Περί ψυχής, αναθεώρησις

Περὶ ψυχῆς, ἀναθεώρησις
Συγγραφέας:
Bekker, Aristoteles Opera Omnia: DE ANIMA, RECENSIONES ALTERAE, 414b–423b


Codicis E fragmenta recensionis a vulgata diversae

Ἐπεὶ δὲ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων,
ἐφ' ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν,
νῦν ὥσπερ ἐξ ἀρχῆς πάλιν ἐπανίωμεν, πειρώμενοι διορίσαι
τί ἐστιν ἡ ψυχὴ καὶ τίς ἂν εἴη λόγος αὐτῆς κοινότατος·
χωρίζομεν δὴ τὰς μὲν οὐσίας ἀπὸ τῶν ὄντων τῶν ἄλλων·
τῆς δὲ οὐσίας τὸ μὲν ὡς ὕλην λέγεσθαι τίθεμεν, ὃ καθ' αὑτὸ
δὲ ἡ μορφή, τὸ δ' ἐκ τούτων. ἔστι δ' ἡ μὲν ὕλη δυνάμει, τὸ
δ' εἶδος ἐντελέχεια, αὕτη δ' ὑπάρχει διχῶς, ἢ γὰρ ὡς ἡ ἐπιστήμη,
ἢ ὡς τὸ θεωρεῖν. οὐσίαι δὲ μάλιστα δοκοῦσιν εἶναι τὰ σώματα,
καὶ τούτων τὰ φυσικά· ....
... δὲ χυμὸς ὥσπερ ἥδυσμα τούτοις ἐστίν· διόπερ ὅσα
ἔχει τῶν ζῴων ἁφήν, πᾶσιν ὑπάρχει καὶ ὄρεξις. περὶ δὲ
φαντασίας ἄδηλον, καὶ ὕστερον ἐπισκεπτέον. ἐνίοις δὲ ταῦτά
τε ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, τοῖς δ' ἔτι πρὸς
τούτοις διάνοια καὶ νοῦς, οἷον ἀνθρώπῳ κἂν εἴ τι ἄλλο
ζῷον ἕτερόν ἐστι τοιοῦτον ἢ καὶ τιμιώτερον. δῆλον οὖν
ὡς ὁμοίως σχήματος καὶ ψυχῆς εἷς ἂν εἴη λόγος. οὔτε
γὰρ ἐκεῖ σχῆμα παρὰ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτ'
ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. γένοιτο δ' ἂν καὶ ἐπὶ
τῶν σχημάτων λόγος ὃς ἐφαρμόσει πᾶσιν, οὐκ ἔσται μεν-
τοῖδος οὐθενὸς σχήματος. ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις
ψυχαῖς. διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπ' ἄλ-
λων καὶ ἐπὶ τούτων, ὃς οὐκ ἔσται οὐθενὸς τῶν ὄντων ἴδιος,
οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, τὸν τοιοῦτον ἀφέντας.
παραπλησίως δὲ ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων ἔχει καὶ τὰ περὶ
τὴν ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον
ἐπί τε τῶν σχημάτων καὶ ἐπί τε τῶν ἐμψύχων, λέγω δ' ὥσπερ
ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θερπτικόν. ὥστε
καὶ καθ' ἕκαστον δεῖ ζητεῖν τίς ἡ ἑκάστου ψυχή, οἷον τίς φυτοῦ
καὶ τίς ἀνθρώπου καὶ τῆς θηρίου. διὰ τίνα δ' αἰτίαν τὸ
ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ οὐ-
θέν ἐστιν αἰσθητικόν· τοῦ δ' αἰσθητικοῦ χωρίζεται τὸ θρεπτι-
κόν, οἷον ἐν τοῖς φυτοῖς. πάλιν δ' ἄνευ τοῦ ἁπτικοῦ οὐδεμία
τῶν ἄλλων αἰσθήσεων, ἁφὴ δ' ἄνευ τῶν ἄλλων ὑπάρχει·
πολλὰ γὰρ ἔστι τῶν ζῴων ἃ οὔτ' ὄψιν ἔχει οὔτ' ἀκοήν. καὶ
τῶν αἰσθητικῶν δὲ κίνησις τοῖς μὲν ὑπάρχει τοῖς δ' οὐκ
ὑπάρχει· τελευταῖον δὲ διὰ καὶ λογισμός· οἷς μὲν γὰρ
ὑπάρχει λογισμός, καὶ τῶν ἄλλων ἕκαστον τῶν εἰρημένων,
οἷς δ' ἐκείνων ἕκαστον, οὐ πᾶσιν ὑπάρχει λογισμός. ἀλλὰ τὰ
μὲν οὐδὲ φαντασίαν ἔχει μόνον. ὅτι μὲν οὖν ὁ περὶ
τούτων ἑκάστου λόγος οἰκειότατος περὶ ψυχῆς ἐστι, δῆλον.

Ἀνάγκη δὲ τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι
λαβεῖν τί ἕκαστον αὐτῶν ἐστιν, εἶθ' οὕτω περὶ τῶν ἐχο-
μένων καὶ τῶν ἄλλων ποιεῖσθαι τὴν ἐπίσκεψιν. εἰ δὲ δεῖ
λέγειν τί ἕκαστον, οἷον τί τὸ νοητικὸν ἢ τί τὸ αἰσθητικὸν ἢ
θρεπτικόν, πρότερον λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι·
αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον
εἰσὶ τῶν δυνάμεων. ἀλλὰ μὴν εἴ γε ταῦτα, πρότερον ἔτι
τούτων διοριστέον τὰ ἀντικείμενα, οἷον περὶ τροφῆς καὶ αἰσθη-
τοῦ καὶ νοητοῦ, διὰ τὴν αὐτὴν αἰτίαν. ὥστε πρῶτον
περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· αὕτη γὰρ ἡ ψυχὴ καὶ
τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη, ψυχῆς δ' ἐστὶν
δύναμις καθ' ἣν ὑπάρχει τὸ ζῆν πᾶσις. ἧς ἔργον ἐστὶ γέννη-
σις καὶ τὸ χρῆσθαι τροφῇ· τοῦτο γὰρ ἔργον μάλιστα φύσι
πᾶσι τοῖς ζῶσιν, ὅσα μὴ ἀτελῆ ἢ πηρώματά ἐστιν ἢ αὐτό-
ματον ἔχει τὴν γένεσιν, τὸ ποιῆσαι αὐτὸ οἷον ἕτερον, ζῷον
μὲν ζῷα, φυτὸν δὲ φυτά, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχῃ ἕκα-
στον ὃν δύναται τρόπον· πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου
ἕνεκα πράττει ὅσα πράττει κατὰ φύσιν. τοῦ γὰρ οὗ ἕνεκα διττόν,
τὸ μὲν οὗ, τὸ δὲ ᾧ· ἐπεὶ οὖν οὐ τῇ συνεχείᾳ τοῦ ἀεὶ καὶ τοῦ
θείου δύναται κοινωνεῖν (οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἀεὶ ἀριθμῷ
εἶναι οὐθὲν τῶν φθαρτῶν), ὃν τρόπον ἐπιβάλλειν, τοῦτον ἕκαστον
θιγγάνει, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτό,
ἀλλ' οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δ' ἕν. ἔστι δ' ἡ
ψυχὴ ἀρχὴ τοῦ ζῶντος σώματος, ἀλλ' ἡ ἀρχὴ καὶ τὸ αἴτιον
λέγεται πολλαχῶς. ὅμως δ' ἡ ψυχὴ τοὺς τρεῖς τρόπους αἰτία
τοὺς διωρισμένους· καὶ γὰρ ὅθεν ἡ κίνησις καὶ οὗ ἕνεκα
καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἐστὶν ἡ ψυχή. ὅτι μὲν
οὖν ὡς οὐσία δῆλον· τοῦ γὰρ εἶναι ἡ οὐσία αἴτιον πᾶσι,
τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ ἡ
ψυχὴ τούτου ἐστίν. φανερὸν δὲ καὶ ὡς τὸ οὗ ἕνεκα ἡ ψυχή·
καὶ γὰρ ἡ φύσι ἕνεκά του ποιεῖ, ὥσπερ ὁ νοῦς, καὶ τοῦτ'
ἐστὶν αὐτῆς τὸ τέλος. καὶ ἡ ψυχὴ τοιοῦτον ἐν τοῖς κατὰ
φύσιν, καὶ πᾶν τὸ σῶμα ὄργανον τῇ ψυχῇ· ὥσπερ δὲ τὸ
τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν. ἀλλὰ μὴν καὶ ὅθεν ἐκίνησις
πρῶτον ἡ κατὰ τόπον, τοῦτό ἐστι ψυχή· ἀλλ' οὐ πᾶσι τοῖς
ζῴοις ἡ τοιαύτη ὑπάρχει δύναμις· ἔτι δ' ἀλλοίωσις καὶ αὔξη-
σις κατὰ ψυχήν. ἡ μὲν γὰρ αἴσθησις δοκεῖ τις ἀλλοίωσις
εἶναι, μὴ ἔχον δὲ ψυχὴν οὐθὲν ἂν αἴθοιτο. ὁμοίως δὲ καὶ
περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐθὲν γὰρ αὐξάνεται οὐδὲ
φθίνει φυσικῶς μὴ τρέφομεν, οὐδὲ τρέφεται μὴ ζωῆς μετ-
έχον. ἀλλὰ τοῦτο Ἐμπεδοκλῆς οὐκ εἴρηκεν ὀρθῶς, προστιθεὶς
τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν διὰ τὸ τὴν
γῆν φύσει οὕτω φέρεσθαι, ἄνω δὲ διὰ τὸ πῦρ. οὔτε γὰρ
τὸ κάτω καὶ ἄνω λαμβάνει ὀρθῶς· οὐ γὰρ τὸ αὐτὸ ἑκάστου
τὸ ἄνω καὶ τὸ κάτω καὶ τοῦ παντός, ἀλλ' ὡς ἡ κεφαλὴ τῶν
ζῴων, οὕτως ἡ ῥίζα τῶν φυτῶν ἐστιν· τὸ δὲ αὐτὸ δεῖ λέγειν
ὄργανον, ὧν ἂν ᾖ τὸ αὐτὸ ἔργον. ἔτι δὲ τί τὸ συνέχον εἰς
τἀναντία φερομένων; τοῦτο γὰρ αἴτιον τὸ τῆς αὐξήσεως καὶ
τροφῆς· εἰ δὲ μή, οὐθὲν κωλύσει δι - - .
ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ' ἀναπνέουσιν· δι' ἣν δ'
αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος. περὶ δὲ ὀσμῆς καὶ
τοῦ ὀσφραντοῦ οὐκ ἔστι ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημέ-
νοις αἰσθητοῖς, τί ἐστιν ἡ ὀσμὴ οὕτως ὡς ὁ ψόφος καὶ τὸ φῶς·
αἴτιον δ' ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ
χείριστα ὀσμᾶται ἄνθρωπος τῶν ζῴων, καὶ οὐδεμίαν ἄνευ
τοῦ λυπηροῦ καὶ ἡδέος δύναται αἰσθέσθαι ὀσμήν, ὡς τοῦ αἰ-
σθητηρίου ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλ-
μοις ἀδήλους εἰκὸς εἶναι τὰς διαφορὰς τῶν χρωμάτων καὶ
συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ τῷ ἀφόβῳ διορίζειν μόνον,
οὕτως καὶ τὰ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις ἐπεὶ ἔοικέ
τε ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοια τὰ εἴδη τῶν
χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν
διὰ τὸ εἶναι ἁφήν τινα αὐτήν· δ' ἔχει τὴν αἴσθη-
σιν ἀκριβεστάτην ἄνθρωπος· ἐν μὲν γὰρ ταῖς ἄλλαις
λείπεται πολλῶν ζῴων, τῶν δ' ἁπτῶν αἰσθάνεται μάλιστα
ἀκριβῶς. διὸ καὶ φρονιμώτατον τῶν ζῴων ἐστίν. σημεῖον
δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων εὐφυεῖς οἱ δ' ἀφυεῖς
εἰσὶ παρ' οὐδὲν αἰσθητήριον ἕτερον, ἀλλὰ παρὰ ταύτην. ὧν
μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, οἱ δὲ σκληρόσαρκοι ἀφυεῖς
τὴν διάνοιαν. ἔστι δ' ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός,
καὶ ὀσμαὶ τὸν αὐτὸν ἔχουσαι τρόπον. ἀλλὰ τὰ μὲν ἔχει τὴν
ἀνάλογον ὀσμὴν καὶ χυμόν, τὰ δὲ τοὐναντίον. ὁμοίως δὲ καὶ
δριμεῖα καὶ αὐστηρὰ καὶ ὀξεῖα καὶ λιπαρὰ ἔστιν ὀσμή.
ἀλλ', ὥσπερ εἴρηται, διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι
τὰς ὀσμὰς ὥσπερ τοὺς χυμούς, ἀπό τε τούτων εἴληφε τὰ ὀνό-
ματα καὶ ὁμοιότητα τῶν πραγμάτων, ἡ μὲν γλυκεῖα κρό-
κου καὶ μέλιτος, ἡ δὲ δριμεῖα θύμου καὶ τῶν τοιούτων·
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ἔστι δ' ὥσπερ
καὶ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων τοῦ τε ἀκουστοῦ
καὶ ἀνηκούστου, καὶ ὁρατοῦ καὶ ἀοράτου, καὶ ἡ ὄσφρη-
σις τοῦ ὀσφρητοῦ καὶ ἀνοσφράντου. ἀνόσφραντον δὲ τὸ μὲν
παρὰ τὸ ὅλως ἀδύνατον ἔχειν ὀσμήν, τὸ δὲ μικρὰν ἔχον
καὶ τὸ φαύλην, ὥσπερ τὸ ἄγευστον ὡσαύτως λέγεται. ἔστι δὲ
καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ὕδατος καὶ ἀέρος· καὶ
γὰρ τὰ ἔνυδρα φαίνεται αἰσθανόμενα ὀσμῆς, καὶ τὰ ἔναιμα
καὶ ἄναιμα ὁμοίως, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι· καὶ γὰρ
τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανό-
μενα τὴν ὀσμήν· διὸ καὶ ἔχει ἀπορείαν εἰ πάντα μὲν ὡσαύτως
ὀσμᾶται, ὁ δ' ἄνθρωπος ἀναπνέων, μὴ ἀναπνέων δὲ
ἀλλ' ἢ κατέχων τὸ πνεῦμα ἢ ἐκπνέων οὐκ ὀσμᾶται, οὔτε
πόρρω οὔτ' ἐγγύς, οὐδ' ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντός.
καὶ τὸ μὲν ἐπ' αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον
εἶναι κοινὸν πάντων, ἀλλὰ τὸ ἄνευ τοῦ ἀναπνεῖν μὴ αἰσθά-
νεσθαι ἴδιον ἐπὶ τῶν ἀνθρώπων ἐστίν· τοῦτο δὲ πειρωμένῳ
δῆλον. εἰ οὖν τὰ ἄναιμα μὴ ἀναπνεῖν, ἑτέρων ἄν τινα ἔχοι
αἴσθησιν παρὰ τὰς λεγομένας. ἀλλ' εἴπερ τῆς ὀσμῆς αἰσθά-
νεται, ἀδύνατον· ἡ γὰρ τοῦ ὀσφραντοῦ καὶ εὐώδους καὶ δυς-
ώδους αἴσθησις ὄσφρησίς ἐστιν. φαίνεται δὲ καὶ φθειρόμενα
ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν ὑφ' ὧνπερ καὶ ἄνθρωπος, οἷον ἀσφάλ-
του καὶ θείου καὶ τῶν τοιούτων. ὀσφραίνεσθαι μέντοι νῦν
ἀναγκαῖον, ἀλλ' οὐκ ἀναπνεῖν. ἀλλ' ἔοικε διαφέρειν τὸ αἰσθη-
τήριον τοῦτο τοῖς ἀνθρώποις πρὸς τὸ τῶν ἄλλων ζῴων, ὥσπερ
καὶ τὰ ὄμματα πρὸς τὰ τῶν σκληροφθάλμων (τὰ μὲν γὰρ
ἔχει πῶμα καὶ ὥσπερ ἔλυτρον τὰς βλεφαρίδας, ἃς ἂν μὴ
ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ· τὰ δὲ σκληρόφθαλμα οὐκ
ἔχει, ἀλλ' εὐθὺς ὁρᾷ ὅ τι ἂν τεθῇ ἐν τῷ διαφανεῖ), οὕτω
καὶ τὸ ὀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφον εἶναι,
ὥσπερ τὸ ὄμμα, τοῖς δὲ δεχομένοις τὸν ἀέρα ἔχειν ἐπικάλυμμα,
ὃ ἀναπνεόντων ἀποκαλύπτεσθαι, διευρυνομένων τῶν φλεβῶν
καὶ τῶν πόρων. καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα ἐν τῷ ὑγρῷ
οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντος ὀσφρανθῆναι, ἐν δὲ
τῷ ὑγρῷ ἀδύνατον ποιεῖν. ἔστι δ' ἡ ὀσμὴ τοῦ ξηροῦ
ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· τὸ δ' ὀσφραντικὸν τὸ αἰσθητήριον
τὸ δυνάμει τοιοῦτον.

Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, καὶ τοῦτο αἴτιον τοῦ
μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώμα-
τος· οὐδὲ γὰρ ἡ ἁφή. καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευ-
στόν, ἐν ὑγρῷ ὡς ὕλῃ· τοῦτο δ' ἁπτόν τι. διὸ κἂν εἰ ἐν
ὕδατι εἴημεν, αἰσθανόμεθα ἐμβληθέντος γλυκέος, οὐ διὰ
τοῦ μεταξὺ δὲ ἡμῖν ἡ αἴσθησις, ἀλλὰ τῷ μιχθῆναι τῷ ὑγρῷ,
ὥσπερ ποτῷ· τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι,
οὐδὲ ταῖς ἀπορροίαις. ὡς μὲν οὖν τὸ μεταξὺ οὐθὲν ἔστιν· ὡς δὲ
χρῶμα τὸ ὁρατόν, οὕτω γευστὸν χυμός. οὐθὲν δὲ ποιεῖ
αἴσθησιν χυμοῦ ἄνευ ὑγρότητος, ἀλλ' ἔχει ἐνεργείᾳ ἢ δυνάμει
ὑγρότητα, οἷον τὸ ἁλμυρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ συντηκτικὸν
τῆς γλώττης. ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ
τοῦ ἀοράτου (ὁ γὰρ σκότος ἀόρατος, κρίνει δὲ καὶ τοῦτον ἡ
ὄψις), ἐπὶ τοῦ λίαν λαμπροῦ (καὶ γὰρ τοῦτό πως ἀόρατον,
ἄλλον τρόπον καὶ ὁ σκότος) - ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ψόφου
τε καὶ σιγῆς, ὧν τὸ ....
εἴρηται πρότερον ὅτι καὶ δι' ὑμένος ἂν πάντων αἰσθανοί-
μεθα τῶν ἁπτῶν, κἂν εἰ λανθάνοι διείργων, ὁμοίως ἂν ἔχοι-
μεν ὥσπερ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν γὰρ
αὐτῶν θιγγάνειν καὶ οὐθὲν εἶναι διὰ μέσου. ἀλλὰ διαφέρει τούτῳ
τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτι ἐκείνων αἰσθανόμεθα
τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δ' ἁπτῶν οὐχ ὑπὸ τοῦ
μεταξὺ ἀλλ' ἅμα τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πλη-
γέντες· οὔτε γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλ' ἅμα ἀμ-
φοῖν συνέβη πληγῆναι. ὅλως δ' ἔοικε καὶ ἡ σὰρξ καὶ ἡ γλῶττα,
ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ
ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥς-
περ ἐκείνων ἕκαστον. αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου
οὔτ' ἐκεῖ οὔτ' ἐνταῦθα γενοστοαναίσθησιν, οἷον εἴ τις τὸ
σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον. ᾗ καὶ δῆλον
ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν. οὕτω γὰρ ἂν συμβαίνοι
ὅπερ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένου γὰρ ἐπὶ τὸ αἰσθητή-
ριον οὐκ ἐσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένου αἰσθά-
νεται· ὥστε μεταξὺ ἄρα τοῦ ἁπτικοῦ ἡ σάρξ. ἁπταὶ μὲν οὖν
εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ διαφοράς,
αἷς τὰ στοιχεῖα διορίζουσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ
ὑγρόν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων. τὸ
δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁφὴ
ὑπάρχει πρώτῳ, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθά-
νεσθαι πάσχειν τί ἐστιν· ὥστε τὸ ποιοῦν αὐτὸ ἐνεργείᾳ
τοιοῦτον ποιεῖ ἐκεῖνο τὸ δυνάμει ὄν. διὸ τοῦ ὁμοίως θερμοῦ
ἢ ψυχροῦ, ἢ σκληροῦ ἢ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν
ὑπερβολῶν, ὡς ἂν τοῦ αἰσθητηρίου τῆς αἰσθήσεως οἷον μεσότη-
τός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως. καὶ διὰ τοῦτο
κρίνει τὰ αἰσθητά. τὸ γὰρ μέσον ὁποτερονοῦν αὐτῶν θάτερον
τῶν ἄκρων· καὶ δεῖ ὥσπερ τὸ μέλλον λευκοῦ αἰσθήσεσθαι ἢ
μέλανος μηδέτερον εἶναι ἐνεργείᾳ, ἀλλὰ δυνάμει, οὕτω δὲ
καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν.
ἔτι δ' ὥσπερ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πως ἡ ὄψις,
ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ
τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν πάμπαν
ἔχον διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ ἀήρ, καὶ αἱ ὑπερ-
βολαὶ τῶν ἁπτῶν ἄναπτοι, ὥσπερ τὰ φθαρτικά. καθ' ἑκάστην
μὲν οὖν αἴσθησιν εἴρηται ὡς ἐν τύπῳ εἰπεῖν.
Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ
μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς
ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτύλου ἄνευ τοῦ σιδήρου καὶ τοῦ
χρυσοῦ δέχεται τὸ σημεῖον, λαμβάνει δὲ τὸ χαλκοῦν ἢ χρυ-
σοῦν σημεῖον, ἀλλ' οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ
καὶ ἤσθησις ἑκάστη ὑπὸ τοῦ ἔχοντος χρῶμα ἢ ψόφον
ἢ χυμὸν πάσχει, ἀλλ' οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται, ἀλλ'
ᾗ τοιόνδε καὶ κατὰ τὸν λόγον. αἰσθητήριον δὲ πρῶτον, ἐν
ᾧ ἡ τοιαύτη δύναμις. ἔστι μὲν οὖν τὸ αὐτό, τὸ δ' εἶναι ἕτε-
ρον· μέγεθος μὲν γὰρ ἄν τι εἴη τὸ αἰσθανόμενον, οὐ μέντοι
τό γε αἰσθητικῷ εἶναι ἢ αἰσθήσει μεγέθει ἐστὶν εἶναι, ἀλλὰ
λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δ' ἐκ τούτων καὶ διὰ
τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθίρουσι τὰς αἰσθή-
σεις (ἂν γὰρ ᾗ ἡ κίνησις ἰσχυροτέρα τοῦ αἰσθητηρίου,
λύεται ὁ λόγος, τοῦτο δ' ἦν αἴσθησις, ὡσπερανεὶ ἡ συμ-
φωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν), καὶ διὰ
τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχι-
κὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ
θερμαίνεται· αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα, μηδὲ τοιαύτην
ἀρχὴν οἷον τὰ εἴδη τῶν αἰσθητῶν δέχεσθαι, ἀλλὰ μετὰ
τῆς ὕλης πάσχειν. ἀπορήσειε δ' ἄν τις, ἆρα πάθοι ἂν ὑπ'
ὀσμῆς τὸ μὴ δυνάμενον ὀσφρανθῆναι, ὑπὸ χρώματος τὸ
μὴ δυνάμενον ἰδεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δ' ἡ
ὀσμὴ τὸ ὀσφραντόν, εἴ τι ποιεῖ, τὴν ὄσφρησιν ποιεῖ ὀσμή,
ὥστε οὐθὲν πάσχειν τῶν δυνατὸν ὀσφρανθῆναι (ὁ δ' αὐτὸς
λόγος καὶ ἐπὶ τῶν ἄλλων), οὐδὲ τῶν δυνατῶν, ἀλλ' ᾗ
αἰσθητικὸν ἕκαστον. ἅμα δὲ δῆλον καὶ οὕτως. οὔτε γὰρ
ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ
σώματα, ἀλλ' ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς
διέστησε τὸ ξύλον. ἀλλὰ δὴ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ
γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο; ἆρ'
οὖν κἀκεῖνα ποιεῖ; οὐ πᾶν σῶμα παθητικὸν ὑπ' ὀσμῆς
καὶ ψόφου, καὶ τὰ πάσχοντα ἀόριστα, καὶ οὐ μένει, οἷον
ἀήρ· ὄζει γὰρ ὡς παθούτι. τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ
τὸ πάσχειν τι; ἢ τὸ μὲν ὀσμασθαιαιαισθάνεσθαι, ὁ δ'
ἀὴρ πανθῶν τοῦτο ταχὺ αἰσθητὸς γίγνεται.

Codicis P lectiones quae valde a lectionibus ceterorum codicum distant

Καθόλου μὲν οὖν εἴρη-
ται τί ἐστιν ἡ ψυχή, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο
δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι, ὥσπερ εἰ ἦν ὁτιοῦν
τῶν ὀργάνων φυσικὸν σῶμα, οἷον πρίων· ἦν γὰρ ἂν τὸ
πρίονι εἶναι ἡ οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο· διὸ ἀπ-
ελθούσης οὐκέτ' ἂν ἦν πρίων, ἀλλ' ἢ ὁμωνύμως. νῦν δ' ἐστὶ
πρίων· οὐ γὰρ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ
ὁ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στά-
σεως ἀρχὴν ἐν ἑαυτῷ. δεῖ δὲ σκοπεῖν ὥσπερ εἴπομεν ἐπὶ
τῶν μερῶν ὁτῳοῦν. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, ἦν ἂν
τούτου ψυχὴ ἡ ὄψις· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν
λόγον. ὁ δ' ὀφθαλμὸς ὕλη ὄψεως· ἀπελθούσης δ' οὐκ ἔτι
ὁ ὀφθαλμὸς ἀλλ' ἢ ὁμωνύμως, ὥσπερ εἰ τὸν λίθινον ὀφθαλ-
μὸν φαίνημεν εἶναι. ὃ δὲ ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν
ἐπὶ ὅλου τοῦ ζῶντος σώματος·
ὅτι μὲν
οὖν ἤτοι μέρη ἔνια τῆς ψυχῆς ἢ ἡ ὅλη, εἰ μεριστή, οὐκ
ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή, οὐκ ἄδηλον· ἐνίων
γὰρ ἡ ἐντελέχεια αὐτῶν τῶν μερῶν ἐστιν. οὐ μὴν ἀλλ' ἔννια
οὐθὲν κωλύει. οὐ γάρ ἐστι σώματος ἐντελέχεια οὐδενός.
ἔτι ἄδηλον εἰ οὕτως ἡ ψυχὴ τοῦ σώματος ἐντελέχεια ὥσπερ
πλωτὴρ πλοίου. ὡς μὲν οὖν εἰπεῖν τόπῳ περὶ ψυχῆς
εἰρήσθω τὸν τρόπον τοῦτον.

Ἐπεὶ δ' ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ τὸ
σαφὲς γίνεται καὶ κατὰ τὸν λόγον γνωριμώτερον, πειρατέον
πάλιν οὕτω γ' ἐπελθεῖν περὶ αὐτῆς· οὐ γὰρ μόνον τὸ ὅτι
δεῖ ἔχειν τὸν λόγον τὸν ὁριστικόν, ὥσπερ οἱ πλεῖστοι τὸν
ὅρον λέγουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνυπάρχειν. νῦν δ' ὥσπερ
συμπέρασμα οἱ λόγοι τῶν ὅρων εἰσίν, οἷον τί ἐστι τετρα-
γωνισμός; τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον·
οὗτος μὲν γὰρ ὁ τοῦ συμπεράσματος· ὁ δὲ λέγων τί ἐστι
τετραγωνισμός; ὅτι μέσης εὕρεσις, τοῦ πράγματος λέγει τὸ
αἴτιον. λέγωμεν οὖν ποιησάμενοι τῆς σκέψεως ἀρχὴν τήνδε.
τὸ ψυχὴν ἔχον πρὸς τὸ μὴ ἔχον διορίζομεν τῷ ζῆν· τὸ δὲ
ζῆν εἰς πλείω τὸν ἀριθμὸν βλέψαντες εἴποιμεν κἂν εἰ μόνον
ἓν ὑπάρχῃ τι τούτων, εἰς αἴσθησαν, εἰς νοῦν, εἰς κίνησιν
τὴν κατὰ τόπον καὶ στάσιν, ἔτι εἰς κίνησιν τὴν κατὰ τὸ
τρέφειν καὶ αὐξάνεσθαι καὶ φθίνειν, διὸ καὶ τὰ φυόμενα
πάντα ζωῆς τινὸς δοκεῖ μετέχειν· αὐτὰ γὰρ ἐν αὑτοῖς φαίνεται
τοιαύτην δύναμιν ἔχοντα καὶ ἀρχήν, δι' ἧς αὔξησίν τε λαμβάνει
καὶ φθίσιν κατὰ τοὺς ἐναντίους τόπους· οὐ γὰρ ἄνω μὲν
αὔξεται, κάτω δ' οὔ, ἀλλὰ καὶ κάτω καὶ ἄνω καὶ πάντη·
καὶ τρέφεται διὰ τέλους καὶ ζῇ ἕως ἂν δύνηται λαμβάνειν
τροφήν. δύναται δὲ τοῦτο μὲν χωρίζεσθαι τῶν ἄλλων, τούτου
δὲ τἆλλ' ἀδύνατον ἐν τοῖς θνητοῖς. φανερὸν δ' ἐπὶ τῶν
φυομένων· οὐδεμία γὰρ αὐτοῖς ὑπάρχει δύναμις ἄλλη ψυχῆς.
τὸ μὲν οὖν ζῆν διὰ ταύτην ὑπάρχει τὴν ἀρχὴν παρὰ τοῖς
ζῴοις, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρῶτον· καὶ γὰρ εἰ
μὴ κινοῖτο μηδ' ἀλλάττοι τόπον, ἔχει δὲ αἴσθησιν, ζῷον ἂν
εἶναι φαῖμεν καὶ οὐ μόνον ζῆν. φαίνεται δὲ καὶ τοιαῦτ' εἶναι
πολλὰ τῶν ζῴων· μόνιμα γὰρ ὄντα τῇ φύσει ἔχει μόνον
αἴσθησιν. αἰσθήσεως δὲ ἁφὴ πρῶτον ὑπάρχει πᾶσι· καὶ
καθάπερ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς, πάλιν
οὕτως αὕτη τῶν ἄλλων αἰσθήσεων· πάντα γὰρ τὰ ζῷα ἔχοντα
φαίνεται τὴν ἁπτικὴν αἴσθησιν· δι' ἣν δ' αἰτίαν ἑκάτερον
τούτων οὕτω συμβέβηκεν, ὕστερον ἐροῦμεν. νῦν δ' ἐπὶ το-
σοῦτον εἰρήσθω μόνον, ὅτι ἡ ψυχὴ τούτων ἐστὶν ἀρχὴ τῶν
εἰρημένων καὶ ὥρισται τούτοις θρεπτικῷ, αἰσθητικῷ, διανοη-
τικῷ, κινήσει. πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόρια
ψυχῆς, καὶ πότερον μόρια ψυχῆς οὕτως ὥστε εἶναι χωριστὰ
μόνῳ λόγῳ ἢ καὶ τόπῳ, περὶ μὲν οὖν τινῶν οὐ χαλεπὸν
ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει. ὥσπερ γὰρ ἐπὶ τῶν φυτῶν φαί-
νεται διαιρούμενα ἔνια ζῶντα καὶ χωριζόμενα δ' ἀπ' ἀλλήλων,
ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν τῷ ἑνὶ
ἑκάστῳ φυτῷ, δυνάμει δὲ πολλῶν, οὕτω καὶ περὶ τὰς ἄλλας
διαφορὰς ὁρῶμεν τῆς ψυχῆς συμβαῖνον ἐν τοῖς διατεμνο-
μένοις ζῴοις· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει
καὶ κίνησιν τὴν κατὰ τόπον, εἰ δ' αἴσθησιν, καὶ φαντασίαν
καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρ-
ακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ
τοῦ νοῦ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, ἀλλ' ἔοικε
ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρί-
ζεσθαι, ὥσπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ. ὅτι μὲν οὖν οὐκ ἔστιν
οὕτω ταῦτα μέρος ψυχῆς ὥστ' εἶναι χωριστά, καθάπερ φασί
τινες, δῆλον ἐκ τούτων· τῷ δὲ λόγῳ ὅτι ἕτερον, φανερόν·
αἰσθητικὸν γὰρ εἶναι καὶ δοξαστικὸν ἕτερον, εἴπερ καὶ τὸ
αἰσθάνεσθαι τοῦ δοξάζειν. ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν
εἰρημένων ἕκαστον, ἔτι δ' ἐνίοις μὲν τῶν ζῴων ὑπάρχει
ἅπαντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον· τοῦτο δὲ ποιεῖ
διαφορὰς τῶν ζώντων· δι' ἣν δ' αἰτίαν, σκεπτέον ὕστερον.
τὸ δ' αὐτὸ τοῦτο συμβαίνει καὶ περὶ τὰς αἰσθήσεις· τὰ
μὲν γὰρ ἔχει πάσας, τὰ δ' ἐλάττους, τὰ δὲ μίαν τὴν ἀναγ-
καιοτάτην, ἁφήν. ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα λέγεται
διχῶς, ὥσπερ ᾧ ἐπιστάμεθα· τὸ μὲν γὰρ ἐπιστήμην εἶναί
φαμεν, τὸ δὲ ψυχήν· καὶ γὰρ τῇ ψυχῇ καὶ τῇ ἐπιστήμῃ
ἐπίστασθαι λέγομεν· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν, τὸ μὲν
ὑγιείᾳ, τὸ δὲ τοῦ σώματός τινι μορίῳ ἢ ὅλῳ· τούτων δ' ἡ μὲν
ἐπιστήμη καὶ ἡ ὑγίεια εἶδός τι καὶ μορφὴ καὶ λόγος καὶ οἷον
ἐνέργεια τῶν δεκτικῶν, ἡ μὲν τοῦ ἐπιστημονικοῦ, ἡ δὲ τοῦ
ὑγιαστοῦ· ἐν τῷ πάσχοντι γὰρ καὶ διατιθεμένῳ δοκεῖ ἡ ἐνέρ-
γεια ἐνεῖναι ἡ τῶν ποιητικῶν· ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν
καὶ αἰσθανόμεθα καὶ κινούμεθα πρώτως· ὥστ' εἶδός τι καὶ
λόγος ἐστίν, ἀλλ' οὐχ ὡς ὕλη καὶ ὑποκείμενον ὥσπερ εἴρη-
ται.
ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ
φωνεῖ ἄψυχον, ἀλλὰ καθ' ὁμοιότητα λέγεται φωνεῖν, οἷον
αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ
μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ'
ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων
οὐθὲν ἔχει· ἀλλ' οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες.
σημεῖον
δὲ τούτου· οὐθεὶς γὰρ δύναται ἅμα ἀναπνέων φωνεῖν ἢ ἐκ-
πνέων, ἀλλὰ κατέχων. τούτῳ κινεῖ, φανερὸν δὲ καὶ διότι
οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρυγγα. οὐκ ἔχουσι δὲ
τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ' ἀναπνέουσιν.
δι' ἣν δ' αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος.
ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ
ἀκοῇ ψόφος, οὕτως τῇ ἁφῇ, ἄδηλον δοκεῖ εἶναι. πότερον
δ' ἐστὶ τὸ αἰσθητήριον ἐντός, ἢ οὔ, ἀλλ' εὐθέως· ἡ σάρξ,
οὐθὲν δοκεῖ σημεῖον εἶναι τὸ ἅμα θιγγάνοντος φαίνεσθαι
τὴν αἴσθησιν γινομένην. καὶ γὰρ νῦν εἴ τις παρατείνειε
περὶ τὴν σάρκα οἷον ὑμένα ποιήσας, ὁμοίως ποιήσει τὴν
αἴσθησιν εὐθὺς ἁψάμενον· καίτοι οὐ δήπου καὶ ἐν τούτῳ ἐστὶ
τὸ αἰσθητήριον· εἰ δὲ καὶ προσπεφυκὸς εἴη, θᾶττον ἔτι
διικνοῖτ' ἂν ἡ αἴσθησις. διὸ τὸ τοιοῦτον τοῦ σώματος μόριον
ἔοικεν οὕτως ἔχειν ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ
ἀήρ· ἐνὶ γὰρ ἂν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ
χρώματος, καὶ μία τις αἴσθησις εἶναι ὄψις τε καὶ ἀκοὴ καὶ
ὄσφρησις. ἀλλὰ διὰ τὸ κεχωρισμένον εἶναι δι' οὗ γίνονται αἱ
κινήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα. ἐπὶ
δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον· ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος
ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι.
ἐκ γῆς δὲ λείπεται καὶ τούτων εἶναι μικτόν, οἷον βούλεται
εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον ὅσα μὴ ἔχει σάρκα τῶν ζῴων·
ὥστ' ἀνάγκη τὸ σῶμα μεταξὺ εἶναι τοῦ ἁπτοῦ καὶ προς-
πεφυκός, δι' οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι. δηλοῖ
δ' ὅτι πλείους εἰσὶν αἱ αἰσθήσεις ἡ ἐπὶ τῆς γλώττης ἁφή·
ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον
καὶ χυμοῦ. εἰ μὲν οὖν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο,
μία ἂν ἐδόκη εἶναι καὶ ἁφὴ καὶ ἡ γεῦσις, νῦν δὲ διὰ τὸ μὴ
ἀντιστρέφειν. ἔχει δὲ ἀπορίαν εἰ ἅπαν σῶμα βάθος ἔχει·
τοῦτο δ' ἐστὶ τὸ τρίτον μέγεθος· ὧν δ' ἐστὶ δύο σωμάτων
μεταξὺ σῶμα, ταῦτα δ' ἀδύνατον ἅπτεσθαι ἀλλήλων· τὸ δὲ
ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ' ἀναγκαῖον
ἢ ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ· τὰ δὲ ἁπτόμενα ἀλλήλων ἐν
τῷ ὕδατι, μὴ ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ
ἔχειν μεταξύ, οὗ ἀνάπλεω τὰ ἔσχατα· εἰ δὲ τοῦτ' ἀληθές,
ἀδύνατον ἂν εἴη ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι. τὸν αὐτὸν
δὲ τρόπον καὶ ἐν ἀέρι· ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν
αὐτῷ ὥσπερ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι. λανθάνει
δὲ μᾶλλον ἡμᾶς, ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερὸν
ἅπτεται διεροῦ. πότερον οὖν ἐστι πάντων ὁμοίως ἡ αἴσθη-
σις; νῦν γὰρ οὐ δοκεῖ, ἀλλὰ τῷ ἅπτεσθαι ἡ γεῦσις καὶ ἡ
ἁφή, αἱ δὲ ἄλλαι ἄποθεν. τὸ δ' οὐκ ἔστιν, ἀλλὰ καὶ τὸ
σκληρὸν καὶ τὸ μαλακὸν δι' ἑτέρου αἰσθανόμεθα, ὥσπερ καὶ
τὸ ὁρατὸν καὶ τὸ ἔχον ψόφον καὶ τὸ ὀσφραντόν· ἀλλὰ τὰ
μὲν πόρρωθεν, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. ἐπεὶ
πάντα γε διὰ τοῦ μέσου αἰσθανόμεθα· ἀλλ' ἐπὶ τούτων
λανθάνει.