Περί υποκρίσεως
←Περί λέξεως | Περί ὑποκρίσεως Συγγραφέας: |
Περί μνήμης→ |
Loeb Classical Library, ed. Oxford Press, 1906 |
568 Ὑπόκρισίς ἐστι μίμησις τῶν κατ᾽ ἀλήθειαν ἑκάστῳ παρισταμένων ἠθῶν καὶ παθῶν καὶ διάθεσις σώματός τε καὶ τόνου φωνῆς πρόσφορος τοῖς ὑποκειμένοις πράγμασι. δύναται δὲ μέγιστον εἰς πίστιν, καὶ τὸν ἀκροα τὴν ἄγειν ἐπίσταται λαμβάνουσα ταῖς ἐπιβουλαῖς τε καὶ γοητείαις, παραγωγαῖς τε καὶ παρακρούσεσιν. ἡ μὲν γὰρ πίστις τε καὶ ἀπόδειξις [καὶ] μετ᾽ ἀνάγκης ἄγει, ἡ δ᾽ ὑπόκρισις ἀπάτῃ δελεάζουσα καθέλκει τὴν γνώμην τοῦ κριτοῦ πρὸς τὸ δοκοῦν τῷ λέγοντι, διόπερ εἰκότως ὁ Δημοσθένης αὐτὴν ἔντιμον ἦγε, καὶ πολλὰ κατὰ τῆς δυνάμεως ταύτης εἴρηκεν ἐγκώμια, τρὶς μὲν περὶ αὐτῆς ἐρωτηθείς, τριπλᾶ δὲ αὐτῇ δοὺς τὰ νικητήρια καὶ ποιήσας πρώτην τε καὶ δευτέραν καὶ τρίτην. εἰ γὰρ στερήσεται λόγος τὰ ἄλλα πάντα ἔχων πλεονεκτήματα καὶ πρὸς τὸ πείθειν ἱκανῶς συγκεκροτημένος ταῖς ἀποδείξεσι καὶ σαφῶς τε καὶ καθαρῶς τῇ λέξει διακείμενος, τοῦ κατὰ τὴν ὑπόκρισιν πλάσματος, οὐκ ἂν ἔχοι πρακτικῶς παρὰ τῶν δικαστῶν. φαίνεται γὰρ ἀμυδρός τε καὶ ἀσθενὴς καὶ ἀχάριστος, ἀτερπής τε καὶ ἀγλευκής, καὶ τὸν δικαστὴν ἐνοχλῶν, ἐλαύνων μᾶλλον ἢ καὶ τὴν ψῆφον παρακαλῶν. ἄσκει δὲ αὐτὸ θεώμενος τοὺς ἐν τοῖς ἀληθινοῖς πράγμασιν ὁτιοῦν λέγοντας καὶ μετὰ τοῦ πάσχειν τριβομένους καὶ διατεινομένους ἐν τῷ διαλέγεσθαι, ἢ τοὐναντίον ἀνιεμένους καὶ πραϋνομένους καὶ πράξεως μετρίως μεταλαμβάνοντας. διαπλάττει γὰρ αὐτοὺς καὶ σχήματός πως μετέχειν ποιεῖ καὶ τόνου φωνῆς αὐτὰ τὰ πράγματα. πεπονθὼς γὰρ οὗτος αὐτὸς αὑτῷ κατὰ τὴν ἀλήθειαν οὕτω τῷ τέχνην συνισταμένῳ καὶ βουλομένῳ τὸ δέον μαθεῖν ὑποκρίνεται. δυνήσῃ δὲ καὶ παρὰ τῶν τῆς τραγῳδίας ὑποκριτῶν καὶ κωμῳδίας τῶν ἀρίστων, παρ᾽ ὅσον ποιεῖ τὴν εὔνοιαν ἢ τὴν ἀηδίαν ἑκάτερον αὐτῶν τό τε ἐν ὑποκρίσει καὶ ἄνευ ταύτης, καταμανθάνειν. ὡς δὲ ἐν τύποις περιλαβεῖν, θυμουμένῳ μὲν ἐπί τροχον ποιεῖσθαι τὸν λόγον συμφέρει καὶ πρέπει, καὶ τὴν φωνὴν ὀξεῖαν ἔχειν καὶ τὸ φθέγμα ἁπλούστερον, καθισταμένῳ δὲ τὰς ἀρχὰς πρᾷον τὸ φθέγμα ποιητέον καὶ ἐπιεικές, ἐπὶ τὸν ὄχλον δέ πως καὶ δεητικὸν καὶ τοιοῦτον οἷον παρακαλοῦντος καὶ ἐν χρείᾳ καθεστηκότος καὶ εὐλαβείας ἢ αἰδοῦς μετέχοντος. αἱ δὲ πίστεις τοῦ πνεύματος τὸν ῥυθμὸν ὑπαλλαττέτωσαν, καὶ τὸ τῶν ἐνθυμημάτων εἶδος ἐπιστρεφῆ ποιείτω τὸν λόγον, καὶ τὸ σχῆμα τοῦ σώματος μετὰ τῆς χειρὸς σύντονον καὶ δριμὺ [βλέπειν ἄμεινον καὶ] βλέποντα πρὸς τοὺς δικα στάς, καὶ συναποκλινόμενον αὐτὸν ταῖς τῆς πειθοῦς μεταβολαῖς. εἰ δέ τι ἀποδείξαις, καὶ καιρὸν ἄγοντα μάθοις τὸν δικαστὴν τοῖς ἐλέγχοις καὶ παραδεδεγμένον τὴν πιθανότητα τῆς ἀποδείξεως, σχετλιάζειν ἡ φύσις παρα καλεῖ καὶ καταπλήττειν τὸν ἀντίδικον τῷ πεπλασμένῳ τούτῳ φθέγματι, οἰκείῳ τῶν εὑρηκότων ὄντι τὴν ἀλήθειαν. ἐπικλάζειν γοῦν φιλοῦσι καὶ θέλγουσι καὶ αἱ κύνες τῇ τῶν ἰχνῶν εὑρέσει καὶ περιχαρείᾳ δηλοῦσιν ἔχειν ἐγγὺς τὸ πάλαι ζητούμενον· ἐπαίρεται δὲ καὶ μι κρὸς παῖς οὗ γλίχεται τυχών. 569 Ταῦτα δὲ μὴ παρέργως βούλου θεωρεῖν, ἀλλὰ συλλέγειν εἰς τὸν ἑαυτοῦ λόγον, ἴδιον εἶδος πίστεων δι᾽ ἀπάτης εὐαγώγου πεπορισμένον ἀσυλλογίστῳ πάθει τοῦ πρὸς ταῦτα πειρωμένου. οἰκτι ζόμενον δὲ δεῖ μεταξὺ λόγου τε καὶ ᾠδῆς τὸν ἦχον ποιήσασθαι, οὔτε γὰρ διαλεγόμενός ἐστιν· ἀναπείθει γὰρ οἶκτος ἐξᾴδειν, ὅθεν ἀρχαὶ μουσικῆς χαρμονή τε καὶ λύπη, τοῦ φθέγματος ἐπεγειρομένου πρὸς τὴν μεταβο λὴν τῆς λέξεως· οὔτε δὴ ἔοικεν, ἀλλὰ πίπτει μεταξὺ τούτων. δρόμος δὲ οὐ πρέπων ἐν τῷ τοιούτῳ μέρει, πλὴν εἰ τοὺς ἐπιλόγους δεήσειεν οὐ κατ᾽ οἶκτον, ἀλλὰ κατὰ τὸ θυμοειδὲς διατίθεσθαι. Ταῦτα ἱκανῶς ἐχέτω, τὰ δ᾽ ἄλλα ἐκ τούτων ὁ μαθὼν λήψεται, καὶ οὐκ ἂν ὅ γε εὐφυὴς ἀπόρως ἔχοι τῶν τούτοις ἑπομένων, ποιητικός τε ὢν καὶ ἐξεργαστικὸς καὶ ἀπὸ βραχείας ἀφορμῆς ἐπὶ πολὺ τείνων τὴν διάνοιαν, καὶ ἐφ᾽ ὅσον προσήκει τῷ μέλλοντι τελέῳ γενέσθαι ῥήτορι.