Περὶ τῶν Αἰγυπτίων μυστηρίων
Συγγραφέας:
Βιβλίον θʹ


[1]  Φέρε δὴ οὖν καὶ τὴν πολύτροπον ἀπορίαν τὴν περὶ τοῦ ἰδίου δαίμονος ποικίλαις τε ἀντιλήψεσι χρωμένην ἀπευθύνειν πειραθῶμεν τὸν δυνατὸν ἡμῖν τρόπον. Ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, διττῆς οὔσης περὶ τὸν ἴδιον δαίμονα πραγματείας, τῆς μὲν θεουργικῆς τῆς δὲ τεχνικῆς, καὶ τῆς μὲν ἀπὸ τῶν ἄνωθεν αἰτίων αὐτὸν ἐπικαλουμένης, τῆς δὲ ἀπὸ τῶν ἐν τῇ γενέσει φανερῶν περιόδων, καὶ τῆς μὲν οὐδὲν προσχρωμένης γενεθλιαλογίᾳ, τῆς δὲ ἐφαπτομένης καὶ τῶν τοιούτων μεθόδων, καὶ τῆς μὲν ὑπὲρ τὴν φύσιν καθολικώτερον, τῆς δὲ μεριστῶς κατὰ τὴν φύσιν αὐτὸν θεραπευούσης, ἀτόπως μοι σὺ δοκεῖς τὴν τελειοτέραν ἱερουργίαν ἐπὶ τὴν ἀνθρωπίνην ὑπενεχθῆναι, καὶ ἐπὶ ταύτης γυμνάσαι τὰς σαυτοῦ ἐρωτήσεις.

[2]  Ἔπειτα καὶ ἐνταῦθά μοι φαίνῃ βραχύ τι μόριον τῆς περὶ αὐτὸν πραγματείας ἀποτεμέσθαι· εἰωθότων γὰρ τῶν περὶ τὴν φύσιν ἐργοτεχνιτῶν ἀπό τε τῶν δεκανῶν καὶ τῶν λειτουργῶν, ζῳδίων τε καὶ ἄστρων, ἡλίου τε καὶ σελήνης, καὶ ἀπὸ τῶν ἄρκτων, ἀφ' ὅλων τε τῶν στοιχείων καὶ ἀπὸ τοῦ κόσμου καλεῖν αὐτὸν τεταγμένως, οὐκ ὀρθῶς σὺ κατανειμάμενος ἕν τι βραχύτατον τὸ τοῦ οἰκοδεσπότου μόριον, περὶ αὐτὸ τὰς ζητήσεις ἐποιήσω. Καὶ ἐνταῦθα πάλιν ἀφέ‹με›νος τοῦ προκειμένου καὶ τοῦ διερευνήσασθαι πῶς μὲν ὁ οἰκοδεσπότης αὐτὸν δίδωσι, κατὰ τίνα δὲ ἀτοπίαν ἢ ἀπόρροιαν ἢ ζωὴν ἢ δύναμιν εἰς ἡμᾶς ἀπ' αὐτοῦ καθήκει, περὶ γενεθλιαλογίας ποιῇ τὸν λόγον, εἴτε ὑφέστηκεν εἴτε μή, καὶ περὶ εὑρέσεως τοῦ οἰκοδεσπότου, εἴτε ἀδύνατός ἐστιν εἴτε δυνατή· ταῦτα δὴ τίνα ἔχει λόγον πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπικράτειαν; δῆλον γὰρ ὡς οὐδὲν διαφέρει πρὸς τὴν οὐσίαν αὐτοῦ τὰ τοιαῦτα τὸ ἡμᾶς εἰδέναι πῶς ὑφέστηκεν. Καὶ γὰρ ἐπὶ τῶν ἐν τῇ φύσει γιγνομένων, κἂν μὴ τυγχάνωμεν ἐπιστάμενοι ‹πῶς› γίγνεται, τὰ ἐν τῷ παντὶ ὅμως ἔχει τὴν οἰκείαν ἕκαστα βεβαιότητα τῆς ἑαυτῶν οὐσίας. Κοινῶς μὲν οὖν οὕτω πρὸς τὰς ἀπορίας ἀπηντήσαμεν· κατ' ἰδίαν δὲ θέντες ὅσα ἐπιζητεῖς, πειρασόμεθα περὶ αὐτῶν ἀποδοῦναί σοι τὰς διαλύσεις.

[3]  Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μαθὼν τὸ σχῆμα τῆς αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύσαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα· ἐμοὶ δὲ δοκεῖς ταῦτα οὐ πάνυ σύμφωνα λέγειν οὔτε αὐτὰ πρὸς ἑαυτὰ οὔτε πρὸς τὴν ἀλήθειαν· εἰ μὲν γὰρ ἀπὸ τοῦ σχήματος τῆς γενέσεως ἀπονενέμηται ἡμῖν ὁ δαίμων, κἀκεῖθεν αὐτὸν ἀνευρίσκομεν, πῶς ἂν ἀπολυσαίμεθα τὰ εἱμαρμένα διὰ τῆς γνώσεως τοῦ καθ' εἱμαρμένην ἡμῖν δοθέντος δαίμονος; εἰ δὲ ἐκθυόμεθα ὄντως τὰ ἀναγκαῖα, ὥσπερ δὴ σὺ λέγεις, διὰ τοῦ δαίμονος, πῶς ἔτι καθ' εἱμαρμένην ἡμῖν συγκεκλήρωται;

Μάχεται μὲν οὖν οὑτωσὶ τὰ νῦν εἰρημένα πρὸς ἑαυτά, πρὸς δὲ τὴν ἀλήθειαν διαφωνεῖ· ἐπειδὴ οὐ πάντως ἀπὸ τοῦ σχήματος τῆς ἰδίας γενέσεως ὁ οἰκεῖος ἑκάστῳ δαίμων ἐφήκει, ἀλλ' ἦν τις αὐτοῦ καὶ πρεσβυτέρα ἀρχὴ ταύτης, ἣν εἰσαῦθις μέτιμεν· καὶ διότι εἰ μόνως ἐντεῦθεν ἐθεωρεῖτο κατιὼν ὁ δαίμων, οὐκ ἦν ἄρα εὐδαίμων ὁ τῆς τοῦ γενεσιουργοῦ δαίμονος εὐτυχήσας γνώσεως. Τίς δ' ἂν καὶ ὁδηγὸν αὐτὸν λάβοι πρὸς τὴν τῶν εἱμαρμένων ἔκθυσιν, εἰ ἐπὶ τούτῳ δέδοται, ὥστε ἀποπληρῶσαι τὰ ἀπὸ τῆς εἱμαρμένης ἀπονεμόμενα;

Ἔτι δ' ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεωρίας καὶ τοῦτο ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ' ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι κατὰ τὴν τοιαύτην μέθοδον. Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ψευδῶς εἴρηται, ὅμως οὐκ ἔχει γέ τινα ἀλλοτριότητα, τὰ δ' ἐφεξῆς περὶ τῆς τῶν κανόνων διαριθμήσεως καὶ περὶ τῆς ἐπιστήμης τῆς γενεθλιαλογικῆς ἀπορηθέντα, ὥς εἰσιν ἀκατάληπτοι, οὐδεμίαν ἔχουσι πρὸς τὸ προκείμενον ἀμφισβήτησιν· εἴτε γὰρ γνώριμοι εἴτε ἀκατάληπτοί εἰσιν αἵδε αἱ τέχναι, ὅμως ἡ ἀπὸ τῶν ἄστρων ἀπόρροια ἀπονέμει τὸν δαίμονα, ἄν τε ἡμεῖς γιγνώσκωμεν ἄν τε μή· δύναται δὲ ἡ θεία μαντικὴ διδάσκειν ἡμᾶς περὶ τῶν ἄστρων κατ' αὐτὸ τὸ ἀληθέστατον, καὶ οὐ πάντως δεόμεθα τῆς τῶν κανόνων διαριθμήσεως ἢ τῆς μαντικῆς τέχνης.

[4]  Εἰ δὲ δεῖ καὶ τούτων ἀπαλλαγέντας ἐκεῖνο εἰπεῖν, οὐ καλῶς μοι δοκεῖς τὸ ἀδύνατον εἰς γνῶσιν τῆς μαθηματικῆς ἐπιστήμης συλλογίζεσθαι, διότι πολλὴ διαφωνία περὶ αὐτὴν γέγονεν, ἢ ὅτι ὁ Χαιρήμων ἢ ἄλλος τις πρὸς αὐτὴν ἀντείρηκεν. Ἐπεὶ τούτῳ γε τῷ λόγῳ πάντα ἔσται ἀκατάληπτα. Μυρίους γὰρ ἐσχήκασιν αἱ ὅλαι ἐπιστῆμαι τοὺς ἀμφισβητοῦντας, καὶ τὰ ἐν αὐταῖς ἀπορήματα ἀναρίθμητα γέγονεν. Ὥσπερ οὖν πρὸς τοὺς ἐριστικοὺς εἰώθαμεν ἀντιλέγειν, ὅτι δὴ καὶ τοῖς ἀληθέσι τἀναντία πέφυκε διαστασιάζειν καὶ οὐ μόνα τὰ ψευδῆ πρὸς ἄλληλα μάχεται, οὕτω καὶ περὶ τῆς μαθηματικῆς ἀντεροῦμεν, ὡς ὑπάρχει μὲν ἀληθής, οἱ δὲ πλανώμενοι περὶ αὐτῆς οὐδὲν εἰδότες τῶν ἀληθῶν ἀντιλέγουσιν. Συμβέβηκε δὲ τοῦτο οὐ περὶ ταύτην μόνην, ἀλλὰ καὶ περὶ πάσας ἐκ θεῶν παραδοθείσας ἀνθρώποις ἐπιστήμας· προϊόντος γὰρ ἀεὶ τοῦ χρόνου, πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννύμεναι, ἐξίτηλον τὸ θεῖον ἦθος τῆς γνώσεως ἀπεργάζονται.

Ἔνεστι μέντοι καὶ εἰ βραχὺ τοῦτο, ἔστιν ὅμως ἐναργές τι τεκμήριον τῆς ἀληθείας διασώζειν. Ἐπεὶ καὶ τῆς τῶν θείων περιόδων ἀναμετρήσεως ἐν ὀφθαλμοῖς ἐστι κατάδηλα τὰ σημεῖα, ὁπόταν ἐκλείψεις ἡλίου καὶ σελήνης καὶ παραβολὰς πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τῆς σελήνης προμηνύῃ, καὶ συνομολογουμένη φαίνεται τῇ προσημασίᾳ τῆς ὄψεως ἡ πεῖρα. Οὐ μὴν ἀλλὰ καὶ αἱ διὰ παντὸς τοῦ αἰῶνος σωζόμεναι τῶν οὐρανίων τηρήσεις παρά τε Χαλδαίοις καὶ παρ' ἡμῖν συμμαρτυροῦσι πρὸς τὴν ἀλήθειαν τῆς ἐπιστήμης ταύτης. Ἔχοι δ' ἄν τις καὶ γνωριμώτερα τούτων ἐπιδεικνύναι τεκμήρια, εἰ περὶ τούτων προηγουμένως ὁ λόγος γίγνοιτο· ἀλλ' ἐπεὶ περιττά ἐστι καὶ οὐδὲν προσήκοντα πρὸς τὴν περὶ τοῦ δαίμονος ἐπίγνωσιν, ἀφίημι αὐτὰ εἰκότως. Ἐπὶ δὲ τὰ οἰκειότερα τούτων μέτειμι.

[5]  Φῂς γὰρ δὴ κατὰ τὸ σὸν γράμμα τῆς ἐπιστολῆς ὡς ἡ τοῦ οἰκοδεσπότου τῆς γενέσεως λῆψις, ἢ τῶν οἰκοδεσποτούντων εἰ πλείους εἶεν ἑνός, σχεδὸν καὶ παρ' αὐτοῖς ὁμολογεῖται εἶναι ἀκατάληπτος, ἀφ' οὗ δή φασιν ἐνεῖναι τὸν οἰκεῖον καταμαθεῖν δαίμονα. Καὶ πῶς ὁμολογεῖται εἶναι παρ' αὐτοῖς ἡ τοῦ οἰκοδεσπότου γνῶσις ἀκατάληπτος, ὁπότε μεθόδους παραδεδώκασι περὶ τῆς εὑρέσεως αὐτοῦ σαφεῖς, ἐπί τε τῶν ἀμφισβητουμένων στοιχεῖα πρὸς τὴν διάκρισιν ἀναδιδάσκουσιν οἱ μὲν πέντε οἱ δὲ καὶ πλείονα τούτων οἱ δὲ ἐλάττονα; πλὴν ἵνα τοῦτο παρῶμεν, ὡς μεῖζον ἔργον ἐπ' ἀμφότερα τὰ συμβαίνοντα σκεψώμεθα· εἴτε γὰρ δυνατὸν εὑρεῖν τὸν οἰκοδεσπότην τῆς γενέσεως, ἔστι δήπου καὶ ὁ ἀπ' αὐτοῦ διδόμενος δαίμων γνώριμος· εἴτε ἀκατάληπτός ἐστιν, ἡμεῖς μὲν αὐτὸν ἀγνοοῦμεν κατά γε τὴν ὑπόθεσιν ταύτην, οὐδὲν δὲ ἧττον ὅ τε οἰκοδεσπότης ἐστὶ καὶ ὁ ἀπ' αὐτοῦ διδόμενος δαίμων. Τί οὖν κωλύει διὰ γενεθλιαλογίας μὲν δύσκολον αὐτὸν εἶναι εἰς εὕρεσιν, διὰ τῆς ἱερᾶς δὲ μαντείας ἢ θεουργίας εὐπορίαν εἶναι πολλὴν εἰς ἐπιστήμην; ὅλως δὲ οὐδὲ ἀπὸ τοῦ οἰκοδεσπότου μόνου ἐνδίδοται, ἀλλὰ πολλαί εἰσιν ἀρχαὶ αὐτοῦ καθολικώτεραι ἢ κατὰ τὸν οἰκοδεσπότην. Ἔτι δὲ ἡ τοιαύτη μέθοδος τεχνικήν τινα εἰσάγει καὶ ἀνθρωπίνην τὴν περὶ τὸν ἴδιον δαίμονα πραγματείαν· οὐδὲν ἄρα ὑγιὲς ἐν τούτοις διαπορεῖς.

[6]  Εἰ δὲ δεῖ σοι τὸν ἀληθῆ περὶ τοῦ οἰκείου δαίμονος λόγον ἀποκαλύψαι, οὐκ ἀφ' ἑνὸς μέρους τῶν ἐν τῷ οὐρανῷ οὐδ' ἀπό τινος στοιχείου τῶν ὁρωμένων ἀπονέμεται ἡμῖν οὗτος, ἀφ' ὅλου δὲ τοῦ κόσμου καὶ τῆς παντοδαπῆς ἐν αὐτῷ ζωῆς καὶ τοῦ παντοδαποῦ σώματος, δι' ὧν ἡ ψυχὴ κάτεισιν ἐπὶ τὴν γένεσιν, ἀπομερίζεταί τις ἡμῖν μοῖρα ἰδία πρὸς ἕκαστον τῶν ἐν ἡμῖν ἀπομεριζομένη κατ' ἰδίαν ἐπιστασίαν. Οὗτος δὴ οὖν ὁ δαίμων ἕστηκεν ἐν παραδείγματι πρὸ τοῦ καὶ τὰς ψυχὰς κατιέναι εἰς γένεσιν· ὃν ἐπειδὰν ἕληται ἡ ψυχὴ ἡγεμόνα, εὐθὺς ἐφέστηκεν ὁ δαίμων ἀποπληρωτὴς τῶν βίων τῆς ψυχῆς, εἰς τὸ σῶμά τε κατιοῦσαν αὐτὴν συνδεῖ πρὸς τὸ σῶμα, καὶ τὸ κοινὸν ζῷον αὐτῆς ἐπιτροπεύει, ζωήν τε τὴν ἰδίαν τῆς ψυχῆς αὐτὸς κατευθύνει, καὶ ὅσα λογιζόμεθα, αὐτοῦ τὰς ἀρχὰς ἡμῖν ἐνδιδόντος διανοούμεθα, πράττομέν τε τοιαῦτα οἷα ἂν αὐτὸς ἡμῖν ἐπὶ νοῦν ἄγῃ, καὶ μέχρι τοσούτου κυβερνᾷ τοὺς ἀνθρώπους, ἕως ἂν διὰ τῆς ἱερατικῆς θεουργίας θεὸν ἔφορον ἐπιστήσωμεν καὶ ἡγεμόνα τῆς ψυχῆς· τότε γὰρ ἢ ὑποχωρεῖ τῷ κρείττονι, ἢ παραδίδωσι τὴν ἐπιστασίαν, ἢ ὑποτάττεται ὡς συντελεῖν εἰς αὐτόν, ἢ ἄλλον τινὰ τρόπον ὑπηρετεῖ αὐτῷ ὡς ἐπάρχοντι.

[7]  Ἀπὸ δὴ τούτων ῥᾳδίως ἀποκρινοῦμαί σοι καὶ πρὸς τὸ ἐφεξῆς ἐρώτημα. Οὐ γάρ τινος τῶν ἐν ἡμῖν μέρους, πάντων δ' ἅπαξ ἁπλῶς ἡγεῖται, διήκει τε ἐπὶ πᾶσαν τὴν ἐφ' ἡμῖν ἀρχήν, ὥσπερ ἀφ' ὅλων τῶν ἐν τῷ παντὶ διατάξεων ἀπονενέμηται. Καὶ γὰρ ὅπερ σὺ παρατίθεσαι τεκμήριον τὸ περὶ τῶν κατὰ μέρη τοῦ σώματος ἐφεστηκότων δαιμόνων ὑγείας καὶ τοῦ εἴδους καὶ τῆς ἕξεως τῆς ἐν αὐτοῖς ὄντων συνοχέων καὶ ἑνὸς τοῦ ἐπὶ πᾶσι κοινῶς ἐπιβεβηκότος προστάτου, τοῦτο ποιοῦ δεῖγμα τῆς εἰς ἕνα δαίμονα πάντων τῶν ἐν ἡμῖν ἀνηκούσης προστασίας· μὴ τοίνυν διαίρει τὸν μὲν σώματος τὸν δὲ ψυχῆς τὸν δὲ νοῦ δαίμονα. Καὶ γὰρ ἄτοπον εἰ τὸ μὲν ζῷον ἕν ἐστιν, ὁ δὲ ἐφεστηκὼς αὐτῷ δαίμων πολυειδής· καίτοι πανταχοῦ τὰ ἄρχοντα τῶν ἀρχομένων ἐστὶν ἁπλούστερα· ἀτοπώτερον δ' ἔτι τούτου εἰ μηδὲ συμφυῆ διῃρημένα δ' ἔσται χωρὶς ἀπ' ἀλλήλων τὰ ἐπάρχοντα μόρια τῶν πολλῶν δαιμόνων. Ποιεῖς δὲ καὶ ἐν αὐτοῖς ἐναντίωσιν τῶν μὲν ὡς ἀγαθῶν τῶν δὲ ὡς φαύλων, οὐδαμοῦ τῶν κακῶν ἡγεμονικὴν ἐχόντων λῆξιν οὐδὲ ἰσαξίως ἀντιδιαιρουμένων τοῖς ἀγαθοῖς.

[8]  Ἔπειτα τούτων ἀποστὰς ἐπὶ μὲν τὴν φιλόσοφον ἀπολισθάνεις δόξαν, ἀνατρέπεις δὲ τὴν ὅλην περὶ τοῦ ἰδίου δαίμονος ὑπόθεσιν. Εἰ γὰρ μέρος ἐστὶ τῆς ψυχῆς, οἷον τὸ νοερόν, καὶ οὗτός ἐστιν εὐδαίμων ὁ τὸν νοῦν ἔχων ἔμφρονα, οὐκέτι ἐστὶν ἑτέρα τάξις οὐδεμία κρείττων ἢ δαιμόνιος, ἐπιβεβηκυῖα τῆς ἀνθρωπίνης ὡς ὑπερέχουσα. Μέρη δέ τινα τῆς ψυχῆς ἢ δύναμις διῃρημένως κυριωτέρα ἔσται τῶν πλειόνων εἰδῶν τῆς ἐν ἡμῖν ζωῆς, καὶ ταῦτα συμφυῶς ἀλλ' οὐχ ὡς ἐξῃρημένα κατὰ φύσιν ἡμῶν τῆς ὅλης συστάσεως ἐπάρχοντα.

[9]  Μνημονεύεις τοίνυν μετὰ τοῦτο καὶ ἄλλης πραγματείας περὶ τὸν ἴδιον δαίμονα, τῆς μὲν ὡς πρὸς δύο τῆς δὲ ὡς πρὸς τρεῖς ποιουμένης τὴν θεραπείαν. Αὕτη δ' ἐστὶ πᾶσα διημαρτημένη. Τὸ γὰρ διαιρεῖν ἀλλὰ μὴ εἰς ἓν ἀνάγειν τὰ ἐφεστηκότα ἡμῖν αἴτια ψεῦδός ἐστι, καὶ διαμαρτάνει τῆς ἐν πᾶσιν ἐπικρατούσης ἑνώσεως. Καὶ ἡ μερίζουσα δ' αὐτὸν εἰς τὸ σῶμα δόξα καὶ τὴν τοῦ σώματος προστασίαν, εἰς μέρος τι τὸ βραχύτατον αὐτοῦ καθέλκει τὴν ἡγεμονίαν. Ὥστε τί δεῖ τὰς ἐχομένας τῆς τοιαύτης δόξης ἱερουργίας ἐπισκοπεῖν, αὐτῆς τῆς πρώτης αὐτῶν ἀρχῆς σαθρᾶς οὔσης; εἷς μὲν οὖν ἐστι καθ' ἕκαστον ἡμῶν ὁ οἰκεῖος προστάτης δαίμων, κοινὸν δὲ ἢ τὸν αὐτὸν πάντων ἀνθρώπων οὐ δεῖ αὐτὸν ὑπολαμβάνειν, οὐδ' αὖ κοινὸν μὲν ἰδίως δὲ ἑκάστῳ συνόντα· ἡ γὰρ κατ' εἶδος ἕκαστον διαίρεσις καὶ ἡ τῆς ὕλης ἑτερότης οὐκ ἐπιδέχεται τὴν τῶν καθ' αὑτὰ ἀσωμάτων κοινότητά τε καὶ ταὐτότητα. Διὰ τί οὖν κοινῇ κλήσει καλεῖται ὑπὸ πάντων; ὅτι καθ' ἕνα τὸν κύριον θεὸν τῶν δαιμόνων ἡ κλῆσις αὐτῶν γίγνεται, ὃς ἐξ ἀρχῆς τε ἀφώρισε τοὺς ἰδίους δαίμονας ἑκάστοις, καὶ δὴ καὶ ἐν ταῖς ἱερουργίαις ἀναφαίνει κατὰ τὴν ἰδίαν βούλησιν τοὺς ἰδίους ἑκάστοις. Ἀεὶ γὰρ ἐν τῇ θεουργικῇ τάξει διὰ τῶν ὑπερεχόντων τὰ δεύτερα καλεῖται· καὶ ἐπὶ τῶν δαιμόνων τοίνυν εἷς κοινὸς ἡγεμὼν τῶν περὶ τὴν γένεσιν κοσμοκρατόρων καταπέμπει τοὺς ἰδίους δαίμονας ἑκάστοις. Ἐπειδὰν μέντοι παραγίγνηται ὁ οἰκεῖος ἑκάστῳ, τότε καὶ τὴν ἰδίαν θεραπείαν ἑαυτοῦ καὶ τὸ σφέτερον ὄνομα ἐκφαίνει, τρόπον δὲ τῆς ἰδίας κλήσεως τὸν ἴδιον παραδίδωσιν.

[10]  Καὶ αὕτη τάξις ἐστὶν ἡ πρόσφορος τῶν δαιμόνων· ἡ μὲν συγγενὴς οὖσα τοῖς καλουμένοις, ἡ δ' ἀπὸ τῶν πρεσβυτέρων αἰτίων καθήκουσα, τρίτη δὲ κοινὴν ποιουμένη τὴν ἀπ' ἀμφοτέρων τούτων συντέλειαν. Μὴ τοίνυν ἀφομοίου τὰς θείας κλήσεις ταῖς ἀνθρωπίναις μηδὲ τὰς ἀρρήτους ταῖς ῥηταῖς, μηδὲ τὰς πρὸ παντὸς ὅρου καὶ παντὸς ἀορίστου τρόπου ταῖς παρ' ἀνθρώποις παράβαλλε ὡρισμέναις ἢ ἀορίστοις προστάξεσιν. Οὐδὲν γὰρ ἔχει κοινὸν τὰ παρ' ἡμῖν τῷ ὅλῳ γένει καὶ καθ' ὅλην τὴν τάξιν ὑπερέχουσιν ἡμῶν καὶ τοῖς ὅλης τῆς οὐσίας ἡμῶν καὶ φύσεως ἐπάρχουσιν· ἀλλ' ἐνταῦθα καὶ μάλιστα σφάλματα συμβαίνει τοῖς ἀνθρώποις τὰ μέγιστα, ἡνίκα ἂν ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας συλλογίζωνταί τι περὶ τῶν δαιμονίων ἐπιστασιῶν, καὶ τοῖς μικροῖς καὶ οὐδενὸς ἀξίοις καὶ διῃρημένοις τὰ μεγάλα καὶ ἀξιόλογα καὶ τέλεια τεκμαίρονται. Τοσαῦτα καὶ περὶ τοῦ ἰδίου δαίμονος πρὸς σὲ ἀποκρινόμεθα πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις.