Άνοιγμα κυρίου μενού

Περί των αρχαίων ρητόρων υπομνηματισμοί/Λυσίας

< Περί των αρχαίων ρητόρων υπομνηματισμοί
Λυσίας
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Περὶ τῶν ἀρχαίων ῥητόρων ὑπομνηματισμοί
Examen critique des plus célèbres écrivains de la Grèce: Denys d'Halicarnasse. Paris: Libraire de l'Université Royales Quai des Augustins, n. 33, 1826.


ΛΥΣΙΑΣ

[1] Λυσίας ὁ Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ, καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. Ἔτη δὲ πεντεκαίδεκα γεγονὼς, εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Ἀθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. Μετ´ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου, ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς· καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν· ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. Πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς, καὶ πρὸς ἐκκλησίας εὐθέτους, πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς, τῶν μὲν ἔμπροσθεν γενομένων ῥητόρων, ἢ κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, ἠφάνισε τὰς δόξας· τῶν δὲ ἐπιγινομένων οὐ πολλοῖς τισι κατέλιπεν ὑπερβολὴν, ἅ τ ἐν ἁπάσαις ταῖς ἰδέαις τῶν λόγων, καὶ μὰ Δί´ οὔ τοι γε ταῖς φαυλοτάταις εὐδοκιμῶν. Τίνι δὲ κέχρηται χαρακτῆρι λόγων, καὶ τίνας ἀρετὰς εἰσενήνεκται, τίνι τε κρείττων ἐστὶ τῶν μετ' αὐτὸν ἀκμασάντων, καὶ ποῖ καταδεέστερος, καὶ τί δεῖ λαμβάνειν παρ´ αὐτοῦ, νῦν ἤδη πειράσομαι λέγειν.

[2] Καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ, καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ´ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης· ὡς ἔστι τεκμήριον τοῖς τε Ἀνδοκίδου λόγοις, καὶ τοῖς Κριτίου, καὶ ἄλλοις συχνοῖς. Κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅπέρ ἐστι πρῶτόν καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλ´ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης. Καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. Μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ ῥήτορι, καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν ἢ λέγειν, ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.

[3] Ἑτέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο. Τίς δ´ ἔστιν αὕτη; ἡ διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα. Ἥκιστα γὰρ ἄν τις εὕροι Λυσίαν τροπικῇ φράσει χρησάμενον. Καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν ἄξιον, ἀλλ´ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι, καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. Τοῖς δὲ προτέροις οὐχ αὕτη ἡ δόξα ἦν· ἀλλ' οἱ βουλόμενοι κόσμον τινὰ προσεῖναι τοῖς ὅλοις, ἐξήλλαττον τὸν ἰδιώτην, καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταβολαῖς τε πολλαῖς χρώμενοι, καὶ ὑπερβολαῖς, καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει, καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ, καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. Δηλοῖ δὲ τοῦτο Γοργίας τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν, καὶ οὐ πόρρω διθυράμβων ἔνια φθεγγόμενος· καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. Ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκα Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας ἐν τῇ δημηγορίᾳ· ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον. Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γ´ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς· περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. Ὄμοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ [λόγων] εὑρηκὼς ἁρμονίαν, ᾗ τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. Ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. Ἐγένοντο μὲν οὖν πολλοὶ τῆς προαιρέσεως ταύτης ζηλωταὶ, συγγραφεῖς τε καὶ ῥήτορες· ἔγγιστα δὲ αὐτῆς μετὰ Λυσίαν ἥψατο τῶν πρεσβυτέρων νέος ἐπακμάσας Ἰσοκράτης· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν προσωτέρῳ τούτων, σκοπῶν ἑτέρους ῥήτορας, ἰσχὺν καὶ δύναμιν τοσαύτην ἐν ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.

[4] Τρίτην ἀρετὴν ἀποφαίνομαι περὶ τὸν ἄνδρα, τὴν σαφήνειαν, οὐ μόνον τὴν ἐν τοῖς ὀνόμασιν, ἀλλὰ καὶ τὴν ἐν τοῖς πράγμασιν. Ἔστι γάρ τις καὶ πραγματικὴ σαφήνεια, οὐ πολλοῖς γνώριμος. Τεκμαίρομαι δέ, ὅτι τῆς μὲν Θουκυδίδου λέξεως καὶ Δημοσθένους, οἳ δεινότατοι πράγματα ἐξειπεῖν ἐγένοντο, πολλὰ δυσείκαστά ἐστιν ἡμῖν καὶ ἀσαφῆ, καὶ δεόμενα ἐξηγητῶν. Ἡ δὲ Λυσίου λέξις ἅπασά ἐστι φανερὰ καὶ σαφὴς καὶ τῷ πάνυ πόρρω δοκοῦντι πολιτικῶν ἀφεστάναι λόγων. Καὶ εἰ μὲν δι´ ἀσθένειαν δυνάμεως ἐγίνετο τὸ σαφές, οὐκ ἄξιον ἦν αὐτὸ ἀγαπᾶν· νῦν δὲ ὁ πλοῦτος τῶν κυρίων ὀνομάτων ἐκ πολλῆς αὐτῷ περιουσίας ἀποδείκνυται ταύτην τὴν ἀρετήν· ὥστε καὶ τὴν σαφήνειαν αὐτοῦ ζηλοῦν ἄξιον· καὶ μὴν τό γε βραχέως ἐκφέρειν τὰ νοήματα μετὰ τοῦ σαφοῦς, χαλεποῦ τοῦ πράγματος ὄντος φύσει, τοῦ συναγαγεῖν ἄμφω ταῦτα, καὶ κεράσαι μετρίως· ᾗ μάλιστα οὐδενὸς ἧττον τῶν ἄλλων ἀποδείκνυται Λυσίας, χρώμενος· ὥστε οὐδὲν τοῖς διὰ χειρὸς ἔχουσι τὸν ἄνδρα οὔτε ἀκαιρολογίας, οὔτε ἀσαφείας δόξαν λαβεῖν. Τούτου δὲ αἴτιον, ὅτι οὐ τοῖς ὀνόμασι δουλεύει τὰ πράγματα παρ´ αὐτῷ, τοῖς δὲ πράγμασιν ἀκολουθεῖ τὰ ὀνόματα. Τὸν δὲ κόσμον οὐκ ἐν τῷ διαλλάττειν τὸν ἰδιώτην, ἀλλ´ ἐν τῷ μιμήσασθαι λαμβάνει.

[5] Καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός· συνέστραπται δὲ, εἴ τις καὶ ἄλλος, καὶ πεπύκνωται τοῖς νοήμασι. Καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν· οὐ μὰ Δί' ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. Βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ, δηλῶσαι βουλομένῳ τὰ πράγματα, ἀποχρῶν· ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι, οὐχ ἱκανός. Μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου· μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρ´ ἑτέρῳ ῥήτορι.

[6] Μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον· ἐγὼ δ´ ἡγοῦμαι Λυσίαν. Καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ· λέγω δ´ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν· καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. Οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν· ἀλλ´ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. Τίς δ´ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις, καὶ παντὶ ἀληθεῖ ἀγῶνι. Ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο· Δημοσθένης δὲ καὶ ὑπερεβάλετο· πλὴν οὐχ οὕτως εὐτελῶς, οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.

[7] Ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. Αὕτη δ´ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, Γίγνεται δ´ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. Ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις, οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος, ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα ὡς γινόμενα ὁρᾶν, καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. Ἐπιζητήσει τε οὐθέν εἰκὸς, τοὺς μὲν ἂνδρας αἰτοῦσα εἰ ταθείη, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. Κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι, καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι, πάθη τε, καὶ ἤθη, καὶ ἔργα.

[8] Ἀποδίδωμί τε οὖν αὐτῷ καὶ τὴν εὐπρεπεστάτην ἀρετήν, καλουμένην δὲ ὑπὸ πολλῶν ἠθοποιΐαν. Ἁπλῶς γὰρ οὐδὲν εὑρεῖν δύναμαι παρὰ τῷ ῥήτορι τούτῳ πρόσωπον, οὔτε ἀνηθοποίητον οὔτε ἄψυχον. Τριῶν τε ὄντων, ἐν οἷς καὶ περὶ ἃ τὴν ἀρετὴν εἶναι ταύτην συμβέβηκε, διανοίας τε καὶ λέξεως, καὶ τρίτης τῆς συνθέσεως, ἐν ἅπασι τούτοις αὐτὸν ἀποφαίνομαι κατορθοῦν. Οὐ γὰρ διανοουμένους μόνον ὑποτίθεται χρηστὰ καὶ ἐπιεικῆ καὶ μέτρια τοὺς λέγοντας, ὥστε εἰκόνας εἶναι δοκεῖν τῶν ἠθῶν τοὺς λόγους· ἀλλὰ καὶ τὴν λέξιν ἀποδίδωσι τοῖς ἤθεσιν οἰκείαν, ᾗ πέφυκεν αὐτὰ ἑαυτῶν κράτιστα δηλοῦσθαι, τὴν σαφῆ καὶ κυρίαν, καὶ κοινὴν, καὶ πᾶσιν ἀνθρώποις συνηθεστάτην· ὁ γὰρ ὄγκος καὶ τὸ ἐξ ἐπιτηδεύσεως ἅπαν, ἀνηθοποίητον. Καὶ συντίθησί γε αὐτὴν ἁπλῶς πάνυ καὶ ἀφελῶς, ὁρῶν ὅτι οὐκ ἐν τῇ περιόδῳ καὶ τοῖς ῥυθμοῖς, ἀλλ´ ἐν τῇ διαλελυμένῃ λέξει γίνεται τὸ ἦθος. Καθόλου δέ, ἵνα καὶ περὶ ταύτης εἴπω τῆς ἀρετῆς, οὐκ οἶδ´ εἴ τις ἄλλος ῥητόρων, τῶν γε τῇ ὁμοίᾳ κατασκευῇ χρησαμένων τοῦ λόγου, εἴτε ἥδιον συνέθηκεν, εἴτε πιθανώτερον. Δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτήρ. Καὶ οὐ θαυμάσαιμ´ ἄν, εἰ πᾶσι μὲν τοῖς ἰδιώταις, οὐκ ὀλίγοις δὲ καὶ τῶν φιλολόγων, ὅσοι μὴ μεγάλας ἔχουσι τριβὰς περὶ λόγους, τοιαύτην τινὰ παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. Ἔστι δὲ παντὸς μᾶλλον ἔργου τεχνικοῦ κατεσκευασμένος. Πεποίηται γὰρ αὐτῷ τοῦτο τὸ ἀποίητον, καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τὸ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι, τὸ δεινὸν ἔχει. Τὴν ἀλήθειαν οὖν τις ἐπιτηδεύων καὶ φύσεως μιμητὴς γίνεσθαι βουλόμενος, οὐκ ἂν ἁμαρτάνοι τῇ Λυσίου συνθέσει χρώμενος· Ἑτέραν γὰρ οὐκ ἂν εὕροι ταύτης ἀληθεστέραν.

[9] Οἴομαι δὲ καὶ τὸ πρέπον ἔχειν τὴν Λυσίου λέξιν, οὐθενὸς ἧττον τῶν ἀρχαίων ῥητόρων, κρατίστην ἁπασῶν ἀρετὴν καὶ τελειοτάτην, ὁρῶν αὐτὴν πρός τε τὸν λέγοντα, καὶ πρὸς τοὺς ἀκούοντας, καὶ πρὸς τὸ πρᾶγμα· ἐν τούτοις γὰρ δὴ καὶ πρὸς ταῦτα τὸ πρέπον ἀρκούντως ἡρμοσμένην. Καὶ γὰρ ἡλικίᾳ, καὶ γένει, καὶ παιδείᾳ, καὶ ἐπιτηδεύματι, καὶ βίῳ, καὶ τοῖς ἄλλοις, ἐν οἷς διαφέρει προσώπων τὰ πρόσωπα, τὰς οἰκείας ἀποδίδωσι φωνὰς· πρός τε τὸν ἀκροατὴν συμμετρεῖται τὰ λεγόμενα οἰκείως, οὐ τὸν αὐτὸν τρόπον δικαστῇ καὶ ἐκκλησιαστῇ, καὶ πανηγυρίζοντι διαλεγόμενος ὄχλῳ· διαφοράς τε αὐτῷ λαμβάνει κατὰ τὰς ἰδέας τῶν πραγμάτων ἡ λέξις. Ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική· διηγουμένῳ δὲ, πιθανὴ καὶ ἀπερίεργος· ἀποδεικνύντι δὲ, στρογγύλη καὶ πυκνή· αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή· ἀνακεφαλαιουμένῳ δὲ, διαλελυμένη καὶ σύντομος. Ληπτέον δὴ καὶ τὸ πρέπον τῆς λέξεως παρὰ Λυσίου.

[10] Ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα, καὶ πάνθ´ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· δι´ ὄχλου γὰρ ἤδη τοῦτό γε· καὶ οὐδείς ἐστιν, ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν, ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. Ὣστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. Πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα, τοῦ χρόνου στοχαζόμενος, ἐάσω· μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην, καὶ μόνην τὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι· ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ, καὶ παρ´ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι, τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. Τίς δ´ ἐστὶν ἥδε ἡ ἀρετή; ἥτις πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι; καί τὶς ἡ χάρις; πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. Ἄριστον μὲν γάρ ἐστιν ὀφθῆναι, καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν· χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι, καὶ οὐδὲ τοῖς κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.

[11] Ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥτίς ποτ´ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον· λέγω δὲ, ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτ' ἐστίν ὃ καλοῦμεν ὥραν· ἐπὶ κινήσεως δὲ μελισμοῦ καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον· ἐπὶ συμμετρίας δὲ χρόνων τίς ἡ τάξις, καὶ τί τὸ εὔρυθμον· καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς, καὶ ποῦ τὸ μέτριον. Αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται, καὶ οὐ λόγῳ. Ὥσθ´ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν, καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον· τοῦτο αὐγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν, καὶ τίς ἡ παρ´ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν, ὑποθείμην ἂν ἐπιτηδεύειν χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ, καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. Ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε πείθομαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν, εἴτε πόνου καὶ τέχνης ἐργασίαν, εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. Καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων, καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν, ὡς ἐπὶ ψῆφον ἐσχάτην. Ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι, καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτ´ οὐ Λυσίου ὁ λόγος, καὶ οὐκ ἔτι βιάζομαι τὴν ἄλογον αἴσθησιν, οὐδ´ ἐὰν πάνυ δεινὸς εἶναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος· τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους ἕξεως χαρακτῆρας· πολυειδὲς γὰρ τοῦτο· τὸ δ´ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως, Λυσίᾳ· τεκμηρίῳ γ´ οὖν οὐκ ἄλλῳ τινὶ κρείττονι χρώμενος, ἢ τῷ καθ´ ἡδονὴν ἑρμηνεύεσθαι τὰ ὑπὸ τούτου λεγόμενα, ᾧ πολλοὺς ἤδη τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων, καὶ πεπιστευμένων ὑπὸ τοῦ πλήθους ὡς εἰσὶν ἐν τοῖς πάνυ γνησίοις Λυσίου, καὶ τά γε ἄλλα οὐκ ἀτόπως ἔχοντας, ὅτι τὴν χάριν οὐ προσβάλλουσι τὴν Λυσιακὴν, οὐδὲ τὴν εὐστομίαν ἔχουσιν ἐκείνης τῆς λέξεως, ὑποπτεύσας τε καὶ βασανίσας, εὗρον οὐκ ὄντας Λυσίου. Ὧν ἐστι καὶ ὁ περὶ τῆς Ἰφικράτους εἰκόνος· ὃν οἶδ´ ὅτι πολλοὶ καὶ χαρακτῆρα ἡγήσαιντο ἂν καὶ κανόνα τῆς ἐκείνου δυνάμεως. Οὗτος μέντοι ὁ λόγος, ὁ καὶ τοῖς ὀνόμασιν ἡρμηνεῦσθαι δοκῶν ἰσχυρῶς, καὶ τοῖς ἐνθυμήμασιν εὑρῆσθαι περιττῶς, καὶ ἄλλας πολλὰς ἀρετὰς ἔχων, ἄχαρίς ἐστι, καὶ πολλοῦ δεῖ τὸ Λυσιακὸν ἐπιφαίνειν στόμα μάλιστα δ´ ἐγένετό μοι καταφανὴς, ὅτι οὐχ ὑπ´ ἐκείνου τοῦ ῥήτορος ἐγράφη, τοὺς χρόνους ἀναλογισαμένῳ. Εἰ γὰρ ὀγδοηκονταετῆ γενόμενον θήσει τις τελευτῆσαι Λυσίαν ἐπὶ Νίκωνος ἢ ἐπὶ Ναυσινίκου ἄρχοντος, ἑπτὰ ἔτεσιν ὅλοις ἂν εἴη προτεροῦσα τῆς γραφῆς τοῦ ψηφίσματος ἡ τελευτὴ τοῦ ῥήτορος. Μετὰ γὰρ Ἀλκισθένην ἄρχοντα, ἐφ´ οὗ τὴν εἰρήνην Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι καὶ βασιλεὺς ὤμοσαν, ἀποδοὺς τὰ στρατεύματα Ἰφικράτης, ἰδιώτης γίνεται, καὶ τὸ περὶ τῆς εἰκόνος ἦν τότε, ἔτεσιν ἑπτὰ πρότερον τῆς γραφῆς τετελευτηκότος Λυσίου, πρὸ τοῦ συντάξασθαι τοῦτον τὸν ἀγῶνα Ἰφικράτει. Ὁμοίως δὲ καὶ τὴν ἀπολογίαν τοῦ ἀνδρὸς, καὶ αὐτὴν εἰς Λυσίαν ἀναφερομένην, οὔτε τοῖς πράγμασιν ἀτόπως ἔχουσαν, οὔτε τοῖς ὀνόμασιν ἀσθενῶς, δι´ ὑποψίας ἔλαβον, οὐκ ἐπανθούσης τῇ λέξει τῆς Λυσιακῆς χάριτος· καὶ παραθεὶς τοὺς χρόνους, οὐκ ὀλίγοις ἔτεσιν εὗρον ὑστεροῦσαν τῆς τελευτῆς τοῦ ῥήτορος, ἀλλὰ καὶ εἴκοσιν ὅλοις. Ἐν γὰρ τῷ συμμαχικῷ πολέμῳ τὴν εἰσαγγελίαν Ἰφικράτης ἠγώνισται, καὶ τὰς εὐθύνας ὑπέσχηκε τῆς στρατηγίας, ὡς ἐξ αὐτοῦ γίνεται τοῦ λόγου καταφανές. Οὗτος δὲ ὁ πόλεμος πίπτει κατὰ Ἀγαθοκλέα καὶ Ἐλπίνην ἄρχοντας. Ὅτου μὲν οὖν εἰσι λόγοι ῥήτορος περί τε τῆς εἰκόνος καὶ τῆς προδοσίας, οὐκ ἔχω βεβαίως εἰπεῖν· ὅτι δὲ ἑνὸς ἀμφότεροι, πολλοῖς τεκμηρίοις ἔχοιμ´ ἂν εἰπεῖν. Ἡ γὰρ αὐτὴ προαίρεσίς τε καὶ δύναμις ἐν ἀμφοτέροις, ὑπὲρ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι σκοπεῖν. Εἰκάζω δὲ Ἰφικράτους εἶναι αὐτούς· καὶ γὰρ τὰ πολέμια δεινὸς ὁ ἀνὴρ, καὶ ἐν λόγοις οὐκ εὐκαταφρόνητος· ἥ τε λέξις ἐν ἀμφοῖν πολὺ τὸ φορτικὸν καὶ στρατιωτικὸν ἔχει, καὶ οὐχ οὕτως ἐμφαίνει ῥητορικὴν ἀγχίνοιαν, ὡς στρατιωτικὴν αὐθάδειαν καὶ ἀλαζονείαν. Ἀλλ´ ὑπὲρ μὲν τούτων ἑτέρωθι δηλωθήσεται διὰ πλειόνων.

[12] Ἀνιτέον δέ, ὅθεν ἐξέβημεν εἰς ταῦτα. Τὸ κράτιστόν ἐστι τῶν Λυσίου ἔργων καὶ χαρακτηρικώτατον τῆς δυνάμεως, ἡ κοσμοῦσά τε καὶ ἀνθίζουσα τὴν λέξιν αὐτοῦ χάρις, ἣν οὔθ´ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὐθεὶς, οὔτε εἰς ἄκρον ἐμιμήσατο. Καὶ τὰ μὲν περὶ τὴν ἑρμηνείαν ἀγαθὰ τοῦ ῥήτορος, ταῦτα· συγκεφαλαιώσομαι γὰρ τὰ ῥηθέντα· τὸ καθαρὸν τῶν ὀνομάτων, ἡ ἀκρίβεια τῆς διαλέκτου, τὸ διὰ τῶν κυρίων καὶ μὴ τροπικῶν κατασκευῶν ἐκφέρειν τὰ νοήματα, ἡ σαφήνεια, ἡ συντομία, τὸ συστρέφειν τε καὶ στρογγυλίζειν τὰ νοήματα, τὸ ὑπὸ τὰς αἰσθήσεις ἄγειν τὰ δηλούμενα, τὸ μηδὲν ἄτοπον ὑποτίθεσθαι πρόσωπον μηδὲ ἀνηθοποίητον, ἡ τῆς συνθέσεως τῶν ὀνομάτων ἡδονὴ μιμουμένης τὸν ἰδιώτην, τὸ τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασι τοὺς πρέποντας ἐφαρμόττειν λόγους, ἡ πιθανότης καὶ ἡ χάρις, καὶ ὁ πάντα μετρῶν καιρός. Ταῦτα παρὰ Λυσίου λαμβάνων ἄν τις ὠφεληθείη. Ὑψηλὴ δὲ καὶ μεγαλοπρεπὴς οὐκ ἔστιν ἡ Λυσίου λέξις, οὐδὲ καταπληκτικὴ μὰ Δία καὶ θαυμαστὴ, οὐδὲ τὸ πικρὸν ἢ τὸ δεινὸν ἢ τὸ φοβερὸν ἐπιφαίνουσα, οὐδὲ ἁφὰς ἔχει καὶ τόνους ἰσχυροὺς, οὐδὲ θυμοῦ καὶ πνεύματός ἐστι μεστὴ· οὔθ´, ὥσπερ ἐν τοῖς ἤθεσίν ἐστι πιθανή, οὕτως ἐν τοῖς πάθεσιν ἰσχυρὰ· οὐδ´ ὡς ἡδῦναι καὶ πεῖσαι καὶ χαριεντίσασθαι δύναται, οὕτω βιάσασθαί τε καὶ προσαναγκάσαι· ἀσφαλής τε μᾶλλόν ἐστιν ἢ παρακεκινδυνευμένη, καὶ οὐκ ἐπὶ τοσοῦτον ἰσχὺν ἱκανὴ δηλῶσαι τέχνης, ἐφ´ ὅσον ἀλήθειαν εἰκάσαι φύσεως.

[13] Καὶ θαυμάζειν ἄξιον τί δή ποτε παθὼν ὁ Θεόφραστος τῶν φορτικῶν καὶ περιέργων αὐτὸν οἴεται ζηλωτὴν γενέσθαι λόγων, καὶ τὸ ποιητικὸν διώκειν μᾶλλον ἢ τὸ ἀληθινόν. Ἐν γοῦν τοῖς Περὶ λέξεως γραφεῖσι, τῶν τε ἄλλων καταμέμφεται τῶν περὶ τὰς ἀντιθέσεις καὶ παρισώσεις καὶ παρομοιώσεις, καὶ τὰ παραπλήσια τούτοις σχήματα διεσπουδακότων, καὶ δὴ καὶ τὸν Λυσίαν ἐν τούτοις κατηρίθμηκε, καὶ τὸν ὑπὲρ Νικίου τοῦ στρατηγοῦ τῶν Ἀθηναίων λόγον, ὃν εἶπεν ἐπὶ Συρακουσίων αἰχμάλωτος ὤν, ὡς ὑπὸ τούτου γεγραμμένον τοῦ ῥήτορος παρατιθείς. Κωλύσει δ´ οὐδὲν ἴσως καὶ τὴν λέξιν αὐτὴν θεῖναι τὴν Θεοφράστου. Ἔστι δὲ ἥδε·

« Ἀντίθεσις δ´ ἐστὶ τριττῶς, ὅταν τῷ αὐτῷ τὰ ἐναντία, ἢ τῷ ἐναντίῳ τὰ αὐτὰ, ἢ τοῖς ἐναντίοις ἐναντία προσκατηγορηθῇ. Τοσαυταχῶς γὰρ ἐγχωρεῖ συζευχθῆναι. Τούτων δὲ τὸ μὲν ἴσον καὶ τὸ ὅμοιον, παιδιῶδες, καὶ καθαπερεὶ ποίημα· διὸ καὶ ἧττον ἁρμόττει τῇ σπουδῇ. Φαίνεται γὰρ ἀπρεπὲς, σπουδάζοντα τοῖς πράγμασι τοῖς ὀνόμασι παίζειν, καὶ τὸ πάθος τῇ λέξει περιαιρεῖν. Ἐκλύει γὰρ τὸν ἀκροατήν· οἷον ὡς ὁ Λυσίας ἐν τῇ τοῦ Νικίου ἀπολογίᾳ βουλόμενος ἔλεον ποιεῖν. Κλαίω τὸν ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον. Ἰκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες, ἀνακαλοῦντές συγγένειαν, εὐμένειαν. »

Ταῦτα γὰρ εἰ μὲν τῷ ὄντι Λυσίας ἔγραψε, δικαίως ἂν ἐπιτιμήσεως ἀξιοῖτο, χαριεντιζόμενος ἐν οὐ χαρίεντι καιρῷ. Εἰ δὲ ἑτέρου τινός ἐστιν ὁ λόγος, ὥςπερ ἔστιν, ὁ κατηγορῶν ἃ μὴ προσῆκε τοῦ ἀνδρὸς, μεμπτότερος. Ὅτι δὲ οὐκ ἔγραψε Λυσίας τὸν ὑπὲρ Νικίου λόγον, οὐδ´ ἔστιν οὔτε τῆς ψυχῆς οὔτε τῆς λέξεως ἐκείνης τὸ γράμμα, πολλοῖς πάνυ τεκμηρίοις ἀποδεῖξαι δυνάμενος, οὐκ ἔχω καιρὸν ἐν τῷ παρόντι λέγειν. Ἰδίαν δὲ περὶ τοῦ ῥήτορος πραγματείαν συνταττόμενος, ἐν ᾗ τά τε ἄλλα δηλωθήσεταί μοι, καὶ τίνες εἰσὶν αὐτοῦ λόγοι γνήσιοι, τὴν ἀκρίβειαν ἐν ἐκείνοις καὶ περὶ τοῦδε ἀποδοῦναι πειράσομαι τοῦ λόγου.

[14] Νυνὶ δὲ περὶ τῶν ἑξῆς διαλέξομαι, τίς ὁ πραγματικός ἐστι Λυσίου χαρακτήρ, ἐπειδὴ τὸν ὑπὲρ τῆς λέξεως ἀποδέδωκα. Τουτὶ γὰρ ἔτι λείπεται τὸ μέρος. Εὑρετικὸς γάρ ἐστι τῶν ἐν τοῖς πράγμασιν ἐνόντων λόγων ὁ ἀνήρ, οὐ μόνον ὧν ἅπαντες εὕροιμεν, ἀλλὰ καὶ ὧν μηθείς. Οὐδὲν γὰρ ἁπλῶς Λυσίας παραλείπει τῶν στοιχείων, ἐξ ὧν ὁμολογεῖ, οὐ τὰ πρόσωπα, οὐ τὰ πράγματα, οὐκ αὐτὰς τὰς πράξεις, οὐ τρόπους καὶ αἰτίας αὐτῶν, οὐ καιρούς, οὐ χρόνους, οὐ τόπους, οὐ τὰς ἑκάστου τούτων διαφορὰς, ἄχρι τῆς εἰς ἐλάχιστον τομῆς· ἀλλ´ ἐξ ἁπάσης θεωρίας, καὶ παντὸς μερισμοῦ, τὰς οἰκείας ἀφορμὰς ἐκλέγει. Δηλοῦσι δὲ μάλιστα τὴν δεινότητα τῆς εὑρέσεως αὐτοῦ οἵ τε ἀμάρτυροι τῶν λόγων, καὶ οἱ περὶ τὰς παραδόξους συνταχθέντες ὑποθέσεις· ἐν οἷς πλεῖστα καὶ κάλλιστα ἐνθυμήματα λέγει, καὶ τὰ πάντα δοκοῦντα τοῖς ἄλλοις ἄπορα εἶναι καὶ ἀδύνατα εὔπορα, καὶ δυνατὰ φαίνεσθαι ποιεῖ· κριτικὸς ὧν δεῖ λέγειν· καὶ ὅτε μὴ πᾶσιν ἐξῆν χρῆσθαι τοῖς εὑρεθεῖσι, τῶν κρατίστων τε καὶ κυριωτάτων ἐκλεκτικός, εἰ μὴ καὶ μάλιστα, τῶν ἄλλων ῥητόρων, οὐδενός ἧττον. Τάξει δὲ ἁπλῇ τινι κέχρηται τῶν πραγμάτων, καὶ τὰ πολλὰ ὁμοειδεῖ. Περὶ τὰς ἐξεργασίας τῶν ἐπιχειρημάτων ἀφελής τις καὶ ἀπερίεργός ἐστιν. Οὔτε γὰρ προκατασκευαῖς, οὔτ´ ἐφόδοις, οὔτε μερισμοῖς, οὔτε ποικιλίαις σχημάτων, οὔτε ταῖς ἄλλαις ταῖς τοιαύταις πανουργίαις εὑρίσκεται χρώμενος, ἀλλ´ ἔστιν ἀπέριττός τις ἐλευθέριός τε καὶ ἀπόνηρος οἰκονομῆσαι τὰ εὑρεθέντα. Ἐκ δὴ τούτων παρακελεύομαι τοῖς ἀναγινώσκουσιν αὐτὸν τὴν μὲν εὕρεσιν τῶν ἐνθυμημάτων καὶ τὴν κρίσιν ζηλοῦν· τὴν δὲ τάξιν καὶ τὴν ἐργασίαν αὐτῶν, ἐνδεεστέραν οὖσαν τοῦ προσήκοντος, μὴ ἀπο τοῦ δέ τοῦ ἀνδρός, ἀλλὰ παρ´ ἑτέρων, οἳ κρείττους οἰκονομῆσαι τὰ εὑρεθέντα ἐγένοντο, περὶ ὧν ὕστερον ἐρῶ, τοῦτο τὸ στοιχεῖον λαμβάνειν.

[15] Ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους τῶν ἀμφισβητημάτων, ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη. Τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου, καὶ τρία περιειληφότος γένη, τό τε δικανικὸν, καὶ τὸ συμβουλευτικὸν, καὶ τὸ καλούμενον ἐπιδεικτικὸν ἢ πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ὁ ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι· κἀν τούτοις τε αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, ἢ τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. Ὁ βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων, ἢ ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. Ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα· περί τε προοιμίουν καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι, καὶ δηλώσω ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ὁ ἀνήρ· διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατ´ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.

[16] Φημὶ δὴ πάντων δεξιώτατον εἶναι τὸν ῥήτορα κατὰ τὰς εἰσβολὰς τῶν λόγων, καὶ χαριέστατον· ἐννοούμενος ὅτι ἄρξασθαι μὲν καλῶς οὐ ῥᾴδιόν ἐστιν, εἰ δή τις τῇ προσηκούσῃ χρῆσθαι βούλοιτο ἀρχῇ, καὶ μὴ τὸν ἐπιτυχόντα λόγον εἰπεῖν. Οὐ γὰρ τὸ πρῶτον ῥηθέν, ἀλλ´ ὃ τοῦ προτεθέντος λόγου μηδαμοῦ μᾶλλον ἢ ἐπ' αὐτοῦ ὠφελήσειε, τοῦτο ἀρχή τε καὶ προοίμιον. Ὁρῶ δὲ τὸν ῥήτορα πᾶσι κεχρημένον, οἷς αἱ τέχναι τε παραγγέλλουσι, καὶ τὰ πράγματα βούλεται. Τότε μὲν γὰρ ἀπὸ τοῦ ἰδίου ἐπαίνου λέγων αὐτὸς ἄρχεται, τότε δὲ ἀπὸ τῆς διαβολῆς τοῦ ἀντιδίκου. Εἰ δὲ τύχοι αὐτὸς προδιαβληθείς, τὰς αἰτίας πρῶτον ἀπολύεται τὰς καθ´ αὑτοῦ. Τότε δὲ τοὺς δικαστὰς ἐπαινῶν καὶ θεραπεύων, οἰκείους ἑαυτῷ τε καὶ τῷ πράγματι καθίστησι, τότε δὲ τὴν ἀσθένειαν τὴν ἰδίαν, καὶ τὴν πλεονεξίαν τὴν τοῦ ἀντιδίκου, καὶ τὸ μὴ περὶ τῶν ἴσων ἀμφοτέροις εἶναι τὸν ἀγῶνα, ὑποδείκνυσι. Τότε δὲ, ὡς κοινὰ τὰ πράγματα, καὶ ἀναγκαῖα πᾶσι, καὶ οὐκ ἄξια ὑπὸ τῶν ἀκουόντων ἀμελεῖσθαι, λέγει, τότε δὲ ἄλλο τι κατασκευάζεται τῶν δυναμένων αὐτὸν μὲν ὠφελῆσαι, τὸν δὲ ἀντίδικον ἐλαττῶσαι. Ταῦτα δὲ συντόμως καὶ ἀφελῶς διανοίαις τε χρησταῖς καὶ γνώμαις εὐκαίροις καὶ ἐνθυμήμασι μετρίοις περιλαβὼν, ἐπὶ τὴν πρόθεσιν ἐπείγεται· δι´ ἧς τὰ μέλλοντα ἐν ταῖς ἀποδείξεσι λέγεσθαι προειπὼν, καὶ τὸν ἀκροατὴν παρασκευάσας εὐμαθῆ πρὸς τὸν μέλλοντα λόγον, ἐπὶ τὴν διήγησιν καθίσταται· καὶ ἔστι μεθόριον αὐτῷ ἑκατέρας τῶν ἰδεῶν ὡς τὰ πολλὰ, ἡ πρόθεσις. Ἤδη δέ ποτε καὶ ἀπὸ μόνης ταύτης ἤρξατο. Καὶ ἀπροοιμιάστως ποτὲ εἰσέβαλε, τὴν διήγησιν ἀρχὴν λαβών· καὶ οὐκ ἄψυχος οὐδ´ ἀκίνητός ἐστι περὶ ταύτην τὴν ἰδέαν. Μάλιστα δ´ ἄν τις αὐτοῦ θαυμάσειε τὴν ἐν τοῖς προοιμίοις δύναμιν, ἐνθυμηθεὶς ὅτι διακοσίων οὐκ ἐλάττους δικανικοὺς γράψας λόγους, ἐν οὐδενὶ πέφηνεν οὔτε ἀπιθάνως προοιμιαζόμενος, οὔτε ἀπηρτημένῃ τῶν πραγμάτων ἀρχῇ χρώμενος· ἀλλ´ οὐδὲ τοῖς ἐνθυμήμασιν ἐπιβέβληκε τοῖς αὐτοῖς, οὐδ´ ἐπὶ τὰς αὐτὰς κατενήνεκται διανοίας· καί τοιγε τοῦτο καὶ οἱ τοὺς ὀλίγους γράψαντες εὑρίσκονται πεπονθότες· λέγω δὲ τὸ τοῖς αὐτοῖς ἐπιβαλεῖν τόποις· ἐῶ γὰρ ὅτι καὶ τὰ παρ´ ἑτέροις εἰρημένα λαμβάνοντες ὀλίγου δεῖν πάντες, οὐκ ἐν αἰσχύνῃ τίθενται τὸ ἔργον. Οὑτοσὶ δὲ καινὸς ὁ ῥήτωρ ἐστὶ καθ´ ἕκαστον τῶν λόγων, κατά γε οὖν τὰς εἰσβολὰς καὶ τὰ προοίμια· καὶ δυνατός, ὃ βούλοιτο διαπράξασθαι. Οὔτε γὰρ εὔνοιαν κινῆσαι βουλόμενος, οὔτε προσοχὴν, οὔτε εὐμάθειαν, ἄν ἀτυχήσειεν ποτε τοῦ σκοποῦ. Κατὰ μὲν δὴ ταύτην τὴν ἰδέαν, ἢ πρῶτον, ἢ οὐδενὸς δεύτερον αὐτὸν ἀποφαίνομαι.

[17] Ἐν δὲ τῷ διηγεῖσθαι τὰ πράγματα, ὅπερ, οἶμαι, μέρος πλείστης δεῖται φροντίδος καὶ φυλακῆς, ἀναμφιβόλως ἡγοῦμαι κράτιστον αὐτὸν εἶναι πάντων ῥητόρων, ὅρον τε καὶ κανόνα τῆς ἰδέας ταύτης αὐτὸν ἀποφαίνομαι. Οἴομαι τε καὶ τὰς τέχνας τῶν λόγων ἐν αἷς εἴρηταί περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον, ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. Καὶ γὰρ τὸ σύντομον μάλιστα αὗται ἔχουσιν αἱ διηγήσεις, καὶ τὸ σαφὲς· ἡδεῖαί τέ εἰσιν ὡς οὐχ ἕτεραι, καὶ πιθαναὶ, καὶ τὴν πίστιν ἅμα λεληθότως συνεπιφέρουσιν· ὥστε μὴ ῥᾴδιον εἶναι μήθ´ ὅλην διήγησιν μηδεμίαν, μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι. Τοσαύτην ἔχει πειθὼ καὶ ἀφροδίτην τὰ λεγόμενα, καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας, εἴτ´ ἀληθῆ ὄντα, εἴτε πεπλασμένα. Καὶ ὅπερ Ὅμηρος ἐπαινῶν τὸν Ὀδυσσέα, ὡς πιθανὸν εἰπεῖν καὶ πλάσασθαι τὰ μὴ γενόμενα, εἴρηκε, τοῦτό μοι δοκεῖ κἂν τις ἐπὶ Λυσίου εἰπεῖν·

« Ἴσχε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. »

Πᾶσί τε καὶ παντὸς μάλιστα τοῦτο παρεκελευσαίμην ἀσκεῖν τὸ μέρος ἐν τοῖς Λυσίου παραδείγμασι ποιουμένους τὰς γυμνασίας. Κράτιστα γὰρ ἀποδείξαιτο ταύτην τὴν ἰδέαν ὁ μάλιστα τοῦτον τὸν ἄνδρα μιμησάμενος. Ἐν δὲ τῷ πιστοῦσθαι τὰ πράγματα, τοιοῦτός τις ὁ ἀνήρ ἐστιν.

[18] Ἄρξομαι δὲ ἀπὸ τῶν καλουμένων ἐντέχνων πίστεων, καὶ χωρὶς ὑπὲρ ἑκάστου μέρους διαλέξομαι. Τριχῇ δὴ νενεμημένων τούτων, εἴς τε τὸ πρᾶγμα καὶ τὸ πάθος καὶ τὸ ἦθος, τὰ μὲν ἐκ τοῦ πράγματος, οὐδενὸς χεῖρον εὑρεῖν τε καὶ ἐξειπεῖν δύναται Λυσίας. Καὶ γὰρ τοῦ εἰκότος ἄριστος ὁ δικαστὴς ἀνὴρ· καὶ τοῦ παραδείγματος, πῇ τε ὅμοιον εἶναι πέφυκε, καὶ πῇ διαφέρον, ἀκριβέστατος κριτὴς· τά τε σημεῖα διελεῖν τὰ παρεπόμενα τοῖς πράγμασι, καὶ εἰς τεκμηρίων δόξαν ἀγαγεῖν δυνατώτατος, καὶ τὰς ἐκ τῶν ἠθῶν γε πίστεις ἀξιολόγως πάνυ κατασκευάζειν ἔμοιγε δοκεῖ. Πολλάκις μὲν γὰρ ἐκ τοῦ βίου καὶ τῆς φύσεως, πολλάκις δ´ ἐκ τῶν προτέρων πράξεων καὶ προαιρέσεων, ἀξιόπιστα ποιεῖ τὰ ἤθη. Ὅταν δὲ μηδεμίαν ἀφορμὴν παρὰ τῶν πραγμάτων τοιαύτην λάβῃ, αὐτὸς ἠθοποιεῖ καὶ κατασκευάζει τὰ πρόσωπα τῷ λόγῳ πιστὰ καὶ χρηστά· προαιρέσεις τε αὐτοῖς ἀστείας ὑποτιθεὶς, καὶ πάθη μέτρια προσάπτων, καὶ λόγους ἐπιεικεῖς ἀποδιδοὺς, καὶ ταῖς τύχαις ἀκόλουθα φρονοῦντας εἰσάγων, καὶ ἐπὶ μὲν τοῖς ἀδίκοις ἀχθομένους καὶ λόγοις καὶ ἔργοις, τὰ δὲ δίκαια προαιρουμένους ποιῶν, καὶ πάντα παραπλήσια τούτοις· ἐξ ὧν ἐπιεικὲς ἂν καὶ μέτριον ἦθος φανείη, κατασκευάζων. Περὶ δὲ τὰ πάθη μαλακώτερός ἐστι, καὶ οὔτε αὐξήσεις, οὔτε δεινώσεις, οὔτε οἴκτους, οὔθ´ ὅσα τούτοις ἐστὶ παραπλήσια, νεανικῶς πάνυ καὶ ἐρρωμένως κατασκευάσαι δυνατός. Οὐ δεῖ δὴ ταῦτα ἐπιζητεῖν παρὰ Λυσίου. Κἀν τοῖς ἐπιλόγοις δὲ τὸ μὲν ἀνακεφαλαιωτικὸν τῶν ῥηθέντων μέρος, μετρίως τε καὶ χαριέντως ἀπαριθμεῖ· τὸ δὲ παθητικὸν ἐκεῖνο, ἐν ᾧ παράκλησίς τε καὶ ἔλεος καὶ δέησις καὶ τὰ τούτοις ἀδελφὰ ἔνεστι, τοῦ προσήκοντος ἐνδεεστέρως ἀποδίδωσι.

[19] Τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ. Εἰ δέ τις ἄλλα παρὰ ταῦτα ἔγνωκεν, λεγέτω· κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ χάριν εἴσομαι. Ἳνα δὲ βέλτιον τῷ βουλομένῳ γένεσθαι μαθεῖν εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα, εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν ἐξέτασιν ἐπὶ τῶν ὑπ´ ἐκείνου γραφέντων ποιήσομαι, προχειρισάμενός τε ἕνα λόγον· οὐ γὰρ ἐγχωρεῖ πολλοῖς χρῆσθαι παραδείγμασιν. Ἐξ ἐκείνου δέ τήν τε προαίρεσιν καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις, μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα. Ἔστι δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος. Κατὰ Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε.

[20] Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια παιδία, διαθήκας ἐποιήσατο, καταλιπὼν αὐτοῖς ἐπίτροπον τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. Αὐτὸς μὲν οὖν ἐν Ἐφέσῳ μαχόμενος, ἀποθνῄσκει· Διογείτων δὲ πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος, καὶ ἐκ πολλῶν πάνυ χρημάτων οὐδὲν ἀποδείξας, αὐτὸς ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων δοκιμασθέντος κακῆς ἐπιτροπῆς. Λέγει δὲ κατ´ αὐτοῦ τὴν δίκην ὁ τῆς ἐκείνου μὲν θυγατριδῆς, τῶν δὲ μειρακίων ἀδελφῆς, ἀνήρ.

[21] Προὔλαβον δὲ τὴν ὑπόθεσιν, ἵνα μᾶλλον γένηται καταφανές, εἰ μετρίᾳ καὶ προσηκούσῃ ἀρχῇ κέχρηται.

[22] « Εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι· εἰδὼς ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται. Ἐπειδὴ μέντοι, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται, καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφ´ ὧν ἥκιστα ἐχρῆν, ἐπ´ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. Ἔχω δὲ τούτων μὲν ἀδελφὴν, Διογείτονος δὲ θυγατριδῆν· καὶ πολλὰ ἀμφοτέρων δεηθεὶς, τὸ μὲν πρῶτον ἔπεισα τοὺς φίλους ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι. Ἐπειδὴ δὲ Διογείτων ἃ φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλ´ ἠβουλήθη καὶ φεύγειν δίκας, καὶ μὴ οὔσας διώκειν, καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον, ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων, ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου, ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια· εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι. Ἐξ ἀρχῆς δ´ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι. »

[23] Τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. Δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. Ἅπαντες γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν ᾖ πρὸς οἰκείους ὁ ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ, μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. Κελεύουσίν τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν ὅτι μεγάλα ἀδικήματα, καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν, καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ὁ ἀγὼν, καὶ ἐρήμων, καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς, καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες, καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες, οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων. Ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ· δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν· καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. Ταῦθ´ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. Καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι, κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν ᾖ τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπ´ ἀρχῆς, καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους, εὐθὺς ἀπ´ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. Ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. Ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν· ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς, καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα, καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. Φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς ὁ Λυσίας. Καὶ πρόσεστι τούτοις τὸ λεῖον τῆς ἑρμηνείας, καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς· ὧν μάλιστα δεῖ τοῖς ὑπ´ ἐκείνων προοιμιαζομένοις. Ἄξιον δὲ καὶ τὴν διήγησιν ὡς ᾠκονόμηται καταμαθεῖν. Ἔχει δὲ οὕτως·

[24] « Ἀδελφοὶ ἦσαν, ὦ ἄνδρες δικασταί, Διόδοτος καὶ Διογείτων, ὁμοπάτριοι καὶ ὁμομήτριοι. Καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο, τῆς δὲ φανερᾶς ἐκοινώνουν. Ἐργασαμένου δὲ Διοδότου κατ´ ἐμπορίαν πολλὰ χρήματα, πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα, ἥπερ ἦν αὐτῷ μόνη. Καὶ γίνονται αὐτῷ δύο υἱοὶ καὶ θυγάτηρ. Χρόνῳ δὲ ὕστερον καταλεγεὶς Διόδοτος μετὰ Θρασύλλου τῶν ὁπλιτῶν, καλέσας τὴν ἑαυτοῦ γυναῖκα, ἀδελφιδῆν οὖσαν, καὶ τὸν ἐκείνης μὲν πατέρα, αὑτοῦ δὲ κηδεστὴν καὶ ἀδελφὸν ὁμοπάτριον, πάππον δὲ τῶν παιδίων καὶ θεῖον, ἡγούμενος διὰ ταύτας τὰς ἀναγκαιότητας οὐδενὶ μᾶλλον προσήκειν ἐτέρῳ εἰς τοὺς αὑτοῦ παῖδας ἐπιτρόπῳ γενέσθαι, διαθήκην αὐτῷ δίδωσι, καὶ πέντε τάλαντα ἀργυρίου παρακαταθήκην. Ναυτικὰ δὲ ἀπέδειξεν ἐκδεδομένα ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, δισχιλίας δὲ ὀφειλομένας ἐν Χερρονήσῳ. Ἐπέσκηψε δέ, ἐάν τι πάθῃ, τάλαντον μὲν ἐπιδοῦναι τῇ γυναικὶ, καὶ τὰ ἐν τῷ δωματίῳ δοῦναι· τάλαντον δὲ τῇ θυγατρί κατέλιπε, καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ, καὶ τριάκοντα στατῆρας Κυζικηνούς. Ταῦτα δὲ πράξας, καὶ οἴκοι ἀντίγραφα καταλιπὼν, ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου. Ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ, Διογείτων τὴν μὲν θυγατέρα ἔκρυπτε τὸν θάνατον τοῦ ἀνδρὸς, καὶ τὰ γράμματα λαμβάνει ἃ κατέλιπε σεσημασμένα, φάσκων τὰ ναυτικὰ χρήματα δεῖν ἐκ τούτων τῶν γραμματείων κομίσασθαι. Ἐπειδὴ δὲ τῷ χρόνῳ ἐδήλωσε τὸν θάνατον αὐτοῖς, καὶ ἐποίησαν τὰ νομιζόμενα, τὸν μὲν πρῶτον ἐνιαυτὸν ἐν Πειραιεῖ διῃτῶντο· ἅπαντα γὰρ αὐτοῦ κατελέλειπτο τὰ ἐπιτήδεια. Ἐκείνων δ´ ἐπιλειπόντων, τοὺς μὲν παῖδας εἰς ἄστυ ἀναπέμπει, τὴν δὲ μητέρα αὐτῶν ἐκδίδωσιν, ἐπιδοὺς πεντακισχιλίας δραχμάς, χιλίαις ἔλαττον ὧν ὁ ἀνὴρ αὐτῆς ἔδωκεν. Ὀγδόῳ δ´ ἔτει δοκιμασθέντος μετὰ ταῦτα τοῦ πρεσβυτέρου τοῖν μειρακίοιν, καλέσας αὐτοὺς εἶπε Διογείτων, ὅτι καταλείποι αὐτοῖς ὁ πατὴρ εἴκοσι μνᾶς ἀργυρίου, καὶ τριάκοντα στατῆρας. » - « Ἐγὼ οὖν πολλὰ τῶν ἐμαυτοῦ δεδαπάνηκα εἰς τὴν ὑμετέραν τροφήν· καὶ ἕως μὲν εἶχον, οὐδέν μοι διέφερεν· νυνὶ δὲ καὶ αὐτὸς ἀπόρως διάκειμαι. Σὺ οὖν, ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη, πόθεν ἕξεις τὰ ἐπιτήδεια. » - « Ταῦτ´ ἀκούσαντες, ἐκπεπληγμένοι καὶ δακρύοντες, ᾤχοντο πρὸς τὴν μητέρα, καὶ παραλαβόντες ἐκείνην, ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι, καὶ ἀθλίως ἐκπεπτωκότες, κλαίοντες, καὶ παρακαλοῦντές με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων, μηδ´ εἰς πτωχείαν καταστάντας, ὑβρισμένους ὑφ´ ὧν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν. Πολλὰ ἂν εἴη λέγειν ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ. Τελευτῶσα δὲ ἡ μήτηρ αὐτῶν ἠντιβόλει με καὶ ἱκέτευσε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν, περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς. Ἐλθὼν δ´ ἐγὼ, ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα· λόγους δ´ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους· ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν πραγμάτων. Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε· τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη. Ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων, ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δ´ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος· καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε, φησί, δεδιέναι· ὃς ἔλαβες μέν, ὅτ´ ἐκεῖνος ἐξέλιπε, πέντε τάλαντα παρ´ αὐτοῦ καταθήκην, καὶ περὶ τούτων ἐγὼ θέλω, τοὺς παῖδας παραστησαμένη, καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους, ὀμόσαι, ὅπου ἂν οὗτος λέγῃ. Καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία, οὐδ´ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα, ὥστ´ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταναλίσκειν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν. » - « Ἔτι τοίνυν ἐξήλεγχεν αὐτὴ ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ, καὶ τετρακισχιλίας δραχμὰς, καὶ τούτων τὰ γράμματ´ ἀπέδειξεν. Ἐν γὰρ τῇ διοικίσει, ὅτ´ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ βιβλίῳ, ἐνεγκεῖν πρὸς αὐτήν. Ἀπέφηνε δ´ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγύους ἐπὶ τόκῳ δεδανεισμένας, καὶ ἑτέρας δισχιλίας δραχμὰς, καὶ ἔπιπλα πολλοῦ ἄξια· φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθ´ ἕκαστον ἐνιαυτόν. » - « Ἔπειτα σὺ ἐτόλμησας, ἔφη, εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε, καὶ τριάκοντα στατῆρας; ἅπερ ἐμοὶ καταλειφθέντα, ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα· καὶ ἐκβάλλειν τούτους ἠξίωκας, θυγατριδοῦς ὄντας, ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου, οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων, ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν, ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο. Καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας· καὶ ταῦτα μὲν καλῶς ποιεῖς· τοὺς δ´ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμως ἐκ τῆς οἰκίας ἐκβαλλὼν, ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμῇ. Καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβῇ, οὔτε ἐμὲ τὴν σὴν θυγατέρα αἰσχύνῃ, οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων. Τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων, οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων, καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας οἷα ἦσαν πεπονθότες, ἀναμιμνησκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δέ ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι τινά· ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων, ἀπιόντας οἴχεσθαι σιωπῇ. »

[25] Ἵνα δὲ καὶ ὁ τῶν ἀποδείξεων χαρακτὴρ καταφανὴς γένηται, θήσω καὶ τὰ ἐπὶ τούτοις λεγόμενα. Τὰς μὲν οὖν ἰδίας πίστεις, ὡς οὐ πολλῶν ἔτι λόγων δεομένας, δι´ αὐτῶν βεβαιοῦται τῶν μαρτύρων, οὐδὲν ἕτερον ἢ τοῦτο εἰπών·

« Πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες. »

Τὰ δὲ τοῦ ἀντιδίκου δίκαια διχῇ νείμας, ὡς τὰ μὲν ὁμολογήσαντος αὐτοῦ λαβεῖν, καὶ εἰς τὰς τροφὰς τῶν ὀρφανῶν ἀνηλωκέναι σκηψαμένου, τὰ δὲ ἐξάρνου γενηθέντος εἰληφέναι, κἄπειτα ἐλεγχθέντος, ὑπὲρ ἀμφοτέρων ποιεῖται τὸν λόγον· τὰς δὲ δαπάνας οὐχ ἃς ἐκεῖνος ἀπέφηνε γενέσθαι λέγων, καὶ περὶ τῶν ἀμφιβόλων τὰς πίστεις ἀποδιδούς.

[26] « Ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δ´ ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε. Εἰς τοσαύτην δ' ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν ὥστε μήτε ζῶντας, μήτε ἀποθνῄσκοντας, μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν· ὃς ἐτόλμησε τῶν μὲν ἔξαρνος γενέσθαι, τὰ δὲ τελευτῶν ὁμολογήσας ἔχειν, εἰς δύο παῖδας καὶ ἀδελφὴν, λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν, ἑπτὰ τάλαντα ἀργυρίου, καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι· καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων, ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν δυοῖν παιδίοιν καὶ ἀδελφῇ, πέντε ὀβολοὺς τῆς ἡμέρας ἐλογίζετο. Εἰς ὑποδήματα δὲ, καὶ εἰς γναφεῖον, ἱμάτια τε, καὶ εἰς κουρεῖον οὐκ ἦν αὐτῷ κατὰ μῆνα, οὐδὲ κατ´ ἐνιαυτὸν γεγραμμένα, συλλήβδην δὲ παντὸς τοῦ χρόνου, πλεῖον ἢ τάλαντον ἀργυρίου· εἰς δὲ τὸ μνῆμα τοῦ πατρὸς οὐκ ἀναλώσας πέντε καὶ εἴκοσι μνᾶς, ἐκ πεντακισχιλίων δραχμῶν, τὸ μὲν ἥμισυ αὑτῷ τίθησι τούτοις λελόγισται· εἰς Διονύσια τοίνυν, ὦ ἄνδρες δικασταί, (οὐκ ἄτοπον γάρ μοι δοκεῖ καὶ περὶ τούτου μνησθῆναι), ἑκκαίδεκα δραχμῶν ἀπέφηνεν ἐωνημένον ἀρνίον· καὶ τούτων τὰς ὀκτὼ δραχμὰς ἐλογίζετο τοῖς παισίν· ἐφ´ ᾧ ἡμεῖς οὐχ ἥκιστα ὠργίσθημεν. Οὕτως, ὦ ἄνδρες, ἐν ταῖς μεγάλαις ζημίαις ἐνίοτε οὐχ ἧττον τὰ μικρὰ λυπεῖ τοὺς ἀδικουμένους· λίαν γὰρ φανερὰν τὴν πονηρίαν τῶν ἀδικούντων ἐπιδείκνυσιν. Εἰς τοίνυν τὰς ἄλλας ἑορτὰς καὶ θυσίας ἐλογίσατο αὐτοῖς πλέον ἢ τετρακισχιλίας δραχμὰς ἀνηλωμένας, ἕτερά τε παμπληθῆ, ἃ πρὸς τὸ κεφάλαιον συνελογίζετο· ὥσπερ διὰ τοῦτο ἐπίτροπος τῶν παιδίων καταλειφθείς, ἵνα γράμματ´ αὐτοῖς ἀντὶ τῶν χρημάτων ἀποδείξειεν, καὶ πενεστάτους ἀντὶ πλουσίων ἀποφήνειε, καὶ ἵνα εἰ μέν τις αὐτοῖς πατρικὸς ἐχθρὸς ἦν, ἐκείνου μὲν ἐπιλάθωνται, τῷ δ´ ἐπεὶ τῶν πατρῴων εἰσὶν ἀπεστερημένοι, πολεμῶσι. Καίτοι εἰ ἠβούλετο δίκαιος εἶναι περὶ τοὺς παῖδας, ἐξῆν αὐτῷ, κατὰ τοὺς νόμους, οἳ κεῖνται περὶ τῶν ὀρφανῶν, καὶ τοῖς ἀδυνάτοις τῶν ἐπιτρόπων, καὶ τοῖς δυναμένοις, μισθῶσαι τὸν οἶκον, ἀπηλλαγμένῳ πολλῶν πραγμάτων, ἢ γῆν πριαμένῳ, ἐκ τῶν προσιόντων τοὺς παῖδας τρέφειν· καὶ ὁπότερον τούτων ἐποίησεν, οὐδενὸς ἂν ἧττον Ἀθηναίων πλούσιοι ἦσαν. Νῦν δέ μοι δοκεῖ οὐδε πώποτε διανοηθῆναι ὡς φανερὰν καταστήσων τὴν οὐσίαν, ἀλλ´ ὡς αὐτὸς ἕξων τὰ τούτων· ἡγούμενος δεῖν τὴν αὑτοῦ πονηρίαν κληρονόμον εἶναι τῶν τοῦ τεθνεῶτος χρημάτων. Ὅ δὲ πάντων δεινότατον, ὦ δικασταί· οὗτος γὰρ, συντριηραρχῶν Ἀλέξιδι τῷ Ἀριστοδίκου, φάσκων δυεῖν δεούσας πεντήκοντα μνᾶς ἐκείνῳ συμβάλλεσθαι, τὸ ἥμισυ τούτων τοῖς ὀρφανοῖς οὖσι λελόγισται, οὓς ἡ πόλις οὐ μόνον παῖδας ὄντας ἀτελεῖς ἐποίησεν, ἀλλὰ καὶ ἐπειδὰν δοκιμασθῶσιν, ἐνιαυτὸν ἀφῆκεν ἁπασῶν τῶν λειτουργιῶν. Οὗτος δὲ πάππος ὢν, παρὰ τοὺς νόμους, τῆς ἑαυτοῦ τριηραρχίας παρὰ τῶν θυγατριδῶν τὸ ἥμισυ πράττεται. Καὶ ἀποπέμψας εἰς τὸν Ἀδρίαν ὁλκάδα δυοῖν ταλάντοιν, ὅτε μὲν ἀπέστελλεν, ἔλεγε πρὸς τὴν μητέρα αὐτῶν, ὅτι τῶν παίδων ὁ κίνδυνος εἴη· ἐπεὶ δὲ ἐσώθη καὶ ἐδιπλασίασεν, αὑτοῦ τὴν ἐμπορίαν φάσκει εἶναι. Καὶ μέντοι εἰ μὲν τὰς ζημίας τούτων ἀποδείξει, τὰ δὲ σωθέντα τῶν χρημάτων αὐτὸς ἕξει, ὅπῃ μὲν ἀνήλωται τὰ χρήματα, οὐ χαλεπῶς εἰς τὸν λόγον ἐγγράψει, ῥᾳδίως δὲ ἐκ τῶν ἀλλοτρίων αὐτὸς πλουτήσει. Καθ´ ἕκαστον μὲν οὖν, ὦ δικασταί, πολὺ ἂν εἴη ἔργον πρὸς ὑμᾶς λογίζεσθαι· ἐπειδὴ δὲ μόλις παρ´ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων, ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη τῆς τριηραρχίας. Ὁ δὲ ἔφασκεν εἶναι. Καὶ ἐλθόντες οἴκαδε, εὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν· οὗτος δὲ ἐπέδειξε δυεῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι· ὥστε τούτοις λελογίσθαι, ὅσον περ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται. Καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν αὐτῷ οὐδεὶς σύνοιδεν, ἀλλ´ αὐτὸς μόνος διεχείριζεν, ὃς, ἃ δι´ ἑτέρων ἐπράχθη, καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος, τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι; Καί μοι ἀνάβητε τούτων μάρτυρες.

<...Μάρτυρες...>

Τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ δικασταί. Ἐγὼ δ´ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι, πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων· καὶ θήσω ὅσον οὐδεὶς πώποτ´ ἐν τῇ πόλει, εἰς δύο παῖδας, καὶ ἀδελφὴν, καὶ παιδαγωγὸν, καὶ θεράπαιναν, χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας. Ἐν ὀκτὼ αὗται ἔτεσιν γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυνται ἓξ τάλαντα περιόντα τῶν ἑπτὰ ταλάντων, καὶ εἴκοσι μναῖ. Οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθ´ ὑπὸ λῃστῶν ἀπολωλεκὼς, οὔτε ζημίαν εἰληφὼς, οὔτε χρήσταις ἀποδεδωκώς. »

[27] Ἐν μὲν δὴ τοῖς ἐπιδεικτινοῖς λόγοις μαλακώτερος, ὥσπερ ἔφην. Βούλεται μὲν γὰρ ὑψηλότερος εἶναι, καὶ μεγαλοπρεπέστερος, καὶ τῶν γε καθ´ ἑαυτὸν ἢ πρότερον ῥητόρων ἀκμασάντων οὐθενὸς ἂν δόξειεν εἶναι καταδεέστερος· οὐ διεγείρει δὲ τὸν ἀκροατὴν, ὥσπερ Ἰσοκράτης, ἢ Δημοσθένης. Θήσω δὲ καὶ τούτων παράδειγμα.

[28] Ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας, ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως, ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς, καὶ Σικελίαν ἐλευθερῶσαι, ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην. Ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ Διονύσιος, ἄγοντας θυσίαν τῷ θεῷ· μεγαλοπρεπής τε καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ τῆς Ἑλλάδος. Ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην πεποίηται τὴν ἀρχὴν τοῦ λόγου·

[29] « Ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι, καὶ ὅτι τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε δι´ εὔνοιαν τῆς Ἑλλάδος. Ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο· ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε, καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν δὲ πλούτῳ, γνώμης δ´ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος· ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δ´ ἀκουσόμενοι. Ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. Ἐκεῖνος μὲν οὖν ταῦθ´ ὑφηγήσατο. Ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος, οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος· ἡγοῦμαι γὰρ ταῦτα, ἔργα μὲν εἶναι σοφἀ τῶν λίαν χρήστων καὶ σφόδρα βίου δεομένων· ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου, περὶ τῶν μεγίστων συμβουλεύειν· ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα, καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. Καὶ ταῦτα εἰ μὲν δι´ ἀσθένειαν ἐπάσχομεν, στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην· ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι, τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονεικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστα, τῶν αὐτῶν· ὁρῶμεν γὰρ τοὺς κινδύνους, καὶ μεγάλους, καὶ πανταχόθεν περιεστηκότας. Ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης· τῶν δὲ χρημάτων, βασιλεὺς ταμίας· τὰ δὲ τῶν Ἑλλήνων σώματα, τῶν δαπανᾶσθαι δυναμένων· ναῦς δὲ πολλὰς αὐτὸς κέκτηται, πολλὰς δ´ ὁ τύραννος τῆς Σικελίας. Ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δ´ αὐτῇ γνώμῃ χρωμένους, τῆς σωτηρίας ἀντέχεσθαι· καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι, καὶ πρὸς τοὺς προγόνους μιμεῖσθαι, οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν, τῆς ἀλλοτρίας ἐπιθυμοῦντας, τῆς σφετέρας αὐτῶν ἐστερεῖσθαι· τοὺς δὲ τυράννους ἐξελάσαντες, κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. Θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι, καιομένην τὴν Ἑλλάδα περιορῶσιν, ἡγεμόνες ὄντες τῶν Ἑλλήνων, οὐκ ἀδίκως, καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν, καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἐπιστήμην· μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι, καὶ ἀτείχιστοι, καὶ ἀστασίαστοι, καὶ ἀήττητοι, καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι, καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος, περὶ τῶν μελλόντων προορᾶσθαι. Οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων. Oὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν, ἀλλ´ οἰκείας· οὐδ´ ἀναμεῖναι ἕως ἂν ἐπ´ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλ´ ἕως ἔτι ἔξεστι, τὴν τούτων ὕβριν κωλῦσαι. Τίς γὰρ οὐκ ἂν ἐνορῶν ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων, ἀλλὰ καὶ δεινῶν, τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων· τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία. »

[30] Ἑνὸς ἔτι παράδειγμα θήσω λόγου συμβουλευτικοῦ, ἵνα καὶ τούτου τοῦ γένους τοῦ λόγου ὁ χαρακτὴρ γένηται σαφής.

[31] Ὕπόθεσιν δὲ περιείληφε, τὴν περὶ τοῦ μὴ καταλῦσαι, τὴν πάτριον πολιτείαν Ἀθήνησι. Τοῦ γὰρ δήμου κατελθόντος ἐκ Πειραιῶς, καὶ ψηφισαμένου διαλύσασθαι πρὸς τοὺς ἐν ἄστει, καὶ μηδενὸς τῶν γενομένων μνησικακεῖν· δέους δὲ ὄντος μὴ πάλιν τὸ πλῆθος ἐς τοὺς εὐπόρους ὑβρίζῃ τὴν ἀρχαίαν ἐξουσίαν κεκομισμένον, καὶ πολλῶν ὑπὲρ τούτου γινομένων λόγων, Φορμίσιός τις τῶν συγκατελθόντων μετὰ τοῦ δήμου, γνώμην εἰσηγήσατο τοὺς μὲν φεύγοντας κατιέναι, τὴν δὲ πολιτείαν μὴ πᾶσιν, ἀλλὰ τοῖς τὴν γῆν ἔχουσι παραδοῦναι, βουλομένων ταῦτα γενέσθαι καὶ Λακεδαιμονίων. Ἔμελλον δὲ, τοῦ ψηφίσματος τούτου κυρωθέντος, πεντακισχίλιοι σχεδὸν Ἀθηναίων ἀπελαθήσεσθαι τῶν κοινῶν. Ἵνα μὴ δὴ τοῦτο γένοιτο, γράφει τὸν λόγον τόνδε ὁ Λυσίας τῶν ἐπισήμων τινὶ καὶ πολιτευομένων. Εἰ μὲν οὖν ἐρρήθη τότε, ἄδηλον· σύγκειται γοῦν ὡς πρὸς ἀγῶνα ἐπιτηδείως. Ἔστι δὲ ὅδε·

[32] « Ὅτε ἐνομίζομεν, ὦ Ἀθηναῖοι, τὰς γεγενημένας συμφορὰς ἱκανὰ μνημεῖα τῇ πόλει καταλελεῖφθαι, ὥστε μηδ´ ἂν τοὺς ἐπιγινομένους ἑτέρας πολιτείας ἐπιθυμεῖν, τότε δὴ οὗτοι τοὺς κακῶς πεπονθότας, καὶ ἀμφοτέρων πεπειραμένους, ἐξαπατῆσαι ζητοῦσι τοῖς αὐτοῖς ψηφίσμασιν, οἷσπερ καὶ πρότερον. Διὸ δὴ καὶ τούτων μὲν οὐ θαυμάζω, ὑμῶν δὲ τῶν ἀκροωμένων, ὅτι πάντων ἐστὲ ἐπιλησμονέστατοι ἢ πάσχειν ἑτοιμότατοι κακῶς ὑπὸ τοιούτων ἀνδρῶν, οἳ τῇ μὲν τύχῃ, τῶν ἐκ Πειραιῶς πραγμάτων μετέσχον, τῇ δὲ γνώμῃ τῶν ἐξ ἄστεως. Καί τοι τί ἔδει φεύγοντας κατελθεῖν, εἰ χειροτονοῦντες ὑμᾶς αὐτοὺς καταδουλώσεσθε; ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, οὔτε πλούτῳ οὔτε γένει ἀπελαυνόμενος, ἀλλ´ ἀμφότερα τῶν ἀντιλεγόντων πρότερος ὢν, ἡγοῦμαι ταύτην μόνην σωτηρίαν εἶναι τῇ πόλει, ἅπασιν Ἀθηναίοις τῆς πολιτείας μετεῖναι· ἐπεὶ ὅτε καὶ τὰ τείχη,, καὶ τὰς ναῦς, καὶ τὰ χρήματα, καὶ συμμάχους ἐκτήμεθα, οὐχ οὕτως ἵνα Ἀθηναίων τινὰ ποιήσωμεν, διενοούμεθα, ἀλλὰ καὶ Εὐβοεῦσιν ἐπιγαμίαν ἐποιούμεθα· νῦν δὲ καὶ τοὺς ὑπάρχοντας πολίτας ἀπελοῦμεν; οὔκ, ἂν ἔμοιγε πείθησθε. Οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας· ὧν ὑμεῖς ἀντεχόμενοι, βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε. Ἐπίστασθε γὰρ ταῖς ἐφ´ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις, καὶ οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δ´ ἐκ τῆς πόλεως ἐκπεσόντας· οὓς ὁ δῆμος καταγαγὼν, ὑμῖν μὲν τὴν ὑμετέραν ἀπέδωκεν, αὐτὸς δὲ ταύτης οὐκ ἐτόλμησε μετασχεῖν. Ὥστ´ ἐὰν ἔμοιγε πείθησθε, οὐ τοὺς εὐεργέτας, καθὸ δύνασθε, τῆς πατρίδος ἀποστερήσετε, οὐδὲ τοὺς λόγους πιστοτέρους τῶν ἔργων, οὐδὲ τὰ μέλλοντα τῶν γεγενημένων, νομιεῖτε. Ἄλλως τε καὶ μεμνημένοι τῶν περὶ τῆς ὀλιγαρχίας μαχομένων, οἳ τῷ μὲν λόγῳ, τῷ δήμῳ πολεμοῦσι, τῷ δὲ ἔργῳ τῶν ὑμετέρων ἐπιθυμοῦσιν· ὅπερ κτήσονται, ὅταν ὑμᾶς ἐρήμους συμμάχων λάβωσιν. Εἶτα τοῖς τῶν ἡμῖν ὑπαρχόντων ἐρῶσι, τίς ἔσται σωτηρία τῇ πόλει, εἰ μὴ ποιήσωμεν Λακεδαιμονίοις κελεύουσιν. Ἐγὼ δὲ τούτοις εἰπεῖν ἀξιῶ, τίς τῷ πλήθει περιγενήσεται, εἰ ποιήσαιμεν ἃ ἐκεῖνοι προστάττουσιν; εἰ δὲ μή, πολὺ κάλλιον μαχομένους ἀποθνῄσκειν, ἢ φανερῶς ὑμῶν αὐτῶν θάνατον καταψηφίσασθαι. Ἡγοῦμαι γάρ, ἐὰν μὲν πείθω, ἀμφοτέροις κοινὸν εἶναι κίνδυνον. Ὁρῶ δὲ καὶ Ἀργείους καὶ Μαντινέας τὴν αὐτὴν ἔχοντας γνώμην· τοὺς μὲν, ὁμόρους ὄντας Λακεδαιμονίοις, τοὺς δὲ, ἐγγὺς οἰκοῦντας· καὶ τοὺς μὲν, οὐδὲν ἡμῶν πλείους, τοὺς δὲ, οὐδὲ τρισχιλίους ὄντας. Ἴσασι γὰρ ὅτι, κἂν πολλάκις εἰς τὴν τούτων ἐμβάλωσι, πολλάκις αὐτοῖς ἀπαντήσονται, ὅπλα λαβόντες. Ὥστε οὐ καλὸς ὁ κίνδυνος αὐτοῖς δοκεῖ εἶναι, ἐὰν μὲν νικήσωσι, τούτους καταδουλώσασθαί γε· ἐὰν δὲ ἡττηθῶσι, σφᾶς αὐτοὺς τῶν ὑπαρχόντων ἀγαθῶν ἀποστερῆσαι. Ὅσῳ δ´ ἂν ἄμεινον πράττωσι, τοσούτῳ ἐπιθυμοῦσι κινδυνεύειν. Εἴχομεν δέ, ὦ ἄνδρες, καὶ ἡμεῖς ταύτην τὴν γνώμην, ὅτε τῶν Ἑλλήνων ἤρχομεν, καὶ ἐδοκοῦμεν καλῶς βουλεύεσθαι, περιορῶντες μὲν τὴν χώραν τεμνομένην, οὐ νομίζοντες δὲ χρῆναι περὶ αὐτῆς διαμάχεσθαι. Ἄξιον γὰρ ἦν, ὀλίγων ἀμελοῦντας, πολλῶν ἀγαθῶν φείσασθαι. Νῦν δὲ, ἐπεὶ ἐκείνων μὲν ἁπάντων μάχῃ ἐστερήμεθα, ἡ δὲ πατρὶς ἡμῖν λέλειπται, ἴσμεν ὅτι ὁ κίνδυνος οὗτος μόνος ἔχει τὰς ἐλπίδας τῆς σωτηρίας. Ἀλλὰ χρὴ ἀναμνησθέντας ὅτι ἤδη καὶ ἑτέροις ἀδικουμένοις βοηθήσαντες, ἐν τῇ ἀλλοτρίᾳ πολλὰ τρόπαια τῶν πολεμίων ἐστήσαμεν, ἄνδρας ἀγαθοὺς περὶ τῆς πατρίδος καὶ ἡμῶν αὐτῶν γίνεσθαι, πιστεύοντας μὲν τοῖς θεοῖς, καὶ ἐλπίζοντας ἐπὶ τὸ δίκαιον μετὰ τῶν ἀδικουμένων ἔσεσθαι. Δεινὸν γὰρ ἂν εἴη, ὦ Ἀθηναῖοι, εἰ, ὅτε μὲν ἐφεύγομεν, ἐμαχόμεθα Λακεδαιμονίοις, ἵνα κατέλθωμεν· κατελθόντες δὲ, φευξόμεθα, ἵνα μὴ μαχώμεθα. Οὐκοῦν αἰσχρόν, εἰ εἰς τοῦτο κακίας ἥξομεν, ὥστε οἱ μὲν πρόγονοι καὶ ὑπὲρ τῆς τῶν ἄλλων ἐλευθερίας Ἑλλήνων διεκινδύνευον, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ὑμετέρας αὐτῶν τολμᾶτε πολεμεῖν; »

[33] Ἀλλ´ ἅλις ἤδη παραδειγμάτων, ἵνα καὶ περὶ τῶν λοιπῶν ῥητόρων τὸν αὐτὸν διαλεχθῶμεν τρόπον. Ἕπεται δὲ τῷ ῥήτορι τούτῳ κατὰ τὴν τάξιν τῶν χρόνων Ἰσοκράτης. Περὶ δὴ τούτου λεκτέον ἐφεξῆς, ἑτέραν ἀρχὴν λαβοῦσιν.