Ὅσα περὶ ὀπώραν
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 929b-931a


ΚΒ. ΟΣΑ ΠΕΡΙ ΟΠΩΡΑΝ.



Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ
ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται; ἢ
ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα τῶν σιτίων πολύ. δηλοῖ δὲ καὶ
τὰ σῦκα, ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται. ἐὰν
μὲν οὖν πρῶτα, διὰ βάρος κάτω πορευόμενα εὐρυχωρίαν
ἄνω ποιεῖ, ὥστε ῥᾳδίως δέχεσθαι τὸν ὄγκον τῶν σιτίων.
ἀνάπαλιν δὲ εἰσελθόντα τὰ σιτία, διὰ τὸ μὴ κάτω φέρε-
σθαι, ταχὺ τοῦ ἄνω κενοῦ προσλαμβάνει.

Διὰ τί τῶν γλυκέων ὄντων ὁμοιοτέρων ἡμῖν ἢ τῶν δρι-
μέων, θᾶττον πληρούμεθα ὑπὸ τῶν γλυκέων; εἰκὸς δὲ ἦν
ἧττον· ὑπὸ γὰρ τῶν ὁμοίων ἧττον ἦν εἰκὸς πληροῦσθαι. ἢ
ὅτι οὐχ ὁμοίως τό τε ἀγγεῖον πληροῦται ταχύ, ἐξ οὗ πληρού-
μεθα, καὶ τὸ τρεφόμενον, ἀλλ' ἐνίοτε ἡ μὲν κοιλία πλήρης
ἐστίν, οἷον τῶν διψώντων, τὸ δὲ δίψος οὐδὲν ἧττόν ἐστιν. οὐ
γὰρ τῷ ταύτην εἶναι πλήρη παυόμεθα διψῶντες, ἀλλὰ τῷ
ἕκαστον τῶν τοῦ σώματος τὸ αὑτῷ οἰκεῖον ἐσπακέναι, καὶ
ὅταν ἐκεῖνα ἀπολάβῃ ἱκανῶς, τότε παυόμεθα διψῶντες.
καὶ πεινῶντες δὲ ὡσαύτως.

Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ
τῶν δριμέων; ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυ-
κέων; ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν
γλυκέων; οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ'
αὐτῶν πληροῦται, τοῦτ' ἂν εἴη λεκτέον. ἢ ὅτι ἡ μὲν ἐπιθυμία
ὡς ἁπλῶς εἰπεῖν ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν
τροφὴν ἢ ὀλίγην; τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ
τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ. εἰκότως
οὖν πολλὰ ταῦτα ζητοῦμεν ἐσθίειν, καὶ οὐκ ἐμπιπλάμεθα
αὐτῶν τὴν ἐπιθυμίαν, διὰ τὸ ἔτι προσδεῖσθαι τροφῆς, ταῦτα
δὲ μὴ ἔχειν τροφήν. τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή,
καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα. ὅταν
οὖν ἀπολάβῃ πολλὴν τροφήν, οὐκέτι δύναται ἐσθίειν διὰ τὸ
μὴ ὑποφέρειν. εἰκότως οὖν θᾶττον ὑπὸ τῶν γλυκέων πλη-
ρούμεθα.

Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα,
ἐν τοῖς ἀσκοῖς ἄσηπτα γίνεται, ὅταν σφόδρα φυσηθῶσι, καὶ
τὰ ἐν τοῖς ἀκριβῶς περιπωματιζομένοις ὡσαύτως; ἢ διότι
σήπεται μὲν κινούμενα πάντα, τὰ δὲ πλήρη ἀκίνητα· ἀδύ-
νατον γὰρ ἄνευ κενοῦ κινηθῆναι, ταῦτα δὲ πλήρη.

Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πι-
κρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σα-
πρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύ-
μενον τῷ πόματι καὶ διαχεόμενον, πικρὸν ποιεῖ τὸ πόμα.
αὐτὸ δὲ καθ' αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολ-
λῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον
χυμόν.

Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκα-
νόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σι-
τίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.

Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ
ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερ-
μανθέντα δὲ πάλιν βελτίω; ἢ διότι ψυχθέντος μὲν πέπη-
γεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται; ἡ δὲ ἡδονὴ
γίνεται διὰ τὸν χυμόν.

Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ
τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα
δὲ ἐναντία. ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ
τὴν γένεσιν; ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ
μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ
γλεῦκος ποιεῖ. ἧττον δὲ ἔχει δύναμιν καὶ τὰ ἄλλα τὰ
ἀκρόδρυα. τὸ δὲ τῆς ὑγρότητος πλῆθος ἀπεψίαν ποιεῖ. τὸ
μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ
οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ
ἐνίοτε πυρός, ἐὰν ᾖ ἔλαττον, ἀφαιρεῖται τὴν ἰσχύν. μᾶλ-
λον δὲ τῇ θερμότητι πεπτικός ἐστι τῆς ὑγρότητος, καὶ διὰ
βάρος κατακρατεῖ τὸν τῆς ζέσεως ἐπιπολασμόν.

Διὰ τί τῶν ἰσχάδων γλυκύταται αἱ δίχα ἐσχισμέ-
ναι, οὔτε δὲ αἱ πολυσχιδεῖς οὔτε αἱ ἀσχιδεῖς; ἢ διότι ἐκ
μὲν τῶν πολυσχιδῶν διαπέπνευκε καὶ ἐξίκμακε μετὰ τοῦ
ὑγροῦ τὸ πλεῖστον τοῦ γλυκέος, ἐν δὲ ταῖς μεμυκυίαις πολὺ
τὸ ὑδατῶδές ἐστι διὰ τὸ μὴ ἠτμικέναι. αἱ δ' ἐσχισμέναι
μέν, μὴ εἰς πολλὰ δέ, ἀμφοτέρων τούτων ἐκτός εἰσι τῶν
παθημάτων.

Διὰ τί ταῖς καμίνοις ξηραινόμενα τὰ σῦκα σκληρό-
τερα γίνεται, ἐὰν ψυχθῇ ἐν τῇ καμίνῳ, ἢ ἂν ἐξαιρεθέντα
ψυχθῇ; ἢ ὅτι ἐν μὲν τῇ καμίνῳ ἐξατμίζει πᾶν τὸ ὑγρὸν
ὑπὸ τοῦ θερμοῦ, ἔξω δὲ περιεστηκὼς ὁ ἀὴρ ψύχων κωλύει
τὸ ὑγρὸν ἐξιέναι καὶ συνίστασθαι; μᾶλλον γὰρ ἐξατμίζει.
ἔστι δὲ τὰ μὲν ξηρὰ σκληρά, τὰ δὲ ὑγρὰ μαλακά.

Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνε-
ται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν
τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων;
πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ
δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν. ἢ ὅτι, κα-
θάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα
προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον
διιέναι τὸ γλυκύ; καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν
προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέ-
χεσθαι τὴν βαφήν.

Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ
ὄντα ἢ ὅταν ψυχθῇ; πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνον-
ται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν; ἢ ὅτι
καὶ τὸ γλεῦκος θερμόν· ὥσπερ οὖν πῦρ γίνεται ἐπὶ πῦρ.
κωλύει οὖν ἡ θερμότης. ἢ ὅτι τὸ πῦρ ἀφαιρεῖται τὰς δυνά-
μεις ἁπάντων διὰ τὸ κινητικὸν εἶναι. ἐγγυτέρω οὖν τοῦ με-
ταβάλλειν ἐστὶ θερμὰ ὄντα, ἀποψυχθέντα δὲ ἕστηκεν.

Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ
δὲ πεπεμμένα οὐ σήπει; ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ
ὁλκόν ἐστιν; τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι
τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται, διὸ οὐ σήπει.

Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνε-
ται τοὺς ὀδόντας; ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς
οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου
διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ
ὄντα; τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα-
μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.