Ὅσα ἰατρικά
Συγγραφέας:
Προβλήματα


Α. ΟΣΑ ΙΑΤΡΙΚΑ.


1. Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις;

Ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος.


2. Διὰ τί [δὲ] τὰς νόσους ὑγιάζουσιν πολλάκις, ὅταν πολὺ ἐκστῇ τις; Καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερβολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ.

Ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα· εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα.


3. Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπιτείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν;

Ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης. Ἐὰν οὖν δι´ ὑγρότητα καὶ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινε καὶ ἀνεῖλεν. Διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλλουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται. Διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν. Ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον. Αἱ γὰρ τῶν πνευμάτων μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι μεταβολαί. Διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ ποιεῖ, ὥσπερ αἱ ὧραι, καὶ ἐπιτολαὶ τῶν ἄστρων, ὥσπερ Ὠρίων καὶ Ἀρκτοῦρος καὶ Πλειὰς καὶ Κύων, ὥσπερ πνευμάτων καὶ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων καὶ ἀλέας.


4. Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι;

Ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομένων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς.


5. Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ ὑπὸ λιμοῦ τοὺς πόδας οἰδοῦσιν;

Ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι; συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδηλιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς.


6. Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέττουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον;

Ἢ ὅτι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶ διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν. ὑγραινομένων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς. Ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιττώματος.


7. Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν;

Ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπιφέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν. Καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευομένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται.


8. Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομβρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις;

ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι; Πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυρετοί. Δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον. Ἕν τε οὖν ἀέρι πνίγη γίνεται θερμαινομένου τοῦ ἀέρος διὰ πάχος, καὶ ἐν τοῖς σώμασιν ὡσαύτως πνίγη καὶ καύματα, τὸ δὲ ἐν σώματι καῦμα πυρετός ἐστιν, ἐν δὲ ὀφθαλμοῖς ὀφθαλμίαι. Ὅλως δὲ καὶ ἡ μεταβολὴ ἰσχυρὰ οὖσα τὰ σώματα φθείρει, ὅταν τοῦ ἔαρος ὑγροῦ ὄντος εὐθὺς ἐπιλαμβάνῃ τὸ θέρος θερμὸν ὂν καὶ ξηρόν. Ἔτι δὲ χαλεπώτερον, ἐὰν καὶ τὸ θέρος ἔπομβρον γένηται. Ἔχει γὰρ ὁ ἥλιος ὕλην ἣν ποιήσει ζεῖν καὶ ἐν τοῖς σώμασι καὶ ἐν τῇ γῇ καὶ ἀέρι· διὸ γίνονται πυρετοὶ καὶ ὀφθαλμίαι.


9. Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος;

Ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἁλέαν καὶ ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ; Ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα. Οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξε καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνεται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρότητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα [ἐν εὐδίᾳ] καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ. τοῖς δὲ ἄλλοις, ἅτε ἐν τῷ ἔαρι οὐκ ἀποκαθαρθέντος τοῦ φλέγματος τὴν ὑπερβολήν, ὃ συμβαίνει ὅταν ἀλεεινὸν γένηται, ἀλλὰ διὰ ψῦχος συστάντος, ὅταν ἐπιλάβῃ τὸ θέρος καὶ ἡ ἀλέα τήκουσα βίᾳ, τοῖς μὲν χολώδεσι καὶ ξηροῖς, διὰ τὸ μὴ διερὰ εἶναι τὰ σώματα αὐτοῖς ἀλλὰ τὴν φύσιν αὖον ἔχειν, γίνονται μὲν ὑγρότητες, αὗται δὲ λεπταί, ὥστε ὀφθαλμίαις ξηραῖς ἁλίσκονται, οἱ δὲ φλεγματώδεις βράγχοις καὶ εἰς τὸν πνεύμονα κατάρροις. Ταῖς γυναιξὶ δὲ δυσεντερίαι γίνονται διὰ τὴν ὑγρότητα καὶ ψυχρότητα τῆς φύσεως, τοῖς δὲ γεραιτέροις ἀποπληξίαι, ὅταν ἀθρόον λυθὲν ὑγρὸν ἐπιπέσῃ καὶ δι´ ἀσθένειαν τοῦ συμφύτου θερμοῦ παγῇ.


10. Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες, καὶ τελευτῶσιν εἰς φθίσεις;

Ἢ ὅτι λαμβάνει ὕλην πολλὴν ὁ χειμών, ὥστ´ αὐτῷ ἔργον ἐστὶ πῆξαι τὴν ὑγρότητα καὶ φλέγμα ποιῆσαι; Ἐν μὲν οὖν ταῖς κεφαλαῖς ὅταν ὑγρασία γένηται, βάρη ποιεῖ, ἐὰν δὲ ᾖ πολλὴ καὶ ψυχρά, σφακελισμούς· ἐὰν δὲ διὰ πλῆθος μὴ πήξῃ, ῥεῖ εἰς τὸν ἐχόμενον τόπον, ὅθεν αἱ βῆχες καὶ οἱ βράγχοι καὶ αἱ φθόαι γίνονται.


11. Διὰ τί, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς γυναιξίν;

Ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι δι´ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφικνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει.


12. Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ αὐχμῶδες θέρος καὶ μετόπωρον;

Ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται. Ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυτάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γίνεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπ´ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέλαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραινομένων τῶν ἐναντίων χυμῶν.


13. Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ;

Ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; Ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶ καὶ διάφορα καθ´ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον. Ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὐτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.


14. Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης;

Ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.


15. Διὰ τί ἡ μεταβολὴ νοσώδης;

Ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. Εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ καὶ αἱ τελευταί. Ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν. Ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσι τὸ ὕδωρ ποικίλῃ πόματος χρῆσθαι τῇ τροφῇ· καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.


16. Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν;

Ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ; Ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα. Δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ. Ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσι, καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.


17. Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων;

Πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; Τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ´ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. Ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστι, τῶν μὲν δι´ ἡλικίαν, τῶν δὲ διὰ νόσον. Ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.


18. Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις;

Ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου.


19. Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσι, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ;

Ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ [τῷ] ὑγρῷ; Εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ εἶναι φύσει καὶ θερμὰ ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. Ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. Αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι — ἄνω γὰρ πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει. Ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. Καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.


20. Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται;

Ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. Οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ σώματος, ὥσπερ τοῖς οἰνωμένοις ὅταν ῥιγῶσι, τὰ εἰρημένα νοσήματα συμβαίνει γίνεσθαι. Τοῖς δὲ ἀραιοτέροις πυρετῶν γινομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γινομένους πυρετοὺς καύσους συμβαίνει γίνεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ ὑγρὰ πυρετοὺς ποιεῖν. Ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερβάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γίνεται.


21. Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται;

Ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἔτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἴκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. Καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.


22. Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν;

Ἢ ὅτι ἕκαστον εὐσθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως; καὶ ταῦτα δὴ φύσει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνει τὸν ἐνιαυτὸν γίνεσθαι. Τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον.


23. Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις εἰσίν;

Ἢ ὅτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει. Τοῦτο δ´ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς. Ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς. Οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυτοῖς· ἐψυγμένοι γὰρ ἀπὸ τῆς θαλάττης ἀφικνοῦνται πρὸς αὐτά. Αἱ δ´ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος καὶ θέρμης ἀλλοτρίας.


24. Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι;

Ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ; ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί, ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων. Δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων. Τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι.


25. Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος;

Ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴν εἶναι τῆς νόσου; τοιαύτην δὲ οὖσαν φθαρτικὴν εἰκός ἐστιν αὐτὴν εἶναι. Ἐν δὲ τῷ θέρει, μανοῦ καὶ κατεψυγμένου παντὸς τοῦ σώματος καὶ ἐκλελυμένου πρὸς τοὺς πόνους ὄντος, ἀρχὰς νόσων ἀνάγκη πλείους μὲν γίνεσθαι διά τε κόπους καὶ ἀπεψίαν τῶν εἰσφερομένων (καὶ γὰρ οἱ νέοι καρποὶ τότε εἰσίν), ἀλλ´ οὐχ οὕτως ἰσχυράς, διὸ εὐβοήθητοι.


26. Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα;

Ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἥ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ; ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς.


27. Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη;

Ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις; τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστερον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαινομένου νοσοῦμεν. Ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται, ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται.


28. Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα ἢ ἐν τῷ θέρει, θανάσιμα δὲ μᾶλλον;

Ἢ ὅτι ἐν μὲν τῷ θέρει ἀπὸ μικρᾶς προφάσεως τὰ ἀρρωστήματα, ἐν δὲ τῷ χειμῶνι οὔ; πεπτικώτεροι γὰρ καὶ ὑγιεινότεροι ἡμῶν αὐτῶν, ὥστε εἰκότως τὰ ἀπὸ μείζονος προφάσεως γινόμενα μείζω καὶ ἀναιρετικώτερα. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀθλητῶν καὶ ὅλως ἐπὶ τῶν ὑγιεινῶς διακειμένων ὁρῶμεν· ἢ γὰρ οὐ λαμβάνονται νόσῳ, ἢ ταχὺ συναπίασι· μεγάλης γὰρ αἰτίας δέονται.


29. Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων;

Ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρωπον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν; ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη καὶ τρόμους παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον. Οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς· εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν γίνονται. καταμάθοι δ´ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι. Τῶν μὲν γὰρ τῷ ψυχρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται.


30. Τίς καταπλάσματος ἀρετή;

Ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν;


31. Τῷ δῆλον ὅταν ἔμπυον;

Ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ;


32. Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν;

Ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτω γὰρ οὐκ ἔσται ὕπουλα.


33. Τίς ἐναίμου ἀρετή;

Ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἄνευ ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός; οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν. Μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ´ ἂν ὑγρορροῇ, οὐ συμφύσεται. Διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν.


34. Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις;

Ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ; μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα. Καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις. Τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς.


35. Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σιδήρῳ;

Πότερον ὅτι λειότερον, ὥσθ´ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν; ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρά. τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν.


36. Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιάζεται;

Ἢ ὅτι μανότερον καὶ ἧττον σωματικόν, ἐν δὲ τοῖς στερεωτέροις πλείων ἡ θερμότης.


37. Πότερον ἡ πτισάνη κουφοτέρα ἡ κριθίνη καὶ βελτίων πρὸς τὰ ἀρρωστήματα ἢ ἡ πυρίνη;

Δοκεῖ γάρ τισιν αὕτη σημεῖον ποιουμένοις τοὺς μεταχειριζομένους, ὅτι πολὺ εὐχρούστεροι οἱ περὶ τὴν τῶν ἀλεύρων ἐργασίαν ἢ τὴν τῶν ἀλφίτων. Εἶθ´ ὅτι ὑγροτέρα ἡ κριθή, τὸ δὲ ὑγρότερον πλέονος πέψεως. Ἢ οὐθὲν κωλύει ἔνια ἔχειν δυσπεπτότερα καὶ ἔνια πρὸς κουφότητα χρησιμώτερα; οὐ γὰρ μόνον ὑγροτέρα ἐστὶν ἡ κριθὴ τοῦ πυροῦ, ἀλλὰ καὶ ψυχροτέρα. Δεῖ δὲ τὸ ῥόφημα καὶ τὸ προσφερόμενον τοιοῦτον εἶναι τῷ πυρέττοντι, ὃ τροφήν τε βραχεῖαν ποιήσει καὶ καταψύξει. Ἡ δὲ πτισάνη τοῦτο ἔχει ἡ κριθίνη· διὰ γὰρ τὸ ὑγρότερον ἢ σωματωδέστερον εἶναι ὀλίγον δίδωσι, καὶ τοῦτο ψυκτικόν.


38. Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες;

Ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; Φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. Τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. Καὶ γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυμός. Ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. Διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;


39. Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ, τοὺς δὲ χειμερινοὺς ἀλείμματι;

Ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολάς; θέρμῃ γὰρ λύειν δεῖ, ἣ ποιήσει ἀλεάζειν· τὸ δ´ ἔλαιον θερμόν. Ἐν δὲ τῷ θέρει καθυγραίνειν· ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ φοβεραὶ αἱ φρῖκαι διὰ τὴν εἰς ἀλέαν ἔκκλισιν. Ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.


40. Διὰ τί τῶν φαρμάκων τὰ μὲν τὴν κοιλίαν λύει, τὴν δὲ κύστιν οὔ, τὰ δὲ τὴν μὲν κύστιν λύει, τὴν κοιλίαν δὲ οὔ;

Ἢ ὅσα μέν ἐστιν ὑγρὰ τὴν φύσιν καὶ ὕδατος μεστά, ταῦτα ἂν ᾖ φαρμακώδη, λύει τὴν κύστιν; ἐκεῖ γὰρ ὑφίσταται τὰ ἄπεπτα τῶν ὑγρῶν· ὑποδοχὴ γάρ ἐστιν ἡ κύστις τοῦ μὴ πεττομένου ὑγροῦ ἐν τῇ κοιλίᾳ, ὃ οὐ μένει, ἀλλὰ πρὶν ποιῆσαί τι ἢ παθεῖν ὑποχωρεῖ. Ὅσα δὲ ἐκ γῆς τὴν φύσιν ἐστίν, ἂν ᾖ φαρμακώδη, ταῦτα δὲ τὴν κοιλίαν λύει· εἰς ταύτην γὰρ ἡ φορὰ τῶν γεωδῶν. Ὥστε ἂν ᾖ κινητικόν, ταράττει.


41. Διὰ τί δὲ τὰ μὲν τὴν ἄνω κοιλίαν τὰ δὲ τὴν κάτω κινεῖ, οἷον ἑλλέβορος μὲν τὴν ἄνω, σκαμμωνία δὲ τὴν κάτω, τὰ δὲ ἄμφω, οἷον ἐλατήριον καὶ τῆς θαψίας ὁ ὀπός;

Ἢ ὅτι τὰ μέν ἐστι θερμὰ τὰ δὲ ψυχρὰ τῶν φαρμάκων τῶν τὴν κοιλίαν κινούντων, ὥστε τὰ μὲν διὰ τὴν θερμότητα εὐθὺς ἐν τῇ ἄνω κοιλίᾳ ὄντα φέρεται ἐξ αὐτῆς πρὸς τὸν ἄνω τόπον, κἀκεῖθεν συντήξαντα μάλιστα μὲν τὰ ἀλλοτριώτατα καὶ ἥκιστα συμπεφυκότα, ἂν δὲ ἰσχυρὸν ᾖ τὸ φάρμακον ἢ πλέον δοθῇ τῆς φύσεως, ἀνάγει εἰς τὴν ἄνω κοιλίαν ταῦτά τε καὶ ἐάν τι περίττωμα ᾖ, καὶ διὰ τὴν θερμότητα ταράττον τὸ πνεῦμα πολὺ γινόμενον ὑπ´ αὐτοῦ, προσιστὰν τοὺς ἐμέτους ποιεῖ. Τὰ δὲ ψυχρὰ τὴν φύσιν αὐτῶν διὰ βάρος καὶ πρὶν παθεῖν τι ἢ ποιῆσαι κάτω φέρεται, κἀκεῖθεν ὁρμῶντα τὸ αὐτὸ δρᾷ τοῖς ἄνω· κατὰ γὰρ τοὺς πόρους ἀνιόντα ἐκεῖθεν, καὶ κινήσαντα ὧν ἂν κρατήσῃ περιττωμάτων καὶ συντηγμάτων, λαβόντα τὴν αὐτὴν ἄγει ὁδόν. Ὅσα δὲ ἀμφοῖν μετέχει καὶ ἐστὶ μικτὰ τῶν φαρμακωδῶν ἐκ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ δι´ ἑκατέραν τὴν δύναμιν ἀπεργάζεται ἄμφω, ὥσπερ καὶ νῦν παρασκευάζουσιν οἱ ἰατροὶ μιγνύντες ἀλλήλοις.


42. Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερβάλλοντα οὐ καθαίρει;

Ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνάμεις καθαίρει, ἀλλ´ ὅτι ἄπεπτά ἐστιν; ὅσα γὰρ δι´ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοιλιῶν, ταῦτα φάρμακά ἐστιν. Ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ´ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δὲ ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις. Χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλ´ οὐκ εὐδιάχυτα ταῖς κοιλίαις. Ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰ τοιαῦτα τῆς τροφῆς καθαίρει, ἀλλ´ οὐ τῷ ποιῷ ἀλλὰ τῷ ποσῷ· ὅταν γὰρ διὰ πλῆθος ἄπεπτα γένηται, τότε καθαίρει, ἄνπερ καθαίρῃ. Διὰ δύο γὰρ αἰτίας ἄπεπτά ἐστιν, διὰ τὸ ποιὰ αὐτὰ εἶναι ἢ διὰ τὸ ποσά. Διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν τῶν εἰρημένων· οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει. Στρυφνότης δὲ καὶ πικρότης συμβέβηκε τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον. Τὸ μὲν γὰρ πεφθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιὸν δὲ εἰς τὰς φλέβας καὶ δι´ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος ταράττον, αὕτη δὲ φαρμάκου φύσις ἐστίν.


43. Διὰ τί τὸ μὲν πέπερι πολὺ μὲν ὂν τὴν κύστιν λύει, ὀλίγον δὲ τὴν κοιλίαν, ἡ δὲ σκαμμωνία πολλὴ οὖσα τὴν κοιλίαν λύει, ὀλίγη δὲ καὶ παλαιὰ τὴν κύστιν;

Ἢ διότι ἑκάτερον ἑκατέρας ἐστὶ κινητικώτερα; τὸ μὲν γὰρ πέπερι οὐρητικόν ἐστιν, ἡ δὲ σκαμμωνία καθαρτικόν. Τὸ μὲν οὖν πέπερι πολὺ μὲν ὂν φέρεται εἰς τὴν κύστιν καὶ οὐ διαχεῖται εἰς τὴν κοιλίαν, ὀλίγον δὲ ὂν κρατηθὲν διαλύει καὶ γίνεται φάρμακον αὐτῆς. Ἡ δὲ σκαμμωνία πολλὴ μὲν οὖσα εἰς τοῦτο κρατεῖται ὥστε διαχυθῆναι, διαχυθεῖσα δὲ γίνεται φάρμακον διὰ τὴν εἰρημένην ἐν τοῖς ἀνωτέρω αἰτίαν· ὀλίγη δὲ οὖσα μετὰ τοῦ ποτοῦ ἀναπίνεται εἰς τοὺς πόρους, καὶ ταχὺ πρὶν ταράξαι καταφέρεται εἰς τὴν κύστιν, καὶ ἐκεῖ τῇ αὑτῆς δυνάμει ἀπάγει τὰ περιττώματα καὶ τὰ συντήγματα ὅσα ἐξ ἐπιπολῆς ἐστίν. Ἡ δὲ πολλή, ὥσπερ εἴρηται, διὰ τὴν ἰσχὺν πολὺν χρόνον ἐμμείνασα κατάγει πολλὴν κάθαρσιν καὶ γεώδη.


44. Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν;

Ἀλλ´ οἱ μὲν ἀλλοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνάγουσιν.


45. Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα;

Ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων.


46. Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω;

Ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος, τοῦτο δὲ γίνεται, ἡνίκα τροφῆς ὑπερβολὴ ἢ πόνων ἔνδεια.


47. Διὰ τί τὰ φάρμακα καὶ τὰ πικρὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ δυσώδη καθαίρει;

Ἢ ὅτι ἅπαντα τὰ δυσώδη καὶ πικρὰ ἄπεπτά ἐστι; διὸ καὶ τὰ φάρμακα πικρὰ καὶ δυσώδη· τῷ γὰρ ἄπεπτα εἶναι καὶ κινητικὰ μετὰ πικρότητος φάρμακά ἐστιν. Καὶ ἐὰν δοθῇ πλείω, διαφθείρει. Ὅσα δέ, κἂν μικρὰ δοθῇ, διαφθαρτικά, ταῦτα οὐ φάρμακα λέγεται εἶναι ἀλλὰ θανατηφόρα. οὐδ´ ὅσα μὴ τῷ ποιῷ καθαίρει, οὐκ ἔστι φάρμακα. Καὶ γὰρ τῆς τροφῆς πολλὰ μὲν ταὐτὸ ποιεῖ, ἐὰν ποσὰ δοθῇ, οἷον γάλα, ἔλαιον, γλεῦκος· ἅπαντα δὲ ταῦτα διὰ τὸ μὴ εἶναι εὔπεπτα καθαίρει, καὶ τούτοις οἷς μὴ εὔπεπτα καθαίρει, καὶ τούτους. Ἔστι γὰρ ἄλλα ἄλλοις εὔπεπτα καὶ δύσπεπτα. Διὸ οὐ πᾶσι ταὐτὰ φαρμακώδη, ἀλλ´ ἐνίοις ἴδια. Ὅλως γὰρ τὸ φάρμακον δεῖ οὐ μόνον μὴ πέττεσθαι ἀλλὰ καὶ κινητικὸν εἶναι, ὥσπερ καὶ τὸ γυμνάσιον ἔξωθεν ἧκον ἢ ἔσωθεν τῇ κινήσει ἐκκρίνει τὰ ἀλλότρια.


48. Διὰ τί τὰ μὲν εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά;

Ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ ὀσμώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά· θερμὰ δὲ τὰ εὐώδη σπέρματα.


49. Διὰ τί δεῖ πρὸς μὲν τὰ μὴ καθαρὰ καὶ φαῦλα τῶν ἑλκῶν ξηροῖς καὶ δριμέσι καὶ στρυφνοῖς χρῆσθαι φαρμάκοις, πρὸς δὲ τὰ καθαρὰ καὶ ὑγιαζόμενα ὑγροῖς καὶ μόνοις;

Ἢἢ διότι ἀπὸ μὲν τῶν μὴ καθαρῶν δεῖ ἀφαιρεῖν τι; τοῦτο δ´ ἐστὶν ὑγρότης ἀλλοτρία, ἣν ἀφαιρεῖν δεῖ. Τὰ δηκτικὰ δὲ καὶ δριμέα καὶ στρυφνὰ τοιαῦτα, καὶ τὸ ξηρὸν μᾶλλον τοῦ ὑγροῦ. Τὰ δὲ καθαρὰ συνεπουλώσεως δεῖται μόνον.


50. Διὰ τί συμφέρει πρὸς τὰ ἀπὸ φλέγματος νοσήματα λαγνεία;

Ἢ ὅτι τὸ σπέρμα περιττώσεως ἀπόκρισις καὶ φύσει ὅμοιον φλέγματι, ὥστε ἀφαιροῦσα πολὺ φλεγματῶδες ὠφελεῖ ἡ συνουσία.


51. Πότερον δὲ τροφὴν προσφέρειν ἀρχομένῳ βέλτιον ἢ ὕστερον;

Ἢ ἀρχομένῳ, ὅπως μὴ προεξησθενηκότι ἡ φλεγμασία ἐπιπίπτῃ; ἢ οὖν ἀπισχναντέον εὐθύς, ἢ οὕτω προσοιστέον· ἀναλαμβάνειν χρὴ πρῶτον τοῖς ῥοφήμασι· πραότερα γὰρ καὶ λειότερα καὶ εὐτηκτότερα, καὶ ἐκδέξασθαι τὴν τροφὴν ἐκ τούτου ῥᾴδιόν ἐστιν ἀσθενεῖ σώματι. Οὐ γὰρ ἐν τῇ κοιλίᾳ δεῖ παθεῖν τὰ σῖτα πρῶτον, διαχυθῆναί τε καὶ θερμανθῆναι μετὰ πόνου τῷ σώματι ταῦτα πέπονθεν.


52. Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπολαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται,

Ἢ μὴ μᾶλλον καὶ συνεχῶς οὐροῦντα; ἢ διότι σημεῖον μὲν τοῦ πεπέφθαι, ἐὰν ᾖ πυρρόν; τοῦτο δὲ γίνεται μᾶλλον διαλαμβάνουσιν. ἢ διότι ἔνοπτρον γίνεται ἅπαν μᾶλλον ὑγρὸν χρόας ὀλίγον ἢ πολὺ ὄν; ἐν μὲν γὰρ τῷ πολλῷ ὑγρῷ τὰ σχήματα ἐνορᾶται, ἐν δὲ τῷ ὀλίγῳ τὰ χρώματα, οἷον καὶ ἐπὶ τῆς δρόσου καὶ τῶν ῥανίδων καὶ ἐπὶ τῶν δακρύων τῶν ἐπὶ ταῖς βλεφαρίσι. Συνεχῶς μὲν οὖν ἀφιέμενον γίνεται πλεῖον, διασπώμενον δὲ δέχεται μᾶλλον· ὥστε κἂν ᾖ αὐτὸ τοιοῦτον ἤδη διὰ τὴν πέψιν, καὶ φαίνεται μᾶλλον τῆς ἀνακλάσεως γινομένης καὶ ἐνόπτρου ἔνοπτον διὰ τὴν διαίρεσιν.


53. Ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγείαν,

Ἀλλ´ ἀραιοῦν· ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλασσα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν. Δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι, καὶ ἀεὶ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. Τὸ μὲν γὰρ μένον σήπει, ὥσπερ ὕδωρ τὸ μὴ κινούμενον, σηπόμενον δὲ νοσοποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται. Τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει. Διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται· τὸ μὲν γὰρ ἐντὸς διαμένει, τὸ δ´ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον. Οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ἃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. Ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἀγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον ῥᾴδιον.


54. Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ συμφέρει καὶ τὸ θερμόν;

Ἢ ὅτι τὰ χίμετλα δι´ ὑπερβολὴν γίνεται ὑγροῦ; τὸ μὲν οὖν ψυχρὸν συνίστησι καὶ τραχύνει τὸ ὑγρόν, τὸ δὲ θερμὸν ἐκπνευματοῖ καὶ ἔξοδον ποιεῖ τῷ πνεύματι, ἀραιοῦν τὴν σάρκα.


55. Διὰ τί τὸ ψυχρὸν καὶ ποιεῖ καὶ παύει τὰ χίμετλα, καὶ τὸ θερμὸν τὰ πυρίκαυστα;

Ἢ διὰ τὸ αὐτό; ποιεῖ μὲν συντήκοντα, παύει δὲ μᾶλλον ξηραίνοντα.


56.

Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατ´ ὀλίγον. Τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον μὲν πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ. Οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, παραρρεῖ, ἐὰν δὲ κατ´ ὀλίγον, βρέχει μόνον, τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς. Τὰ γὰρ ῥέοντα ὕδατα ἐάν τις κατ´ ὀλίγον ἄγῃ, ὁ ὀχετὸς ἐκπίνει· ἐὰν δὲ τὸ ἴσον ἀθρόον ἄγῃ, ὅπου ἂν ἄγῃ, χωρεῖ.

Ἔπειτα κατακείσθω ἀκίνητος ὡς μάλιστα, ἀκίνητος μέν, ὅτι καὶ τὸ πῦρ φανερῶς, ἐάν τις μὴ κινῇ, καταμαραίνεται. Πρὸς πνεῦμα δὲ μὴ κατακείσθω, διότι ὁ ἄνεμος τὸ πῦρ ἐξεγείρει καὶ ῥιπτιζόμενον τὸ πῦρ ἐξ ὀλίγου πολὺ γίνεται. Περιστέλλεσθαι δὲ τούτου ἕνεκεν, ὅτι πυρὶ ἐὰν ἀναπνοὴν μὴ διδῷς, σβέννυται. Καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν. κατὰ ταῦτα δὲ καὶ ἐν τῇ φύσει. Ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατιθέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμότατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι. Καὶ γὰρ ὅπου πολὺ πῦρ, λύχνος οὐ δυνήσεται καίεσθαι· τὸ γὰρ πῦρ τὸ πολὺ τὸ ὀλίγον ἄγει πρὸς ἑαυτό. τούτου ἕνεκα πολὺ πῦρ ἐν τῷ σώματι παρασκευάζειν δεῖ, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει, ὥστε τὸ πολὺ πῦρ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἄγει.


57.

Τεταρταίοις πυρετοῖς δεῖ μὴ λεπτύνειν, ἀλλὰ πῦρ ἐν τοῖς σώμασιν ἐμποιεῖν εἰσάγοντα. Δεῖ δὲ καὶ τοῖς γυμνασίοις χρῆσθαι. ᾟ δὲ ἡμέρᾳ ἡ λῆψις, λουσάμενον ὕπνον μὴ ζητεῖν. Διὰ δὲ τοῦτο καὶ συμφέρει θερμαίνουσα δίαιτα, ὅτι ἀσθενὴς ὁ τεταρταῖος πυρετός· εἰ γὰρ μὴ ἦν ἀσθενής, οὐκ ἂν τεταρταῖος ἐγένετο. Ὁρᾷς; ὅπου πῦρ πολύ, λύχνος οὐ δύναται καίεσθαι· τὸ γὰρ πολὺ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἁρπάζει. τούτου δ´ ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι ἐμποιεῖν, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει. ἔστι δὲ τὸ καθ´ ἡμέραν διαίτημα τὸ μὲν πῦρ τὸ δὲ νοτίδα εἰς τὸ σῶμα εἰσάγοντα.


58.

Εἰσὶ δὲ νόσοι αἱ μὲν ἀπὸ πυρός, αἱ δὲ ἀπὸ νοτίδος. Ἰατρεύονται δὲ αἱ μὲν ἀπὸ πυρὸς νόσοι νοτίδι, αἱ δὲ ἀπὸ νοτίδος πυρί· νοτίδα γὰρ ξηραίνει.