Ποικίλη Ἱστορία
Συγγραφέας:
Βιβλίον ιγ΄
Claudii Aeliani Vol 2. Aelian. Rudolf Hercher. In Aedibus B.G. Teubneri. Lipsiae, 1866.


ΙΓ

1 Λόγος οὗτος Ἀρκαδικὸς ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης. ταύτην ὁ πατὴρ γενομένην ἐξέθηκεν· ἔλεγε γὰρ οὐ θυγατέρων ἀλλ᾽ ἀρρένων δεῖσθαι. ὁ δὲ ἐκθεῖναι λαβὼν οὐκ ἀπέκτεινεν, ἐλθὼν δὲ ἐπὶ τὸ Παρθένιον ὄρος ἔθηκε πηγῆς πλησίον· καὶ ἦν ἐνταῦθα ὕπαντρος πέτρα, καὶ ἐπέκειτο συνηρεφὴς δρυμών. καὶ τοῦ μὲν βρέφους κατεψήφιστο θάνατος, οὐ μὴν ὑπὸ τῆς τύχης προυδόθη· ὀλίγῳ γὰρ ὕστερον ὑπὸ κυνηγετῶν ἀφῃρημένη τὰ ἑαυτῆς βρέφη ἄρκτος ἧκε, σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος. εἶτα κατά τινα θείαν πομπὴν ἡσθεῖσα τῷ βρέφει ἐθήλασεν αὐτό, καὶ ἅμα τὸ θηρίον ἐκουφίσθη τῆς ὀδύνης καὶ ὤρεξε τροφὴν τῷ βρέφει. καὶ οὖν καὶ αὖθις ἐπαντλοῦσα τοῦ γάλακτος καὶ ἐποχετεύουσα ἐπεὶ τῶν ἑαυτῆς μήτηρ οὐκ ἔμεινε, τῆς μηδέν οἱ προσηκούσης τροφὸς ἐγένετο. ταύτην οἱ κυνηγέται παρεφύλαττον οἱ ἐξ ἀρχῆς ἐπιβουλεύσαντες τῷ θηρίῳ ἐς τὰ ἔκγονα αὐτῆς, καὶ αὐτὰ ἕκαστα τῶν δρωμένων κατασκεψάμενοι, ἀπελθούσης κατὰ συνήθειαν κατά τε ἄγραν καὶ νομὴν τῆς ἄρκτου, τὴν Ἀταλάντην ὑφείλοντο, καλουμένην τοῦτο οὐδέπω· αὐτοὶ γὰρ ἔθεντο αὐτῇ τὸ ὄνομα. καὶ ἐτρέφετο ὑπ᾽ αὐτοῖς ὀρείῳ τῇ τροφῇ. κατὰ μικρὸν δὲ αὐτῇ τὰ τοῦ σώματος μετὰ τῆς ἡλικίας ἀνέτρεχε· καὶ ἤρα παρθενίας καὶ τὰς τῶν ἀνδρῶν ὁμιλίας ἔφευγε καὶ ἐρημίαν ἐπόθει, καταλαβοῦσα τῶν ὀρῶν τῶν Ἀρκαδικῶν τὸ ὑψηλότατον, ἔνθα ἦν καὶ αὐλὼν κατάρρυτος καὶ μεγάλαι δρῦς, ἔτι δὲ καὶ πεῦκαι καὶ βαθεῖα ἡ ἐκ τούτων σκιά. τί γὰρ ἡμᾶς λυπεῖ καὶ ἄντρον Ἀταλάντης ἀκοῦσαι, ὡς τὸ τῆς Καλυψοῦς τὸ ἐν Ὁμήρῳ; καὶ ἦν ἐν κοίλῃ τῇ φάραγγι σπήλαιον ἓν καὶ βαθὺ πάνυ, κατὰ πρόσωπον δὲ βαθεῖ κρημνῷ ὠχύρωτο. κιττοὶ δὲ αὐτὸ περιεῖρπον, καὶ ἐνεπλέκοντο οἱ κιττοὶ μαλακοῖς δένδροις καὶ δι᾽ αὐτῶν ἀνεῖρπον. κρόκοι τε ἦσαν περὶ τὸν τόπον ἐν μαλακῇ φυόμενοι καὶ βαθείᾳ τῇ πόᾳ. συνανέτελλε δὲ αὐτοῖς καὶ ὑάκινθος καὶ ἄλλη πολλὴ χρόα ἀνθέων οὐ μόνον ἐς ἑορτὴν ὄψεως συντελεῖν δυναμένων, ἀλλὰ καὶ ὀσμαὶ ἐξ αὐτῶν τὸν ἀέρα τὸν κύκλῳ κατελάμβανον· καὶ παρῆν τῇ τε ἄλλῃ πανηγυρίζειν καὶ κατὰ τὴν εὐωδίαν ἑστιᾶσθαι. δάφναι τε ἦσαν πολλαί, φυτοῦ διὰ τέλους ἀκμάζοντος ἡδεῖαι προσιδεῖν κόμαι· ἄμπελοι δὲ πάνυ σφόδρα εὐθενούντων βοτρύων πρὸ τοῦ ἄντρου τεθηλυῖαι τὸ φιλεργὸν τῆς Ἀταλάντης ἐπεδείκνυντο. ὕδατά τε διατελῆ καὶ ἀεὶ ῥέοντα καὶ καθαρὰ ἰδεῖν καὶ ψυχρά, ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι, χύδην καὶ ἀφθόνως ἐπέρρει· τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐς ἀρδείαν τοῖς δένδροις τοῖς προειρημένοις ἦν ἐπιτήδεια, συνεχῶς ἐπιρρέοντα καὶ ἐς τὸ ἔμβιον αὐτοῖς συμμαχόμενα. ἦν οὖν τὸ χωρίον χαρίτων ἀνάμεστον, καὶ σεμνότατόν τε ἅμα καὶ σώφρονα παρθενῶνα ἐδείκνυεν. ἦν δὲ ἄρα τῇ Ἀταλάντῃ στρωμνὴ μὲν αἱ δοραὶ τῶν τεθηραμένων, τροφὴ δὲ τὰ τούτων κρέα, ποτὸν δὲ τὸ ὕδωρ. στολὴν δὲ ἤσθητο ἀπράγμονα καὶ τοιαύτην, οἵαν μὴ ἀπᾴδειν τῆς Ἀρτέμιδος· ἔλεγε γὰρ ζηλοῦν αὐτὴν καὶ ἐν τούτῳ καὶ ἐν τῷ παρθένος εἶναι διὰ τέλους ἐθέλειν. ἐπεφύκει δὲ ὠκίστη τοὺς πόδας, καὶ οὐκ ἂν αὐτὴν διέφυγεν οὔτε θηρίον οὔτε ἐπιβουλεύων αὐτῇ ἄνθρωπος· φυγεῖν δ᾽ ἐθέλουσαν, ἀλλ᾽ ἐνταῦθα μὲν οὐκ ἄν τις αὐτὴν κατέλαβεν. ἤρων δὲ αὐτῆς οὐχ ὅσοι μόνον αὐτὴν εἶδον, ἀλλ᾽ ἤδη καὶ ἐκ φήμης ἠρᾶτο. φέρε δὲ καὶ τὸ εἶδος αὐτῆς, εἴ τι μὴ λυπεῖ, διαγράψωμεν· λυπεῖ δὲ οὐδέν, ἐπεὶ καὶ ἐκ τούτων προσγένοιτ᾽ ἂν λόγων τε ἐμπειρία καὶ τέχνη. μέγεθος μὲν γὰρ ἔτι παῖς οὖσα ὑπὲρ τὰς τελείας ἦν γυναῖκας· καλὴ δὲ ἦν, ὡς οὐκ ἄλλη τῶν ἐν Πελοποννήσῳ παρθένων τῶν τότε. ἀρρενωπὸν δὲ καὶ γοργὸν ἔβλεπε, τοῦτο μὲν καὶ ἐκ τῆς θηρείου τροφῆς, ἤδη δὲ καὶ ἐκ τῶν ἐν τοῖς ὄρεσι γυμνασίων. κορικόν τε καὶ ῥαδινὸν οὐδὲν εἶχεν· οὐ γὰρ ἐκ θαλάμου προῄει, οὐδὲ ἦν τῶν ὑπὸ μητράσι καὶ τίτθαις τρεφομένων. τὸ δὲ ὑπέρογκον τοῦ σώματος οὐδὲ τοῦτο εἶχε καὶ μάλα γε εἰκότως, ἅτε ἐν τοῖς κυνηγεσίοις καὶ περὶ αὐτὰ τὰ γυμνάσια τὸ πᾶν σῶμα ἐκπονοῦσα. ξανθὴ δὲ ἦν αὐτῆς ἡ κόμη οὔ τι που πολυπραγμοσύνῃ γυναικείᾳ καὶ βαφαῖς ἅμα καὶ φαρμάκοις, ἀλλ᾽ ἦν φύσεως ἔργον ἡ χρόα. πεφοίνικτο δὲ καὶ ὑπὸ τῶν ἡλίων αὐτῇ τὸ πρόσωπον, καὶ ἐρυθήματι ἐῴκει ἄντικρυς. τί δὲ οὕτως ὡραῖον ἂν γένοιτο ἄνθος, ὥσπερ οὖν τὸ πρόσωπον αἰδεῖσθαι πεπαιδευμένης παρθένου; δύο δὲ εἶχεν ἐκπληκτικά, κάλλος ἄμαχον, καὶ σὺν τούτῳ καὶ φοβεῖν ἐδύνατο. οὐδεὶς ἂν ἰδὼν αὐτὴν ἠράσθη ῥᾴθυμος ἄνθρωπος, ἀλλ᾽ οὐδ᾽ ἂν ἐτόλμησεν ἀντιβλέπειν τὴν ἀρχήν· τοσαύτη μετὰ τῆς ὥρας κατέλαμπεν αἴγλη τοὺς ὁρῶντας. δεινὴ δὲ ἦν ἐντυχεῖν τά τε ἄλλα καὶ τῷ σπανίῳ. οὐ γὰρ ἂν αὐτήν τις εὐκόλως εἶδεν· ἀλλ᾽ ἀδοκήτως καὶ ἀπροόπτως ἐπεφάνη διώκουσα θηρίον ἢ ἀμυνομένη τινά, ὥσπερ ἀστὴρ διᾴττουσα, εἶτα ἀπέκρυπτεν αὑτὴν διαθέουσα ἢ δρυμὸν ἢ λόχμην ἤ τι ἄλλο τῶν ἐν ὄρει δάσος. καὶ οἵ ποτέ οἱ τὴν ὅμορον οἰκοῦντες, μεσούσης τῆς νυκτός, ἐρασταὶ θρασεῖς καὶ κωμασταὶ βαρύτατοι, ἐπεκώμασαν δύο τῶν Κενταύρων, Ὑλαῖός τε καὶ Ῥοῖκος. ἦν δὲ ἄρα ὁ κῶμος αὐτῶν οὔτε αὐλητρίδες οὔτε αὐτὰ δήπου τὰ τῶν μειρακίων τῶν κατὰ πόλιν, ἀλλὰ πεῦκαι μὲν ἦσαν, καὶ ταύτας ἐξάψαντες καὶ ἀναφλέξαντες ἐκ τῆς πρώτης τοῦ πυρὸς φαντασίας ἐξέπληξαν ἂν καὶ δῆμον, μήτι γοῦν μίαν παρθένον. κλάδους δὲ πιτύων νεοδρεπεῖς ἀποκλάσαντες, εἶτα τούτοις διαπλέξαντες ἑαυτοὺς εἰργάζοντο στεφάνους. συνεχῶς δὲ καὶ θαμινὰ ἐπικροτοῦντες τοῖς ὅπλοις διὰ τῶν ὀρῶν, συνεκκάοντες καὶ τὰ δένδρα ἐπὶ τὴν παῖδα ἔσπευδον, κακοὶ μνηστῆρες, σὺν ὕβρει καὶ οἴστρῳ τὰ ἕδνα τῶν γάμων προεκτελοῦντες. τὴν δὲ οὐκ ἔλαθεν ἡ ἐπιβουλή· ἰδοῦσα δὲ ἐκ τοῦ ἄντρου τὸ πῦρ καὶ γνωρίσασα οἵτινές ποτε ἄρα ἦσαν οἱ κωμασταί, μηδὲν διατραπεῖσα μηδὲ ὑπὸ τῆς ὄψεως καταπτήξασα τὸ μὲν τόξον ἐκύκλωσεν, ἀφῆκε δὲ τὸ βέλος καὶ ἔτυχε τοῦ πρώτου μάλα εὐκαίρως. καὶ ὃ μὲν ἔκειτο, ἐπῄει δὲ ὁ δεύτερος οὐκέτι κωμαστικῶς ἀλλ᾽ ἤδη πολεμικῶς, ἐκείνῳ μὲν ἐπαμῦναι θέλων, ἑαυτοῦ δὲ ἐμπλῆσαι τὴν ὁρμήν. ἀπήντησε δὲ ἄρα καὶ τούτῳ τιμωρὸς ὁ τῆς κόρης οἰστὸς ὁ ἕτερος. καὶ ὑπὲρ μὲν τῆς Ἰασίωνος Ἀταλάντης τοσαῦτα.

2 Μυτιληναῖος ἀνήρ, Μακαρεὺς ὄνομα, ἱερεὺς τοῦ Διονύσου, ὅσα μὲν οὕτως ἰδεῖν πρᾶος ἦν καὶ ἐπιεικής, ἀνοσιώτατος δὲ ἀνθρώπων τὰ μάλιστα. ξένου δὲ ἥκοντος παρ᾽ αὐτὸν καὶ δόντος αὐτῷ παρακαταθήκην χρυσίου πλῆθος, ἐν τῷ μυχῷ τοῦ ἀνακτόρου τὴν γῆν διασκάψας ὁ Μακαρεὺς κατώρυξε τὸ χρυσίον. χρόνῳ δὲ ἀφικόμενος ὁ ξένος τὸ χρυσίον ἀπῄτει. ὃ δὲ ἐσαγαγὼν ἔνδον, ὡς ἀποδώσων, κατέσφαξε, καὶ τὸ χρυσίον ἀνώρυξεν, ἀντ᾽ αὐτοῦ δὲ τὸν ξένον κατέθετο· καὶ ᾤετο, ὥσπερ τοὺς ἀνθρώπους, λανθάνειν οὕτω καὶ τὸν θεόν. πλὴν οὐκ ἀπήντησε ταῦτα ταύτῃ· πόθεν; χρόνου δὲ ὀλίγου διεληλυθότος, αἱ μὲν τοῦ θεοῦ τριετηρίδες ἀφίκοντο, ὃ δὲ ἔθυε μεγαλοπρεπῶς. καὶ ὃ μὲν περὶ τὴν βακχείαν εἶχεν, οἱ δὲ παῖδες αὐτοῦ, δύο ὄντες, ἔνδον ἀπελείφθησαν ἐν τῇ οἰκίᾳ, καὶ μιμούμενοι τὴν τοῦ πατρὸς ἱερουργίαν τῷ βωμῷ τῷ πατρῴῳ προσῆλθον ἔτι καομένων τῶν ἐμπύρων· καὶ ὁ μὲν νεώτερος παρέσχε τὸν τράχηλον, ὁ δὲ πρεσβύτερος ἠμελημένην εὑρὼν σφαγίδα τὸν ἀδελφὸν ἀπέκτεινεν ὡς ἱερεῖον· οἱ δὲ κατὰ τὴν οἰκίαν ἰδόντες ἀνεβόησαν. ἀκούσασα δὲ ἡ μήτηρ τῆς βοῆς ἐξεπήδησε, καὶ θεασαμένη τὸν μὲν νεκρόν, τὸν δὲ κατέχοντα ἔτι τὴν σφαγίδα ᾑμαγμένην, σχίζαν ἁρπάσασα τῶν ἐκ τοῦ βωμοῦ ἡμίκαυτον, ταύτῃ τὸν παῖδα ἀπέκτεινεν. ἧκε δὲ ἀγγελία πρὸς τὸν Μακαρέα, καὶ ἀπολιπὼν τὴν τελετήν, ὡς εἶχε σὺν ὀργῇ καὶ θυμῷ ἐσεπήδησεν ἐς τὴν οἰκίαν, καὶ τῷ θύρσῳ ᾧ κατεῖχε τὴν ἑαυτοῦ γυναῖκα ἔκτεινεν. ἔκπυστα οὖν ἐγένετο τὰ τολμηθέντα ἐς πάντας, καὶ συλληφθεὶς ὁ Μακαρεὺς καὶ στεβλούμενος ὡμολόγησεν ὅσα ἐν τῷ ἀνακτόρῳ ἔδρασεν· ἐν αὐταῖς δὲ ταῖς κολάσεσι τὴν ψυχὴν ἀπέρρηξεν. ὁ δὲ παρανόμως σφαγεὶς διὰ τιμῆς ἦλθε δημοσίᾳ, καὶ ἐτάφη τοῦ θεοῦ προστάξαντος. ἔτισεν οὖν ὁ Μακαρεὺς οὐ μεμπτὴν τὴν δίκην τοῦτο δὴ τὸ ποιητικὸν σὺν τῇ ἑαυτοῦ κεφαλῇ καὶ τῇ τῆς γυναικὸς καὶ οὖν καὶ τῇ τῶν παίδων προσέτι.

3 Ξέρξης ὁ Δαρείου παῖς τοῦ Βήλου τοῦ ἀρχαίου διασκάψας τὸ μνῆμα πύελον ὑελίνην εὗρεν, ἔνθα ἦν κείμενος ὁ νεκρὸς ἐν ἐλαίῳ. οὐ μὴν πεπλήρωτο ἡ πύελος, ἐνέδει δὲ ἀπὸ τοῦ χείλους ἐς παλαιστὴν ἴσως. παρέκειτο δὲ τῇ πυέλῳ καὶ στήλη βραχεῖα, ἔνθα ἐγέγραπτο ῾τῷ ἀνοίξαντι τὸ μνῆμα καὶ μὴ ἀναπληρώσαντι τὴν πύελον οὐκ ἔστιν ἄμεινον.᾿ ἀναγνοὺς δὲ ὁ Ξέρξης ἔδεισε, καὶ προσέταξεν ἐπιχέαι ἔλαιον τὴν ταχίστην· οὐ μὴν πεπλήρωτο. ὃ δὲ πάλιν προσέταξεν ἐπιχέαι. αὔξησιν δὲ οὐκ ἐλάμβανεν, ἕως ἀπεῖπε μάτην ἀναλίσκων τὸ ἐπιχεόμενον. κατακλείσας δὲ τὸν τάφον, ἀπηλλάγη ἀδημονῶν. οὐ διεψεύσατο δὲ ἡ στήλη ὅσα προεῖπεν· ἀθροίσας γὰρ ἑβδομήκοντα μυριάδας ἐπὶ τοὺς Ἕλληνας, κακῶς ἀπήλλαξεν, εἶτα ἐπανελθὼν αἴσχιστα ἀνθρώπων ἀπέθανεν, ἀποσφαγεὶς νύκτωρ ἐν τῇ εὐνῇ ὑπὸ τοῦ υἱοῦ.

4 Ἀρχέλαος ὁ βασιλεὺς ἑστίασιν παρεσκεύασε πολυτελῆ τοῖς ἑταίροις. προϊόντος δὲ τοῦ πότου ζωρότερον πιὼν Εὐριπίδης ὑπήχθη πως κατ᾽ ὀλίγον ἐς μέθην· εἶτα συγκλιθέντα αὐτῷ Ἀγάθωνα τὸν τῆς τραγῳδίας ποιητὴν περιλαβὼν κατεφίλει, τετταράκοντα ἐτῶν που γεγονότα. τοῦ δὲ Ἀρχελάου πυθομένου εἰ καὶ νῦν ἔτι ἐρώμενος αὐτῷ δοκεῖ εἶναι, ἀπεκρίνατο ῾ναὶ μὰ Δία· οὐ γὰρ μόνον τὸ ἔαρ τῶν καλῶν κάλλιστον, ἀλλὰ καὶ τὸ μετόπωρον.᾿

5 Ἐρασθῆναι πρῶτον γενναίων παιδικῶν λέγουσι Λάιον, ἁρπάσαντα Χρύσιππον τὸν Πέλοπος. καὶ ἐκ τούτου τοῖς Θηβαίοις ἓν τῶν καλῶν ἐδόκει τὸ τῶν ὡραίων ἐρᾶν.

6 Ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει καὶ ἔκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιοὺς τίθησιν.

Ὅτι ἐν Θάσῳ δύο γένη φασὶν οἴνων γίνεσθαι· καὶ τὸν μὲν ἕτερον πινόμενον ἐς ὕπνον κατάγειν εὖ μάλα βαθὺν καὶ διὰ ταῦτα ἡδύν, τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου καὶ ἀργυπνίαν ἐμποιεῖν καὶ ἀνιᾶσθαι παρέχειν.

Ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμμάχεται.

7 Ὅτε εἷλε τὴν Θηβαίων πόλιν Ἀλέξανδρος, ἀπέδοτο τοὺς ἐλευθέρους πάντας πλὴν ἱερέων. ἀφῆκε δὲ τῆς πράσεως καὶ τοὺς τοῦ πατρὸς ξένους ῾ὡμήρευσε γὰρ παρ᾽ αὐτοῖς ὁ Φίλιππος ἔτι παῖς ὢν᾽ καὶ τοὺς συγγενεῖς δὲ τούτων ἀφῆκεν. ἐτίμησε δὲ καὶ τοὺς ἐγγόνους τοὺς τοῦ Πινδάρου, καὶ τὴν οἰκίαν αὐτοῦ μόνην εἴασεν ἑστάναι. ἐφόνευσε δὲ τῶν Θηβαίων ἐς ἑξακισχιλίους, αἰχμάλωτοι δὲ ἐλήφθησαν τρισμύριοι.

8 Λύσανδρον τὸν Λακεδαιμόνιον ἐν τῇ Ἰωνίᾳ διατρίβοντα τὰ Λυκούργου φασὶ νόμιμα ῥίψαντα ἐπίπονα ὄντα διατεθρύφθαι τὸν βίον. Λάμια γοῦν ἡ Ἀττικὴ ἑταίρα εἶπεν ῾οἱ ἐκ τῆς Ἑλλάδος λέοντες ἐν Ἐφέσῳ γεγόνασιν ἀλώπεκες.᾿

10 Ἐν μιᾷ ἡμέρᾳ δύο γυναῖκας ἠγάγετο Διονύσιος, Δωρίδα τὴν Λοκρίδα καὶ Ἀριστομάχην τὴν Ἱππαρίνου, Δίωνος δὲ ἀδελφήν· καὶ παρ᾽ ἑκατέρᾳ ἀνεπαύετο ἐν τῷ μέρει. καὶ ἣ μὲν ἠκολούθει στρατευομένῳ, ἣ δὲ ἐπανιόντα ὑπεδέχετο.

11 Λόγος τις ἐς ἐμὲ ἀφίκετο λέγων αἴτιον Ἰσοκράτην γενέσθαι τὸν ῥήτορα τοῖς Πέρσαις καταδουλώσεως, ἧς ἐδουλώσαντο αὐτοὺς Μακεδόνες. τοῦ γὰρ πανηγυρικοῦ λόγου, ὃν Ἰσοκράτης ἐν τοῖς Ἕλλησιν ἐπεδείξατο, ἐς Μακεδονίαν ἐλθοῦσα ἡ φήμη, πρῶτον μὲν Φίλιππον ἐπὶ τὴν Ἀσίαν ἀνέστησεν· ἀποθανόντος δὲ ἐκείνου Ἀλέξανδρον τὸν υἱὸν αὐτοῦ τῶν πατρῴων κληρονόμον τὴν ὁρμὴν τὴν τοῦ Φιλίππου διαδέξασθαι παρεσκεύασε.

12 Μέτων ὁ ἀστρονόμος μελλόντων ἐπὶ τὴν Σικελίαν πλεῖν τῶν Ἀθηναίων ἤδη καὶ αὐτὸς εἷς ᾖν τοῦ καταλόγου. σαφῶς δὲ ἐπιστάμενος τὰς μελλούσας τύχας τὸν πλοῦν ἐφυλάττετο δεδιὼς καὶ σπεύδων τῆς ἐξόδου ἑαυτὸν ῥύσασθαι. ἐπεὶ δὲ οὐδὲν ἔπραττεν, ὑπεκρίνατο μανίαν· καὶ πολλὰ μὲν καὶ ἄλλα ἔδρασε πιστώσασθαι τὴν τῆς νόσου δόξαν βουλόμενος, ἐν δὲ τοῖς καὶ τὴν συνοικίαν τὴν αὑτοῦ κατέπρησεν· ἐγειτνία δὲ αὕτη τῇ Ποικίλῃ. καὶ ἐκ τούτου ἀφῆκαν αὐτὸν οἱ ἄρχοντες. καί μοι δοκεῖ ὁ Μέτων ἄμεινον ὑποκρίνασθαι τὴν μανίαν τοῦ Ὀδυσσέως τοῦ Ἰθακησίου· ἐκεῖνον μὲν γὰρ ὁ Παλαμήδης κατεφώρασε, τοῦτον δὲ Ἀθηναίων οὐδείς.

13 Πτολεμαῖόν φασι τὸν Λάγου καταπλουτίζοντα τοὺς φιλους αὑτοῦ ὑπερχαίρειν. ἔλεγε δὲ ἄμεινον εἶναι πλουτίζειν ἢ πλουτεῖν.

14 Ὅτι τὰ Ὁμήρου ἔπη πρότερον διῃρημένα ᾖδον οἱ παλαιοί. οἷον ἔλεγον Τὴν ἐπὶ ναυσὶ μάχην καὶ Δολώνειάν τινα καὶ Ἀριστείαν Ἀγαμέμνονος καὶ Νεῶν κατάλογον καὶ Πατρόκλειαν καὶ Λύτρα καὶ Ἐπὶ Πατρόκλῳ ἆθλα καὶ Ὁρκίων ἀφάνισιν. ταῦτα ὑπὲρ τῆς Ἰλιάδος. ὑπὲρ δὲ τῆς ἑτέρας Τὰ ἐν Πύλῳ καὶ Τὰ ἐν Λακεδαίμονι καὶ Καλυψοῦς ἄντρον καὶ Τὰ περὶ τὴν σχεδίαν καὶ Ἀλκίνου ἀπολόγους καὶ Κυκλώπειαν καὶ Νέκυιαν καὶ Τὰ τῆς Κίρκης καὶ Νίπτρα καὶ Μνηστήρων φόνον καὶ Τὰ ἐν ἀγρῷ καὶ Τὰ ἐν Λαέρτου. ὀψὲ δὲ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἀθρόαν πρῶτος ἐς τὴν Ἑλλάδα ἐκόμισε τὴν Ὁμήρου ποίησιν· τὸ δὲ ἀγώγιμον τοῦτο ἐξ Ἰωνίας, ἡνίκα ἀπεδήμησεν, ἤγαγεν. ὕστερον δὲ Πεισίστρατος συναγαγὼν ἀπέφηνε τὴν Ἰλιάδα καὶ Ὀδύσσειαν.

15 Φασὶ παχύτατον γενέσθαι τὴν διάνοιαν οἱ τῆς κωμῳδίας ποιηταὶ Πολύδωρόν τινα, καὶ ἄλλον Κοικυλίωνα ὄνομα, ὅσπερ τὰ κύματα ἠρίθμει ὑπὸ τῆς ἄγαν ἀνοίας. λόγος δέ τις καὶ Σαννυρίωνα τοιοῦτον γενέσθαι, ὃς ἐν τῇ ληκύθῳ τὴν κλίμακα ἐζήτει. καὶ Κόροιβον δὲ καὶ Μελιτίδην καὶ ἐκείνους ἀνοήτους φασίν.

16 Ἀπολλωνιάται πόλιν οἰκοῦσι γείτονα Ἐπιδάμνου ἐν τῷ Ἰονίῳ κόλπῳ. καὶ ἐν τοῖς πλησίον αὐτῆς χωρίοις ἄσφαλτός ἐστιν ὀρυκτὴ καὶ πίττα τὸν αὐτὸν ἐκ τῆς γῆς ἀνατέλλουσα τρόπον, ὃν καὶ αἱ πλεῖσται πηγαὶ τῶν ὑδάτων. οὐ πόρρω δὲ καὶ τὸ ἀθάνατον δείκνυται πῦρ. ὁ δὲ καόμενος τόπος ἐστὶν ὀλίγος καὶ οὐκ ἐς μέγα διήκει καὶ ἔχει περίβολον οὐ πολύν, ὄζει δὲ θείου καὶ στυπτηρίας. καὶ περὶ αὐτόν ἐστι δένδρα εὐθαλῆ καὶ πόα χλωρά· καὶ τὸ πῦρ πλησίον ἐνακμάζον οὐδὲν λυπεῖ οὔτε τὴν τῶν φυτῶν βλάστην οὔτε τὴν τεθηλυῖαν πόαν. κάεται δὲ τὸ πῦρ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν, καὶ διέλιπεν οὐδέποτε, ὡς Ἀπολλωνιάται λέγουσι, πρὶν τοῦ πολέμου τοῦ πρὸς Ἰλλυριοὺς συμβάντος αὐτοῖς.

Ὅτι Ἀπολλωνιάται ξενηλασίας ἐποίουν κατὰ τὸν Λακεδαιμόνιον νόμον, Ἐπιδάμνιοι δὲ ἐπιδημεῖν καὶ μετοικεῖν παρεῖχον τῷ βουλομένῳ.

17 Πτήσσει Φρύνιχος ὥς τις ἀλεκτρυὼν παροιμία ἐπὶ τῶν κακῶς τι πασχόντων. ὑποκρινομένου γὰρ Φρυνίχου τοῦ τραγικοῦ τὴν Μιλήτου ἅλωσιν οἱ Ἀθηναῖοι δακρύσαντες ἐξέβαλον δεδοικότα καὶ ὑποπτήσσοντα.

18 Διονύσιος ὁ τῆς Σικελίας τύραννος τραγῳδίαν μὲν ἠσπάζετο καὶ ἐπῄνει καὶ οὖν καὶ δράματα ἐξεπόνησε τραγικά, ἀλλοτρίως δὲ πρὸς τὴν κωμῳδίαν διέκειτο, ὅτι οὐκ ἦν φιλόγελως.

19 Ἔλεγεν ὁ Κλεομένης Λακωνικῶς κατὰ τὸν ἐπιχώριον τρόπον τὸν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητήν, ὡς χρὴ πολεμεῖν λέγοντα· τὸν δὲ Ἡσίοδον τῶν Εἱλώτων, λέγοντα ὡς χρὴ γεωργεῖν.

20 Ἀνὴρ Μεγαλοπολίτης ἐξ Ἀρκαδίας, Κερκιδᾶς ὄνομα, ἀποθνήσκων ἔλεγε πρὸς τοὺς οἰκείους ἀθυμουμένους ἡδέως ἀπολύεσθαι τοῦ ζῆν· δι᾽ ἐλπίδος γὰρ ἔχειν συγγενέσθαι τῶν μὲν σοφῶν Πυθαγόρᾳ, τῶν δὲ ἱστορικῶν Ἑκαταίῳ, τῶν δὲ μουσικῶν Ὀλύμπῳ, τῶν δὲ ποιητῶν Ὁμήρῳ. καὶ ἐπὶ τούτοις ὡς λόγος τὴν ψυχὴν ἀπέλιπεν.

21 Ὅτι ἐν Κελαιναῖς τῇ δορᾷ τοῦ Φρυγὸς ἐὰν προσαυλῇ τις τὴν ἁρμονίαν τὴν Φρυγίαν, ἡ δορὰ κινεῖται· ἐὰν δὲ ἐς Ἀπόλλωνα, ἀτρεμεῖ καὶ ἔοικε κωφῇ.

22 Πτολεμαῖος ὁ Φιλοπάτωρ κατασκευάσας Ὁμήρῳ νεών, αὐτὸν μὲν καλὸν καλῶς ἐκάθισε, κύκλῳ δὲ τὰς πόλεις περιέστησε τοῦ ἀγάλματος, ὅσαι ἀντιποιοῦνται τοῦ Ὁμήρου. Γαλάτων δὲ ὁ ζωγράφος ἔγραψε τὸν μὲν Ὅμηρον αὐτὸν ἐμοῦντα, τοὺς δὲ ἄλλους ποιητὰς τὰ ἐμημεσμένα ἀρυτομένους.

23 Λυκοῦργος ὁ Λακεδαιμόνιος ὁ Εὐνόμου παῖς δικαίους βουληθεὶς ἀποφῆναι Λακεδαιμονίους, ὑπὲρ τούτου γε οὐ καλοὺς τοὺς μισθοὺς ἠρύσατο. ἀπήντησε γὰρ αὐτῷ τὸν ὀφθαλμὸν ἐκκοπῆναι ὑπὸ Ἀλκάνδρου, ὡς μέν τινές φασιν, ἐξ ἐπιβουλῆς λίθῳ βληθείς, ὡς δὲ ἄλλος διαφοιτᾷ λόγος, βακτηρίᾳ παθὼν τὸ πάθος. λέγεται δὲ ὁ λόγος πρὸς τοὺς ἄλλα μὲν θελήσαντας, ἄλλων δὲ τυχόντας. λέγει δὲ Ἔφορος αὐτὸν λιμῷ διακαρτερήσαντα ἐν φυγῇ ἀποθανεῖν.

24 Λυκοῦργος ὁ ῥήτωρ ἔγραψε μὴ ἐλαύνειν τὰς γυναῖκας ἐν τοῖς μυστηρίοις ἐπὶ ζευγῶν, ἢ τῇ δρώσῃ τοῦτο ἐπηρτῆσθαι ζημίαν, ἥν γε ᾤετο τάξας ἀποχρῶσαν. πρώτη τῷ ψηφίσματι ἠπείθησεν ἡ τούτου γυνή, καὶ τὴν ζημίαν ἐξέτισε καταδικασθεῖσα.

Καὶ Περικλῆς ἔγραψε μὴ εἶναι Ἀθηναῖον, ὃς μὴ ἐξ ἀμφοῖν γέγονεν ἀστοῖν. εἶτα ἀποβαλὼν τοὺς γνησίους παῖδας ἐπὶ τῷ νόθῳ Περικλεῖ κατελέλειπτο. δῆλα δὲ ὅτι καὶ Περικλῆς ἐβούλετο μὲν ἕτερα, ἔτυχε δὲ ἑτέρων.

Κλεισθένης δὲ ὁ Ἀθηναῖος τὸ δεῖν ἐξοστρακίζεσθαι πρῶτος ἐσηγησάμενος, αὐτὸς ἔτυχε τῆς καταδίκης πρῶτος.

Ζάλευκος ὁ Αοκρῶν νομοθέτης προσέταξε τὸν μοιχὸν ἁλόντα ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς. ἃ τοίνυν μηδὲ προσεδόκησε, ταῦτα ὁ δαίμων αὐτῷ παρὰ τὴν δόξαν καὶ τὴν ἐλπίδα ἐπήγαγεν· ὁ γάρ τοι παῖς ἁλοὺς ἐπὶ μοιχείᾳ εἶτα ἔμελλε πείσεσθαι τὰ ἐκ τοῦ πατρῴου νόμου. ἐνταῦθα ἵνα μὴ διαφθαρῇ τὸ ἅπαξ κεκυρωμένον, ὑπέμεινεν αὐτὸς ὁ ἐσηγησάμενος ὑπὲρ τοῦ ἑτέρου τῶν τοῦ παιδὸς ὀφθαλμῶν ἀντιδοῦναι τὸν ἑαυτοῦ, ἵνα μὴ ὁ νεανίσκος τυφλωθῇ τελέως.

25 Πίνδαρος ὁ ποιητὴς ἀγωνιζόμενος ἐν Θήβαις ἀμαθέσι περιπεσὼν ἀκροαταῖς ἡττήθη Κορίννης πεντάκις. ἐλέγχων δὲ τὴν ἀμουσίαν αὐτῶν ὁ Πίνδαρος σῦν ἐκάλει τὴν Κόρινναν.

26 Διογένης ὁ Σινωπεὺς ἔρημος ἦν καὶ μόνος ἀπέρριπτο, καὶ οὔτε τινὰ δι᾽ ἀπορίαν ὑπεδέχετο, οὔτε τις αὐτὸν ἐξένιζε, τὸν ἄνδρα ἐκτρεπόμενος διὰ τὸ τοῦ τρόπου ἐλεγκτικὸν καὶ ὅτι ἦν πρὸς τὰ πραττόμενα καὶ λεγόμενα δυσάρεστος. ἠθύμει οὖν ὁ Διογένης καὶ φύλλων ἄκρα ἤσθιε· ταῦτα γάρ οἱ παρῆν. τοῖς δὲ ἀποπίπτουσι τοῦ ἄρτου θρύμμασι μῦς ἐχρῆτο ἐπιφοιτῶν. ὁ οὖν Διογένης φιλοπόνως κατεσκέψατο τὸ πραττόμενον, καὶ μειδιάσας καὶ ἑαυτοῦ γενόμενος φαιδρότερός τε καὶ ἵλεως εἶπεν ῾ὁ μὲν μῦς οὗτος τῆς Ἀθηναίων πολυτελείας δεῖται οὐδέν, σὺ δέ, ὦ Διόγενες, ἄχθῃ ὅτι μὴ συνδειπνεῖς Ἀθηναίοις.᾿ καὶ ἐπόρισεν ἑαυτῷ εὔκαιρον εὐθυμίαν.

27 Ὅτι τὸ Σωκράτους σῶμα πεπίστευτο κόσμιον καὶ σωφροσύνης ἐγκρατὲς γεγονέναι καὶ ταύτῃ. ἐνόσουν Ἀθηναῖοι πανδημεί, καὶ οἳ μὲν ἀπέθνησκον, οἳ δὲ ἐπιθανατίως εἶχον· Σωκράτης δὲ μόνος οὐκ ἐνόσησε τὴν ἀρχήν. ὁ τοίνυν τοιούτῳ συνὼν σώματι τίνα ἡγούμεθα εἶχε ψυχήν;

28 Διογένης ἡνίκα ἀπέλιπε τὴν πατρίδα, εἷς αὐτῷ τῶν οἰκετῶν ἠκολούθει ὄνομα Μάνης, ὃς οὐ φέρων τὴν μετ᾽ αὐτοῦ διατριβὴν ἀπέδρα. προτρεπόντων δέ τινων ζητεῖν αὐτὸν ἔφη ῾οὐκ αἰσχρὸν Μάνην μὲν μὴ δεῖσθαι Διογένους, Διογένην δὲ Μάνους;᾿ οὗτος δὲ ὁ οἰκέτης ἐς Δελφοὺς ἀλώμενος ὑπὸ κυνῶν διεσπάσθη, τῷ ὀνόματι τοῦ δεσπότου δίκας ἐκτίσας ἀνθ᾽ ὧν ἀπέδρα.

29 Ἔλεγεν ὁ Πλάτων τὰς ἐλπίδας ἐγρηγορότων ἀνθρώπων ὀνείρους εἶναι.

30 Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου πυθομένη ὅτι πολὺν χρόνον ὁ παῖς αὐτῆς ἄταφος μένει, βαρὺ ἀναστένουσα καὶ θρηνοῦσα εὖ μάλα λιγέως ῾ὦ τέκνον᾽ εἶπεν, ῾ἀλλὰ σὺ μὲν οὐρανοῦ μετασχεῖν βουλόμενος καὶ τοῦτο σπεύδων, νῦν οὐδὲ τῶν κοινῶν δήπου καὶ ἴσων πᾶσιν ἀνθρώποις μετασχεῖν ἔχεις, γῆς τε ἅμα καὶ ταφῆς·᾿ καὶ τὰς ἑαυτῆς τύχας οἰκτείρασα καὶ τὸ τοῦ παιδὸς τετυφωμένον ἐλέγξασα.

31 Ξενοκράτης ὁ Χαλκηδόνιος, ὁ ἑταῖρος Πλάτωνος, τά τε ἄλλα ἦν φιλοικτίρμων καὶ οὐ μόνον φιλάνθρωπος, ἀλλὰ καὶ πολλὰ τῶν ἀλόγων ζῴων ἠλέει. καὶ οὖν ποτε καθημένου ἐν ὑπαίθρῳ, διωκόμενος βιαίως στρουθὸς ὑπὸ ἱέρακος ἐς τοὺς κόλπους αὐτοῦ κατέπτη. ὃ δὲ ἀσμένως ἐδέξατο τὸν ὄρνιν, καὶ διεφύλαξεν ἀποκρύψας, ἔστε ὁ διώκων ἀπῆλθεν. ἐπεὶ δὲ ἠλευθέρωσεν αὐτὸν τοῦ φόβου, ἁπλώσας τὸν κόλπον ἀφῆκε τὸν ὄρνιν, ἐπειπὼν ὅτι μὴ ἐξέδωκε τὸν ἱκέτην.

32 Φησὶ Ξενοφῶν ὅτι Θεοδότῃ τῇ ἑταίρᾳ ἐς λόγους ἀφίκετο Σωκράτης, καλλίστῃ γυναικὶ οὔσῃ. ἀλλὰ καὶ τῇ Καλλιστοῖ ἦλθεν ἐς λόγους, ἣ ἔλεγεν ῾ἐγὼ μέν, ὦ Σωφρονίσκου, κρείττων εἰμί σου· σὺ μὲν γὰρ οὐδένα τῶν ἐμῶν δύνῃ ἀποσπάσαι· ἐγὼ δέ, ἐὰν βούλωμαι, τοὺς σοὺς πάντας.᾿ ὃ δὲ ῾καὶ μάλα γε εἰκότως· σὺ μὲν γὰρ ἐπὶ τὴν κατάντη αὐτοὺς ἄγεις, ἐγὼ δὲ ἐπὶ τὴν ἀρετὴν ἥκειν βιάζομαι· ὀρθία δὲ ἡ ἄνοδος ἐστι καὶ ἀήθης τοῖς πολλοῖς.᾿

33 Ῥοδῶπίν φασιν Αἰγυπτίων λόγοι ἑταίραν γενέσθαι ὡραιοτάτην. καί ποτε αὐτῆς λουομένης ἡ τὰ παράδοξα καὶ τὰ ἀδόκητα φιλοῦσα ἐργάζεσθαι τύχη προυξένησεν αὐτῇ οὐ τῆς γνώμης ἀλλὰ τοῦ κάλλους ἄξια. λουομένης γὰρ καὶ τῶν θεραπαινίδων τὴν ἐσθῆτα φυλαττουσῶν, ἀετὸς καταπτάς, τὸ ἕτερον τῶν ὑποδημάτων ἁρπάσας, ἀπιὼν ᾤχετο· καὶ ἐκόμισεν ἐς Μέμφιν δικάζοντος Ψαμμιτίχου, καὶ ἐς τὸν κόλπον ἐνέβαλε τὸ ὑπόδημα. ὁ δὲ Ψαμμίτιχος θαυμάσας τοῦ ὑποδήματος τὸν ῥυθμὸν καὶ τῆς ἐργασίας αὐτοῦ τὴν χάριν καὶ τὸ πραχθὲν ὑπὸ τοῦ ὄρνιθος προσέταξεν ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἀναζητεῖσθαι τὴν ἄνθρωπον, ἧς τὸ ὑπόδημά ἐστι· καὶ εὑρὼν γαμετὴν ἠγάγετο.

34 Ὅτι τὸν Λέοντα ὁ Διονύσιος μετὰ τὴν πρόσταξιν τὴν κατ᾽ αὐτοῦ ἀνευρὼν ἐς τρὶς τοῖς δορυφόροις ἐκέλευσεν ἀπάγειν, καὶ μετέγνω τρίς, καὶ καθ᾽ ἑκάστην μεταπομπὴν κατεφίλει κλάων καὶ καταρώμενος ἑαυτοῦ, ὅτι ἔλαβε τὸ ξίφος. τελευτῶν ἥττηται τῷ φόβῳ, καὶ προσέταξεν ἀποσφαγῆναι εἰπὼν ὅτι ῾οὐκ ἔστιν, ὦ Λέον, σοι ζῆν.᾿

35 Λέγουσι φυσικοὶ ἄνδρες τὴν ἔλαφον καθάρσεως δεομένην σέσελιν ἐσθίειν, φαλαγγίων δὲ κνήσμασιν ἐχομένην καρκίνους.

36 Ὀλυμπιὰς τῇ Φιλίππου θυγατρὶ Εὐρυδίκῃ ῾ἦν δὲ ἄρα ἐξ Ἰλλυρίδος γυναικὸς τῷ Φιλίππῳ γενομένἠ προσέπεμψε κώνειον καὶ βρόχον καὶ ξίφος· ἣ δὲ αἱρεῖται τὸν βρόχον.

37 Γέλων ὁ τῶν Συρακοσίων τύραννος τὴν τῆς ἀρχῆς κατάστασιν πραότατα εἶχε· στασιώδεις δέ τινες ἐπεβούλευον αὐτῷ. ἃ πυθόμενος ὁ Γέλων, ἐς ἐκκλησίαν συγκαλέσας τοὺς Συρακοσίους ἐσῆλθεν ὡπλισμένος, καὶ διεξελθὼν ὅσα ἀγαθὰ αὐτοῖς εἰργάσατο, καὶ τὴν ἐπιβουλὴν ἐξεκάλυψε καὶ ἀπεδύσατο τὴν πανοπλίαν, εἰπὼν πρὸς πάντας ῾ἰδοὺ τοίνυν ὑμῖν ἐν χιτωνίσκῳ γυμνὸς τῶν ὅπλων παρέστηκα, καὶ δίδωμι χρῆσθαι ὅ τι βούλεσθε.᾿ καὶ ἐθαύμασαν αὐτοῦ τὴν γνώμην οἱ Συρακόσιοι, οἳ δὲ καὶ τοὺς ἐπιβουλεύοντας παρέδοσαν αὐτῷ κολάσαι καὶ τὴν ἀρχὴν ἔδωκαν. ὃ δὲ καὶ τούτους εἴασε τῷ δήμῳ τιμωρήσασθαι. καὶ εἰκόνα αὐτοῦ οἱ Συρακόσιοι ἔστησαν ἐν ἀζώστῳ χιτῶνι· καὶ ἦν τοῦτο τῆς δημαγωγίας αὐτοῦ ὑπόμνημα καὶ τοῖς ἐς τὸν μετὰ ταῦτα αἰῶνα μέλλουσιν ἄρχειν δίδαγμα.

38 Ἰσχυρῶς Ὅμηρον ἐθαύμαζεν Ἀλκιβιάδης, καί ποτε διδασκαλείῳ παίδων προσελθὼν ῥαψῳδίαν Ἰλιάδος ᾔτει. τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος ἐντρίψας αὐτῷ κόνδυλον εὖ μάλα στερεὸν παρῆλθεν, ἐνδειξάμενος ὅτι ἐκεῖνος ἀπαίδευτός ἐστι καὶ τοιούτους ἀποφαίνει τοὺς παῖδας.

Οὗτος ἐπὶ κρίσιν καλούμενος θανατικὴν ἐκ Σικελίας ὑπὸ τῶν Ἀθηναίων οὐχ ὑπήκουσεν εἰπὼν ῾εὔηθες τὸν ἔχοντα δίκην ζητεῖν ἀποφυγεῖν, ἐνὸν φυγεῖν.᾿ εἰπόντος δέ τινος ῾οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σοῦ κρίσιν;᾿ ὃ δὲ εἶπεν ῾οὐδὲ τῇ μητρί· δέδοικα γὰρ μὴ ἀγνοήσασα καὶ σφαλεῖσα τοῦ ἀληθοῦς εἶτα τὴν μέλαιναν ἐμβάλῃ ἀντὶ τῆς λευκῆς ψῆφον.᾿ πυθόμενος οὖν ὅτι θάνατος αὐτοῦ κατεγνώσθη ὑπὸ τῶν πολιτῶν, ῾δείξωμεν οὖν᾽ εἶπεν ῾ὅτι ζῶμεν,᾿ καὶ ὁρμήσας πρὸς τοὺς Λακεδαιμονίους τὸν Δεκελεικὸν ἐξῆψε πόλεμον ἐπὶ τοὺς Ἀθηναίους.

Ἔλεγε δὲ μηδὲν παράδοξον ποιεῖν Λακεδαιμονίους ἀδεῶς ἐν τῷ πολέμῳ ἀποθνήσκοντας· τὴν γὰρ ἐκ τῶν νόμων ταλαιπωρίαν ἀποδιδράσκοντας θάνατον ὑπὲρ τῶν πόνων ὧν ἔχουσι προθύμως ἀλλάττεσθαι.

Εἰώθει δέ φασιν ἐπιλέγειν ταῖς ἑαυτοῦ πράξεσιν ὅτι τὸν τῶν Διοσκόρων ζῇ βίον παρ᾽ ἡμέραν τεθνηκώς τε καὶ ἀναβιούς· εὐημερήσας γὰρ ἐν τῷ δήμῳ ἴσος θεοῖς νομίζεσθαι, κακῶς δὲ ἀπαλλάξας τῶν νεκρῶν μηδὲ ὀλίγον διαφέρειν.

39 Ἐφιάλτης στρατηγοῦ ὀνειδίσαντος αὐτῷ τινος πενίαν ῾τὸ δὲ ἕτερον᾽ ἔφη ῾διὰ τί οὐ λέγεις, ὅτι δίκαιός εἰμι;᾿

40 Στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ῾οὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;᾿ δείξας τὸν στρεπτόν· ῾οὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.᾿

Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ῾οὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.᾿

Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ῾πάταξον μέν, ἄκουσον δέ.᾿ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.

41 Ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ῾εἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;

42 Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν, ἐπιγράψαι μέντοι τῇ στήλῃ ὅτι μὴ βουλομένους Θηβαίους ἠνάγκασεν Ἐπαμεινώνδας τὴν μὲν Λακωνικὴν πυρπολῆσαι πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν, οἰκίσαι δὲ Μεσσήνην δἰ ἐτῶν τριάκοντα καὶ διακοσίων, συντάξαι δὲ καὶ συναγαγεῖν ἐς ταὐτὸν Ἀρκάδας, ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. καὶ ἀφῆκαν αὐτὸν αἰδεσθέντες οἱ δικασταί. ἐπανελθόντα δὲ αὐτὸν ἐκ τοῦ δικαστηρίου Μελιταῖον κυνίδιον ἔσαινε. διὸ πρὸς τοὺς παρόντας εἶπε ῾τοῦτο μὲν ἀποδίδωσιν εὐεργεσίας μοι χάριν, Θηβαῖοι δὲ πολλάκις ὑπ᾽ ἐμοῦ εὖ παθόντες ἔκρινάν με θανάτου.᾿

43 Ὅτι Τιμόθεος ὁ στρατηγὸς Ἀθηναίων πεπίστευτο εὐτυχὴς εἶναι· καὶ ἔλεγον τὴν τύχην αἰτίαν εἶναι, Τιμόθεον δὲ οὐδενός, κωμῳδοῦντες ἐπὶ τῆς σκηνῆς. καὶ οἱ ζωγράφοι δὲ καθεύδοντα ἐποίουν αὐτόν, εἶτα ὑπὲρ τῆς κεφαλῆς ἀπῃώρητο ἑστῶσα ἡ Τύχη ἕλκουσα ἐς κύρτον τὰς πόλεις.

Πυνθανομένου Θεμιστοκλέους τινὸς κατὰ τί μάλιστα ἥσθη ἐν τῷ βίῳ, ὃ δὲ ἀπεκρίνατο ῾τὸ θέατρον ἰδεῖν Ὀλυμπίασιν ἐπιστρεφόμενον ἐς ἐμὲ ἐς τὸ στάδιον παριόντα.᾿

44 Τοὺς αὐτοὺς ἐπιτρόπους ἔσχε Θεμιστοκλῆς καὶ Ἀριστείδης ὁ Λυσιμάχου, καὶ διὰ ταῦτά τοι καὶ συνετράφησαν καὶ συνεπαιδεύθησαν κοινῷ διδασκάλῳ. ἐστασιαζέτην δὲ ὅμως καὶ ἔτι παῖδες ὄντες, καὶ παρέμενεν αὐτοῖς ἡ φιλονεικία ἀπὸ τῆς πρώτης ἡλικίας καὶ ἐς ἔσχατον γῆρας.

45 Ὅτι Διονύσιος τὴν μητέρα διέφθειρε φαρμάκοις· Λεπτίνην δὲ τὸν ἀδελφὸν σῶσαι δυνάμενος ἐν τῇ ναυμαχίᾳ περιεῖδεν ἀπολλύμενον.

46 Πόλις ἐστὶ τῆς Ἀχαΐας αἱ Πάτραι. παῖς παρ᾽ αὐτοῖς δράκοντα μικρὸν ἐπρίατο, καὶ ἔτρεφε μετὰ πολλῆς τῆς κομιδῆς. αὐξηθέντος δὲ αὐτοῦ ἐλάλει πρὸς αὐτὸν ὡς πρὸς ἀκούοντα, καὶ ἤθυρε μετ᾽ αὐτοῦ καὶ συνεκάθευδεν αὐτῷ. ἐς μέγιστον δὲ μέγεθος ἐλθὼν ὁ δράκων ὑπὸ τῶν πολιτῶν ἐς ἐρημίαν ἀπηλάθη. ὕστερον δὲ ὁ παῖς νεανίας γενόμενος ἀπό τινος θέας ἐπανιών, λῃσταῖς περιπεσὼν μετὰ τῶν συνηλίκων, βοῆς γενομένης ἰδοὺ ὁ δράκων· καὶ τοὺς μὲν διεσκόρπισεν, οὓς δὲ ἀπέκτεινεν, αὐτὸν δὲ περιεσώσατο.