύχιος καὶ Ζεὺς Πολιοῦχος καὶ Ζεὺς Καπετώλιος. καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν (ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν), ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ' ὧν θεραπεύεται, ὁπόσα τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς.

Οὐ γάρ εἰσιν θεοί, ἀλλὰ <εἴδωλα>, καθὼς προειρήκαμεν, <ἔργα χειρῶν ἀνθρώπων> καὶ <δαιμόνια> ἀκάθαρτα. <γένοιντο> δὲ <τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ> καὶ οἱ ἐλπίζοντες ἐπ' αὐτοῖς.

11. Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. θεῷ δὲ τῷ ὄντως θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ' αὐτοῦ γέγονεν. ἐρεῖς οὖν μοι· “Διὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα;” ὅτι οὐκ εἰς τὸ προσκυνεῖσθαι γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾶσθαι τῇ νομίμῳ τιμῇ. θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος, ὑπὸ θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν. τρόπῳ γάρ τινι παρὰ θεοῦ <οἰκονομίαν πεπίστευται>· καὶ γὰρ αὐτὸς οὓς ἔχει ὑφ' ἑαυτὸν τεταγμένους οὐ βούλεται βασιλεῖς καλεῖσθαι· τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα, καὶ οὐκ ἄλλῳ ἐξόν ἐστιν τοῦτο καλεῖσθαι· οὕτως οὐδὲ προσκυνεῖσθαι ἀλλ' ἢ μόνῳ θεῷ.

Ὥστε κατὰ πάντα πλανᾶσαι, ὦ ἄνθρωπε. <τὸν δὲ βασιλέα τίμα> εὐνοῶν αὐτῷ, ὑποτασσόμενος αὐτῷ, εὐχόμενος ὑπὲρ αὐτοῦ. τοῦτο γὰρ ποιῶν ποιεῖς <τὸ θέλημα τοῦ θεοῦ>. λέγει γὰρ ὁ νόμος ὁ τοῦ θεοῦ· “Τίμα υἱὲ θεὸν καὶ βασιλέα, καὶ μηδένι αὐτῶν ἀπειθὴς ᾖς· ἐξαίφνης γὰρ τίσονται τοὺς ἐχθροὺς αὐτῶν.”

12. Περὶ δὲ τοῦ σε καταγελᾶν μου, καλοῦντά με χριστιανόν, οὐκ οἶδας ὃ λέγεις. πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστιν. ποῖον γὰρ πλοῖον δύναται εὔχρηστον εἶναι καὶ σώζεσθαι, ἐὰν μὴ πρῶτον χρισθῇ; ἢ ποῖος πύργος ἢ οἰκία εὔμορφος καὶ εὔχρηστός ἐστιν, ἐπὰν οὐ κέχρισται; τίς δὲ ἄνθρωπος εἰσελθὼν εἰς τόνδε τὸν βίον ἢ ἀθλῶν οὐ χρίεται ἐλαίῳ; ποῖον δὲ ἔργον ἢ κόσμιον δύναται εὐμορφίαν ἔχειν, ἐὰν μὴ χρισθῇ καὶ στιλβωθῇ; εἶτα ἀὴρ μὲν καὶ πᾶσα ἡ ὑπ' οὐρανὸν τρόπῳ τινὶ χρίεται φωτὶ καὶ πνεύματι. σὺ δὲ οὐ βούλει χρισθῆναι ἔλαιον θεοῦ; τοιγαροῦν ἡμεῖς τούτου εἵνεκεν καλούμεθα χριστιανοὶ ὅτι χριόμεθα ἔλαιον θεοῦ.

13. Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γάρ· “Δεῖξόν μοι κἂν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω”· πρῶτον μὲν τί μέγα, εἰ θεασάμενος τὸ γεγονὸς πιστεύσῃς; εἶτα πιστεύεις μὲν Ἡρακλέα καύσαντα ἑαυτὸν ζῆν καὶ Ἀσκληπιὸν κεραυνοθέντα ἐγηγέρθαι. τὰ δὲ ὑπὸ τοῦ θεοῦ σοι λεγόμενα ἀπιστεῖς; ἴσως καὶ ἐπιδείξω σοι νεκρὸν ἐγερθέντα καὶ ζῶντα, καὶ τοῦτο ἀπιστήσεις.

Ὁ μὲν οὖν θεός σοι πολλὰ τεκμήρια ἐπιδείκνυσιν εἰς τὸ πιστεύειν αὐτῷ. εἰ γὰρ βούλει, κατανόησον τὴν τῶν καιρῶν καὶ ἡμερῶν καὶ νυκτῶν τελευτήν, πῶς καὶ αὐτὰ τελευτᾷ καὶ ἀνίσταται. τί δὲ καὶ οὐχὶ ἡ τῶν σπερμάτων καὶ καρπῶν γινομένη ἐξανάστασις, καὶ τοῦτο εἰς τὴν χρῆσιν τῶν ἀνθρώπων; εἰ γὰρ τύχοι εἰπεῖν, κόκκος σίτου ἢ τῶν λοιπῶν σπερμάτων, ἐπὰν βληθῇ εἰς τὴν γῆν, πρῶτον ἀποθνήσκει καὶ λύεται, εἶτα ἐγείρεται καὶ γίνεται στάχυς. ἡ δὲ τῶν δένδρων καὶ ἀκροδρύων φύσις, πῶς οὐχὶ κατὰ πρόσταγμα θεοῦ ἐξ ἀφανοῦς καὶ ἀοράτου κατὰ καιροὺς προσφέρουσιν τοὺς καρπούς; ἔτι μὴν ἐνίοτε καὶ στρουθίον ἢ τῶν λοιπῶν πετεινῶν, καταπιὸν σπέρμα μηλέας ἢ συκῆς ἤ τινος ἑτέρου, ἦλθεν ἐπί τινα λόφον πετρώδη ἢ τάφον καὶ ἀφώδευσεν, κἀκεῖνο δραξάμενον ἀνέφυ δένδρον, τό ποτε καταποθὲν καὶ διὰ τοσαύτης θερμασίας διελθόν. <ταῦτα> δὲ <πάντα ἐνεργεῖ ἡ τοῦ θεοῦ σοφία>, εἰς τὸ ἐπιδεῖξαι καὶ διὰ τούτων ὅτι δυνατός ἐστιν ὁ θεὸς ποιῆσαι τὴν καθολικὴν ἀνάστασιν ἁπάντων ἀνθρώπων. Εἰ δὲ καὶ θαυμασιώτερον θέαμα θέλεις θεάσασθαι γινόμενον πρὸς ἀπόδειξιν ἀναστάσεως, οὐ μόνον τῶν ἐπιγείων πραγμάτων ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ, κατανόησον τὴν ἀνάστασιν τῆς σελήνης τὴν κατὰ μῆνα γενομένην, πῶς φθίνει ἀποθνήσκει ἀνίσταται πάλιν. ἔτι ἄκουσον καὶ ἐν σοὶ αὐτῷ ἔργον ἀναστάσεως γινόμενον, κἂν ἀγνοεῖς, ὦ ἄνθρωπε. ἴσως γάρ ποτε νόσῳ περιπεσὼν ἀπώλεσάς σου τὰς σάρκας καὶ τὴν ἰσχὺν καὶ τὸ εἶδος, ἐλέους δὲ τυχὼν παρὰ θεοῦ καὶ ἰάσεως πάλιν ἀπέλαβές σου τὸ σῶμα καὶ τὸ εἶδος καὶ τὴν ἰσχύν· καὶ ὥσπερ οὐκ ἔγνως ποῦ ἐπορεύθησάν σου αἱ σάρκες ἀφανεῖς γενόμεναι, οὕτως οὐκ ἐπίστασαι οὐδὲ πόθεν ἐγένοντο ἢ πόθεν ἦλθον. ἀλλὰ ἐρεῖς· “Ἐκ τροφῶν καὶ χυμῶν ἐξαιματουμένων.” καλῶς ἀλλὰ καὶ τοῦτο ἔργον θεοῦ καὶ οὕτω δημιουργήσαντος, καὶ οὐκ ἄλλου τινός.

14. <Μὴ> οὖν <ἀπίστει, ἀλλὰ πίστευε>. καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι, ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἅμα καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν, οἳ καὶ προεῖπον διὰ πνεύματος θεοῦ τὰ προγεγονότα ᾧ τρόπῳ γέγονεν καὶ τὰ ἐνεστῶτα τίνι τρόπῳ γίνεται καὶ τὰ ἐπερχόμενα ποίᾳ τάξει ἀπαρτισθήσεται. ἀπόδειξιν οὖν λαβὼν τῶν γινομένων καὶ προαναπεφωνημένων <οὐκ ἀπιστῶ, ἀλλὰ πιστεύω> πειθαρχῶν θεῷ· ᾧ, εἰ βούλει, καὶ σὺ ὑποτάγηθι πιστεύων αὐτῷ, μὴ νῦν ἀπιστήσας πεισθῇς ἀνιώμενος, τότε ἐν αἰωνίοις τιμωρίαις.

Ὧν τιμωριῶν προειρημένων ὑπὸ τῶν προφητῶν μεταγενέστεροι γενόμενοι οἱ ποιηταὶ καὶ φιλόσοφοι ἔκλεψαν ἐκ τῶν ἁγίων γραφῶν, εἰς τὸ δόγματα αὐτῶν ἀξιόπιστα γενηθῆναι. πλὴν καὶ αὐτοὶ προεῖπον περὶ τῶν κολάσεων τῶν μελλουσῶν ἔσεσθαι ἐπὶ τοὺς ἀσεβεῖς καὶ ἀπίστους, ὅπως ᾖ ἐμμάρτυρα πᾶσιν, πρὸς τὸ μὴ εἰπεῖν τινας ὅτι οὐκ ἠκούσαμεν οὐδὲ ἔγνωμεν.

Εἰ δὲ βούλει, καὶ σὺ ἔντυχε φιλοτίμως ταῖς προφητικαῖς γραφαῖς· καὶ αὐταί σε τρανότερον ὁδηγήσουσιν πρὸς τὸ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν τοῦ θεοῦ. <ὁ> γὰρ <δοὺς στόμα εἰς τὸ λαλεῖν καὶ πλάσας οὖς εἰς τὸ ἀκούειν καὶ ποιήσας ὀφθαλμοὺς εἰς τὸ ὁρᾶν> ἐξετάσει τὰ πάντα καὶ κρινεῖ τὸ δίκαιον, <ἀποδιδοὺς ἑκάστῳ κατὰ ἀξίαν τῶν μισθῶν. τοῖς> μὲν <καθ' ὑπομονὴν διὰ ἔργων ἀγαθῶν ζητοῦσι τὴν ἀφθαρσίαν δωρήσεται ζωὴν αἰώνιον>, χαράν, εἰρήνην, ἀνάπαυσιν καὶ πλήθη ἀγαθῶν, <ὧν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη>· τοῖς δὲ ἀπίστοις καὶ καταφρονηταῖς καὶ <ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ>, ἐπὰν ἐμφύρωνται μοιχείαις καὶ πορνείαις καὶ ἀρσενοκοιτίαις καὶ πλεονεξίαις καὶ ταῖς <ἀθεμίτοις εἰδωλολατρείαις>, ἔσται <ὀργὴ καὶ θύμος, θλίψις καὶ στενοχωρία>· καὶ τὸ τέλος τοὺς τοιούτους καθέξει πῦρ αἰώνιον.

Ἐπειδὴ προσέθηκας, ὦ ἑταῖρε, “Δεῖξόν μοι τὸν θεόν σου”, οὗτός μου θεός, καὶ συμβουλεύω σοι φοβεῖσθαι αὐτὸν καὶ πιστεύειν αὐτῷ.