Περί του το χείρον τω κρείττονι φίλειν επιτίθεσθαι

Περὶ τοῦ τὸ χείρον τῷ κρείττονι φίλειν ἐπιτίθεσθαι
Συγγραφέας:


Philonis Alexandrini, Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland, Vol. I, p. 258-298, Berolini 1896.

Περὶ τοῦ τὸ χείρον τῷ κρείττονι φίλειν ἐπιτίθεσθαι
(Quod deterius potiori insidiari soleat)


I - II - III - IV - V - VI - VII - VIII - IX - X - XI - XII - XIII - XIV - XV - XVI - XVII - XVIII - XIX - XX - XXI - XXII - XXIII - XXIV - XXV - XXVI - XXVII - XXVIII - XXIX - XXX - XXXI - XXXII - XXXIII - XXXIV - XXXV - XXXVI - XXXVII - XXXVIII - XXXIX - XL - XLI - XLII - XLIII - XLIV - XLV - XLVI - XLVII - XLVIII

1 ”Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν ἐπὶ τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν” (Gen. 4, 8). ὃ βούλεται ὁ Κάιν τοιοῦτόν ἐστιν, ἐκ προκλήσεως τὸν Ἄβελ εἰς συζήτησιν ἀγαγὼν εἰκόσι καὶ πιθανοῖς σοφίσμασιν ἑλεῖν ἀνὰ κράτος· τὸ γὰρ πεδίον, εἰς ὃ προτρέπεται παραγενέσθαι, σημεῖον ἁμίλλης καὶ διαμάχης εἶναί φαμεν ἀπὸ τῶν προφανῶν τεκμαιρόμενοι περὶ τῶν ἀδήλων. 2 ὁρῶμεν γὰρ τοὺς πλείστους τῶν ἀγώνων κατά τε πόλεμον καὶ κατ’ εἰρήνην ἐν πεδίοις συνισταμένους· ἐν εἰρήνῃ μὲν οὖν ὅσοι τοὺς γυμνικοὺς ἄθλους διαθλοῦσι, στάδια καὶ λεωφόρα πεδία μεταδιώκουσι, κατὰ δὲ τὸν πόλεμον τὰς πεζομαχίας καὶ ἱππομαχίας οὐκ ἐν γεωλόφοις ἔθος ἐστὶ ποιεῖσθαι· πλείους γὰρ ἐκ τῆς ἀνεπιτηδειότητος τῶν χώρων αἱ βλάβαι, ὧν ἀντεπιφέρουσιν ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν.

 

3 σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν πεδίῳ θεωρεῖται· “ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια” (Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι φιλονεικίας σημεῖον τὸ πεδίον ¦ ἐστί. 4 καλεῖ δὲ αὐτὰς <διὰ τί>; “ὁρῶ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν” ἔφη “ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ” (Gen. 31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται καὶ προσηγόρευται Λάβαν. 5 καὶ ὅσοι δὲ ἐν μέρει λόγου τοῦ προκόπτοντος κατὰ τὸν πατέρα κοσμοῦνται, τὰς ψυχῆς ἀλόγους φορὰς μεταδιδάσκουσιν ἐκλεξάμενοι ἐπιτήδειον τόπον τὸ πεδίον. λέγεται γὰρ τῷ Ἰωσήφ· “οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ Πορευθεὶς ἴδε, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανωμένων ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος Τί ζητεῖς; ὁ δὲ εἶπε Τοὺς ἀδελφούς μου ζητῶ, ἀνάγγειλόν μοι ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος Ἀπήρκασιν ἐντεῦθεν· ἤκουσα γὰρ αὐτῶν λεγόντων Πορευθῶμεν εἰς Δωθαείμ” (Gen. 37, 13‑17).

 

6 ὅτι μὲν οὖν ἐν πεδίῳ τῶν ἐν αὐτοῖς ἀλόγων δυνάμεων ποιοῦνται τὴν ἐπιστασίαν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων. ὁ δὲ Ἰωσὴφ πέμπεται πρὸς αὐτούς, ἐπεὶ τὴν τοῦ πατρὸς ἐπιστήμην αὐστηροτέραν οὖσαν ἀδυνατεῖ φέρειν, ἵνα μάθῃ παρὰ τιθασωτέροις ὑφηγηταῖς τὰ πρακτέα καὶ συνοίσοντα· κέχρηται γὰρ δόγματι ἐκ διαφερόντων συνυφασμένῳ, πάνυ ποικίλῳ καὶ πολυπλόκῳ, παρὸ καὶ χιτῶνα κατεσκευάσθαι ποικίλον φησὶν ὁ νομοθέτης αὐτῷ (Gen. 37, 3), δηλῶν ὅτι λαβυρινθώδους καὶ δυσεκλύτου δόξης ἐστὶν εἰσηγητής· 7 πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ¦ ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια· 8 καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι – τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων λόγον ἔχειν – , ἀλλὰ κατὰ τὸ ἐκ πάντων ἄθροισμα.

 

9 ταύτην οὖν τὴν δόξαν πέμπεται μεταδιδαχθησόμενος πρὸς ἄνδρας μόνον τὸ καλὸν ἀγαθὸν νομίζοντας, ὃ ψυχῆς ὡς ψυχῆς ἐστιν ἴδιον, τὰ δ’ ἐκτὸς καὶ περὶ σῶμα πλεονεκτήματα λεγόμενα μόνον, οὐ πρὸς ἀλήθειαν ὄντα, ἀγαθὰ πεπιστευκότας. “ἰδοὺ” γάρ φησιν “οἱ ἀδελφοί σου ποιμαίνουσι” καὶ ἄρχουσι παντὸς ἀλόγου μέρους τῶν ἐν αὐτοῖς “ἐν Συχέμ” (Gen. 37, 13)· ὦμος δὲ ἑρμηνεύεται, τλητικοῦ σημεῖον πόνου· βαστάζουσι γὰρ ἄχθος μέγιστον οἱ φιλάρετοι, τὴν πρὸς σῶμα καὶ τὴν σώματος ἡδονὴν καὶ πάλιν αὖ τὴν πρὸς τὰ ἐκτὸς καὶ τὰς ἀπ’ αὐτῶν ἐγγινομένας τέρψεις ἀντίταξιν. 10 “δεῦρο οὖν ἀποστείλω σε πρὸς αὐτούς” (ibid.), τουτέστι μετακλήθητι καὶ πρόσελθε τῇ διανοίᾳ λαβὼν ὁρμὴν ἑκούσιον εἰς τὸ τὰ ἀμείνω μαθεῖν. ἀλλ’ ἄχρι γε τοῦ παρόντος ἐπιμορφάζεις ὡς παιδείαν δεξάμενος τὴν ἀληθῆ· μήπω γὰρ παρὰ σαυτῷ τοῦτο ὡμολογηκὼς ἕτοιμος εἶναι λέγεις ἀναδιδάσκεσθαι, ὅταν φῇς “ἰδοὺ ἐγώ,” ἐξ οὗ μοι δοκεῖς εἰκαιότητα καὶ εὐχέρειαν ἀπελέγχειν σεαυτοῦ μᾶλλον ἢ πρὸς τὸ μαθεῖν ἑτοιμότητα μηνύειν. τεκμήριον δέ, εὑρήσει σε μικρὸν ὕστερον ὁ ἀληθινὸς ἄνθρωπος πλανώμενον ἐν τῇ ὁδῷ (Gen. 37, 15), οὐκ ἂν πλανηθέντα, εἰ ἀπὸ γνώμης ὑγιοῦς ἐπὶ τὴν ἄσκησιν ἦλθες. 11 καὶ μὴν ὅ γε προτρεπτικὸς λόγος τοῦ πατρὸς ἀνάγκην ἐπιτίθησιν οὐδεμίαν, ἵνα ἐθελουργὸς καὶ αὐτοκέλευστος ἐπιτηδεύῃς τὰ βελτίω, φησὶ γάρ· “πορευθεὶς ἴδε,” θέασαι καὶ κατανόησον καὶ πάνυ ἀκριβῶς περίσκεψαι τὸ πρᾶγμα· εἰδέναι γάρ σε δεῖ περὶ ὃ μέλλεις πονεῖσθαι πρότερον, εἶτ’ αὖθις ἐπὶ τὴν ἐπιμέλειαν αὐτοῦ χωρεῖν. 12 ὅταν μέντοι διακύψῃς καὶ περιαγαγὼν ὄμμα ὅλον δι’ ὅλων καταθεάσῃ, προσεξέτασον καὶ τοὺς ἐπιθεμένους ἤδη καὶ ἀσκητὰς αὐτοῦ γεγονότας, εἰ τοῦτο δρῶντες “ὑγιαίνουσιν” ἀλλὰ μὴ μεμήνασι, καθάπερ οἱ φιλήδονοι διασύροντες καὶ ἐπιχλευάζοντες νομίζουσι. μήτε δὲ τὴν θέαν τοῦ πράγματος μήτε τὴν περὶ τοῦ ὑγιαίνειν τοὺς ἀσκητὰς διάγνωσιν βεβαιώσῃ παρὰ σεαυτῷ, πρὶν “ἀναγγεῖλαι” καὶ ἀνενεγκεῖν τῷ πατρί· γνῶμαι γὰρ αἱ μὲν τῶν ἄρτι μανθάνειν ἀρχομένων ἄστατοι καὶ ἀνίδρυτοι, πάγιοι δ’ αἱ τῶν προκεκοφότων, ¦ ἀφ’ ὧν τὸ ἀκλινὲς κἀκείνους λαμβάνειν ἀναγκαῖον.

 

13 Τοῦτον, ὦ διάνοια, τὸν τρόπον ἐὰν ἐρευνᾷς τοὺς ἱεροφαντηθέντας λόγους μὲν θεοῦ, νόμους δὲ ἀνθρώπων θεοφιλῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀνάξιον τοῦ μεγέθους αὐτῶν ἀναγκασθήσῃ παραδέχεσθαι. αὐτὸ γὰρ τοῦτο, περὶ οὗ νῦν ὁ λόγος ἐστί, πῶς ἄν τις τῶν εὖ φρονούντων παραδέξαιτο; ἆρα τοσαύτην σπάνιν οἰκετῶν ἢ ὑπηρετῶν εἰκὸς εἶναι τῷ βασιλέως ἔχοντι περιουσίαν Ἰακώβ, ὡς υἱὸν ἐπὶ τὴν ξένην ἐκπέμπειν διαγγελοῦντα περὶ τῶν ἄλλων παίδων, εἰ ὑγιαίνουσι, καὶ προσέτι τῶν θρεμμάτων; 14 ὁ πάππος αὐτοῦ χωρὶς τοῦ πλήθους τῶν αἰχμαλώτων, οὓς ἐννέα βασιλεῖς καθελὼν ἀπήγαγεν, ὑπὲρ τριακοσίους ἔσχεν οἰκότριβας· μεμείωται δὲ τῆς οἰκίας οὐδέν, ἀλλὰ χρόνου προϊόντος πάντα διὰ πάντων ἔλαβεν αὔξησιν. οὐκ ἂν οὖν ἀφθόνου θεραπείας ὑπαρχούσης υἱὸν ἠξίου πέμπειν, οὗ μάλιστα ἐκήδετο, ἐπὶ πρᾶξιν, ἣν καὶ τῶν εὐτελεστάτων ἄν τις ῥᾳδίως κατώρθωσεν.  

15 ἀλλ’ ὁρᾷς ὅτι καὶ τὸ χωρίον, ὅθεν αὐτὸν ἐκπέμπει, περιττῶς ἀναγράφει μόνον οὐκ ἐναργῶς προτρέπων ἀφίστασθαι τοῦ ῥητοῦ· “ἐκ γὰρ τῆς κοιλάδος τῆς Χεβρών” (Gen. 37, 14)· συζυγὴ δὲ καὶ συνεταιρὶς Χεβρὼν καλεῖται συμβολικῶς ἡμῶν τὸ σῶμα, ὅτι συνέζευκται καὶ ὥσπερ ἑταιρίαν καὶ φιλίαν πρὸς ψυχὴν τέθειται· κοιλάδας δὲ ἔχει τὰ αἰσθητήρια, μεγάλας δεξαμενὰς ἁπάντων ὅσα ἐκτὸς αἰσθητά, ἃ τὰς παμπληθεῖς ποιότητας ἐπαντλοῦντα καὶ διὰ τῶν δεξαμενῶν ἐπεισχέοντα τῇ διανοίᾳ κατακλύζει καὶ βύθιον αὐτὴν ἀπεργάζεται. 16 διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας, ὅταν ἐν οἰκίᾳ κοιλάδες χλωρίζουσαι ἢ πυρρίζουσαι φανῶσι, διείρηται τοὺς λίθους, ἐν οἷς γεγόνασιν, ἐξελόντας ἑτέρους ἀντιτιθέναι (Lev. 14, 37 ss.), τουτέστιν, ὅταν διαφέρουσαι ποιότητες, ἃς ἐδημιούργησαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ ἀδελφὰ τούτων πάθη, βαρύνασαι καὶ πιέσασαι τὴν ὅλην ψυχὴν κοιλοτέραν καὶ ταπεινοτέραν αὐτὴν ἑαυτῆς ἐργάσωνται, τοὺς τῆς ἀσθενείας αἰτίους λόγους ἀνελεῖν, ὑγιεινοὺς δὲ δι’ ἀγωγῆς νομίμου ἢ καὶ παιδεύσεως ὀρθῆς ἀντεισαγαγεῖν.  

17 τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· “εὗρε” γάρ φησιν “αὐτὸν ἄνθρωπος ¦ πλανώμενον ἐν τῷ πεδίῳ” (Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν. 18 ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται “δικαίως τὸ δίκαιον διώκειν” (Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα. 19 ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες. 20 μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν ἀναγεγράφθω· 21 πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται – γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν – , τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις.

 

22 τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις. 23 οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ ¦ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν. 24 οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· “τί ζητεῖς” (Gen. 37, 15); ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ; 25 δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο “ποῦ βόσκουσιν” (ib. v. 16), ἀλλὰ “ποῦ ποιμαίνουσιν”· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων ἔχοντες δύναμιν τὰ ἐξηγριωμένα ἡμεροῦσι στέλλοντες τὸ τῶν ἐπιθυμιῶν μέγεθος. 26 εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι.

 

27 διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· “ἀπήρκασιν ἐντεῦθεν” (Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· 28 καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν· “εἰς Δωθαεὶμ πορευθῶμεν” (ibid.) – ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή – , παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ “Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε” (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν “ἐν πεδίῳ” τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ. 29 εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ¦ ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ “ἐξέρχεται μὲν εἰς τὸ πεδίον” (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ. 30 τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· “τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν” (ib. v. 65); ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν. 31 παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· “οὗτος ὁ κύριός μου” (ibid.), τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.

 

32 Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν – κτῆσις γὰρ ἑρμηνεύεται – φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι. 33 πάντα γάρ, τὸ τοῦ λόγου δὴ τοῦτο, κινοῦσι λίθον φάσκοντες· οὐκ οἰκία ψυχῆς τὸ σῶμα; διὰ τί οὖν οἰκίας, ὡς μὴ γένοιτο ἐρείπιος, οὐκ ἐπιμελησόμεθα; οὐκ ὀφθαλμοὶ καὶ ὦτα καὶ ὁ τῶν ἄλλων χορὸς αἰσθήσεων ψυχῆς ὥσπερ τινὲς δορυφόροι καὶ φίλοι; συμμάχους οὖν καὶ φίλους οὐκ ἐν ἴσῳ τιμητέον ἑαυτοῖς; ἡδονὰς δὲ καὶ ἀπολαύσεις καὶ τὰς παρὰ πάντα τὸν βίον τέρψεις τοῖς τεθνεῶσιν ἢ τοῖς ¦ μηδὲ γενομένοις τὸ παράπαν ἀλλ’ οὐχὶ τοῖς ζῶσιν ἡ φύσις ἐδημιούργει; πλοῦτον δὲ καὶ δόξαν καὶ τιμὰς καὶ ἀρχὰς καὶ τὰ ἄλλα ὅσα τοιαῦτα τί παθόντες οὐ ποριούμεθα, ἐξ ὧν οὐ μόνον τὸ ἀσφαλῶς ἀλλὰ καὶ εὐδαιμόνως ζῆν περιγίνεται; 34 μάρτυς δὲ ὁ βίος τούτων· οἱ μὲν γὰρ λεγόμενοι φιλάρετοι ἄδοξοι σχεδὸν ἅπαντες, εὐκαταφρόνητοι, ταπεινοί, τῶν ἀναγκαίων ἐνδεεῖς, ὑπηκόων μᾶλλον δὲ καὶ δούλων ἀτιμότεροι, ῥυπῶντες, ὠχροί, κατεσκελετευμένοι, λιμὸν ὑπ’ ἀσιτίας ἐμβλέποντες, νοσερώτατοι, μελετῶντες ἀποθνῄσκειν· οἱ δ’ αὑτῶν ἐπιμελούμενοι ἔνδοξοι, πλούσιοι, ἡγεμόνες, ἐπαινούμενοι, τιμώμενοι, [πάλιν] ὑγιεινοί, πίονες, ἐρρωμένοι, ἁβροδίαιτοι, θρυπτόμενοι, πόνον οὐκ εἰδότες, ἡδοναῖς συζῶντες διὰ πασῶν τῶν αἰσθήσεων ἐπὶ τὴν πανδεχῆ ψυχὴν τὰ ἡδέα φερούσαις.

 

35 τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια. τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’ ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα ὀχυρώσασθαι· 36 τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος; 37 ὁ τοίνυν Ἄβελ τέχνας μὲν λόγων οὐκ ἔμαθε, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν· οὗ χάριν τὴν εἰς τὸ πεδίον ἄφιξιν ἐχρῆν παραιτήσασθαι καὶ τῆς τοῦ δυσμενοῦς προκλήσεως ἀλογῆσαι· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δ’ οἱ φίλοι προσαγορεύουσι· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι πιστευτέον.

 

38 οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται – σοφισμάτων γὰρ τέχναις καὶ ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται – ¦ φάσκων μὴ εἶναι “εὔλογος” (Exod. 4, 10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς “ἄλογός” ἐστιν (Exod. 6, 12); ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα. 39 καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα “στόμα” καὶ ἑρμηνέα καὶ “προφήτην” (Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· 40 πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται.

 

41 Τοῦτον μὲν οὖν τὸν τρόπον ἐναντιοῦσθαι τοῖς περὶ τὰ δόγματα ἐριστικοῖς χρήσιμον· γεγυμνασμένοι γὰρ περὶ τὰς τῶν λόγων ἰδέας οὐκέτ’ ἀπειρίᾳ σοφιστικῶν παλαισμάτων ὀκλάσομεν, ἐξαναστάντες δὲ καὶ διερεισάμενοι τὰς ἐντέχνους αὐτῶν περιπλοκὰς εὐμαρῶς ἐκδυσόμεθα. οἱ δ’ ἅπαξ εὑρεθέντες σκιαμάχων ἀλλ’ οὐκ ἀγωνιστῶν ἐπιδείκνυσθαι δόξουσι δύναμιν· καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτοὺς μὲν χειρονομοῦντες εὐδοκιμοῦσι, πρὸς δ’ ἅμιλλαν ἐλθόντες οὐ μετρίως ἀδοξοῦσιν. 42 εἰ δέ τις τὴν μὲν ψυχὴν ἀρεταῖς ἁπάσαις κεκόσμηται, τέχνας δὲ λόγων οὐκ ἐμελέτησεν, ἡσυχίᾳ χρώμενος ἀσφάλειαν γέρας ἀκίνδυνον εὑρήσεται, παρελθὼν δ’ ὡς Ἄβελ εἰς σοφιστικὸν ἀγῶνα πρὶν διερηρεῖσθαι πεσεῖται. 43 καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ¦ ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο. 44 τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ.

 

45 Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ <ἀποκτενεῖν> ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ. 46 καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν ἐπανατείνεται φάσκων· “ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου” (Gen. 27, 41)· εὔχεται γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι “μὴ καταβῆναι εἰς Αἴγυπτον” (Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ, ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ φονῶντι καὶ δαιμονῶντι ἐκδώσει. 47 διὸ καὶ τὸ ἐπιφερόμενον “ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτὸν” (Gen. 4, 8) κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑποβάλλει, ὅτι Ἄβελ ἀνῄρηται, κατὰ δὲ τὴν ἀκριβεστέραν ἐξέτασιν, ὅτι αὐτὸς ὁ Κάιν ὑφ’ ἑαυτοῦ· ὥσθ’ οὕτως ἀναγνωστέον· “ἀνέστη Κάιν καὶ ἀπέκτεινεν ἑαυτόν,” ἀλλ’ οὐχ ἕτερον. 48 εἰκότως δὲ τοῦτο ἔπαθεν· ἡ γὰρ ἐξ αὑτῆς ἀνελοῦσα ψυχὴ τὸ φιλάρετον καὶ φιλόθεον δόγμα τὸν ἀρετῆς τέθνηκε βίον· ὥσθ’ ὁ Ἄβελ, τὸ παραδοξότατον, ἀνῄρηταί τε καὶ ζῇ· ἀνῄρηται μὲν ἐκ τῆς τοῦ ἄφρονος διανοίας, ζῇ δὲ τὴν ἐν θεῷ ζωὴν εὐδαίμονα. μαρτυρήσει δὲ τὸ χρησθὲν λόγιον, ἐν ᾧ “φωνῇ” χρώμενος καὶ “βοῶν” (Gen. 4, 10) ἃ πέπονθεν ὑπὸ κακοῦ συνδέτου τηλαυγῶς εὑρίσκεται· πῶς γὰρ ὁ μηκέτ’ ὢν διαλέγεσθαι δυνατός;

 

49 Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν ¦ βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα. ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. 50 πρὸς τί δὴ ταῦτ’ εἶπον; ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· “ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί” (Gen. 4, 23). 51 δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45).

 

52 ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· “τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται” (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ “σοί”· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα. 53 τιμὴ δὲ τοῦ μὲν νοῦ <τὸ> διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι – πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα – , τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου. 54 ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν γεννήσαντα <τὸν> κόσμον, ¦ μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν. 55 ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ. 56 ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν, ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι γνωρισθῆναι θεῷ προμηθούμενοι.

 

57 Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες. τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· “ποῦ Ἄβελ ὁ ἀδελφός σου” (Gen. 4, 9); πρὸς ἣν ἀποκρίνεται· “οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ” (ibid.); οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα ἀλλὰ καὶ τὰ μέλλοντα. 58 τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ. 59 ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε ¦ ἀνερωτᾷ “ποῦ ἐστί σοι ἡ ἀρετή”; (Gen. 18, 9) – τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας – , οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ γοῦν ὅτι εἶπεν· “ἰδοὺ ἐν τῇ σκηνῇ” τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ. 60 χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ – εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα – . παρὸ καὶ τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ ᾐτήσατο.

 

61 τούτῳ μὲν οὖν ἡ ἀπόκρισις ἔπαινον ἤνεγκεν ὁμολογοῦντι μηδὲ τὴν ἀρετὴν ἄνευ θείας ἐπιφροσύνης ἱκανὴν ἐξ ἑαυτῆς ὠφελεῖν εἶναι, τῷ δὲ Κάιν ἀκολούθως ψόγον φάσκοντι μὴ εἰδέναι, ποῦ ὁ δολοφονηθείς ἐστι παρ’ αὐτοῦ· δόξει γὰρ τὸν ἀκούοντα ἀπατήσειν ὡς οὐ πάντα διορῶντα καὶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι προκατειληφότα· ἔκθεσμος δὲ καὶ ἔκφυλος πᾶς ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν. ὁ δέ γε καὶ ἐπινεανιεύεται φάσκων· 62 “μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ” (Gen. 4, 9); πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν. ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης ἐπιδεικνύμενοι φυλακῆς.  

63 καὶ οὐδ’ ἅπασιν ἐξεγένετο τοῖς ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ’ εἴ τινες ἀριθμὸν πεντηκοστὸν ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας λήξεις προκηρύττοντα. “τοῦτο” γάρ φησιν “ἐστὶ τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται ¦ ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται” (Num. 8, 24‑26). 64 οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα – τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος – ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ – ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος – , τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’ ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις. 65 ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ εὐθυβόλως καλεῖ φύλακα. 66 οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι “λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ” (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα. 67 διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ θαυμάσια προειπὼν ἐπιφέρει· “ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν”· εἶθ’ ἑξῆς· “δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ τὸν νόμον σου Ἰσραήλ” (Deut. 33, 9. 10). 68 οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη.

 

¦ 69 “Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς” (Gen. 4, 10). τὸ “τί ἐποίησας” καὶ ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ <τῇ> τοῦ δεδρακότος γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· 70 ζῇ μὲν γάρ, ὡς καὶ πρότερον ἔφην, ὁ τεθνάναι δοκῶν, εἴ γε καὶ ἱκέτης ὢν θεοῦ καὶ φωνῇ χρώμενος εὑρίσκεται, τέθνηκε δὲ ὁ περιεῖναι νομιζόμενος τὸν ψυχικὸν θάνατον, ἀρετῆς καθ’ ἣν ἄξιον μόνην ἐστὶ ζῆν ἀποσχοινισθείς· ὥστε καὶ τὸ “τί ἐποίησας” ἴσον εἶναι τῷ “οὐδὲν ἐποίησας”, οὐδὲν ἤνυσας. 71 οὐδὲ γὰρ ὁ σοφιστὴς Βαλαάμ, μάταιος ὢν ὄχλος ἐναντίων καὶ μαχομένων δοξῶν, βουληθεὶς ἀρὰς τίθεσθαι καὶ βλάπτειν τὸν ἀστεῖον ἴσχυσε, τοῦ θεοῦ τὰς κατάρας εἰς εὐλογίαν τρέποντος (Num. 23, 8), ἵνα καὶ τῆς πανουργίας ἀπελέγξῃ τὸν ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ.

 

72 πεφύκασι δὲ οἱ σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων· ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες, καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες· 73 καὶ ὅμως τὰ ἐναντία τοῖς λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται. 74 πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν; 75 διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν ¦ τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται· 76 εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν. 77 εἶτ’ οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’ ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι. 78 διὸ πᾶς φίλαυτος, ἐπίκλησιν Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος, τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον; οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας ἀνελών.

 

79 Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· “φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς” (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε περὶ τοῦ αἵματος. 80 πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· “ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν” (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει ¦

<τὸν> ἄνθρωπον ὁ ζῳοπλάστης, φησὶν ὅτι “ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν” (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς, ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία. 81 καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. 82 τί οὖν λεκτέον; ἕκαστον ἡμῶν κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ ἄνθρωπον· ἑκατέρῳ δὲ τούτων συγγενὴς δύναμις τῶν κατὰ ψυχὴν ἀποκεκλήρωται, τῷ μὲν ἡ ζωτική, καθ’ ἣν ζῶμεν, τῷ δ’ ἡ λογική, καθ’ ἣν λογικοὶ γεγόναμεν· τῆς μὲν οὖν ζωτικῆς μετέχει καὶ τὰ ἄλογα, τῆς δὲ λογικῆς οὐ μετέχει μέν, ἄρχει δὲ ὁ θεός, ἡ τοῦ πρεσβυτάτου λόγου πηγή.  

83 ἡ μὲν οὖν κοινὴ πρὸς τὰ ἄλογα δύναμις οὐσίαν ἔλαχεν αἷμα, ἡ δὲ ἐκ τῆς λογικῆς ἀπορρυεῖσα πηγῆς τὸ πνεῦμα, οὐκ ἀέρα κινούμενον, ἀλλὰ τύπον τινὰ καὶ χαρακτῆρα θείας δυνάμεως, ἣν ὀνόματι κυρίῳ Μωυσῆς εἰκόνα καλεῖ, δηλῶν ὅτι ἀρχέτυπον μὲν φύσεως λογικῆς ὁ θεός ἐστι, μίμημα δὲ καὶ ἀπεικόνισμα ἄνθρωπος, οὐ τὸ διφυὲς ζῷον, ἀλλὰ τὸ τῆς ψυχῆς ἄριστον εἶδος, ὃ νοῦς καὶ λόγος κέκληται. 84 διὰ τοῦτο σαρκὸς μὲν ψυχήν φησι τὸ αἷμα, εἰδὼς ὅτι ἡ σαρκῶν φύσις νοῦ μὲν οὐ μεμοίραται, ζωῆς δὲ καθάπερ καὶ ὅλον ἡμῶν τὸ σῶμα μετέχει, ἀνθρώπου δὲ ψυχὴν πνεῦμα ὀνομάζει, ἄνθρωπον οὐ τὸ σύγκριμα καλῶν, ὡς ἔφην, ἀλλὰ τὸ θεοειδὲς ἐκεῖνο δημιούργημα, ᾧ λογιζόμεθα, οὗ τὰς ῥίζας εἰς οὐρανὸν ἔτεινε καὶ τῆς ὑστάτης τῶν λεγομένων ἀπλανῶν ἁψῖδος ἐξῆψε. 85 μόνον γὰρ δὴ τῶν ἐπὶ γῆς φυτὸν οὐράνιον ὁ θεὸς ἄνθρωπον εἰργάσατο, τῶν μὲν ἄλλων τὰς κεφαλὰς πηξάμενος ἐν χέρσῳ – κατωκάρα γὰρ πάντα – , ἀνθρώπου δὲ εἰς τὸ ἄνω προαγαγών, ἵνα τὰς τροφὰς ὀλυμπίους καὶ ἀφθάρτους ἀλλὰ μὴ γεώδεις καὶ φθαρτὰς ἔχοι· παρὸ καὶ τοῦ σώματος ἡμῶν τὸ μὲν ὅσον ἀναισθητότατον πλεῖστον ἀποστήσας λογισμοῦ τὰς βάσεις γῇ προσερρίζου, τὰς δὲ νοῦ δορυφόρους αἰσθήσεις καὶ αὐτὸν ἐκεῖνον πορρωτάτω μὲν τῶν περὶ γῆν ἐξῴκισε, ταῖς δὲ ¦ ἀέρος καὶ οὐρανοῦ περιόδοις ἀφθάρτοις οὔσαις ἐνεδήσατο.  

86 μηκέτ’ οὖν ἀπορῶμεν, πῶς ἔννοιαν ἔλαβεν ἄνθρωπος θεοῦ τοῦ ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν – εὐδαιμονίας γὰρ καὶ μακαριότητος ὅρος οὗτος – , ἄνωθεν ἐνέπνει τῆς ἰδίου θειότητος· ἡ δ’ ἀόρατος ἀοράτῳ ψυχῇ τοὺς ἑαυτῆς τύπους ἐνεσφαγίζετο, ἵνα μηδ’ ὁ περίγειος χῶρος εἰκόνος ἀμοιρήσῃ θεοῦ. 87 ὸ δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή, τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους ἀποτελεῖται; 88 ἢ πάλιν δι’ ἀέρος εἰς οὐρανὸν ἀπὸ γῆς ἀνίπτασθαι καὶ τὰς ἐν οὐρανῷ φύσεις ἐξετάζειν, ὡς ἔχουσιν, ὡς κινοῦνται, τίνες ὅροι τῆς κινήσεως ἀρχῆς καὶ τέλους αὐταῖς, πῶς ἀλλήλαις τε καὶ τῷ παντὶ κατά τι συγγενείας δίκαιον ἁρμόζονται; τέχνας τε καὶ ἐπιστήμας ἐπινοῆσαι, ὅσαι τά τε ἐκτὸς δημιουργοῦσι καὶ τὰ περὶ σῶμα καὶ ψυχήν, ὡς ἑκάτερον βελτιωθήσεται, πραγματεύονται, καὶ μυρία ἄλλα, ὧν οὔτε ἀριθμὸν οὔτε φύσιν λόγῳ περιλαβεῖν εὔπορον; 89 μόνον γὰρ αὐτὸ τῶν παρ’ ἡμῖν ὁ νοῦς ἅτε πάντων ὠκυδρομώτατος καὶ τὸν χρόνον, ἐν ᾧ γίνεσθαι δοκεῖ, φθάνει καὶ παραμείβεται, κατὰ ἀοράτους δυνάμεις ἀχρόνως τοῦ τε παντὸς καὶ μερῶν καὶ τῶν τούτων αἰτίων ἐπιψαύων. ἤδη δὲ οὐ μόνον ἄχρι τῶν γῆς καὶ θαλάττης ἀλλὰ καὶ ἀέρος καὶ οὐρανοῦ περάτων ἐλθὼν οὐδ’ ἐνταῦθα ἔστη, βραχὺν ὅρον τοῦ συνεχοῦς καὶ ἀπαύστου δρόμου νομίσας τὸν κόσμον εἶναι, προσωτέρω δὲ χωρῆσαι γλιχόμενος καὶ τὴν ἀκατάληπτον θεοῦ φύσιν, ὅτι μὴ πρὸς τὸ εἶναι μόνον, καταλαβεῖν, ἢν δύνηται. 90 πῶς οὖν εἰκὸς βραχὺν οὕτως ὄντα τὸν ἀνθρώπινον νοῦν μήνιγγι ἢ καρδίᾳ, βραχέσιν ὄγκοις, ἐγκατειλημμένον μέγεθος οὐρανοῦ καὶ κόσμου ¦ χωρῆσαι τοσοῦτον, εἰ μὴ τῆς θείας καὶ εὐδαίμονος ψυχῆς ἐκείνης ἀπόσπασμα ἦν οὐ διαιρετόν; τέμνεται γὰρ οὐδὲν τοῦ θείου κατ’ ἀπάρτησιν, ἀλλὰ μόνον ἐκτείνεται. διὸ μεμοιραμένος τῆς ἐν τῷ παντὶ τελειότητος, ὅταν ἐννοῇ κόσμον, τοῖς πέρασι τοῦ παντὸς συνευρύνεται ῥῆξιν οὐ λαμβάνων· ὁλκὸς γὰρ ἡ δύναμις αὐτοῦ.

 

91 Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ “φωνὴν αἵματος βοᾶν” (Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν· τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα. 92 τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες ἀναφθεγγόμεθα. 93 ὁ δὲ ἅτε ἀγαθὸς ὢν καὶ ἵλεως τοὺς ἱκέτας οὐκ ἀποστρέφεται, καὶ μάλισθ’ ὅταν ἐπὶ τοῖς Αἰγυπτίοις ἔργοις καὶ πάθεσι στενάζοντες ἀψευδῶς καὶ ἀπλάστως ἐκβοῶσι· τότε γὰρ ἀναβαίνειν φησὶ Μωυσῆς τοὺς λόγους αὐτῶν πρὸς τὸν θεόν (Exod. 2, 23), τὸν δὲ ἐπακούσαντα ῥύεσθαι τῶν παρεστώτων κακῶν· 94 ταῦτα δὲ πάντα γίνεσθαι, ὅταν ὁ βασιλεὺς Αἰγύπτου τελευτήσῃ· τὸ παραδοξότατον· εἰκὸς γὰρ ἦν ἀποθανόντος τυράννου χαίρειν καὶ γεγηθέναι τοὺς τυραννουμένους· ἀλλὰ τότε λέγονται στενάζειν· “μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραήλ” (ibid.). 95 πρὸς μὲν οὖν τὸ ῥητὸν ἡ λέξις τὸ εὔλογον οὐ περιέχει, πρὸς δὲ τὰς ἐν ψυχῇ δυνάμεις τὸ κατ’ αὐτὴν ἀκόλουθον εὑρίσκεται. ὁ γὰρ ἀνασκιδνὰς καὶ ἀπορρίπτων τὰς περὶ τῶν καλῶν δόξας ὅταν ἐν ἡμῖν ζωπυρῆται Φαραὼ καὶ ὑγιαίνειν δοκῇ, εἰ δή τινα τῶν φαύλων ὑγιαίνειν λεκτέον, τὴν ἡδονὴν ἀποδεχόμεθα ἐγκράτειαν πέραν ὅρων ἐλαύνοντες· ὅταν δὲ ἀπόκρατος γένηται καὶ τρόπον τινὰ τελευτήσῃ ὁ τοῦ βδελυρῶς καὶ ἀσελγῶς ζῆν αἴτιος, τὸν σώφρονα ἐναυγασθέντες βίον μετακλαίομεν καὶ μεταστένομεν τῆς παλαιᾶς διαίτης ἑαυτούς, ὅτι ἡδονὴν ἀρετῆς προτιμήσαντες θνητὸν βίον ἀθανάτῳ ἐπεζεύξαμεν· λαβὼν δ’ οἶκτον τῆς συνεχοῦς ἡμῶν ὀλοφύρσεως ὁ μόνος ¦ εὐμενὴς προσίεται ψυχὰς ἱκέτιδας, τὸν δὲ ἐπισεισθέντα τῶν παθῶν Αἰγύπτιον σκηπτὸν ῥᾳδίως ἀπωθεῖται.

 

96 Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· “καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς” (Gen. 4, 11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης. 97 ἕως μὲν γὰρ τὰ αἰσχρὰ μόνον ἐννοοῦμεν κατὰ ψιλὴν τοῦ νοῦ φαντασίαν, τότε τῆς διανοίας <οὔκ> ἐσμεν ὕποχοι, δύναται γὰρ καὶ ἀκουσίως ἡ ψυχὴ τρέπεσθαι· ὅταν δὲ προσγένηται τοῖς βουλευθεῖσιν ἡ πρᾶξις, ὑπαίτιον γίνεται καὶ τὸ βουλεύσασθαι, τὸ γὰρ ἑκουσίως διαμαρτάνειν ταύτῃ μάλιστα διαγνωρίζεται. 98 κατάρατον δέ φησι τὸν νοῦν οὐκ ἀπ’ ἄλλου τινὸς ἢ ἀπὸ τῆς γῆς ἔσεσθαι· τῶν γὰρ χαλεπωτάτων αὐτοῦ συμφορῶν τὸ περὶ ἕκαστον ἡμῶν γεῶδες αἴτιον εὑρίσκεται· τὸ γοῦν σῶμα ἢ νόσῳ χρησάμενον τὰς ἀφ’ ἑαυτοῦ προσβαλὸν κῆρας ἄσης καὶ ἀδημονίας αὐτὸν ἐνέπλησεν ἢ πιανθὲν ἀμέτρως ἀπολαύσει ἡδονῶν ἀμβλυτέρας τὰς εἰς τὸ καταλαμβάνειν ἀκμὰς ἀπειργάσατο. 99 καὶ μὲν δὴ ἑκάστη τῶν αἰσθήσεων δεκτικὴ βλάβης ἐστίν· ἢ γὰρ κάλλος ἰδὼν ἔρωτος ἐτρώθη δεινοῦ πάθους βέλεσιν ἢ θάνατον ἀκούσας γένει προσήκοντός τινος ὑπὸ λύπης ἐκάμφθη· πολλάκις δὲ καὶ γεῦσις αὐτὸν κατέβαλεν ἀηδέσι χυλοῖς αἰκισαμένη ἢ πλήθει ἡδέων βαρύνασα· τῶν μὲν γὰρ πρὸς συνουσίαν οἴστρων τί δεῖ μεμνῆσθαι; πόλεις ὅλας καὶ χώρας καὶ κλίματα μεγάλα γῆς οὗτοι διέφθειραν, ὧν μάρτυς ἡ ποιητῶν καὶ συγγραφέων πληθὺς σχεδὸν ἅπασα.

 

100 τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· “ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου” (Gen. 4, 11). χαλεπὸν γὰρ διοιχθῆναί τε καὶ ἀνευρυνθῆναι τὰ τῶν αἰσθήσεων στόμια, ὡς ἀχανέσιν αὐτοῖς τὴν τῶν αἰσθητῶν φορὰν ποταμοῦ πλημμυροῦντος δίκην ἐπιχεῖσθαι, μηδενὸς τὴν βίαιον ὁρμὴν ἀνωθοῦντος· τότε γὰρ ἐγκαταποθεὶς ὁ νοῦς τοσούτῳ κλύδωνι βύθιος εὑρίσκεται, μηδ’ ὅσον ἀνανήξασθαι καὶ ὑπερκῦψαι δυνάμενος. 101 ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός, μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά· μηδ’ ὅτι γεύσεώς ¦ σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε· 102 μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’ ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι. 103 διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας δεσμοῖς· “ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται” φησὶ Μωυσῆς ἐν ἑτέροις (Num. 19, 15) “ἀκάθαρτα εἶναι,” ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν δέξασθαί τε αὐτὰ καὶ χωρῆσαι ἐπ’ ὀλέθρῳ τοῦ φιλοθέου δόγματος Ἄβελ.

 

104 Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει· γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ, κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’ ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα. 105 τούτου χάριν ὁ νομοθέτης τῷ δικαίῳ Νῶε τὴν γεωργικὴν ἀνῆψε τέχνην (Gen. 9, 20), ἐκδιδάσκων ὅτι καθάπερ γεωργὸς ἀγαθὸς ὁ σπουδαῖος τῆς τε ἀγρίας ὕλης τὰ μὲν ὅσα βλαβερὰ ἔρνη πρὸς παθῶν ἢ κακιῶν φυτευθέντα ἐκκόπτει, τὰ δ’ ὅσα μὴ καρποτόκα μὲν δύναται δὲ ἀντὶ τείχους φραγμὸς εἶναι ψυχῆς ὀχυρώτατος ἐᾷ, καὶ πάλιν αὖ τῆς ἡμέρου πάσης κατὰ διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τρόπους ἐπιμελεῖται, τῶν μὲν ἀφαιρῶν, τοῖς δὲ προστιθείς, καὶ τὰ μὲν εἰς μέγεθος αὔξων, τὰ δὲ εἰς βραχύτητα συντέμνων· 106 ἤδη δὲ καὶ ἄμπελον ἰδὼν εὐθηνοῦσαν τὰς κληματίδας ἔτεινε κατὰ γῆς, τάφρους ὀρυξάμενος καὶ τὸν χοῦν αὖθις ἐπενεγκών· αἱ δ’ ἀντὶ ¦ μερῶν ὅλαι καὶ ἀντὶ θυγατέρων μητέρες οὐκ εἰς μακρὰν ἐγίνοντο, ἔτι καὶ τῆς φύσει μητρὸς ἀποδύσασαι τὸ γῆρας· παυσαμένη γὰρ τοῦ διανέμειν καὶ κατακερματίζειν τὴν τροφὴν πολλοῖς ἐκγόνοις ἅτε ἱκανοῖς γεγονόσιν ἐξ ἑαυτῶν τρέφεσθαι, παρ’ ἣν αἰτίαν λιμώττουσα ἠσθένει, μόλις διακορὴς ἐγένετο, ὡς πιανθεῖσαν πάλιν ἀνηβῆσαι. 107 ἕτερον δὲ ἐθεασάμην, ὃς τῶν ἡμέρων δένδρων οὐκ εὐγενὲς ὃ μὲν ὑπερεῖχε τῆς γῆς ἔρνος ἔτεμε, μικρὸν δ’ ὅσον πρὸς αὐταῖς ῥίζαις ἀνέχον εἴασε, λαβὼν δ’ ἀπ’ εὐγενοῦς ἑτέρου κλάδον εὐφυᾶ τὸν μὲν ἄχρι τῆς ἐντεριώνης καθ’ ἓν μέρος ἀπέξεσε, τὸ δὲ πρὸς ταῖς ῥίζαις οὐ κατὰ πολλοῦ βάθους ἐντεμών, ἀλλ’ ὥστε διαστῆσαι μόνον τὴν ἕνωσιν, τὸ ἀπεξεσμένον ὑπενεγκὼν ἐνηρμόσατο τῷ διαστήματι· 108 ἐξ ὧν ἀμφοτέρων μία δένδρου φύσις ἡνωμένη γίνεται, ἑκατέρου μέρους ἀντίδοσιν τῆς ὠφελείας θατέρῳ ποιουμένου· αἱ μὲν γὰρ ῥίζαι τὸν ἐφαρμοσθέντα τρέφουσι καὶ κωλύουσιν ἀφαυαίνεσθαι κλάδον, ὁ δ’ εὐκαρπίαν ἀμοιβὴν τροφῆς ἀντιχαρίζεται ταύταις. ἔστι δὲ καὶ ἄλλα μυρία τῶν κατὰ γεωργίαν τεχνικὰ ἔργα, ὧν περιττὸν ἐν τῷ παρόντι μεμνῆσθαι· τοῦ γὰρ διαφορὰν ἐνδείξασθαι μόνον ἐργάτου γῆς καὶ γεωργοῦ χάριν ταῦτ’ ἐμηκύναμεν.

 

109 ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ δὲ σπουδαίῳ – τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν – ἡ ὕλη πᾶσα τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται. 110 ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι, μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται. 111 τὸν μὲν δὴ τρόπον τοῦτον τὰ τῆς ἀγρίας ὕλης τιθασεύεται, τῶν δ’ ἡμέρων καὶ καρποτόκων ἀρετῶν τὰ φυτὰ πάντα βλαστὰ μὲν ἔχει τὰ ἐπιτηδεύματα, καρπὸν δὲ τὰς καλὰς πράξεις· ὧν ἕκαστον ἡ γεωργικὴ ψυχῆς τέχνη συναύξει καὶ τό γε ἐφ’ ἑαυτὴν ἧκον μέρος ἀπαθανατίζει ταῖς ἐπιμελείαις.

 

112 Ἐναργῶς οὖν ἐπιδέδεικται γεωργὸς μὲν ὁ ἀστεῖος, γεωπόνος δὲ ὁ φαῦλος. καὶ εἴθε μέντοι γεωπονοῦντι αὐτῷ προσετίθει τὴν ἰσχὺν τὸ περὶ αὐτὸν γεῶδες, ἀλλὰ μὴ καὶ τῆς ¦ οὔσης ὑφῄρει δυνάμεως· λέγεται γὰρ ὅτι “οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι” (Gen. 4, 12)· 113 ὁποῖός τις ἂν γένοιτο ἄνθρωπος ἐσθίων μὲν ἢ πίνων ἀεί, ἐμπιπλάμενος δὲ μηδέποτε, ἢ ταῖς μετὰ γαστέρα χρώμενος ἡδοναῖς ἐπαλλήλοις καὶ ἔτι ταῖς πρὸς συνουσίαν ὀρέξεσιν ἀκμάζων· ἡ μὲν γὰρ ἔνδεια ἀσθένειαν, ἰσχὺν δ’ ἡ πλήρωσις ἀπεργάζεται· τὸ δ’ ἀκόρεστον ὁ μετ’ ἀφθονίας τῶν ἐπιτηδείων σὺν ἀκρασίᾳ δεινῇ λιμός ἐστιν· ἄθλιοι δ’ ὧν μεστοὶ μὲν οἱ ὄγκοι, κεναὶ δ’ αἱ ἐπιθυμίαι καὶ ἔτι διψῶσαι. 114 ἀλλὰ τοὺς ἐραστὰς ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι “ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν” (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’ ἑκάστης τῶν ἄλλων τὸ κατ’ αὐτὴν ἐνέργημα.

 

115 ταῦτα δὲ ψυχῆς τροφαὶ κυρίως εἰσὶ τῆς θηλάζειν ἱκανῆς, ὡς ὁ νομοθέτης φησί, “μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας” (ibid.), πέτραν τὴν στερεὰν καὶ ἀδιάκοπον ἐμφαίνων σοφίαν θεοῦ, τὴν τροφὸν καὶ τιθηνοκόμον καὶ κουροτρόφον τῶν ἀφθάρτου διαίτης ἐφιεμένων. 116 αὕτη γὰρ οἷα μήτηρ τῶν ἐν κόσμῳ γενομένη τὰς τροφὰς ἐξ ἑαυτῆς εὐθὺς ἤνεγκε τοῖς ἀποκυηθεῖσιν· ἀλλ’ οὐχ ἅπαντα τροφῆς θείας ἠξιώθη, τὰ δ’ ὅσα τῶν ἐκγόνων ἐπάξια τῶν γεννησάντων εὑρίσκετο· πολλὰ γὰρ ἔσθ’ ἃ λιμὸς ἀρετῆς, ὁ τοῦ περὶ τὰ σιτία καὶ ποτὰ σχετλιώτερος, διέφθειρε. 117 φέρεται δ’ ἡ τῆς θείας σοφίας πηγὴ τοτὲ μὲν ἠρεμαιοτέρῳ καὶ πρᾳοτέρῳ ῥεύματι, τοτὲ δὲ αὖ μετ’ ὀξυτέρου τοῦ τάχους καὶ πλείονος φορᾶς τε καὶ ῥύμης· ὅταν μὲν οὖν ἠρέμα κατέρχηται, μέλιτος γλυκαίνει τὸν τρόπον, ὅταν δὲ μετ’ ὠκύτητος, ἀθρόα ὕλη καθάπερ ἔλαιον ψυχικοῦ γίνεται φωτός. 118 τὴν πέτραν ταύτην ἑτέρωθι συνωνυμίᾳ χρώμενος καλεῖ μάννα, τὸν πρεσβύτατον ¦ τῶν ὄντων λόγον θεῖον, ὃς ὀνομάζεται τὸ γενικώτατον τί, ἀφ’ οὗ δύο ἐγκρίδες, ἡ μὲν ἐκ μέλιτος, ἡ δὲ ἐξ ἐλαίου, γίνονται, τουτέστιν ἀγωγαὶ δύο σφόδρα ἀδιάκριτοι καὶ σπουδῆς ἄξιαι, κατ’ ἀρχὰς μὲν γλυκύτητα ἐμποιοῦσαι τῶν ἐπιστήμης θεωρημάτων, αὖθις δὲ καὶ φῶς τηλαυγέστατον ἀπαστράπτουσαι τοῖς μὴ ἁψικόρως κραταιῶς δὲ καὶ παγίως ἐξ ἀδιαστάτου καὶ συνεχοῦς ἐπιμονῆς ἐλλαμβανομένοις ὧν ἐρῶσιν. οὗτοι μὲν οὖν, ὡς ἔφην, “ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἀναβιβάζονται” (Deut. 32, 13).

 

119 Τῷ δὲ ἀθέῳ Κάιν οὐδὲν ἡ γῆ τῶν εἰς εὐτονίαν προστίθησι, καίτοι μηδὲν ἔξω τῶν περὶ αὐτὴν πραγματευομένῳ. διὸ καὶ κατ’ ἀκόλουθον “στένων καὶ τρέμων ἐπὶ τῆς γῆς” εὑρίσκεται (Gen. 4, 12), τουτέστι λύπῃ καὶ φόβῳ χρώμενος. τοιοῦτος δ’ ὁ φαῦλος κακοδαίμονος βίος, τῶν τεττάρων παθῶν τὰ ὀδυνηρότερα ἀποκεκληρωμένος φόβον τε καὶ λύπην, τὴν μὲν τοῦ στένειν, τὸν δὲ τοῦ τρέμειν συνώνυμον· ἀνάγκη γὰρ ἢ παρεῖναί τι κακὸν ἢ μέλλειν γε τῷ τοιούτῳ· τοῦ μὲν οὖν μέλλοντος ἡ προσδοκία φόβον, τοῦ δὲ παρόντος ἡ χρῆσις λύπην ἐγέννησεν. 120 ἀλλ’ ὅ γε μετιὼν ἀρετὴν ἐν εὐπαθείαις ἀναλογούσαις ἐξετάζεται· ἢ γὰρ περιπεποίηται τἀγαθὸν ἢ περιποιήσεται· τὸ μὲν οὖν ἔχειν ἀποτελεῖ χαράν, κτημάτων τὸ κάλλιστον, τὸ δὲ σχήσειν προσδοκᾶν τὴν τροφὴν φιλαρέτων ψυχῶν ἐλπίδα, δι’ ἣν ὄκνον μεθιέμενοι σὺν αὐτοκελεύστῳ ἑτοιμότητι πρὸς τὰ καλὰ τῶν ἔργων ἀπαντῶμεν. 121 ᾗ μὲν οὖν ἀποκεκύηκε δικαιοσύνη ψυχῇ γενεὰν ἄρρενα, τὸν δίκαιον λογισμόν, ταύτης τὰ λυπηρὰ πάντα ἐξῴκισται. μαρτυρήσει δ’ ἡ Νῶε γένεσις – ὃ ἑρμηνεύεται δίκαιος – , ἐφ’ οὗ λέγεται· “οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός” (Gen. 5, 29). 122 πέφυκε γὰρ ἡ δικαιοσύνη πρῶτον μὲν ἀνάπαυλαν ποιεῖν ἀντὶ καμάτου τὰ μεθόρια κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα τούτων ἀδελφά, περὶ ἃ πραγματεύεται τὸ πλεῖστον ἀνθρώπων γένος, ἔπειτα λύπας ἀναιρεῖν, αἳ συνίστανται κατὰ τὰς ἐξ ἡμῶν αὐτῶν ἐνεργείας – οὐ γάρ, ὡς ἔνιοι τῶν ἀσεβῶν, τὸν θεὸν αἴτιον κακῶν φησι Μωυσῆς, ἀλλὰ τὰς ἡμετέρας χεῖρας, συμβολικῶς τὰ ἡμέτερα παριστὰς ἐγχειρήματα καὶ τὰς ἑκουσίους τῆς διανοίας πρὸς τὸ χεῖρον τροπάς – , ἐπὶ πᾶσι μέντοι “ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεὸς” διαναπαύειν·

 

123 αὕτη δέ ἐστι κακία, ¦ ἣ ταῖς τῶν ἀφρόνων ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά, χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· “γέλωτά μοι ἐποίησε κύριος” καὶ προστίθησιν· “ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι” (Gen. 21, 6). 124 δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν, ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον· εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ, ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν. 125 ἐν δὲ τῇ τοῦ θεοῦ ποιητικῇ μύθου μὲν πλάσμα οὐδὲν εὑρήσεις, τοὺς δὲ ἀληθείας ἀσινεῖς κανόνας ἅπαντας ἐστηλιτευμένους, οὐδ’ αὖ τὰ φωνῆς μέτρα καὶ ῥυθμοὺς καὶ μέλη ἀκοὰς διὰ μουσικῆς ψυχαγωγοῦντα, τὰ δὲ φύσεως αὐτῆς τελειότατα ἔργα τὴν ἴδιον εὐαρμοστίαν κεκληρωμένα. καθάπερ δὲ ὁ νοῦς ἀκροατικῶς ἔχων τῶν θεοῦ ποιημάτων χαίρει, οὕτως καὶ ὁ λόγος συνῳδὸς ὢν τοῖς διανοίας ἐνθυμήμασι καὶ τρόπον τινὰ προσέχων αὐτοῖς ἐξ ἀνάγκης γέγηθε.

 

126 δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· “οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ” (Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον τοῦ συγκρίματος ἡμῶν παντὸς ἔναρθρον ἠχήν. 127 οὗτος ὁ λόγος ἐμοί τε καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις φωνεῖ καὶ λαλεῖ καὶ ἑρμηνεύει τὰ ἐνθυμήματα καὶ προσεξέρχεταί γε ὑπαντησόμενος οἷς ἡ διάνοια λελόγισται. ἐπειδὰν γὰρ ὁ νοῦς ἐξαναστὰς πρός τι τῶν οἰκείων ὁρμὴν λάβῃ ἢ κινηθεὶς ἔνδοθεν ἐξ ἑαυτοῦ ἢ δεξάμενος ἀπὸ τῶν ἐκτὸς τύπους διαφέροντας, κυοφορεῖ τε καὶ ὠδίνει τὰ νοήματα· καὶ βουλόμενος ἀποτεκεῖν ἀδυνατεῖ, μέχρις ἂν ἡ διὰ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων ἠχὴ δεξαμένη μαίας τρόπον εἰς φῶς προαγάγῃ τὰ νοήματα. 128 φωνὴ ¦ δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται, ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν τρόπον τὰ ἐνθυμήματα ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα ἡ φωνὴ πάντ’ ἐκκαλύψῃ.

 

129 παγκάλως οὖν εἴρηται, ὅτι ἐξέρχεται ὁ λόγος τοῖς νοήμασιν ὑπαντησόμενος, καὶ ἐπιτρέχει γε σπουδάζων καταλαβεῖν αὐτά, διὰ τὸν τοῦ μηνῦσαι πόθον. ἑκάστῳ γὰρ τὸ ἴδιον ἔργον ποθεινότατον· ἴδιον δὲ λόγου τὸ λέγειν, πρὸς ὃ οἰκειώσει φυσικῇ τινι σπεύδει. γέγηθε δὲ καὶ χαίρει, ὅταν ὥσπερ ἐναυγασθεὶς ἴδῃ καὶ καταλάβῃ τὸν νοῦν τοῦ δηλουμένου πράγματος ἄκρως· τότε γὰρ περιδραξάμενος ἄριστος ἑρμηνεὺς γίνεται. 130 τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε μήνυσιν ἐλθόντα. 131 γνωρίζεται δὲ τοῦτο σχεδὸν ἅπασιν ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν πείρας· ὅταν μὲν γὰρ ἄκρως εἰδῶμεν ὃ λέγομεν, χαίρων καὶ γεγηθὼς ὁ λόγος ἐμφαντικωτάτων καὶ κυρίων ὀνομάτων πλουτεῖ, οἷς κατὰ πολλὴν περιουσίαν εὐτρόχως καὶ ἀπταίστως ἔτι δὲ ἐναργῶς καὶ ἀνυσίμως τὸ δηλούμενον παρίστησιν· ὅταν δὲ τοῦ νοήματος ἐπαμφοτερίζῃ κατάληψις, ὑπὸ δεινῆς ἀπορίας προσεχῶν καὶ εὐθυβόλων ὀνομάτων παραπαίων ἀκυρολογεῖ· διόπερ αὐτός τε ἐν ἀηδίᾳ καὶ ἄσῃ περιρρέων καὶ πλανώμενος γίνεται τούς τε ἀκούοντας ἀντὶ τοῦ πείθειν τὰ ὦτα ἀλγεῖν ἀναγκάζει.

 

132 μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ “ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου” προσέθηκεν “ὁ Λευίτης”, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα; 133 μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων – τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει – , μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι. 134 ἔν τινι τῶν εὐνομωτάτων πόλεων ἔθος εἶναί ¦ φασι τοιοῦτον· ἐπειδάν τις ἢ βουλῇ ἢ δήμῳ τῶν μὴ βεβιωκότων ὀρθῶς ἐπιχειρῇ γνώμην εἰσηγεῖσθαι, κωλύεται μὲν αὐτὸς δι’ ἑαυτοῦ τοῦτο πράττειν, ἀναγκάζεται δὲ πρὸς τῶν ἀρχόντων ἀνενεγκεῖν τὴν γνώμην ἑνὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν αἰσχύνης νομίζουσι.

 

135 τοῦτο τὸ δίδαγμα Μωυσῆς ὁ ἱερώτατός πως ἔοικεν ἀναδιδάξαι· τοιοῦτον γάρ ἐστι τὸ Ἀαρὼν τὸν Λευίτην ὑπαντᾶν τῷ ἀδελφῷ Μωυσεῖ καὶ ἰδόντα χαίρειν ἐν ἑαυτῷ (Exod. 4, 14). τὸ δὲ ἐν ἑαυτῷ χαίρειν ἐμφαίνει δίχα τοῦ λεχθέντος ἤδη καὶ πολιτικώτερον δόγμα, δηλοῦντος τοῦ νομοθέτου τὴν γνήσιον καὶ οἰκειοτάτην ἀνθρώπῳ χαράν. 136 κυρίως γὰρ οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ οὔτε ἐπὶ δόξης λαμπρότητι οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ἀψύχων τε ὄντων καὶ ἀβεβαίων καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔνεστι, καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ καὶ εὐτονίᾳ καὶ τοῖς ἄλλοις σώματος πλεονεκτήμασιν, ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν. 137 ἐπεὶ οὖν ἐν τοῖς τῆς ψυχῆς μόνοις ἀγαθοῖς ἡ ἀνόθευτος χαρὰ καὶ ἀκιβδήλευτος εὑρίσκεται, ἐν ἑαυτῷ δὴ πᾶς σοφὸς χαίρει, οὐκ ἐν τοῖς περὶ αὐτόν· τὰ μὲν γὰρ ἐν ἑαυτῷ διανοίας εἰσὶν ἀρεταί, ἐφ’ αἷς ἄξιον σεμνύνεσθαι, τὰ δὲ περὶ αὐτὸν ἢ ἡ εὐπάθεια σώματος ἢ ἡ τῶν ἐκτὸς ἀφθονία, ἐφ’ οἷς οὐ μεγαλαυχητέον.

 

138 Ἐπιδεδειχότες οὖν, ὡς ἐνῆν, διὰ μάρτυρος ἀψευδεστάτου Μωυσέως ὅτι σοφοῦ τὸ χαίρειν ἴδιον, αὖθις ἐπιδείξωμεν ὅτι καὶ τὸ ἐλπίζειν, οὐχ ἑτέρῳ χρώμενοι μάρτυρι. τὸν γὰρ τοῦ Σὴθ υἱὸν ὄνομα Ἐνὼς – ἑρμηνεύεται δὲ <ἄνθρωπος> –*** ἐλπίς· “οὗτος ἤλπισε ¦ πρῶτον” φησίν “ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ” (Gen. 4, 26), λέγων ὑγιῶς· ἀνθρώπῳ γὰρ τῷ γε πρὸς ἀλήθειαν τί ἂν γένοιτο οἰκειότερον ἐλπίδος καὶ προσδοκίας κτήσεως ἀγαθῶν παρὰ τοῦ μόνου φιλοδώρου θεοῦ; τοῦτ’ ἐστίν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ μόνη κυρίως γένεσις ἀνθρώπων, ὡς τῶν μὴ ἐλπιζόντων ἐπὶ θεὸν λογικῆς φύσεως οὐ μεμοιραμένων. 139 διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι “οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ”, ῥητῶς ἐπιφέρει· “αὕτη <ἡ> βίβλος γενέσεως ἀνθρώπων” (Gen. 5, 1), σπουδαιολογῶν· ἐγγράφεται γὰρ τῇ θεοῦ βίβλῳ, ὅτι μόνος εὔελπις ἄνθρωπος, ὥστε κατὰ τὰ ἐναντία ὁ δύσελπις οὐκ ἄνθρωπος. ὅρος οὖν τοῦ μὲν συγκρίματος ἡμῶν ζῷον λογικὸν θνητόν ἐστι, τοῦ δὲ κατὰ Μωυσῆν ἀνθρώπου διάθεσις ψυχῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐλπιζούσης. 140 ἀστεῖοι μὲν οὖν χαρὰν καὶ ἐλπίδα κλῆρον λαχόντες εὐδαίμονα ἢ ἐχέτωσαν ἢ προσδοκάτωσαν πάντως ἀγαθά· φαῦλοι δ’, ὧν Κάιν ἐστὶ θιασώτης, ἐν λύπαις καὶ φόβοις ὄντες ἢ μετουσίαν ἢ προσδοκίαν κακῶν ἀργαλεωτάτην μερίδα καρπούσθωσαν, ἐπὶ μὲν τοῖς ἐν χερσὶν ὀδυνηροῖς στένοντες, ἐπὶ δὲ τοῖς προσδοκωμένοις φοβεροῖς τρέμοντές τε καὶ φρίττοντες (cf. Gen. 4, 12).

 

141 Ἀλλὰ ταῦτα μὲν ἀρκούντως λελέχθω· τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. “καὶ εἶπε” φησί “Κάιν πρὸς κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι” (Gen. 4, 13). τοῦθ’ οἷόν ἐστιν, ἀπὸ τῶν ὁμοίων φανεῖται. εἰ θαλαττεύουσαν ναῦν ἀπολείποι κυβερνήτης, ἆρ’ οὐκ ἀνάγκη τὰ περὶ πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων – ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι – , οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ, κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ ἀρετῆς πέφυκε παραπόλλυσθαι. 142 εἰ δ’ ἕκαστον ὧν εἶπον ζημία τοῖς ἀπολειφθεῖσι γίνεται πρὸς αὐτῶν, πόσῃ τινὶ χρήσεσθαι κακοπραγίᾳ τοὺς ὑπὸ θεοῦ καταλειφθέντας γνωρίζομεν, οὓς ἀποστραφεὶς καθάπερ λιποτάκτας ἱερωτάτων θεσμῶν ἐξώρισεν ἀναξίους ἐπιστασίας καὶ ἀρχῆς τῆς ἑαυτοῦ δοκιμάσας; συνόλως γὰρ εἰδέναι χρή, ὅτι ὁ πρὸς τοῦ κρείττονος καὶ ὠφελοῦντος ἀφεθεὶς ἐν αἰτίαις καὶ ἐγκλήμασι μεγίστοις γίνεται. πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; 143 ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν ἀπαίδευτον; οὐχ ὅταν ἀπόλειψιν τὴν ἐπ’ αὐτῷ χρηματίσῃ διδασκαλία ¦ καὶ μάθησις; πότε δὲ τοὺς ἄφρονας κακοδαιμονίζομεν μᾶλλον; οὐχ ὅταν φρόνησις αὐτοὺς εἰσάπαν ἀπώσηται; πότε δὲ τοὺς ἀκολάστους ἢ ἀδίκους; οὐκ ἐπειδὰν σωφροσύνη καὶ δικαιοσύνη φυγὴν ἀίδιον κατ’ αὐτῶν ψηφίσωνται; πότε δὲ τοὺς ἀσεβεῖς; οὐχ ὅταν εὐσέβεια τῶν ἰδίων ὀργίων ἀποσχοινίσῃ; 144 διό μοι δοκοῦσιν οἱ μὴ τελείως δυσκάθαρτοι εὔξασθαι ἂν κολασθῆναι μᾶλλον ἢ ἀφεθῆναι· ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς ὥσπερ ἀνερμάτιστα καὶ ἀκυβέρνητα πλοῖα ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται. 145 ἢ οὐκ ἀμείνους μὲν τῶν ἀπαιδαγωγήτων οἱ ὑπὸ παιδαγωγῶν ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι, εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς συμφέρουσι τάξιν ἐκπλήσοντας;

 

146 ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον, τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται. 147 διὰ τοῦτο “πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς” φησὶν ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε. 148 τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα· πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται. 149 τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς τὸν ὀρθὸν λόγον τὸν νόμιμον <ἄνδρα> συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ ¦ διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν ἀδυνατοῦσα.

 

150 Περὶ μὲν οὖν τοῦ “μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι” τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. “εἰ ἐκβάλλεις με” φησί “σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι” (Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; 151 τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν; ἢ τοῦτ’ ἠγνόησας, ὅτι τοῖς ζῴοις ἡ φύσις διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τόπους πρὸς διαμονὴν ἐδωρήσατο, θάλατταν μὲν ἰχθύσι καὶ παντὶ τῷ ἐνύδρῳ γένει, γῆν δὲ ἅπασι τοῖς χερσαίοις; χερσαῖον δὲ κατὰ γοῦν τὰς σώματος συγκρίσεις ζῷον καὶ ἄνθρωπός ἐστι· διὰ τοῦτο ἀμείψαντα τὰς οἰκείους χώρας ἕκαστα καὶ ὥσπερ εἰς ἀλλοδαπὴν ἐλθόντα ῥᾳδίως τελευτᾷ, τὰ μὲν χερσαῖα καθ’ ὕδατος δύντα, τὰ δ’ ἔνυδρα ἐπὶ χέρσον ἀναπλεύσαντα. 152 εἴπερ οὖν ἐκβληθείης ἀπὸ γῆς ἄνθρωπος ὤν, ποῖ τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον χωρίον ἐνεχθήσῃ.

 

153 ἄνθρωπος δ’ ἂν ἤ τι τῶν γενομένων κρύπτεσθαι δυνηθείη θεόν; ποῦ; τὸν ἐφθακότα πάντῃ, τὸν ἄχρι περάτων ἀποβλέποντα, τὸν πεπληρωκότα τὸ πᾶν, οὗ τῶν ὄντων οὐδὲ τὸ βραχύτατον ἔρημον; καὶ τί παράδοξον, εἰ μηδενὶ τῶν γενομένων ἐφικτὸν κρύπτεσθαι τὸ ὄν, ὁπότε οὐδὲ τὰς ὑλικὰς ἀρχὰς ἔνεστι διεκδῦναι, ἀλλ’ ἀνάγκη τῷ μίαν διαφυγόντι εἰς ἑτέραν μεταβῆναι; 154 εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ¦ ἀπεργάσηται τὸ πᾶν. 155 ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν τὸ σαφὲς διαγνώτω.

 

156 μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ “εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι” τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς, καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν, ἔχε καὶ τὰ θεῖα. 157 τὰ γὰρ παρ’ ἡμῖν ἀναγκαῖα καὶ τίμια καὶ γνήσια ὡς ἀληθῶς ἀγαθὰ ταῦτα· φαγεῖν, πιεῖν, [περιβαλέσθαι,] ποικιλίαις χρωμάτων δι’ ὄψεως ἡσθῆναι, μελῳδίαις παντοδαπῶν ἤχων δι’ ἀκοῆς τερφθῆναι, ἀτμῶν ἀποφοραῖς εὐώδεσι διὰ μυκτήρων γανωθῆναι, ταῖς γαστρὸς καὶ μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ. 158 σὺ μὲν οὖν, ὦ καταγέλαστε, φῂς ὅτι τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀφαιρεθεὶς πλεονεκτημάτων εἰς ὄψιν οὐκ ἀφίξῃ θεοῦ; ἐγὼ δέ σοι λέγω ὅτι, ἐὰν ἀφαιρεθῇς, πάντως ἀφίξῃ· λυθεὶς γὰρ τῶν ἀρρήκτων σώματος καὶ περὶ σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον.

 

159 <τὸν> Ἀβραὰμ οὐχ ὁρᾷς ὅτι “γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον”, τὸ σῶμα, τὴν αἴσθησιν, τὸν λόγον, “καταλιπὼν” (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος ὅτι “ὤφθη ὁ θεὸς αὐτῷ” (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν ἀναδραμόντι. 160 διὸ καὶ Μωυσῆς “λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει τῆς παρεμβολῆς” (Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος ¦ ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα, ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως ἐρεῖ περὶ αὐτοῦ· “ἐγώ εἰμι ὁ ὤν” (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης ὑπάρχουσα. 161 τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται “θεὸς τοῦ Φαραώ”, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι· θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· “δίδωμί σε θεὸν Φαραώ” (Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. 162 τί οὖν διὰ τούτων συνάγεται; ὅτι ὁ σοφὸς λέγεται μὲν θεὸς τοῦ ἄφρονος, πρὸς ἀλήθειαν δὲ οὐκ ἔστι θεός, ὥσπερ οὐδὲ τὸ ἀδόκιμον τετράδραχμόν ἐστι τετράδραχμον· ἀλλ’ ὅταν μὲν τῷ ὄντι παραβάλληται, ἄνθρωπος εὑρεθήσεται θεοῦ, ὅταν δὲ ἄφρονι ἀνθρώπῳ, θεὸς πρὸς φαντασίαν καὶ δόκησιν, οὐ πρὸς ἀλήθειαν καὶ τὸ εἶναι, νοούμενος.

 

163 τί οὖν ματαιάζεις λέγων “εἴ με ἐκβάλλεις ἀπὸ τῆς γῆς, καὶ σὲ κρυβήσομαι” (Gen. 4, 14); τοὐναντίον γὰρ εἴ σε τοῦ γεώδους ἀπελάσαι, τὴν εἰκόνα ἐμφανῶς δείξει τὴν ἑαυτοῦ. τεκμήριον δέ· σὺ μὲν ἐκ προσώπου τοῦ θεοῦ μεταστήσῃ, μεταναστὰς δὲ τὸ γήινον σῶμα οὐδὲν ἧττον οἰκήσεις· λέγει γὰρ αὖθις· “ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν <ἐν> τῇ γῇ” (Gen. 4, 16)· ὥστε οὐκ ἐκβληθεὶς ἀπὸ γῆς ἀποκέκρυψαι τὸν ὄντα, ἀλλ’ ἐκτραπεὶς αὐτὸν εἰς γῆν καταπέφευγας, τὸ θνητὸν χωρίον. 164 καὶ μὴν οὐδὲ πᾶς “ὁ εὑρίσκων σε ἀποκτενεῖ”, καθάπερ σοφιζόμενος διεξῄεις (Gen. 4, 14)· τὸ γὰρ εὑρισκόμενον ὑπὸ δυοῖν, ἢ ὁμοίου ἢ ἀνομοίου, πάντως εὑρίσκεται, ὑπὸ μὲν [οὖν] τοῦ ὁμοίου καὶ συγγενοῦς διὰ τὴν ἐν ἅπασιν οἰκειότητα καὶ κοινωνίαν, ὑπὸ δὲ τοῦ ἀνομοίου διὰ τὴν ἀντίπαλον ἀλλοτριότητα· τὸ μὲν οὖν ὅμοιόν ἐστι καὶ φυλακτικὸν τοῦ παραπλησίου, τὸ δ’ ἀνόμοιον καὶ φθαρτικὸν τοῦ διαλλάττοντος. 165 ἴστωσαν δὴ καὶ ὁ Κάιν καὶ εἴ τις ἕτερος πανοῦργος, ὅτι οὐχ ὑπὸ παντὸς τοῦ ἐντυγχάνοντος ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται, καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ ¦ πράγματα πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν διαφθείρεται. 166 διὰ τοῦτο καὶ ὁ χρησμὸς ἀντιμαρτυρῶν τῇ προσποιήτῳ εὐηθείᾳ τοῦ Κάιν φησίν· “οὐχ οὕτως” φρονεῖς ὡς λέγεις (Gen. 4, 15)· λέγεις μὲν γὰρ ὅτι πᾶς ὁ τὰ παλαίσματά σου τῆς τέχνης εὑρὼν ἀνελεῖ, οἶδας δὲ ὅτι οὐχὶ πᾶς, μυρίων ἐν τῇ σῇ τεταγμένων συμμαχίᾳ, ἀλλὰ μόνος ὁ ἀρετῇ μὲν φίλος σοὶ δὲ ἐχθρὸς ἀσύμβατος.

 

167 ”Ὁ δ’ ἀποκτείνας” φησί “Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει” (Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν. 168 μήποτ’ οὖν ὃ βούλεται παριστάνειν ἐστὶ τοιόνδε· τὸ ἄλογον τῆς ψυχῆς εἰς ἑπτὰ διανέμεται μοίρας, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφὴν λόγον γόνιμον· εἰ δή τις τὸν ὄγδοον ἀνέλοι, νοῦν τὸν ἡγεμόνα τούτων Κάιν, παραλύσει καὶ τὰ ἑπτά· ῥώμῃ μὲν γὰρ τῆς διανοίας καρτερᾷ πάντα συρρώννυται, ἀσθενείᾳ δὲ συγκάμνει, φθορᾷ δὲ ἣν ἐπάγει κακία παντελεῖ πάρεσίν τε καὶ ἔκλυσιν λαμβάνει. 169 τὰ δὲ ἑπτὰ ταῦτα ἐν μὲν σοφοῦ ψυχῇ ἀμίαντα. καὶ καθαρά, ταύτῃ καὶ τιμῆς ἐπάξια εὑρίσκεται, ἐν δὲ ἄφρονος ἀκάθαρτα καὶ μεμιασμένα καὶ ὅπερ εἶπεν ἐκδικούμενα, ἴσον τῷ δίκης ἐπάξια καὶ τιμωρίας. 170 ὁπότε γοῦν τὴν γῆν ὕδατι καθαίρειν ὁ δημιουργὸς διενοήθη καὶ τὴν ψυχὴν τῶν ἀμυθήτων ἀδικημάτων κάθαρσιν λαβεῖν ἐκνιψαμένην καὶ ἀπολουσαμένην τὰ μιάσματα τρόπον ἁγνείας ἱερᾶς, παραινεῖ τῷ φανέντι δικαίῳ, ὃς οὐ παρεσύρη τῇ τοῦ κατακλυσμοῦ φορᾷ, εἰσάγειν εἰς τὴν κιβωτόν, ὅπερ ἦν τὸ ψυχῆς ἀγγεῖον τὸ σῶμα, “ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν ἑπτά, ἄρρεν καὶ θῆλυ” (Gen. 7, 2), δικαιώσας τὸν ἀστεῖον λογισμὸν χρῆσθαι μέρεσι τοῖς τοῦ ἀλόγου πᾶσι καθαροῖς.

 

171 καὶ τοῦθ’ ὅπερ ὥρισεν ὁ νομοθέτης ἐξ ἀνάγκης παρακολουθεῖ πᾶσι τοῖς σοφοῖς· ἔχουσι γὰρ κεκαθαρμένην ὅρασιν καὶ ἐξητασμένην ἀκοὴν καὶ πᾶσαν αἴσθησιν, ἔχουσι μέντοι καὶ λόγον ἀκηλίδωτον καὶ τὰς πρὸς συνουσίας οὐκ ἐκνόμους ὁρμάς. 172 ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ ¦ κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε ἐν τῷ δρᾶν ἐπινοούμενον ἄρρεν ὀνομάζεται. 173 οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα· πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’ ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων; πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων; 174 ἔτι τοίνυν σοι λέγω τὸ πλῆθος ὧν ἀχαλίνου γλώττης ῥεῦμα ἀνεπίσχετον διέφθειρεν ἢ ὁ περὶ τὰς μίξεις μετ’ ἐπιθυμίας ἀκρατοῦς ἀνίατος οἶστρος; μεσταὶ μὲν αἱ πόλεις, μεστὴ δὲ ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα ἡ γῆ τῶν κακῶν τούτων, ἐξ ὧν ὁ συνεχὴς καὶ ἄπαυστος καὶ μέγιστος πολέμων ὁ κατ’ εἰρήνην ἀνθρώπων γένει καὶ ἰδίᾳ καὶ κοινῇ φύεται.

 

175 διόπερ ἑλέσθαι ἄν μοι δοκοῦσιν οἱ μὴ τελείως ἀπαίδευτοι πεπηρῶσθαι μᾶλλον ἢ τὰ μὴ προσήκονθ’ ὁρᾶν <καὶ> κεκωφῶσθαι μᾶλλον ἢ βλαβερῶν ἀκούειν λόγων καὶ ἐκτετμῆσθαι γλῶτταν ὑπὲρ τοῦ μηδὲν τῶν ἀρρήτων ἐκλαλῆσαι. 176 φασὶ γοῦν ἤδη τινὰς τῶν σοφῶν τροχιζομένους ὑπὲρ τοῦ τὰ ἄρρητα μηνῦσαι γλῶτταν ἀποτραγόντας τὴν ἑαυτῶν ἀργαλεωτέραν κατὰ τῶν βασανιστῶν ἀντιτεχνήσασθαι βάσανον οὐ δυνηθέντων ἃ ἐπόθουν ἐπιγνῶναι. ἐξευνουχισθῆναί γε μὴν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἅπαντα δὴ ταῦτα συμφοραῖς ἀνηκέστοις βαπτίζοντα τὴν ψυχὴν δίκης καὶ τιμωρίας εἰκότως ἂν τῆς ἀνωτάτω τυγχάνοι. 177 λέγει δ’ ἑξῆς ὅτι “ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ Κάιν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα” (Gen. 4, 15)· καὶ τί τὸ σημεῖόν ἐστιν, οὐ δεδήλωκε, καίτοι γε εἰωθὼς τὴν ἑκάστου φύσιν διὰ σημείου δεικνύναι, ὥσπερ ἐπὶ τῶν ἐν Αἰγύπτῳ τὴν ῥάβδον μεταβαλὼν εἰς ὄφιν καὶ τὴν χεῖρα Μωυσέως εἰς χιόνος ἰδέαν καὶ τὸν ποταμὸν εἰς αἷμα. 178 μήποτ’ οὖν αὐτὸ τοῦτο σημεῖόν ἐστι τῷ Κάιν τοῦ μὴ φονευθῆναι τὸ μηδέποτε ἀναιρεθῆναι· οὐ γὰρ θάνατον αὐτοῦ διὰ πάσης τῆς νομοθεσίας δεδήλωκεν αἰνιττόμενος ὅτι, ὥσπερ ἡ μεμυθευμένη Σκύλλα, κακὸν ἀθάνατόν ἐστιν ἀφροσύνη, ¦ τὴν μὲν κατὰ τὸ τεθνάναι τελευτὴν οὐχ ὑπομένουσα, τὴν δὲ κατὰ τὸ ἀποθνῄσκειν πάντα ἐνδεχομένη τὸν αἰῶνα. εἴθε μέντοι συμβαίνοι τἀναντία, ὡς ἐκποδὼν τὰ φαῦλα ἀναιρεῖσθαι παντελῆ φθορὰν ὑπομένοντα· νῦν δ’ ἀεὶ ζωπυρούμενα τὴν ἀθάνατον ἐγκατασκήπτει νόσον τοῖς ἅπαξ πρὸς αὐτῶν ἁλοῦσιν.