Περί των αρχαίων ρητόρων υπομνηματισμοί/Περί των αρχαίων ρητόρων Β΄

Περὶ τῶν ἀρχαίων ῥητόρων Β΄
Συγγραφέας:
Περὶ τῶν ἀρχαίων ῥητόρων ὑπομνηματισμοί
Dionysii Halicarnasei Quae Exstant, Volumen Quintum. Opsuculorum, Volumen Prius. Dionysius of Halicarnassus. Hermann Usener. In Aedibus B.G. Teubneri. Leipzig. 1899.


ΑΠΟΣΠΑΣΜΑΤΑ

Επεξεργασία
ΚΕΦΑΛΑΙΟΝ Α΄

“ὁ Ἁλικαρνασσεὺς φησίν: ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.” TZETZAE scholion in Crameri anecd. Oxon. t. III p. 367, 7

ΚΕΦΑΛΑΙΟΝ Β΄

“δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως «ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε» καὶ τὰ ἑξῆς.” SCHOLION Laur. Aeschinis or. III τὴν παράταξιν ὅση γεγένηται p. 315 Sch.

“μέμψαιτο δ᾽ ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός. SCHOLION ιβ ιδ. p. 353 R. ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης.” argumentum or. III p. 352 R.

“ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ.” schol. or. I 69

ΚΕΦΑΛΑΙΟΝ Γ΄

“πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου” p. 331 Sch. “ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως.” SCHOLION Laur. Aeschinis or. III 90

ΚΕΦΑΛΑΙΟΝ Δ΄

“ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείον᾽ ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθ᾽ ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.” SCHOLION Laur. Aeschinis or. III 180 τὰ σώματα παρακαταθέμενοι p. 346 Sch.

ΚΕΦΑΛΑΙΟΝ Ε΄

“ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ, φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς.” SCHOLION Laur. Aeschinis or. III 189 τοῖς μὲν πύκταις ἔστιν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δ᾽ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν p. 347 Sch.