Περί του βίου Μωυσέως/λόγος πρώτος

Περί του βίου Μωυσέως (λόγος πρώτος)
Συγγραφέας:


Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland

Vol. IV, p. 119-199

ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΜΩΥΣΕΩΣ

(ΛΟΓΟΣ ΠΡΩΤΟΣ)

De vita Mosis

[80 M.] [119 CW] (1.) 1 Μωυσέως τοῦ κατὰ μέν τινας νομοθέτου τῶν Ἰουδαίων, κατὰ δέ τινας ἑρμηνέως νόμων ἱερῶν, τὸν βίον ἀναγράψαι διενοήθην, ἀνδρὸς τὰ πάντα μεγίστου καὶ τελειοτάτου, καὶ γνώριμον τοῖς ἀξίοις μὴ ἀγνοεῖν αὐτὸν ἀποφῆναι. 2 τῶν μὲν γὰρ νόμων τὸ κλέος, οὓς ἀπολέλοιπε, διὰ πάσης τῆς οἰκουμένης πεφοιτηκὸς ἄχρι καὶ τῶν τῆς γῆς τερμάτων ἔφθακεν, αὐτὸν δὲ ὅστις ἦν ἐπ´ ἀληθείας ἴσασιν οὐ πολλοί, διὰ φθόνον ἴσως καὶ ἐν οὐκ ὀλίγοις τῶν διατεταγμένων ὑπὸ τῶν κατὰ πόλεις νομοθετῶν ἐναντίωσιν οὐκ ἐθελησάντων αὐτὸν μνήμης ἀξιῶσαι τῶν παρ´ Ἕλλησι λογίων· 3 ὧν οἱ πλείους τὰς δυνάμεις ἃς ἔσχον διὰ παιδείας ὕβρισαν ἔν τε ποιήμασι καὶ τοῖς καταλογάδην [81 M.] συγγράμμασι κωμῳδίας καὶ συβαριτικὰς ἀσελγείας συνθέντες, περιβόητον αἰσχύνην, οὓς ἔδει ταῖς φύσεσι καταχρήσασθαι πρὸς τὴν τῶν ἀγαθῶν ἀνδρῶν τε καὶ βίων ὑφήγησιν, [120 CW] ἵνα μήτε τι καλὸν ἡσυχίᾳ παραδοθὲν ἀρχαῖον ἢ νέον ἀφανισθῇ λάμψαι δυνάμενον μήτ´ αὖ τὰς ἀμείνους ὑποθέσεις παρελθόντες τὰς ἀναξίους ἀκοῆς προκρῖναι δοκῶσι σπουδάζοντες τὰ κακὰ καλῶς ἀπαγγέλλειν εἰς ὀνειδῶν ἐπιφάνειαν. 4 ἀλλ´ ἔγωγε τὴν τούτων βασκανίαν ὑπερβὰς τὰ περὶ τὸν ἄνδρα μηνύσω μαθὼν αὐτὰ κἀκ βίβλων τῶν ἱερῶν, ἃς θαυμάσια μνημεῖα τῆς αὑτοῦ σοφίας ἀπολέλοιπε, καὶ παρά τινων ἀπὸ τοῦ ἔθνους πρεσβυτέρων· τὰ γὰρ λεγόμενα τοῖς ἀναγινωσκομένοις ἀεὶ συνύφαινον καὶ διὰ τοῦτ´ ἔδοξα μᾶλλον ἑτέρων τὰ περὶ τὸν βίον ἀκριβῶσαι.
(2.) 5 Ἄρξομαι δ´ ἀφ´ οὗπερ ἀναγκαῖον ἄρξασθαι. Μωυσῆς γένος μέν ἐστι Χαλδαῖος, ἐγεννήθη δ´ ἐν Αἰγύπτῳ καὶ ἐτράφη, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμόν, ὃς Βαβυλῶνα καὶ τοὺς πλησιοχώρους ἐπίεζε, κατὰ ζήτησιν τροφῆς εἰς Αἴγυπτον πανοικὶ μεταναστάντων, γῆν πεδιάδα καὶ βαθεῖαν καὶ πρὸς πάντα γονιμωτάτην, ὧν ἡ ἀνθρωπίνη φύσις δεῖται, καὶ μάλιστα τὸν τοῦ σίτου καρπόν. 6 ὁ γὰρ ταύτης ποταμὸς θέρους ἀκμάζοντος, ἡνίκα τοὺς ἄλλους φασὶ μειοῦσθαι χειμάρρους τε καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν [121 CW] ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι´ ἐπιπολάζουσαν ἀσέβειαν τῶν οἰκητόρων. 7 πατρὸς δὲ καὶ μητρὸς ἔλαχε τῶν καθ´ ἑαυτοὺς ἀρίστων, οὓς φυλέτας ὄντας ἡ ὁμοφροσύνη μᾶλλον ᾠκείωσεν ἢ τὸ γένος. Ἑβδόμη γενεὰ 〈δ´〉 οὗτός ἐστιν ἀπὸ τοῦ πρώτου, ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο. (3.) 8 τροφῆς δ´ ἠξιώθη βασιλικῆς ἀπ´ αἰτίας τοιᾶσδε· τῆς χώρας ὁ βασιλεύς, εἰς πολυανθρωπίαν ἐπιδιδόντος ἀεὶ τοῦ ἔθνους, δείσας μὴ οἱ ἔποικοι πλείους γενόμενοι δυνατωτέρᾳ χειρὶ τοῖς αὐτόχθοσι περὶ κράτους ἀρχῆς ἁμιλλῶνται, τὴν ἰσχὺν αὐτῶν ἀφαιρεῖν ἐπινοίαις ἀνοσιουργοῖς ἐμηχανᾶτο [82 M.] καὶ κελεύει τῶν γεννωμένων τὰ μὲν θήλεα τρέφειν – ἐπεὶ γυνὴ διὰ φύσεως ἀσθένειαν ὀκνηρὸν εἰς πόλεμον –, τὰ δ´ ἄρρενα διαφθείρειν, ἵνα μὴ αὐξηθῇ κατὰ πόλεις· εὐανδροῦσα γὰρ δύναμις δυσάλωτον καὶ δυσκαθαίρετον ἐπιτείχισμα. 9 γεννηθεὶς οὖν ὁ παῖς εὐθὺς ὄψιν ἐνέφαινεν ἀστειοτέραν ἢ κατ´ ἰδιώτην, ὡς καὶ τῶν τοῦ τυράννου κηρυγμάτων, ἐφ´ ὅσον οἷόν τε ἦν, τοὺς γονεῖς ἀλογῆσαι· τρεῖς γοῦν φασι μῆνας ἐφεξῆς οἴκοι γαλακτοτροφηθῆναι λανθάνοντα τοὺς πολλούς. 10 ἐπεὶ δ´, οἷα ἐν μοναρχίαις φιλεῖ, καὶ τὰ ἐν μυχοῖς ἔνιοι διηρεύνων σπεύδοντες ἀεί τι καινὸν ἄκουσμα προσφέρειν τῷ βασιλεῖ, φοβηθέντες μὴ σωτηρίαν ἑνὶ μνώμενοι πλείους ὄντες αὐτοὶ σὺν ἐκείνῳ παραπόλωνται, δεδακρυμένοι [122 CW] τὸν παῖδα ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ καὶ στένοντες ἀπῄεσαν, οἰκτιζόμενοι μὲν αὑτοὺς τῆς ἀνάγκης αὐτόχειράς τε καὶ τεκνοκτόνους ἀποκαλοῦντες, οἰκτιζόμενοι δὲ καὶ τὸν παῖδα τῆς παραλογωτάτης ἀπωλείας. 11 εἶθ´, ὡς εἰκὸς ἐν ἀλλοκότῳ πράγματι, κατηγόρουν αὑτῶν ὡς μείζονος αἰτίων συμφορᾶς· „τί γὰρ“ ἔφασκον „εὐθὺς γεννώμενον οὐκ ἐξεθήκαμεν; τὸν μὴ φθάσαντα τροφῆς ἡμέρου μεταλαχεῖν οὐδ´ ἄνθρωπον οἱ πολλοὶ νομίζουσιν· ἡμεῖς δ´ οἱ περιττοὶ καὶ τρεῖς μῆνας ὅλους ἀνεθρέψαμεν, δαψιλεστέρας μὲν ἑαυτοῖς ἀνίας, τῷ δὲ τιμωρίας ἐκπορίζοντες, ἵν´ ἡδονῶν καὶ ἀλγηδόνων ἐπὶ πλεῖστον ἀντιλαμβάνεσθαι δυνάμενος ἐν αἰσθήσει κακῶν ἀργαλεωτέρων διαφθείρηται.“ (4.) 12 καὶ οἱ μὲν ἀγνοίᾳ τοῦ μέλλοντος ἀπῄεσαν οἰκτρῷ κατεσχημένοι πένθει, ἀδελφὴ δὲ τοῦ ἐκτεθέντος βρέφους ἔτι παρθένος ὑπὸ φιλοικείου πάθους μικρὸν ἄποθεν ἐκαραδόκει τὸ ἀποβησόμενον· ἅ μοι δοκεῖ πάντα συμβῆναι κατὰ θεὸν προμηθούμενον τοῦ παιδός. 13 θυγάτηρ ἦν τῷ βασιλεῖ τῆς χώρας ἀγαπητὴ καὶ μόνη· ταύτην φασὶ γημαμένην ἐκ πολλοῦ χρόνου μὴ κυΐσκειν τέκνων ὡς εἰκὸς ἐπιθυμοῦσαν καὶ μάλιστα γενεᾶς ἄρρενος, ἣ τὸν εὐδαίμονα κλῆρον τῆς πατρῴας ἡγεμονίας διαδέξεται κινδυνεύοντα ἐρημίᾳ θυγατριδῶν ἀλλοτριωθῆναι. 14 κατηφοῦσαν δὲ ἀεὶ καὶ στένουσαν ὡς μάλιστα ἐκείνῃ τῇ [123 CW] ἡμέρᾳ τῷ βάρει τῶν φροντίδων ἀπαγορεῦσαι καὶ δι´ ἔθους ἔχουσαν οἴκοι καταμένειν καὶ μηδὲ τὰς κλισιάδας ὑπερβαίνειν ἐξορμῆσαι μετὰ θεραπαινίδων ἐπὶ τὸν ποταμόν, ἔνθα ὁ παῖς ἐξέκειτο· κἄπειτα λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι μέλλουσαν ἐν τῷ δασυτάτῳ τῶν ἑλῶν [83 M.] αὐτὸν θεάσασθαι καὶ κελεῦσαι προσφέρειν. 15 εἶτα ἀπὸ κεφαλῆς ἄχρι ποδῶν καταθεωμένην τήν τε εὐμορφίαν καὶ εὐεξίαν ἀποδέχεσθαι καὶ δεδακρυμένον ὁρῶσαν ἐλεεῖν, ἤδη τῆς ψυχῆς τετραμμένης αὐτῇ πρὸς μητρῷον πάθος ὡς ἐπὶ γνησίῳ παιδί· γνοῦσαν δ´ ὅτι τῶν Ἑβραίων ἐστὶ καταδεισάντων τοῦ βασιλέως τὸ πρόσταγμα βουλεύεσθαι περὶ τῆς τροφῆς αὐτοῦ· μὴ γὰρ ἀσφαλὲς εὐθὺς εἶναι νομίζειν εἰς τὰ βασίλεια ἄγειν. 16 διαπορούσης δ´ ἔτι, τὴν ἀδελφὴν τοῦ παιδὸς καθάπερ ἀπὸ σκοπῆς τὸν ἐνδοιασμὸν στοχασαμένην πυνθάνεσθαι προσδραμοῦσαν, εἰ βουλήσεται γαλακτοτροφηθῆναι τοῦτον παρὰ γυναίῳ τῶν Ἑβραϊκῶν οὐ πρὸ πολλοῦ κυήσαντι· 17 τῆς δὲ βούλεσθαι φαμένης, τὴν αὑτῆς καὶ τοῦ βρέφους μητέρα παραγαγεῖν ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι.
(5.) 18 Ἐπεὶ δ´ ἀθρόας ἐπιδόσεις καὶ παραυξήσεις λαμβάνων οὐ σὺν [124 CW] λόγῳ τῷ κατὰ χρόνον θᾶττον δ´ ἀπότιτθος γίνεται, παρῆν ἡ μήτηρ ἅμα καὶ τροφὸς κομίζουσα τῇ δούσῃ μηκέτι γαλακτοτροφίας δεόμενον, εὐγενῆ καὶ ἀστεῖον ὀφθῆναι. 19 τελειότερον δὲ τῆς ἡλικίας ἰδοῦσα κἀκ τῆς ὄψεως ἔτι μᾶλλον ἢ πρότερον σπάσασα εὐνοίας υἱὸν ποιεῖται τὰ περὶ τὸν ὄγκον τῆς γαστρὸς τεχνάσασα πρότερον, ἵνα γνήσιος ἀλλὰ μὴ ὑποβολιμαῖος νομισθῇ· πάντα δ´ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα. 20 τροφῆς οὖν ἤδη βασιλικῆς καὶ θεραπείας ἀξιούμενος οὐχ οἷα κομιδῇ νήπιος ἥδετο τωθασμοῖς καὶ γέλωσι καὶ παιδιαῖς, καίτοι τῶν τὴν ἐπιμέλειαν αὐτοῦ παρειληφότων ἀνέσεις ἔχειν ἐπιτρεπόντων καὶ μηδὲν ἐπιδεικνυμένων σκυθρωπόν, ἀλλ´ αἰδῶ καὶ σεμνότητα παραφαίνων ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε. 21 διδάσκαλοι δ´ εὐθὺς ἀλλαχόθεν ἄλλοι παρῆσαν, οἱ μὲν ἀπὸ τῶν πλησιοχώρων καὶ τῶν κατ´ Αἴγυπτον νομῶν αὐτοκέλευστοι, οἱ δ´ ἀπὸ τῆς Ἑλλάδος ἐπὶ μεγάλαις δωρεαῖς μεταπεμφθέντες· ὧν [84 M.] ἐν οὐ μακρῷ χρόνῳ τὰς δυνάμεις ὑπερέβαλεν εὐμοιρίᾳ φύσεως φθάνων τὰς ὑφηγήσεις, ὡς ἀνάμνησιν εἶναι δοκεῖν, οὐ μάθησιν, ἔτι καὶ προσεπινοῶν αὐτὸς τὰ δυσθεώρητα. 22 πολλὰ γὰρ αἱ μεγάλαι φύσεις καινοτομοῦσι τῶν εἰς ἐπιστήμην· καὶ καθάπερ τὰ εὐεκτικὰ τῶν σωμάτων καὶ πᾶσι τοῖς μέρεσιν εὐκίνητα φροντίδων ἀπαλλάττει τοὺς ἀλείπτας οὐδὲν ἢ βραχέα παρέχοντας [125 CW] τῶν εἰς ἐπιμέλειαν, ὥσπερ καὶ γεωργοὺς τὰ εὔβλαστα καὶ εὐγενῆ δένδρα βελτιούμενα δι´ ἑαυτῶν, τὸν αὐτὸν τρόπον εὐφυὴς ψυχὴ προαπαντῶσα τοῖς λεγομένοις ὑφ´ αὑτῆς μᾶλλον ἢ τῶν διδασκόντων ὠφελεῖται καὶ λαβομένη τινὸς ἐπιστημονικῆς ἀρχῆς κατὰ τὴν παροιμίαν „ἵππος εἰς πεδίον“ ὁρμᾷ. 23 ἀριθμοὺς μὲν οὖν καὶ γεωμετρίαν τήν τε ῥυθμικὴν καὶ ἁρμονικὴν καὶ μετρικὴν θεωρίαν καὶ μουσικὴν τὴν σύμπασαν διά τε χρήσεως ὀργάνων καὶ λόγων τῶν ἐν ταῖς τέχναις καὶ διεξόδοις τοπικωτέραις Αἰγυπτίων οἱ λόγιοι παρεδίδοσαν καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς λεγομένοις ἱεροῖς γράμμασιν ἐπιδείκνυνται καὶ διὰ τῆς τῶν ζῴων ἀποδοχῆς, ἃ καὶ θεῶν τιμαῖς γεραίρουσι· τὴν δ´ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον, οἱ δ´ ἐκ τῶν πλησιοχώρων τά τε Ἀσσύρια γράμματα καὶ τὴν τῶν οὐρανίων Χαλδαϊκὴν ἐπιστήμην. 24 ταύτην καὶ παρ´ Αἰγυπτίων ἀνελάμβανε μαθηματικὴν ἐν τοῖς μάλιστα ἐπιτηδευόντων· καὶ τὰ παρ´ ἀμφοτέροις ἀκριβῶς ἐν οἷς τε συμφωνοῦσι καὶ διαφέρονται καταμαθών, ἀφιλονείκως τὰς ἔριδας ὑπερβάς, τὴν ἀλήθειαν ἐζήτει, μηδὲν ψεῦδος τῆς διανοίας αὐτοῦ παραδέχεσθαι δυναμένης, ὡς ἔθος τοῖς αἱρεσιομάχοις, οἳ τοῖς προτεθεῖσι δόγμασιν ὁποῖα ἂν τύχῃ βοηθοῦσιν οὐκ ἐξετάζοντες, εἰ δόκιμα, τὸ δ´ αὐτὸ δρῶντες τοῖς ἐπὶ μισθῷ συναγορεύουσι καὶ μηδὲν τοῦ δικαίου Πεφροντικόσιν. (6.) 25 ἤδη δὲ τοὺς ὅρους τῆς παιδικῆς ἡλικίας ὑπερβαίνων [126 CW] ἐπέτεινε τὴν φρόνησιν, οὐχ ὡς ἔνιοι τὰς μειρακιώδεις ἐπιθυμίας ἀχαλινώτους ἐῶν καίτοι μυρία ἐχούσας ὑπεκκαύματα διὰ παρασκευὰς ἀφθόνους, ἃς αἱ βασιλεῖαι χορηγοῦσιν, ἀλλὰ σωφροσύνῃ καὶ καρτερίᾳ ὥσπερ τισὶν ἡνίαις ἐνδησάμενος αὐτὰς τὴν εἰς τὸ πρόσω φορὰν ἀνεχαίτιζε βίᾳ. 26 καὶ τῶν ἄλλων μέντοι παθῶν ἕκαστον ἐξ ἑαυτοῦ μεμηνὸς καὶ λελυττηκὸς φύσει τιθασεύων κἀξημερῶν ἐπράυνεν· εἰ δέ που διακινηθείη μόνον ἡσυχῇ καὶ πτερύξαιτο, κολάσεις ἐμβριθεστέρας παρείχετο ἢ διὰ λόγων [85 M.] ἐπιπλήξεις· καὶ συνόλως τὰς πρώτας τῆς ψυχῆς ἐπιβολάς τε καὶ ὁρμὰς ὡς ἀφηνιαστὴν ἵππον ἐπετήρει δεδιώς, μὴ προεκδραμοῦσαι τοῦ ἡνιοχεῖν ὀφείλοντος λογισμοῦ πάντα διὰ πάντων συγχέωσιν· αὗται γάρ εἰσιν αἱ ἀγαθῶν αἴτιαι καὶ κακῶν, ἀγαθῶν μέν, ὅταν ἡγεμόνι λόγῳ πειθαρχῶσι, τῶν δ´ ἐναντίων, ὅταν εἰς ἀναρχίαν ἐκδιαιτῶνται. 27 κατὰ τὸ εἰκὸς οὖν οἵ τε συνδιατρίβοντες καὶ οἱ ἄλλοι πάντες ἐτεθήπεσαν, ὡς ἐπὶ καινῷ θεάματι καταπληττόμενοι καὶ τίς ἄρα ὁ ἐνοικῶν αὐτοῦ τῷ σώματι καὶ ἀγαλματοφορούμενος νοῦς ἐστι, πότερον ἀνθρώπειος ἢ θεῖος ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς ὅμοιον, ἀλλ´ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι. 28 γαστρί τε γὰρ ἔξω τῶν ἀναγκαίων δασμῶν, οὓς ἡ φύσις ἔταξεν, οὐδὲν πλέον ἐχορήγει, τῶν τε ὑπογαστρίων ἡδονῶν εἰ μὴ μέχρι σπορᾶς παίδων γνησίων οὐδὲ ἐμέμνητο. 29 γενόμενός τε διαφερόντως ἀσκητὴς ὀλιγοδεείας καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας – ψυχῇ γὰρ ἐπόθει μόνῃ ζῆν, οὐ σώματι – τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ´ ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν´ οἷος ὁ λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται [127 CW] καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες. 30 οἱ μὲν οὖν πολλοί, κἂν αὐτὸ μόνον αὔρα βραχεῖά τινος εὐτυχίας προσπέσῃ, φυσῶσι καὶ πνέουσι μεγάλα καὶ καταλαζονευόμενοι τῶν ἀφανεστέρων καθάρματα καὶ παρενοχλήματα καὶ γῆς ἄχθη καὶ ὅσα τοιαῦτα ἀποκαλοῦσιν, ὥσπερ τὸ ἀκλινὲς τῆς εὐπραγίας ἐν βεβαίῳ παρ´ ἑαυτοῖς εὖ μάλα σφραγισάμενοι μηδὲ μέχρι τῆς ὑστεραίας ἴσως διαμενοῦντες ἐν ὁμοίῳ. 31 τύχης γὰρ ἀσταθμητότερον οὐδὲν ἄνω καὶ κάτω τὰ ἀνθρώπεια πεττευούσης, ἣ μιᾷ πολλάκις ἡμέρᾳ τὸν μὲν ὑψηλὸν καθαιρεῖ, τὸν δὲ ταπεινὸν μετέωρον ἐξαίρει· καὶ ταῦτα ὁρῶντες ἀεὶ γινόμενα καὶ σαφῶς εἰδότες ὅμως ὑπερόπται μὲν οἰκείων καὶ φίλων εἰσί, νόμους δὲ παραβαίνουσι, καθ´ οὓς ἐγενήθησαν καὶ ἐτράφησαν, ἔθη δὲ πάτρια, οἷς μέμψις οὐδεμία πρόσεστι δικαία, κινοῦσιν ἐκδεδιῃτημένοι καὶ διὰ τὴν τῶν παρόντων ἀποδοχὴν οὐδενὸς ἔτι τῶν ἀρχαίων μνήμην λαμβάνουσιν. (7.) 32 ὁ δὲ ἐπ´ αὐτὸν φθάσας τὸν ὅρον τῆς ἀνθρωπίνης εὐτυχίας καὶ θυγατριδοῦς μὲν τοῦ τοσούτου βασιλέως νομισθείς, τῆς δὲ παππῴας ἀρχῆς ὅσον οὐδέπω γεγονὼς ἐλπίσι [86 M.] ταῖς ἁπάντων διάδοχος καὶ τί γὰρ ἄλλ´ ἢ ὁ νέος βασιλεὺς προσαγορευόμενος, τὴν συγγενικὴν καὶ προγονικὴν ἐζήλωσε παιδείαν, τὰ μὲν τῶν εἰσποιησαμένων ἀγαθά, καὶ εἰ λαμπρότερα καιροῖς, νόθα εἶναι ὑπολαβών, τὰ δὲ τῶν φύσει γονέων, εἰ καὶ πρὸς ὀλίγον ἀφανέστερα, οἰκεῖα γοῦν καὶ γνήσια· 33 καθάπερ τε κριτὴς ἀδέκαστος τῶν γεννησάντων καὶ τῶν εἰσποιησαμένων τοὺς μὲν εὐνοίᾳ καὶ τῷ φιλεῖν ἐκθύμως τοὺς δ´ εὐχαριστίαις ἀνθ´ ὧν εὖ ἔπαθεν ἠμείβετο καὶ μέχρι παντὸς ἠμείψατ´ ἄν, εἰ μὴ κατεῖδεν ἐν τῇ χώρᾳ μέγα καινουργηθὲν ὑπὸ τοῦ βασιλέως ἀσέβημα. 34 ξένοι γὰρ ἦσαν, ὡς ἔφην πρότερον, οἱ Ἰουδαῖοι, τῶν τοῦ ἔθνους ἀρχηγετῶν διὰ λιμὸν ἀπορίᾳ τροφῆς ἐκ [128 CW] Βαβυλῶνος καὶ τῶν ἄνω σατραπειῶν εἰς Αἴγυπτον μεταναστάντων, καὶ τρόπον τινὰ ἱκέται καταπεφευγότες ὡς ἐπ´ ἄσυλον ἱερὸν τήν τε βασιλέως πίστιν καὶ τὸν ἀπὸ τῶν οἰκητόρων ἔλεον. 35 οἱ γὰρ ξένοι παρ´ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν, μέτοικοι δὲ πρὸς ἱκέταις καὶ φίλοι, σπεύδοντες εἰς ἀστῶν ἰσοτιμίαν καὶ γειτνιῶντες ἤδη πολίταις, ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες. 36 τούτους οὖν, οἳ τὴν μὲν οἰκείαν ἀπέλιπον, εἰς δ´ Αἴγυπτον ἧκον ὡς ἐν δευτέρᾳ πατρίδι μετ´ ἀσφαλείας οἰκήσοντες, ὁ τῆς χώρας ἡγεμὼν ἠνδραποδίζετο καὶ ὡς πολέμου νόμῳ λαβὼν αἰχμαλώτους ἢ πριάμενος παρὰ δεσποτῶν, οἷς ἦσαν οἰκότριβες, ὑπήγετο καὶ δούλους ἀπέφαινε τοὺς οὐκ ἐλευθέρους μόνον ἀλλὰ καὶ ξένους καὶ ἱκέτας καὶ μετοίκους οὔτε αἰδεσθεὶς οὔτε δείσας τὸν ἐλευθέριον καὶ ξένιον καὶ ἱκέσιον καὶ ἐφέστιον θεόν, ὃς τῶν τοιούτων ἐστὶν ἔφορος. 37 εἶτ´ ἐπιτάγματα ἐπέταττε βαρύτερα τῆς δυνάμεως ἄλλους ἐπ´ ἄλλοις πόνους προστιθείς, καὶ τοῖς ἀπαγορεύουσιν ὑπ´ ἀσθενείας ὁ σίδηρος εἵπετο· ἐπιστάτας 〈γὰρ〉 τῶν ἔργων ἀνηλεεστάτους καὶ ὠμοθύμους οὐδενὶ συγγνώμης μεταδιδόντας ᾑρεῖτο, οὓς „ἐργοδιώκτας“ (Exod. 3, 7 al.) ἀπὸ τοῦ συμβεβηκότος ὠνόμαζον. 38 εἰργάζοντο δ´ οἱ μὲν πηλὸν εἰς πλίνθον σχηματίζοντες, οἱ δὲ πανταχόθεν ἄχυρα συγκομίζοντες – πλίνθου γὰρ ἄχυρα δεσμός –, οἱ δ´ ἦσαν ἀποτεταγμένοι πρὸς οἰκιῶν καὶ τειχῶν καὶ πόλεων κατασκευὰς καὶ διωρύχων ἀνατομάς, ὑλοφοροῦντες αὐτοὶ μεθ´ ἡμέραν καὶ νύκτωρ ἄνευ διαδοχῆς, οὐδεμίαν ἔχοντες ἀνάπαυλαν, ἀλλ´ οὐδ´ ὅσον καταδαρθεῖν αὐτὸ μόνον ἐώμενοι, [87 M.] πάντα καὶ τὰ τῶν δημιουργῶν καὶ τὰ τῶν ὑπουργῶν δρᾶν ἀναγκαζόμενοι, ὡς ἐν βραχεῖ τὰ σώματα αὐτοῖς [129 CW] ἀπαγορεύειν, ἅτε καὶ τῆς ψυχῆς προαναπιπτούσης. 39 ἄλλοι γοῦν ἐπ´ ἄλλοις ἐξέθνῃσκον ὡς ὑπὸ λοιμώδους φθορᾶς, οὓς ἀτάφους ἔξω τῶν ὁρίων ἀπερρίπτουν οὐδὲ κόνιν ἐπαμήσασθαι τοῖς σώμασιν ἐῶντες ἀλλ´ οὐδὲ δακρῦσαι συγγενεῖς ἢ φίλους οὕτως οἰκτρῶς διαφθαρέντας· ἀλλὰ καὶ τοῖς ἀδουλώτοις πάθεσι τῆς ψυχῆς, ἃ μόνα σχεδὸν ἐξ ἁπάντων ἐλεύθερα ἡ φύσις ἀνῆκε, δεσποτείαν ἐπηπείλουν οἱ ἀσεβεῖς ἀνάγκης ἀνυποίστῳ βάρει δυνατωτέρας πιέζοντες. (8.) 40 ἐπὶ δὴ τούτοις ἀθυμῶν καὶ δυσχεραίνων διετέλει μήτ´ ἀμύνασθαι τοὺς ἀδικοῦντας μήτε βοηθεῖν τοῖς ἀδικουμένοις ἱκανὸς ὤν· ἃ δ´ οἷός τε ἦν, διὰ λόγων ὠφέλει παραινῶν τοῖς μὲν ἐφεστῶσι μετριάζειν καὶ τὸ σφοδρὸν τῶν ἐπιταγμάτων ὑπανιέναι καὶ χαλᾶν, τοῖς δ´ ἐργαζομένοις φέρειν τὰ παρόντα γενναίως ἄνδρας τε εἶναι τὰ φρονήματα καὶ μὴ συγκάμνειν τὰς ψυχὰς τοῖς σώμασιν, ἀλλὰ χρηστὰ προσδοκᾶν ἐκ πονηρῶν· 41 πάντα γὰρ μεταβάλλειν τὰ ἐν κόσμῳ πρὸς τἀναντία, νέφωσιν εἰς αἰθρίαν, πνευμάτων βίας εἰς ἀέρα νήνεμον, κλύδωνα θαλάττης εἰς ἡσυχίαν καὶ γαλήνην, τὰ δ´ ἀνθρώπεια καὶ μᾶλλον, ὅσῳ καὶ ἀσταθμητότερα. 42 τοιούτοις κατεπᾴδων ὥσπερ ἀγαθὸς ἰατρὸς ᾤετο τὰς νόσους καίτοι βαρυτάτας οὔσας ἐπικουφιεῖν· αἱ δ´ ὁπότε λωφήσειαν, αὖθις ἐκ περιτροπῆς ἐπετίθεντο φέρουσαί τι πάντως ἐκ τοῦ διαπνεῦσαι καινὸν κακὸν ἀργαλεώτερον τῶν προτέρων. 43 ἦσαν γάρ τινες τῶν ἐφεστηκότων ἀτίθασοι σφόδρα καὶ λελυττηκότες, μηδὲν εἰς ἀγριότητα τῶν ἰοβόλων καὶ σαρκοβόρων διαφέροντες, ἀνθρωποειδῆ θηρία, τὴν τοῦ σώματος μορφὴν εἰς δόκησιν ἡμερότητος ἐπὶ θήρᾳ καὶ ἀπάτῃ προβεβλημένοι, σιδήρου καὶ ἀδάμαντος ἀπειθέστεροι. 44 τούτων ἕνα τὸν βιαιότατον, ἐπειδὴ πρὸς τῷ μηδὲν ἐνδιδόναι καὶ ταῖς παρακλήσεσιν ἔτι [130 CW] μᾶλλον ἐξετραχύνετο, τοὺς τὸ προσταχθὲν μὴ ἀπνευστὶ καὶ ὀξυχειρίᾳ δρῶντας τύπτων, προπηλακίζων ἄχρι θανάτου, πάσας αἰκιζόμενος αἰκίας, ἀναιρεῖ δικαιώσας εὐαγὲς εἶναι τὸ ἔργον· καὶ ἦν εὐαγὲς τὸν ἐπ´ ὀλέθρῳ ζῶντα ἀνθρώπων ἀπόλλυσθαι. 45 ταῦτ´ ἀκούσας ὁ βασιλεὺς ἠγανάκτει δεινὸν ἡγούμενος, οὐκ εἴ τις τέθνηκεν ἢ ἀνῄρηκεν ἀδίκως ἢ δικαίως, ἀλλ´ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδὲ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑπείληφεν, ἀλλὰ μισεῖ μὲν οὓς αὐτὸς στέργει, φιλεῖ δὲ οὓς προβέβληται καὶ ἐλεεῖ πρὸς οὓς ἀτρέπτως καὶ ἀπαραιτήτως ἔχει. [88 M.] (9.) 46 λαβόμενοι δ´ ἅπαξ ἀφορμῆς οἱ ἐν τέλει καὶ τὸν νεανίαν ὑφορώμενοι – ᾔδεσαν γὰρ μνησικακήσοντα τῶν ἀνοσιουργημάτων αὐτοῖς καὶ ἐπὶ καιρῶν ἀμυνούμενον – ἀναπεπταμένοις ὠσὶ τοῦ πάππου μυρίας διαβολὰς ἐπήντλουν, οἱ μὲν ἔνθεν, οἱ δ´ ἔνθεν, ὡς καὶ περὶ ἀφαιρέσεως τῆς ἀρχῆς ἐμποιῆσαι δέος, „ἐπιθήσεται“ λέγοντες, „οὐδὲν φρονεῖ μικρόν, ἀεί τι προσπεριεργάζεται, πρὸ καιροῦ βασιλείας ἐρᾷ, θωπεύει τινάς, ἑτέροις ἀπειλεῖ, κτείνει χωρὶς δίκης, τοὺς μάλιστ´ εὔνους σοι προβέβληται. Τί δὴ μέλλεις, ἀλλ´ οὐχ ἃ διανοεῖται δρᾶν ὑποτέμνεις; μέγα τοῖς ἐπιθεμένοις αἱ τῶν ἐπιβουλευομένων ἀναβολαί.“ 47 τοιαῦτα διεξιόντων, ὑπανεχώρησεν [131 CW] εἰς τὴν ὅμορον Ἀραβίαν, ἔνθα διατρίβειν ἦν ἀσφαλές, ἅμα καὶ τὸν θεὸν ποτνιώμενος, ἵνα τοὺς μὲν ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, τοὺς δὲ μηδὲν παραλιπόντας τῶν εἰς ἐπήρειαν ἀξίως τίσηται, παράσχῃ δ´ αὐτῷ ταῦτ´ ἐπιδεῖν ἀμφότερα διπλασιάσας τὴν χάριν. Ὁ δὲ ἐπακούει τῶν εὐχῶν ἀγάμενος αὐτοῦ τὸ φιλόκαλον ἦθος καὶ μισοπόνηρον, οὐκ εἰς μακρὰν τὰ κατὰ τὴν χώραν, ὡς θεῷ πρέπον, δικάσας. 48 ἐν ᾧ δὲ ἔμελλε δικάζειν, τοὺς ἀρετῆς ἄθλους Μωυσῆς διήθλει τὸν ἀλείπτην ἔχων ἐν ἑαυτῷ λογισμὸν ἀστεῖον, ὑφ´ οὗ γυμναζόμενος πρὸς τοὺς ἀρίστους βίους, τόν τε θεωρητικὸν καὶ πρακτικόν, ἐπονεῖτο φιλοσοφίας ἀνελίττων ἀεὶ δόγματα καὶ τῇ ψυχῇ διαγινώσκων εὐτρόχως καὶ μνήμῃ παρακατατιθέμενος εἰς τὸ ἄληστον αὐτὰ καὶ τὰς οἰκείας αὐτίκα πράξεις ἐφαρμόττων ἐπαινετὰς πάσας, ἐφιέμενος οὐ τοῦ δοκεῖν ἀλλὰ τῆς ἀληθείας, διὰ τὸ προκεῖσθαι σκοπὸν ἕνα τὸν ὀρθὸν τῆς φύσεως λόγον, ὃς μόνος ἐστὶν ἀρετῶν ἀρχή τε καὶ πηγή. 49 ἕτερος μὲν οὖν ὀργὴν ἀμείλικτον βασιλέως ἀποδιδράσκων καὶ ἄρτι πρῶτον εἰς ἀλλοδαπὴν ἀφιγμένος, μήπω τοῖς τῶν ἐπιχωρίων ἔθεσιν ἐνωμιληκὼς μηδὲ ἀκριβῶς ἐπιστάμενος οἷς χαίρουσιν ἢ ἀλλοτριοῦνται, κἂν ἐσπούδασεν ἡσυχίᾳ χρώμενος ἀφανέστερον ζῆν τοὺς πολλοὺς λανθάνων ἢ βουληθεὶς εἰς μέσον παρέρχεσθαι τοὺς γοῦν δυνατοὺς καὶ τοὺς πλεῖστον ἰσχύοντας λιπαρέσι θεραπείαις ἐξευμενίζεσθαι, παρ´ ὧν τις ὠφέλεια προσεδοκᾶτο καὶ βοήθεια, εἴ τινες ἐπελθόντες ἀπάγειν πρὸς βίαν ἐπειρῶντο. 50 ὁ δὲ τὴν ἐναντίαν τοῦ εἰκότος ἀτραπὸν ἤλαυνε ταῖς τῆς ψυχῆς ὑγιαινούσαις ὁρμαῖς ἑπόμενος καὶ μηδεμίαν ἐῶν ὑποσκελίζεσθαι· διὸ καὶ τῆς ὑπούσης [132 CW] δυνάμεως ἔστιν ὅτε πλέον ἐνεανιεύετο [89 M.] δύναμιν ἀκαθαίρετον τὸ δίκαιον ἡγούμενος, ὑφ´ οὗ προτραπεὶς αὐτοκέλευστος ἐπὶ τὴν τῶν ἀσθενεστέρων συμμαχίαν ἵετο.
(10.) 51 Λέξω δὲ καὶ τὸ κατ´ ἐκεῖνον αὐτῷ τὸν χρόνον πραχθέν, εἰ καὶ μικρὸν ὅσα γε τῷ δοκεῖν, ἀλλ´ οὐκ ἀπὸ φρονήματος μικροῦ. Κτηνοτροφοῦσιν Ἄραβες καὶ νέμουσι τὰ θρέμματα οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες νέοι τε καὶ παρθένοι παρ´ αὐτοῖς, οὐχὶ τῶν ἠμελημένων καὶ ἀδόξων μόνον ἀλλὰ καὶ τῶν ἄγαν ἐπιφανῶν. 52 ἑπτὰ δὴ κόραι πατρὸς ἱερέως ποίμνην ἄγουσαι παρῆσαν ἐπί τινα πηγὴν καὶ τῶν ἱμονιῶν ἐκδησάμεναι τοὺς καδίσκους ἄλλη διαδεχομένη παρ´ ἄλλης ὑπὲρ τῆς ἐν τῷ πονεῖν ἰσομοιρίας μάλα προθύμως τὰς δεξαμενάς, αἳ πλησίον ἔκειντο, πληροῦσιν. 53 ἐπιφοιτήσαντες δ´ ἕτεροι ποιμένες καὶ τῆς τῶν παρθένων ἀσθενείας ὑπεριδόντες τὰς μὲν ἐπεχείρουν μετὰ τῆς ποίμνης ἐλαύνειν, τὰ δ´ οἰκεῖα θρέμματα προσῆγον ἐπὶ τὸ εὐτρεπισθὲν ποτὸν ἀλλότριον καρπωσόμενοι πόνον. 54 ἰδὼν δὲ Μωυσῆς τὸ γενόμενον – οὐ γὰρ ἦν πόρρω – συντείνας ἔθει καὶ πλησίον στὰς „οὐ παύσεσθε“ εἶπεν „ἀδικοῦντες, τὴν ἐρημίαν νομίζοντες εἶναι πλεονεξίαν; βραχίονας καὶ πήχεις ἀργοὺς τρέφοντες οὐκ ἐρυθριᾶτε; χαῖται βαθεῖαι καὶ σάρκες ὑμεῖς ἐστε, οὐκ ἄνδρες· αἱ μὲν κόραι νεανιεύονται μηδὲν ὀκνοῦσαι τῶν πρακτέων, οἱ δὲ νεανίαι κορικῶς ἤδη τρυφᾶτε. 55 οὐ βαδιεῖσθε; οὐχ ὑπεκστήσεσθε ταῖς πρότερον ἡκούσαις, ὧν καὶ τὸ ποτόν ἐστι; δικαίως ἂν αὐταῖς ἐπαντλήσαντες, ἵν´ ἀφθονώτερον ὕδωρ εἴη, καὶ τὸ εὐτρεπισθὲν ἀφελέσθαι σπεύδετε; ἀλλὰ μὰ τὸν οὐράνιον τῆς δίκης ὀφθαλμὸν οὐκ ἀφελεῖσθε βλέποντα καὶ τὰ ἐν τοῖς ἐρημοτάτοις. Ἐμὲ γοῦν ἐχειροτόνησε βοηθὸν οὐ προσδοκηθέντα· 56 καὶ γάρ εἰμι σύμμαχος ταῖς ἀδικουμέναις μετὰ μεγάλης χειρός, ἣν οὐ θέμις πλεονέκταις ὁρᾶν· αἰσθήσεσθε δὲ αὐτῆς ἐκ τοῦ ἀφανοῦς τιτρωσκούσης, εἰ μὴ μεταβάλοιτε.“ 57 ταῦτα διεξιόντος, φοβηθέντες, ἐπεὶ καὶ λέγων ἅμα ἐνεθουσία [133 CW] μεταμορφούμενος εἰς προφήτην, μὴ χρησμοὺς καὶ λόγια θεσπίζει, καταπειθεῖς τε γίνονται καὶ τὴν ποίμνην τῶν παρθένων ἐπὶ τὰς δεξαμενὰς ἄγονται πρότερον μεταστησάμενοι τὰς ἑαυτῶν. (11.) 58 αἱ δ´ ἐπανῄεσαν οἴκαδε σφόδρα γεγηθυῖαι καὶ τὰ συμβάντα παρ´ ἐλπίδας ἐκδιηγοῦντο, ὡς πολὺν ἵμερον ἐνεργάσασθαι τοῦ ξένου τῷ πατρί. Κατεμέμφετο γοῦν αὐτὰς ἐπ´ ἀχαριστίᾳ τοιαῦτα λέγων· „τί παθοῦσαι μεθίετε, δέον ἄγειν εὐθὺς καὶ εἴπερ ἀνεδύετο λιπαρεῖν; ἤ τινα μισανθρωπίαν μου κατέγνωτε; ἢ δεύτερον περιπεσεῖν ἀδίκοις οὐ [90 M.] προσδοκᾶτε; βοηθῶν ἀπορεῖν ἀνάγκη τοὺς ἐπιλήσμονας χαρίτων. Ἀλλ´ ὅμως ἀναδραμοῦσαι (τὸ γὰρ ἁμάρτημα μέχρι νῦν ἐστιν ἰάσιμον) ἴτε μετὰ σπουδῆς καὶ καλεῖτε ξενίων μὲν πρότερον αὖθις δὲ καὶ ἀμοιβῆς (ὀφείλεται γὰρ αὐτῷ χάρις) μεθέξοντα.“ 59 συντείνασαι δὲ καταλαμβάνουσιν αὐτὸν οὐ πόρρω τῆς πηγῆς καὶ δηλώσασαι τὰ ἀπὸ τοῦ πατρὸς οἴκαδε συμπείθουσιν ἥκειν. Ὁ δὲ πατὴρ τὴν μὲν ὄψιν εὐθὺς τὸ δὲ βούλημα ὀλίγον ὕστερον καταπλαγεὶς – ἀρίδηλοι γὰρ αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωριζόμεναι – δίδωσι τὴν καλλιστεύουσαν αὐτῷ τῶν θυγατέρων γυναῖκα, δι´ ἑνὸς ἔργου πάνθ´ ὅσα τῶν εἰς καλοκἀγαθίαν μαρτυρήσας καὶ ὡς ἀξιέραστον μόνον τὸ καλόν ἐστι τῆς ἀφ´ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ´ ἐν ἑαυτῷ περιφέρον τὰ γνωρίσματα. 60 μετὰ δὲ τὸν γάμον παραλαβὼν τὰς ἀγέλας ἐποίμαινε προδιδασκόμενος εἰς ἡγεμονίαν· ποιμενικὴ γὰρ μελέτη καὶ προγυμνασία [134 CW] βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης, καθάπερ καὶ τοῖς πολεμικοῖς τὰς φύσεις τὰ κυνηγέσια· θήραις γὰρ ἐμπρομελετῶσιν οἱ πρὸς τὰς στραταρχίας ἀλειφόμενοι, τῶν ἀλόγων οἷά τινος ὕλης ὑποβεβλημένων πρὸς ἄσκησιν τῆς καθ´ ἑκάτερον καιρὸν ἀρχῆς, τόν τε πολέμου καὶ τὸν εἰρήνης. 61 ἡ μὲν γὰρ τῶν ἀγρίων θήρα στρατηγικὸν κατ´ ἐχθρῶν ἐστι γύμνασμα, ἡ δὲ τῶν ἡμέρων ἐπιμέλεια καὶ προστασία βασιλικὸν πρὸς ὑπηκόους ἀγώνισμα· διὸ καὶ „ποιμένες λαῶν“ οἱ βασιλεῖς, οὐχ ὡς ὄνειδος ἀλλ´ ὡς ὑπερβάλλουσα τιμή, προσαγορεύονται. 62 καί μοι δοκεῖ μὴ πρὸς δόξας τῶν πολλῶν ἀλλὰ πρὸς ἀλήθειαν ἐρευνωμένῳ τὸ πρᾶγμα – γελάτω δ´ ὁ βουλόμενος – μόνος ἂν γενέσθαι βασιλεὺς τέλειος ὁ τὴν ποιμενικὴν ἐπιστήμην ἀγαθός, ἐν ἐλάττοσι ζῴοις παιδευθεὶς τὰ τῶν κρειττόνων· ἀμήχανον γὰρ τὰ μεγάλα πρὸ τῶν μικρῶν τελεσθῆναι.
(12.) 63 Γενόμενος οὖν τῶν καθ´ αὑτὸν ἀγελαρχῶν ἄριστος καὶ ποριστὴς 〈τῶν〉 ὅσα πρὸς τὴν τῶν θρεμμάτων συνέτεινεν ὠφέλειαν ἱκανὸς ἐκ τοῦ μηδὲν ἀποκνεῖν ἀλλ´ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ εἰς δέον τῇ προστασίᾳ χρῆσθαι μετὰ [91 M.] καθαρᾶς καὶ ἀδόλου πίστεως ηὔξησε τὰς ἀγέλας· 64 ὡς ὑπὸ τῶν ἄλλων νομέων ἤδη καὶ φθονεῖσθαι μηδὲν ὁμοιότροπον ἐν ταῖς ἰδίαις ποίμναις ὁρώντων, αἷς εὐτυχὲς εἶναι ἐδόκει ἡ ἐν ὁμοίῳ μονή, ταῖς δὲ τὸ μὴ βελτιοῦσθαι καθ´ ἑκάστην ἡμέραν ἐλάττωσις διὰ τὸ μεγάλας εἰωθέναι λαμβάνειν ἐπιδόσεις ἐκ μὲν εὐσαρκίας καὶ πιότητος εἰς κάλλος, εἰς δὲ πλῆθος ἐξ εὐτοκίας [135 CW] καὶ τῶν περὶ δίαιταν ὑγιεινῶν. 65 ἄγων δὲ τὴν ποίμνην εἰς τόπον εὔυδρόν τε καὶ εὔχορτον, ἔνθα συνέβαινε καὶ πολλὴν πόαν προβατεύσιμον ἀναδίδοσθαι, γενόμενος πρός τινι νάπει θέαμα ἐκπληκτικώτατον ὁρᾷ. Βάτος ἦν, ἀκανθῶδές τι φυτὸν καὶ ἀσθενέστατον· οὗτος, οὐδενὸς πῦρ προσενεγκόντος, ἐξαίφνης ἀνακαίεται καὶ περισχεθεὶς ὅλος ἐκ ῥίζης εἰς ἀκρέμονα πολλῇ φλογὶ καθάπερ ἀπό τινος πηγῆς ἀνομβρούσης διέμενε σῷος, οὐ κατακαιόμενος, οἷά τις ἀπαθὴς οὐσία καὶ οὐχ ὕλη πυρὸς αὐτὸς ὤν, ἀλλὰ τροφῇ χρώμενος τῷ πυρί. 66 κατὰ δὲ μέσην τὴν φλόγα μορφή τις ἦν περικαλλεστάτη, τῶν ὁρατῶν ἐμφερὴς οὐδενί, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣν ἄν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι· καλείσθω δὲ ἄγγελος, ὅτι σχεδὸν τὰ μέλλοντα γενήσεσθαι διήγγελλε τρανοτέρᾳ φωνῆς ἡσυχίᾳ διὰ τῆς μεγαλουργηθείσης ὄψεως. 67 σύμβολον γὰρ ὁ μὲν καιόμενος βάτος τῶν ἀδικουμένων, τὸ δὲ φλέγον πῦρ τῶν ἀδικούντων, τὸ δὲ μὴ κατακαίεσθαι τὸ καιόμενον τοῦ μὴ πρὸς τῶν ἐπιτιθεμένων φθαρήσεσθαι τοὺς ἀδικουμένους, ἀλλὰ τοῖς μὲν ἄπρακτον καὶ ἀνωφελῆ γενέσθαι τὴν ἐπίθεσιν, τοῖς δὲ τὴν ἐπιβουλὴν ἀζήμιον, ὁ δὲ ἄγγελος προνοίας τῆς ἐκ θεοῦ τὰ λίαν φοβερὰ παρὰ τὰς ἁπάντων ἐλπίδας κατὰ πολλὴν ἡσυχίαν ἐξευμαρίζοντος. (13.) 68 τὴν δὲ εἰκασίαν ἀκριβῶς ἐπισκεπτέον. Ὁ βάτος, ὡς ἐλέχθη, φυτὸν ἀσθενέστατον [136 CW] ἀλλ´ οὐδὲ ἄκεντρον, ὡς εἰ καὶ μόνον ἐπιψαύσειέ τις τιτρώσκειν, οὔτ´ ἐξαναλώθη τῷ φύσει δαπανηρῷ πυρί, τοὐναντίον δὲ ἐφυλάχθη πρὸς αὐτοῦ καὶ διαμένων ὁποῖος ἦν πρὶν ἀνακαίεσθαι μηδὲν ἀποβαλὼν τὸ παράπαν αὐγὴν προσέλαβε. [92 M.] 69 τοῦθ´ ἅπαν ὑπογραφή τίς ἐστι τῆς ἐθνικῆς ὑποθέσεως, ἣ κατ´ ἐκεῖνον τὸν χρόνον ἐπεῖχε, μόνον οὐ βοῶσα τοῖς ἐν συμφοραῖς· „μὴ ἀναπίπτετε, τὸ ἀσθενὲς ὑμῶν δύναμίς ἐστιν, ἣ καὶ κεντεῖ καὶ κατατρώσει μυρίους. Ὑπὸ τῶν ἐξαναλῶσαι γλιχομένων τὸ γένος ἀκόντων διασωθήσεσθε μᾶλλον ἢ ἀπολεῖσθε, τοῖς κακοῖς οὐ κακωθήσεσθε, ἀλλ´ ὅταν μάλιστα πορθεῖν νομίσῃ τις ὑμᾶς, τότε μάλιστα πρὸς εὔκλειαν ἐκλάμψετε.“ 70 πάλιν τὸ πῦρ φθοροποιὸς οὐσία διελέγχουσα τοὺς ὠμοθύμους· „μὴ ταῖς ἰδίαις ἀλκαῖς ἐπαίρεσθε, τὰς ἀμάχους ῥώμας ἰδόντες καθαιρουμένας σωφρονίσθητε· ἡ μὲν καυστικὴ δύναμις τῆς φλογὸς ὡς ξύλον καίεται, τὸ δὲ φύσει καυστὸν ξύλον οἷα πῦρ ἐμφανῶς καίει.“
(14.) 71 Τὸ τεράστιον τοῦτο καὶ τεθαυματουργημένον δείξας ὁ θεὸς τῷ Μωυσεῖ, παραίνεσιν ἐναργεστάτην τῶν μελλόντων ἀποτελεῖσθαι, καὶ διὰ χρησμῶν ἄρχεται προτρέπειν αὐτὸν ἐπὶ τὴν τοῦ ἔθνους σπεύδειν ἐπιμέλειαν, ὡς οὐ μόνον ἐλευθερίας παραίτιον ἀλλὰ καὶ ἡγεμόνα τῆς ἐνθένδε ἀποικίας οὐκ εἰς μακρὰν γενησόμενον, ὁμολογῶν ἐν ἅπασι συλλήψεσθαι. 72 „κακουμένων γὰρ ἐκ πολλοῦ καὶ δυσανασχέτους ὕβρεις ὑπομενόντων, οὐδενὸς ἀνθρώπων οὔτ´ ἐπικουφίζοντος οὔτ´ ἐλεοῦντος τὰς συμφοράς, οἶκτον“ φησίν „αὐτὸς ἔλαβον· καὶ γὰρ 〈οἶδ´〉 ἰδίᾳ ἕκαστον καὶ πάντας ὁμοθυμαδὸν ἐφ´ ἱκετείας καὶ λιτὰς τραπομένους ἐλπίζειν τὴν ἐξ ἐμοῦ βοήθειαν· εἰμὶ δὲ τὴν φύσιν ἤπιος καὶ γνησίοις ἱκέταις [137 CW] ἵλεως. 73 ἴθι δὴ πρὸς τὸν βασιλέα τῆς χώρας μηδὲν εὐλαβηθεὶς τὸ παράπαν ὁ μὲν γὰρ πρότερος τέθνηκεν, ὃν ἀπεδίδρασκες διὰ φόβον ἐπιβουλῆς, ἕτερος δὲ τὴν χώραν ἐπιτέτραπται μηδενὸς τῶν πραγμάτων σοι μνησικακῶν – καὶ τὴν τοῦ ἔθνους γερουσίαν προσπαραλαβὼν εἰπὲ χρησμῷ προσκεκλῆσθαι ὑπ´ ἐμοῦ τὸ ἔθνος, ἵνα κατὰ τὰ πάτρια θύσῃ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῶν ὅρων τῆς χώρας προελθόν.“ 74 ὁ δὲ οὐκ ἀγνοῶν ἐπὶ τοῖς λεγομένοις ἀπιστήσοντας τούς τε ὁμοφύλους καὶ τοὺς ἄλλους ἅπαντας „ἐὰν οὖν“ φησί „πυνθάνωνται, τί τὸ ὄνομα τῷ πέμψαντι, μηδ´ αὐτὸς εἰπεῖν ἔχων ἆρ´ οὐ δόξω διαπατᾶν“; 75 ὁ δὲ „τὸ μὲν πρῶτον λέγε“ φησίν „αὐτοῖς, ὅτι ἐγώ εἰμι ὁ ὤν, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος προσαναδιδαχθῶσιν, ὡς οὐδὲν ὄνομα τὸ παράπαν ἐπ´ ἐμοῦ κυριολογεῖται, ᾧ μόνῳ πρόσεστι τὸ εἶναι. 76 ἐὰν δ´ ἀσθενέστεροι τὰς φύσεις ὄντες ἐπιζητῶσι πρόσρησιν, δήλωσον αὐτοῖς μὴ μόνον τοῦθ´ ὅτι [93 M.] θεός εἰμι, ἀλλ´ ὅτι καὶ τριῶν τῶν ἐπωνύμων ἀνδρῶν ἀρετῆς, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ὧν ὁ μὲν τῆς διδακτῆς, ὁ δὲ τῆς φυσικῆς, ὁ δὲ τῆς ἀσκητικῆς σοφίας κανών ἐστιν. Ἐὰν δὲ ἔτι ἀπιστῶσι, τρισὶ σημείοις ἀναδιδαχθέντες μεταβαλοῦσιν, ἃ πρότερον οὔτε τις εἶδεν οὔτε ἤκουσεν ἀνθρώπων.“ 77 ἦν δὲ τὰ σημεῖα τοιάδε· ῥάβδον, ἣν εἶχεν, εἰς τοὔδαφος ῥῖψαι κελεύει· ἡ δ´ αὐτίκα ψυχωθεῖσα εἷρπε καὶ τῶν ἀπόδων τὸ ἡγεμονικώτατον ὑπερμεγέθης δράκων γίνεται τελειότατος· ταχέως δ´ ἀποχωρήσας [138 CW] ἀπὸ τοῦ ζῴου καὶ διὰ δέος ἤδη πρὸς φυγὴν ὁρμῶν μετακαλεῖται καὶ θεοῦ προστάξαντος ἅμα τε θάρσος ἐμποιήσαντος ἐπιδράττεται τῆς οὐρᾶς. 78 ὁ δὲ ἰλυσπώμενος ἔτι κατὰ τὴν ἐπαφὴν ἵσταται καὶ πρὸς μῆκος εὖ μάλα ταθεὶς εὐθὺς εἰς βακτηρίαν μετεστοιχειοῦτο τὴν αὐτήν, ὡς θαυμάζειν μὲν τὰς μεταβολὰς ἀμφοτέρας, ποτέρα δὲ καταπληκτικωτέρα, μὴ δύνασθαι διακρίνειν, τῆς ψυχῆς ἰσορρόπῳ πληχθείσης φαντασίᾳ. 79 τοῦτο μὲν δὴ πρῶτον, ἕτερον δ´ οὐκ εἰς μακρὰν ἐθαυματουργεῖτο· τῶν χειρῶν τὴν ἑτέραν προστάττει τοῖς κόλποις ἐπικρύψαντα μικρὸν ὕστερον προενεγκεῖν· δράσαντος δὲ τὸ κελευσθέν, ἡ χεὶρ λευκοτέρα χιόνος ἐξαπιναίως ἀναφαίνεται· πάλιν δὲ καθέντος εἰς τοὺς κόλπους καὶ ἀνενεγκόντος, εἰς τὴν αὐτὴν χρόαν τρέπεται τὸ οἰκεῖον ἀπολαβοῦσα εἶδος. 80 ταῦτα μὲν οὖν ὑπὸ μόνου μόνος ἐπαιδεύετο, ὡς παρὰ διδασκάλῳ γνώριμος, ἔχων παρ´ ἑαυτῷ τὰ τῶν τεράτων ὄργανα, τήν τε χεῖρα καὶ τὴν βακτηρίαν, οἷς προεφωδιάσθη. 81 τρίτον δ´ ἐπιφέρεσθαι μὲν οὐκ ἦν οὐδὲ προδιδάσκεσθαι, ἔμελλε δ´ ἐκπλήττειν οὐκ ἔλαττον τὴν ἀρχὴν τοῦ γίνεσθαι λαβὸν ἐν Αἰγύπτῳ. Ἦν δὲ τοιοῦτο· „τοῦ ποταμίου“ φησίν „ὕδατος ὅσον ἂν ἀρυσάμενος ἐπὶ τὴν γῆς ἐκχέῃς, αἷμα ξανθότατον ἔσται πρὸς τῇ χρόᾳ καὶ τὴν δύναμιν ἑτεροιωθὲν εἰς ἀλλαγὴν παντελῆ.“ 82 πιστὸν δ´ ὡς ἔοικε καὶ τοῦτ´ ἀνεφαίνετο, οὐ μόνον διὰ τὸ τοῦ λέγοντος ἀψευδές, ἀλλὰ καὶ διὰ τὰ ἤδη προεπιδειχθέντα ἐπί τε τῆς χειρὸς καὶ τῆς βακτηρίας θαυματουργήματα. 83 πιστεύων δ´ ὅμως παρῃτεῖτο τὴν χειροτονίαν [139 CW] ἰσχνόφωνον καὶ βραδύγλωσσον, οὐκ εὔλογον, αὑτὸν εἶναι φάσκων καὶ μάλιστ´ ἀφ´ οὗ λέγοντος ἤκουε θεοῦ· νομίσας γὰρ τὴν ἀνθρωπίνην λογιότητα κατὰ σύγκρισιν τῆς θείας ἀφωνίαν εἶναι καὶ ἅμα τὴν φύσιν εὐλαβὴς ὢν ὑπεστέλλετο [94 M.] τοῖς ὑπερόγκοις, τὰ λίαν μεγάλα κρίνων οὐ καθ´ αὑτόν, καὶ παρεκάλει ἕτερον ἑλέσθαι τὸν εὐμαρῶς ἕκαστα τῶν ἐπισταλέντων διαπράξασθαι δυνησόμενον. 84 ὁ δ´ ἀποδεξάμενος αὐτὸν τῆς αἰδοῦς „ἆρά γε ἀγνοεῖς“ εἶπε „τὸν δόντα ἀνθρώπῳ στόμα καὶ κατασκευάσαντα γλῶτταν καὶ ἀρτηρίαν καὶ τὴν ἅπασαν λογικῆς φωνῆς ὀργανοποιίαν; αὐτός εἰμι ἐγώ. Μηδὲν οὖν δείσῃς· ἐμοῦ γὰρ ἐπινεύσαντος ἀρθρωθήσεται πάντα καὶ μεταβαλεῖ πρὸς τὸ μέτριον, ὡς μηδενὸς ἔτι ἐμποδίζοντος ῥεῖν εὔτροχον καὶ λεῖον ἀπὸ καθαρᾶς πηγῆς τὸ τῶν λόγων νᾶμα. Χρεία δ´ εἰ γένοιτο ἑρμηνέως, ὑποδιακονικὸν στόμα τὸν ἀδελφὸν ἕξεις, ἵν´ ὁ μὲν τῷ πλήθει ἀπαγγέλλῃ τὰ ἀπὸ σοῦ, σὺ δ´ ἐκείνῳ τὰ θεῖα.“
(15.) 85 Ταῦτ´ ἀκούσας – οὐ γὰρ ἦν εἰς ἅπαν ἀντιλέγειν ἀσφαλὲς οὐδ´ ἀκίνδυνον – ἄρας ἐβάδιζε μετὰ γυναικὸς καὶ τέκνων ὁδὸν τὴν ἐπ´ Αἴγυπτον, καθ´ ἣν ὑπαντήσαντα τὸν ἀδελφὸν πείθει συνακολουθεῖν ὑπειπὼν τὰ θεῖα λόγια· τῷ δ´ ἄρα προϋπείργαστο ἡ ψυχὴ κατ´ ἐπιφροσύνην θεοῦ πρὸς πειθαρχίαν, ὡς ἀνενδοιάστως συναινεῖν καὶ ἑτοίμως ἕπεσθαι. 86 παραγενόμενοι δ´ εἰς Αἴγυπτον γνώμῃ καὶ ψυχῇ μιᾷ τὸ μὲν πρῶτον τοὺς δημογέροντας τοῦ ἔθνους συναγαγόντες ἐν ἀπορρήτῳ μηνύουσι τοὺς χρησμοὺς καὶ ὡς ἔλεον καὶ οἶκτον λαβὼν αὐτῶν ὁ θεὸς ἐλευθερίαν καὶ τὴν ἐνθένδε μετανάστασιν εἰς ἀμείνω χώραν ὁμολογῶν [140 CW] αὐτὸς ἔσεσθαι τῆς ὁδοῦ ἡγεμὼν ὑπισχνεῖται. 87 μετὰ δὲ ταῦτα καὶ τῷ βασιλεῖ θαρροῦσιν ἤδη διαλέγεσθαι περὶ τοῦ τὸν λεὼν ἱερουργήσοντα ἐκπέμψαι τῶν ὅρων· δεῖν γὰρ ἔφασκον ἐν ἐρήμῳ τὰς πατρίους θυσίας ἐπιτελεσθῆναι, μὴ κατὰ τὰ αὐτὰ ταῖς τῶν ἄλλων ἀνθρώπων γινομένας, ἀλλὰ τρόπῳ καὶ νόμῳ διαφεύγοντι τὴν κοινότητα διὰ τὰς τῶν ἐθῶν ἐξαιρέτους ἰδιότητας. 88 ὁ δ´ ἐξ ἔτι σπαργάνων προγονικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος καὶ μηδένα τὸ παράπαν νοητὸν θεὸν ἔξω τῶν ὁρατῶν νομίζων ἀποκρίνεται πρὸς ὕβριν εἰπών· „τίς ἐστιν οὗ χρή με ὑπακούειν; οὐκ οἶδα τὸν λεγόμενον τοῦτον καινὸν κύριον· οὐκ ἐξαποστέλλω τὸ ἔθνος ἐπὶ προφάσει ἑορτῆς καὶ θυσιῶν ἀφηνιάσον“ (cf. Exod. 5, 2). 89 εἶθ´ ἅτε χαλεπὸς καὶ βαρύμηνις καὶ ἀπαραίτητος τὴν ὀργὴν κελεύει τοὺς τοῖς ἔργοις ἐφεστῶτας προπηλακίζεσθαι ὡς ἀνέσεις καὶ σχολὴν ἐνδιδόντας, ἀνέσεως καὶ σχολῆς εἶναι λέγων τὸ βουλεύεσθαι περὶ θυσιῶν καὶ ἑορτῶν· τοὺς γὰρ ἐν ἀνάγκαις τούτων οὐδὲ μεμνῆσθαι, ἀλλ´ οἷς ὁ βίος ἐν εὐπαθείᾳ πολλῇ καὶ τρυφῇ. 90 βαρυτέρας οὖν ἢ πρότερον συμφορὰς ὑπομενόντων καὶ ἐπὶ τοῖς ἀμφὶ Μωυσῆν δυσχεραινόντων ὡς [95 M.] ἀπατεῶσι καὶ τὰ μὲν λάθρα τὰ δὲ φανερῶς κακηγορούντων καὶ ἀσεβείας αἰτιωμένων ἐπὶ τῷ δοκεῖν θεοῦ κατεψεῦσθαι, δεικνύειν ἄρχεται Μωυσῆς ἃ προὐδιδάχθη τέρατα, νομίσας τοὺς θεασομένους ἐκ τῆς ἐπεχούσης ἀπιστίας εἰς πίστιν τῶν λεγομένων μεταβαλεῖν. 91 ἡ δὲ τῶν τεράτων ἐπίδειξις ἐγένετο καὶ τῷ βασιλεῖ διὰ σπουδῆς καὶ τοῖς ἐν τέλει τῶν Αἰγυπτίων. (16.) πάντων οὖν τῶν δυνατῶν συρρυέντων εἰς τὰ βασίλεια, λαβὼν τὴν βακτηρίαν ὁ Μωυσέως ἀδελφὸς καὶ κατασείσας μάλα ἐπιδεικτικῶς εἰς τοὔδαφος ῥίπτει· καὶ ἡ μὲν δράκων [141 CW] αὐτίκα γίνεται, οἱ δ´ ἐν κύκλῳ κατεθεῶντο καὶ ἅμα θαυμαστικῶς ἔχοντες ὑπὸ δέους ἐξαναχωροῦντες ἀπέφευγον. 92 σοφισταὶ δ´ ὅσοι καὶ μάγοι παρετύγχανον „τί καταπλήττεσθε;“ εἶπον· „οὐδ´ ἡμεῖς τῶν τοιούτων ἀμελετήτως ἔχομεν, ἀλλὰ χρώμεθα τέχνῃ δημιουργῷ τῶν ὁμοίων.“ εἶθ´ ἑκάστου βακτηρίαν ἣν εἶχε ῥίψαντος, δρακόντων πλῆθος ἦν καὶ περὶ ἕνα τὸν πρῶτον εἱλοῦντο. 93 ὁ δ´ ἐκ πολλοῦ τοῦ περιόντος διαναστὰς πρὸς ὕψος τὰ μὲν στέρνα εὐρύνει, τὸ δὲ στόμα διοίξας ὁλκοῦ πνεύματος ῥύμῃ βιαιοτάτῃ καθάπερ βόλον ἰχθύων πάντας ἐν κύκλῳ σαγηνεύσας ἐπισπᾶται καὶ καταπιὼν εἰς τὴν ἀρχαίαν φύσιν τῆς βακτηρίας μετέβαλεν. 94 ἤδη μὲν οὖν ἐν ἑκάστου τῇ ψυχῇ τῶν ἐθελοκακούντων τὸ ὕποπτον διήλεγξεν ἡ μεγαλουργηθεῖσα ὄψις, ὡς μηκέτι νομίζειν ἀνθρώπων σοφίσματα καὶ τέχνας εἶναι τὰ γινόμενα πεπλασμένας πρὸς ἀπάτην. Ἀλλὰ δύναμιν θειοτέραν τὴν τούτων αἰτίαν, ᾗ πάντα δρᾶν εὐμαρές. 95 ἐπεὶ δὲ καὶ ὁμολογεῖν ἀναγκασθέντες ὑπὸ τῆς τῶν γινομένων ἐμφανοῦς ἐναργείας οὐδὲν ἧττον ἐθρασύνοντο, τῆς αὐτῆς ἀπανθρωπίας καὶ ἀσεβείας ὥσπερ ἀγαθοῦ τινος ἐπειλημμένοι βεβαιοτάτου, μήτε τοὺς καταδουλωθέντας ἀδίκως ἐλεοῦντες μήτε τὰ διὰ τῶν λόγων προσταττόμενα δρῶντες, ἅτε δὴ τοῦ θεοῦ τρανοτέραις χρησμῶν ἀποδείξεσι ταῖς διὰ σημείων καὶ τεράτων τὸ βούλημα δεδηλωκότος, ἐμβριθεστέρας ἐπανατάσεως ἐδέησε καὶ πληγῶν ἑσμοῦ, αἷς οἱ ἄφρονες νουθετοῦνται, οὓς λόγος οὐκ ἐπαίδευσε.
[142 CW] 96 Δέκα δὲ ἐπάγονται τῇ χώρᾳ τιμωρίαι, κατὰ τῶν τέλεια ἡμαρτηκότων τέλειος ἀριθμὸς κολάσεως· ἦν δὲ κόλασις παρηλλαχυῖα τὰς ἐν ἔθει. (17.) τὰ γὰρ στοιχεῖα τοῦ παντός, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ἐπιτίθενται, [96 M.] δικαιώσαντος θεοῦ, οἷς ἀπετελέσθη ὁ κόσμος, τὴν ἀσεβῶν χώραν φθαρῆναι, πρὸς ἔνδειξιν κράτους ἀρχῆς ᾗ κέχρηται, τὰ αὐτὰ καὶ σωτηρίως ἐπὶ γενέσει τῶν ὅλων σχηματίζοντος καὶ τρέποντος ὁπότε βουληθείη πρὸς τὴν κατὰ τῶν ἀσεβῶν ἀπώλειαν. 97 διανέμει δὲ τὰς κολάσεις, τρεῖς μὲν τὰς ἐκ τῶν παχυμερεστέρων στοιχείων γῆς καὶ ὕδατος, ἐξ ὧν ἀπετελέσθησαν αἱ σωματικαὶ ποιότητες, ἐφεὶς τῷ Μωυσέως ἀδελφῷ, τὰς δ´ ἴσας ἐξ ἀέρος καὶ πυρὸς τῶν ψυχογονιμωτάτων μόνῳ Μωυσεῖ, μίαν δὲ κοινὴν ἀμφοτέροις ἑβδόμην ἐπιτρέπει, τρεῖς δὲ τὰς ἄλλας εἰς συμπλήρωσιν δεκάδος ἀνατίθησιν αὑτῷ. 98 καὶ πρώτας ἐπιφέρειν ἄρχεται τὰς ἀφ´ ὕδατος· ἐπειδὴ γὰρ τὸ ὕδωρ Αἰγύπτιοι διαφερόντως ἐκτετιμήκασιν ἀρχὴν τῆς τῶν ὅλων γενέσεως τοῦτ´ εἶναι νομίζοντες, αὐτὸ πρῶτον ἠξίωσε καλέσαι πρὸς τὴν τῶν ἀποδεχομένων ἐπίπληξίν τε καὶ νουθεσίαν. [143 CW] 99 τί οὖν οὐκ εἰς μακρὰν συνέβη; τοῦ Μωυσέως ἀδελφοῦ προστάξει θείᾳ κατενεγκόντος τὴν βακτηρίαν ἐπὶ τὸν ποταμόν, ὁ μὲν εὐθὺς ἀπ´ Αἰθιοπίας ἄχρι θαλάσσης εἰς αἷμα τρέπεται, συνεξαιματοῦνται δ´ αὐτῷ λίμναι, διώρυχες, κρῆναι, φρέατα, πηγαί, σύμπασα ἡ κατ´ Αἴγυπτον οὐσία ὕδατος, ὡς ἀπορίᾳ ποτοῦ τὰ παρὰ ταῖς ὄχθαις ἀναστέλλειν, τὰς δ´ ἀνατεμνομένας φλέβας καθάπερ ἐν ταῖς αἱμορραγίαις κρουνηδὸν αὐλοὺς ἀκοντίζειν αἵματος, μηδεμιᾶς ἐνορωμένης διαυγοῦς λιβάδος. 100 ἐναπέθνῃσκε δὲ καὶ τὰ γένη τῶν ἰχθύων ἅπαντα, ἅτε τῆς ζωτικῆς δυνάμεως εἰς φθοροποιὸν μεταβαλούσης, ὡς δυσωδίας πάντα διὰ πάντων ἀναπεπλῆσθαι, τοσούτων σηπομένων ἀθρόον σωμάτων· πολὺς δὲ καὶ ἀνθρώπων ὄχλος ὑπὸ δίψους διαφθαρεὶς ἔκειτο σωρηδὸν ἐπὶ τῶν τριόδων, οὐ σθενόντων ἐπὶ τὰ μνήματα τῶν οἰκείων τοὺς τετελευτηκότας ἐκκομίζειν. 101 ἐπὶ γὰρ ἡμέρας ἑπτὰ τὸ δεινὸν ἐκράτησεν, ἕως οἱ μὲν Αἰγύπτιοι τοὺς ἀμφὶ Μωυσῆν, οὗτοι δὲ τὸν θεὸν ἱκέτευσαν, οἶκτον λαβεῖν τῶν ἀπολλυμένων· ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια. (18.) 102 μικρὸν δὲ ὅσον ἀνεθέντες ἐπὶ τὴν αὐτὴν ὠμότητα καὶ παρανομίαν ἵεντο, ὡς ἢ τοῦ δικαίου παντάπασιν ἐξ ἀνθρώπων ἀφανισθέντος ἢ τῶν ὑπομεινάντων μίαν τιμωρίαν δεύτερον οὐκ εἰωθότων ἐπιπλήττεσθαι· παθόντες δ´ ἀνεδιδάσκοντο νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ´ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε. 103 πάλιν γὰρ ὁ Μωυσέως [97 M.] ἀδελφὸς κελευσθεὶς διώρυξι καὶ λίμναις καὶ ἕλεσι τὴν ῥάβδον ἐκτείνας ἐπιφέρει· πρὸς δὲ τὴν ἔκτασιν βατράχων πληθὺς ἀνέρπει τοσαύτη, ὡς μὴ μόνον [144 CW] ἀγορὰς καὶ πᾶσαν τὴν ὕπαιθρον, ἀλλὰ πρὸς τούτοις ἐπαύλεις, οἰκίας, ἱερά, πάντα ἰδιωτικὸν καὶ δημόσιον τόπον πεπληρῶσθαι, καθάπερ εἰς ἀποικίαν ἓν γένος τῶν ἐνύδρων τῆς φύσεως ἐκπέμψαι διανοηθείσης πρὸς τὴν ἐναντίαν χώραν· ἐναντία γὰρ χέρσος ὕδατι. 104 μήτ´ οὖν ἔξω προελθεῖν ἕνεκα τοῦ προκατέχεσθαι τοὺς στενωποὺς μήτ´ ἔνδον δυνάμενοι μένειν καὶ γὰρ τὰ ἐν μυχοῖς ἤδη προκατειλήφεσαν ἄχρι καὶ τῶν ὑψηλοτάτων ἀνέρποντες – ἐν ἐσχάταις ἦσαν συμφοραῖς καὶ σωτηρίας ἀπογνώσει. 105 πάλιν οὖν καταφεύγουσιν ἐπὶ τοὺς αὐτούς, ὑποσχομένου τοῦ βασιλέως ἐπιτρέψαι τὴν ἔξοδον Ἑβραίοις· οἱ δὲ λιταῖς τὸν θεὸν ἐξευμενίζονται· καὶ ἐπινεύσαντος, τῶν φρύνων οἱ μὲν εἰς τὸν ποταμὸν ἀναχωροῦσι, τῶν δ´ εὐθὺς διαφθαρέντων κατὰ τὰς τριόδους θημῶνες ἦσαν, σωρηδὸν ἐπιφερόντων καὶ τοὺς οἴκοθεν διὰ τὰς ἀνυποίστους ὀσμάς, αἳ ἐκ νεκρῶν σωμάτων καὶ τοιούτων ἀνεφέροντο, ἃ καὶ ἔμψυχα ὄντα πολλὴν ἀηδίαν παρέχεται ταῖς αἰσθήσεσι. (19.) 106 διαπνεύσαντες δὲ τῆς τιμωρίας ἐπ´ ὀλίγον ὥσπερ ἐν τοῖς ἀγῶσιν ἀθληταὶ συλλεξάμενοι δύναμιν, ἵν´ ἀπ´ ἐρρωμενεστέρας ἰσχύος ἀδικῶσι, πάλιν εἰς τὴν συνήθη κακίαν ἀνέδραμον ἐκλαθόμενοι ὧν τέως ὑπέμειναν κακῶν. 107 ἐπισχὼν δὲ τὰς ἐκ τοῦ ὕδατος τιμωρίας ὁ θεὸς τὰς ἐκ γῆς ἐπέφερε τὸν αὐτὸν ἐπιστήσας κολαστήν, οὗ πάλιν κατὰ τὸ προσταχθὲν τῇ βακτηρίᾳ τοὔδαφος παίσαντος φορὰ σκνιπῶν ἐχύθη καὶ ταθεῖσα καθάπερ νέφος ἅπασαν ἐπέσχεν Αἴγυπτον. 108 τὸ δὲ ζῷον, εἰ καὶ βραχύτατον, ὅμως ἀργαλεώτατον· οὐ γὰρ μόνον λυμαίνεται τὴν ἐπιφάνειαν κνησμοὺς ἐμποιοῦν ἀηδεῖς καὶ βλαβερωτάτους, ἀλλὰ καὶ εἰς τἀντὸς βιάζεται διὰ μυκτήρων καὶ ὤτων· σίνεται δὲ καὶ κόρας [145 CW] ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος; 109 ἴσως ἄν τις ἐπιζητήσειε, διὰ τί τοῖς οὕτως ἀφανέσι καὶ ἠμελημένοις ζῴοις ἐτιμωρεῖτο τὴν χώραν παρεὶς ἄρκτους καὶ λέοντας καὶ παρδάλεις καὶ τὰ ἄλλα γένη τῶν ἀτιθάσων θηρίων, ἃ σαρκῶν ἀνθρωπείων ἅπτεται, καὶ εἰ μὴ ταῦτα, τὰς γοῦν Αἰγυπτίας ἀσπίδας, ὧν τὰ δήγματα πέφυκεν ἀνυπερθέτως ἀναιρεῖν. 110 εἰ δ´ ὄντως ἀγνοεῖ, μαθέτω· πρῶτον μὲν ὅτι τοὺς οἰκήτορας τῆς χώρας ὁ θεὸς νουθετῆσαι μᾶλλον ἐβούλετο ἢ διαφθεῖραι· βουληθεὶς γὰρ ἀφανίζειν εἰς [98 M.] ἅπαν οὐκ ἂν ζῴοις ἐχρῆτο πρὸς τὰς ἐπιθέσεις ὥσπερ συνεργοῖς, ἀλλὰ τοῖς θεηλάτοις κακοῖς, λιμῷ τε καὶ λοιμῷ. 111 μετὰ δὲ ταῦτα κἀκεῖνο προσδιδασκέσθω μάθημα πρὸς ἅπαντα τὸν βίον ἀναγκαῖον· τί δὲ τοῦτ´ ἐστίν; ἄνθρωποι μὲν γὰρ ὅταν πολεμῶσι, τὸ δυνατώτατον εἰς συμμαχίαν ἐπικουρικὸν ἐξετάζουσιν, ὃ τὴν αὐτῶν ἀσθένειαν ἐκπλήσει· θεὸς δ´ ἡ ἀνωτάτω καὶ μεγίστη δύναμις ὢν οὐδενός ἐστι χρεῖος· ἐὰν δέ που βουληθῇ καθάπερ ὀργάνοις τισὶ [146 CW] χρήσασθαι πρὸς τὰς τιμωρίας, οὐ τὰ ἐρρωμενέστατα καὶ μέγιστα αἱρεῖται, τῆς τούτων ἀλκῆς ἥκιστα φροντίζων, ἀλλὰ τοῖς εὐτελέσι καὶ μικροῖς ἀμάχους καὶ ἀηττήτους δυνάμεις ἐγκατασκευάσας ἀμύνεται δι´ αὐτῶν τοὺς ἀδικοῦντας, καθὰ καὶ νῦν. 112 τί γὰρ εὐτελέστερον σκνιπός; ἀλλ´ ὅμως τοσοῦτον ἴσχυσεν, ὡς ἀπαγορεῦσαι πᾶσαν Αἴγυπτον καὶ ἐκβοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος θεοῦ τοῦτ´ ἐστί“ (Exod. 8, 19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ´ οὐδὲ τὸν σύμπαντα κόσμον.
(20.) 113 Τοιαῦται μὲν αἱ διὰ τοῦ Μωυσέως ἀδελφοῦ τιμωρίαι· ἃς δὲ αὐτὸς Μωυσῆς ὑπηρέτησε καὶ ἐξ οἵων τῆς φύσεως συνέστησαν μερῶν, κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. Ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ´ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ´ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς. Ἤρξατο δὲ πρότερον τὸν ἀέρα διακινεῖν· 114 Αἴγυπτος γὰρ μόνη σχεδόν τι παρὰ τὰς ἐν τῷ νοτίῳ κλίματι χώρας τῶν ἐτησίων ὡρῶν μίαν τὴν χειμερινὴν οὐ παραδέχεται, τάχα μέν, ὡς λόγος, διὰ τὸ μὴ πόρρω ζώνης διακεκαυμένης εἶναι, ῥέοντος τοῦ πυρώδους ἐκεῖθεν ἀφανῶς καὶ τἀν κύκλῳ πάντα ἀλεαίνοντος, τάχα δὲ ἐπεὶ καὶ ταῖς θεριναῖς τροπαῖς πλημμυρῶν ὁ ποταμὸς προαναλίσκει τὰς νεφώσεις115  – ἄρχεται μὲν γὰρ ἐπιβαίνειν θέρους ἐνισταμένου, λήγει δὲ λήγοντος, ἐν ᾧ χρόνῳ καὶ οἱ ἐτησίαι καταράττουσιν ἐξ ἐναντίας τῶν τοῦ Νείλου στομάτων, δι´ ὧν ἔτι κωλυόμενος ἐκχεῖσθαι, τῆς θαλάσσης ὑπὸ βίας τῶν ἀνέμων πρὸς ὕψος αἰρομένης καὶ τὰς τρικυμίας ὥσπερ μακρὸν τεῖχος ἀποτεινούσης, ἐντὸς εἱλεῖται, κἄπειτα τῶν ῥείθρων ὑπαντιαζόντων τοῦ τε κατιόντος [147 CW] ἄνωθεν ἀπὸ τῶν πηγῶν καὶ τοῦ θύραζε χωρεῖν ὀφείλοντος ταῖς ἀνακοπαῖς ἀνατρέχοντος εὐρύνεσθαί τε μὴ δυναμένων (αἱ γὰρ παρ´ ἑκάτερα ἐκθλίβουσιν ὄχθαι), μετεωριζόμενος ὡς εἰκὸς ἐπιβαίνει –, 116 τάχα δ´ ἐπεὶ καὶ περιττὸν ἦν ἐν Αἰγύπτῳ χειμῶνα γενέσθαι· πρὸς ὃ γὰρ αἱ τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν. 117 ἡ δὲ φύσις οὐ ματαιουργός, ὡς ὑετὸν χορηγεῖν μὴ δεομένῃ γῇ, καὶ [99 M.] ἅμα χαίρει τῷ πολυτρόπῳ καὶ πολυσχιδεῖ τῶν ἐπιστημονικῶν ἔργων τὴν συμφωνίαν τοῦ παντὸς ἐξ ἐναντιοτήτων ἐναρμοσαμένη· καὶ διὰ τοῦτο τοῖς μὲν ἄνωθεν ἐξ οὐρανοῦ τοῖς δὲ κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν. 118 οὕτως οὖν τῆς χώρας διακειμένης καὶ ταῖς χειμεριναῖς ἐαριζούσης τροπαῖς καὶ τῶν μὲν πρὸς θαλάττῃ μόναις ψεκάσιν ἀραιαῖς λιπαινομένων, τῶν δ´ ὑπὲρ Μέμφιν, τὸ βασίλειον Αἰγύπτου, μηδὲ νιφομένων τὸ παράπαν, ἐξαίφνης οὕτως ἐνεωτέρισεν ὁ ἀήρ, ὥσθ´ ὅσα ἐν τοῖς δυσχειμέροις ἀθρόα κατασκῆψαι, φορὰς ὑετῶν, χάλαζαν πολλὴν καὶ βαρεῖαν, ἀνέμων συμπιπτόντων καὶ ἀντιπαταγούντων βίας, νεφῶν ῥήξεις, ἐπαλλήλους ἀστραπὰς καὶ βροντάς, κεραυνοὺς συνεχεῖς, οἳ τερατωδεστάτην ὄψιν παρείχοντο· θέοντες γὰρ διὰ τῆς χαλάζης, μαχομένης οὐσίας, οὔτε ἔτηκον αὐτὴν οὔτε ἐσβέννυντο, μένοντες δ´ ἐν ὁμοίῳ καὶ δολιχεύοντες ἄνω καὶ κάτω διετήρουν τὴν χάλαζαν. 119 ἀλλ´ οὐ μόνον ἡ ἐξαίσιος φορὰ πάντων τοὺς οἰκήτορας εἰς ὑπερβαλλούσας δυσθυμίας ἤγαγεν, ἀλλὰ καὶ [148 CW] τὸ τοῦ πράγματος ἄηθες· ὑπέλαβον γάρ, ὅπερ καὶ ἦν, ἐκ μηνιμάτων θείων κεκαινουργῆσθαι τὰ συμβάντα, νεωτερίσαντος ὡς οὔπω πρότερον τοῦ ἀέρος ἐπὶ λύμῃ καὶ φθορᾷ δένδρων τε καὶ καρπῶν, οἷς συνεφθάρη ζῷα οὐκ ὀλίγα, τὰ μὲν περιψύξεσι, τὰ δὲ βάρει τῆς ἐπιπιπτούσης χαλάζης ὥσπερ καταλευσθέντα, τὰ δ´ ὑπὸ τοῦ πυρὸς ἐξαναλωθέντα· ἔνια δ´ ἡμίφλεκτα διέμενε τοὺς τύπους τῶν κεραυνίων τραυμάτων εἰς νουθεσίαν τῶν ὁρώντων ἐπιφερόμενα. (21.) 120 λωφήσαντος δὲ τοῦ κακοῦ καὶ πάλιν τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν θρασυνομένων, εἰς τὸν ἀέρα Μωυσῆς τὴν ῥάβδον ἐκτείνει, κελεύσαντος τοῦ θεοῦ. Κἄπειτ´ ἄνεμος καταράττει, νότος βιαιότατος, ὅλην τὴν ἡμέραν καὶ νύκτα προσεπιτεινόμενος καὶ σφοδρυνόμενος, αὐτὸς καθ´ αὑτὸν ὢν μεγάλη ζημία· ξηρός τε γάρ ἐστι καὶ κεφαλαλγὴς καὶ βαρυήκοος, ἄσας τε καὶ ἀδημονίας ἐμποιεῖν ἱκανός, καὶ μάλιστ´ ἐν Αἰγύπτῳ κειμένῃ κατὰ τὰ νότια, δι´ ὧν αἱ περιπολήσεις τῶν φωσφόρων ἀστέρων, ὡς ἅμα τῷ διακινηθῆναι τὸν ἀφ´ ἡλίου φλογμὸν συνεπωθεῖσθαι καὶ πάντα καίειν. 121 ἀλλὰ γὰρ ἅμ´ αὐτῷ καὶ πλῆθος ἀμήχανον ζῴων ἐπεφέρετο φθοροποιὸν φυτῶν, ἀκρίδες, αἳ ῥεύματος τρόπον ἀπαύστως ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα διέφαγον, ὅσα οἱ κεραυνοὶ ὑπελίποντο καὶ ἡ χάλαζα, ὡς [100 M.] μηδὲν ἐν τῇ τοσαύτῃ χώρᾳ βλαστάνον ἔτι θεωρεῖσθαι. 122 τότε μόλις εἰς ἀκριβεστάτην ἔννοιαν τῶν οἰκείων ἐλθόντες οἱ ἐν τέλει κακῶν προσελθόντες ἔλεγον τῷ βασιλεῖ· „μέχρι τίνος οὐκ ἐπιτρέπεις τὴν ἔξοδον τοῖς [149 CW] ἀνδράσιν; ἢ οὔπω μανθάνεις ἐκ τῶν γινομένων, ὅτι ἀπόλωλεν Αἴγυπτος;“ ὁ δ´ ὅσα τῷ δοκεῖν ἐφιεὶς ὡμολόγει, χαλάσαντος τοῦ δεινοῦ. Πάλιν δ´ εὐξαμένου Μωυσέως, ὑπολαβὼν ἐκ τῆς θαλάττης ἄνεμος ἀποσκίδνησι τὰς ἀκρίδας. 123 ἀνασκεδασθεισῶν δὲ καὶ τοῦ βασιλέως περὶ τὴν τοῦ ἔθνους ἄφεσιν δυσθανατοῦντος, ἐπιγίνεται τῶν πρότερον κακῶν μεῖζον· λαμπρᾶς γὰρ ἡμέρας οὔσης, ἐξαπιναίως ἀναχεῖται σκότος, ἴσως μὲν καὶ ἡλίου γενομένης ἐκλείψεως τῶν ἐν ἔθει τελειοτέρας, ἴσως δὲ καὶ συνεχείαις νεφῶν καὶ πυκνότησιν ἀδιαστάτοις καὶ πιλήσει βιαιοτάτῃ τῆς τῶν ἀκτίνων φορᾶς ἀνακοπείσης, ὡς ἀδιαφορεῖν ἡμέραν νυκτὸς καὶ τί γὰρ ἀλλ´ ἢ μίαν νύκτα νομίζεσθαι μακροτάτην τρισὶν ἡμέραις ἴσην καὶ ταῖς ἰσαρίθμοις νυξί. 124 τότε δή φασι τοὺς μὲν ἐρριμμένους ἐν ταῖς εὐναῖς μὴ τολμᾶν ἐξανίστασθαι, τοὺς δ´ ὁπότε κατεπείγοι τι τῶν τῆς φύσεως ἀναγκαίων ἐπαφωμένους τοίχων ἤ τινος ἑτέρου καθάπερ τυφλοὺς μόλις προέρχεσθαι· καὶ γὰρ τοῦ χρειώδους πυρὸς τὸ φέγγος τὸ μὲν ὑπὸ τῆς κατεχούσης ζάλης ἐσβέννυτο, τὸ δὲ τῷ βάθει τοῦ σκότους ἀμαυρούμενον ἐνηφανίζετο, ὡς τὴν ἀναγκαιοτάτην ὄψιν τῶν αἰσθήσεων ὑγιαίνουσαν πηρὸν εἶναι μηδὲν ὁρᾶν δυναμένην, τετράφθαι δὲ καὶ τὰς ἄλλας οἷα ὑπηκόους πεσούσης τῆς ἡγεμονίδος· 125 οὔτε γὰρ λέγειν τις οὔτ´ ἀκούειν οὔτε προσενέγκασθαι τροφὰς ὑπέμενεν, ἀλλ´ ἡσυχίᾳ καὶ λιμῷ παρέτεινον αὑτοὺς οὐδεμιᾷ τῶν αἰσθήσεων σχολάζοντες, ἀλλ´ ὑπὸ τοῦ πάθους ὅλοι συνηρπασμένοι, μέχρι πάλιν Μωυσῆς λαβὼν οἶκτον ἱκετεύει τὸν θεόν· ὁ δὲ φῶς ἀντὶ σκότους καὶ ἡμέραν ἀντὶ νυκτὸς ἐργάζεται σὺν αἰθρίᾳ πολλῇ.
[150 CW] (22.) 126 Τοιαύτας φασὶ γενέσθαι καὶ τὰς διὰ μόνου Μωυσέως ἐπιπλήξεις, τὴν διὰ χαλάζης καὶ κεραυνῶν, τὴν διὰ τῆς ἀκρίδος, τὴν διὰ σκότους, ὃ πᾶσαν ἰδέαν φωτὸς οὐ παρεδέχετο· κοινῇ δ´ αὐτός τε καὶ ὁ ἀδελφὸς μίαν ἐπετράπησαν, ἣν αὐτίκα σημανῶ. 127 κελεύσαντος τοῦ θεοῦ, τέφραν ἀπὸ καμίνου λαμβάνουσι ταῖς χερσίν, ἣν Μωυσῆς κατὰ μέρος εἰς τὸν ἀέρα διέπαττεν· ἔπειτα κονιορτὸς αἰφνίδιον ἐπενεχθεὶς ἀνθρώποις τε καὶ ἀλόγοις ζῴοις ἀγρίαν καὶ δυσαλγῆ κατὰ τῆς δορᾶς ἁπάσης ἕλκωσιν εἰργάζετο καὶ τὰ σώματα εὐθὺς [101 M.] συνῴδει ταῖς ἐξανθήσεσιν ὑποπύους ἔχοντα φλυκταίνας, ἃς ἐτόπασεν ἄν τις ἀφανῶς ὑποκαιομένας ἀναζεῖν. 128 ἀλγηδόσι τε καὶ περιωδυνίαις κατὰ τὸ εἰκὸς ἐκ τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις – ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων –, ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο, ἡ νόσος ῥᾴων ἐγένετο. 129 κοινῇ μέντοι τὴν νουθεσίαν ταύτην ἐπετράπησαν δεόντως, ὁ μὲν ἀδελφὸς διὰ τὸν ἐπενεχθέντα κονιορτόν, ἐπεὶ τῶν ἀπὸ γῆς συμβαινόντων τὴν ἐπιμέλειαν ἔλαχε, Μωυσῆς δὲ διὰ τὸν ἀέρα μεταβαλόντα πρὸς κάκωσιν τῶν οἰκητόρων· ταῖς δ´ ἀπ´ ἀέρος καὶ οὐρανοῦ πληγαῖς οὗτος ὑπηρέτει.
(23.) 130 Λοιπαὶ δὲ τιμωρίαι τρεῖς εἰσιν αὐτουργηθεῖσαι δίχα τῆς ἀνθρώπων ὑπηρεσίας, ὧν κατὰ μίαν ἑκάστην, ὡς ἂν οἷόν τε ᾖ, δηλώσω. Πρώτη δ´ ἐστὶν ἡ γενομένη διὰ ζῴου τῶν ἐν τῇ φύσει πάντων θρασυτάτου, κυνομυίας, ἣν ἐτύμως ἐκάλεσαν οἱ θετικοὶ τῶν ὀνομάτων – [151 CW] σοφοὶ γὰρ ἦσαν – ἐκ τῶν ἀναιδεστάτων ζῴων συνθέντες τοὔνομα, μυίας καὶ κυνός, τοῦ μὲν τῶν χερσαίων θρασυτάτου, τῆς δὲ τῶν πτηνῶν· ἐπιφοιτῶσι γὰρ καὶ ἐπιτρέχουσιν ἀδεῶς, κἂν ἀνείργῃ τις, εἰς τὸ ἀήττητον ἀντιφιλονεικοῦσιν, ἄχρις ἂν αἵματος καὶ σαρκῶν κορεσθῶσιν. 131 ἡ δὲ κυνόμυια τὴν ἀφ´ ἑκατέρου τόλμαν προσειληφυῖα δηκτικὸν καὶ ἐπίβουλον ζῷόν ἐστι· καὶ γὰρ πόρρωθεν μετὰ ῥοίζου καθάπερ βέλος εἰσακοντίζεται καὶ ἐπεμπίπτουσα βιαίως εὖ μάλα ἐγχρίμπτεται. 132 τότε δὲ καὶ θεήλατος ἦν ἡ προσβολή, ὡς δεδιπλασιάσθαι τὴν ἐξ αὐτῆς ἐπιβουλὴν οὐκέτι μόνον τοῖς φυσικοῖς κεχρημένης πλεονεκτήμασιν, ἀλλὰ καὶ τοῖς ἐκ θείας ἐπιφροσύνης, ἣ τὸ ζῷον ὥπλιζε καὶ πρὸς ἀλκὴν ἀνήγειρε κατὰ τῶν ἐγχωρίων. Μετὰ τὴν κυνόμυιαν εἵπετο τιμωρία πάλιν ἄνευ συμπράξεως ἀνθρωπίνης, βοσκημάτων θάνατος· βουκόλια γὰρ καὶ αἰπόλια καὶ ποίμνια μεγάλα καὶ ὅσαι ὑποζυγίων καὶ ἄλλων θρεμμάτων ἰδέαι πᾶσαι μιᾷ ἡμέρᾳ, ὡς ἀφ´ ἑνὸς συνθήματος, ἀγεληδὸν διεφθείροντο, τὴν ἀνθρώπων [102 M.] ἀπώλειαν, ἣ μικρὸν ὕστερον ἔμελλε γίνεσθαι, προμηνύουσαι καθάπερ ἐν ταῖς λοιμώδεσι νόσοις· λέγεται γὰρ προάγων τις εἶναι λοιμικῶν ἀρρωστημάτων ἡ ζῴων ἀλόγων αἰφνίδιος φθορά. (24.) 134 μεθ´ ἣν ἡ δεκάτη καὶ τελευταία δίκη πάσας ὑπερβάλλουσα τὰς προτέρας ἐπεγένετο, θάνατος Αἰγυπτίων οὔτε πάντων – οὐ γὰρ ἐρημῶσαι τὴν χώραν προῃρεῖτο ὁ θεὸς ἀλλὰ νουθετῆσαι μόνον – οὔτε τῶν πλείστων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐξ ἁπάσης ἡλικίας, ἀλλὰ τοῖς [152 CW] ἄλλοις ζῆν ἐφιεὶς μόνων τῶν πρωτοτόκων καταψηφίζεται θάνατον ἀρξάμενος ἀπὸ τοῦ πρεσβυτάτου τῶν βασιλέως παίδων καὶ λήξας εἰς τὸν τῆς ἀφανεστάτης ἀλετρίδος. 135 περὶ γὰρ μέσας νύκτας οἱ πρῶτοι πατέρας καὶ μητέρας προσειπόντες καὶ ὑπ´ ἐκείνων υἱοὶ πάλιν πρῶτον ὀνομασθέντες ὑγιαίνοντες καὶ τὰ σώματα ἐρρωμένοι πάντες ἀπ´ οὐδεμιᾶς προφάσεως ἡβηδὸν ἐξαπιναίως ἀνῄρηντο καὶ οὐδεμίαν οἰκίαν ἀμοιρῆσαί φασι τότε τῆς συμφορᾶς. 136 ἅμα δὲ τῇ ἕῳ κατὰ τὸ εἰκὸς ἕκαστοι θεασάμενοι τοὺς φιλτάτους ἀπροσδοκήτως τετελευτηκότας, οἷς ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι μέχρι τῆς ἑσπέρας ἐγεγένηντο, βαρυτάτῳ πένθει κατασχεθέντες οἰμωγῆς πάντα ἐνέπλησαν, ὥστε συνέβη καὶ διὰ τὴν κοινοπραγίαν τοῦ πάθους ἁπάντων ἀθρόως ὁμοθυμαδὸν ἐκβοησάντων ἕνα θρῆνον ἀπὸ περάτων ἐπὶ πέρατα κατὰ πάσης τῆς χώρας συνηχῆσαι. 137 καὶ μέχρι μὲν ἐν ταῖς οἰκίαις διέτριβον, ἀγνοῶν ἕκαστος τὸ τοῦ πλησίον κακὸν ἐπὶ τῷ ἑαυτοῦ μόνον ἔστενε, προελθὼν δὲ καὶ γνοὺς τὰ τῶν ἄλλων διπλοῦν πένθος πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν εὐθὺς ἐλάμβανεν, ἐπ´ ἐλάττονι καὶ κουφοτέρῳ μεῖζον καὶ βαρύτερον, ἅτε καὶ τὴν ἐλπίδα τῆς παραμυθίας ἀφῃρημένος· τίς γὰρ ἔμελλε παρηγορεῖν ἕτερον αὐτὸς ὢν τοῦδε χρεῖος; 138 ὅπερ δ´ ἐν τοῖς τοιούτοις φιλεῖ, τὰ παρόντα νομίσαντες ἀρχὴν εἶναι μειζόνων καὶ περὶ τῆς τῶν ἔτι ζώντων ἀπωλείας καταδείσαντες συνέδραμον εἰς τὰ βασίλεια δεδακρυμένοι καὶ τὰς ἐσθῆτας περιερρηγμένοι κατεβόων τε τοῦ βασιλέως ὡς πάντων αἰτίου τῶν συμβεβηκότων δεινῶν. 139 εἰ γάρ, ἔλεγον, εὐθὺς ἐν ἀρχῇ Μωυσέως ἐντυχόντος εἴασεν ἐξελθεῖν τὸ ἔθνος, οὐδενὸς ἂν τῶν γεγονότων πειραθῆναι τὸ παράπαν· εἴξαντος δ´ αὐθαδείᾳ τῇ συνήθει, τὰ ἐπίχειρα τῆς ἀκαίρου φιλονεικίας ἐξ ἑτοίμου λαβεῖν. Εἶτ´ ἄλλος ἄλλον παρεκάλει τὸν λεὼν μετὰ πάσης σπουδῆς ἐξ ἁπάσης τῆς χώρας ἐξελαύνειν, καὶ τὸ μίαν [153 CW] ἡμέραν μᾶλλον δὲ ὥραν αὐτὸ μόνον κατασχεῖν πρὸς ἀνήκεστον τιμωρίαν τιθέμενοι. [103 M.] (25.) 140 οἱ δ´ ἐλαυνόμενοι καὶ διωκόμενοι τῆς αὑτῶν εὐγενείας εἰς ἔννοιαν ἐλθόντες τόλμημα τολμῶσιν, ὁποῖον εἰκὸς ἦν τοὺς ἐλευθέρους καὶ μὴ ἀμνήμονας ὧν ἐπεβουλεύθησαν ἀδίκως. 141 πολλὴν γὰρ λείαν ἐκφορήσαντες τὴν μὲν αὐτοὶ διεκόμιζον ἐπηχθισμένοι, τὴν δὲ τοῖς ὑποζυγίοις ἐπέθεσαν, οὐ διὰ φιλοχρηματίαν ἤ, ὡς ἄν τις κατηγορῶν εἴποι, τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν – πόθεν; – ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι, εἶτα δὲ ὑπὲρ ὧν κατεδουλώθησαν ἐν ἐλάττοσι καὶ οὐχὶ τοῖς ἴσοις ἀντιλυποῦντες· ποῦ γάρ ἐσθ´ ὅμοιον ζημία χρημάτων καὶ στέρησις ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον προΐεσθαι τὰς οὐσίας οἱ νοῦν ἔχοντες ἀλλὰ καὶ ἀποθνῄσκειν [154 CW] ἐθέλουσιν; 142 ἐν ἑκατέρῳ δὴ κατώρθουν, εἴθ´ ὡς ἐν εἰρήνῃ μισθὸν λαμβάνοντες, ὃν παρ´ ἀκόντων πολὺν χρόνον οὐκ ἀποδιδόντων ἀπεστεροῦντο, εἴθ´ ὡς ἐν πολέμῳ τὰ τῶν ἐχθρῶν φέρειν ἀξιοῦντες νόμῳ τῶν κεκρατηκότων· οἱ μὲν γὰρ χειρῶν ἦρξαν ἀδίκων, ξένους καὶ ἱκέτας, ὡς ἔφην πρότερον, καταδουλωσάμενοι τρόπον αἰχμαλώτων, οἱ δὲ καιροῦ παραπεσόντος ἠμύναντο δίχα τῆς ἐν ὅπλοις παρασκευῆς, προασπίζοντος καὶ τὴν χεῖρα ὑπερέχοντος τοῦ δικαίου.
(26.) 143 Τοσαύταις μὲν δὴ πληγαῖς καὶ τιμωρίαις Αἴγυπτος ἐνουθετεῖτο, ὧν οὐδεμία τῶν Ἑβραίων καίτοι γε ἐν ταῖς αὐταῖς πόλεσι καὶ κώμαις καὶ οἰκίαις συνδιατριβόντων ἥψατο, γῆς ὕδατος ἀέρος πυρός, ἃ μέρη τῆς φύσεώς ἐστιν, ἣν ἀμήχανον ἐκφυγεῖν, ἐπιθεμένων· ὃ δὴ καὶ παραδοξότατον ἦν, ὑπὸ τῶν αὐτῶν κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον τοὺς μὲν διαφθείρεσθαι, τοὺς δὲ σῴζεσθαι. 144 ὁ ποταμὸς εἰς αἷμα μετέβαλεν, ἀλλ´ οὐχ Ἑβραίοις· ἡνίκα γὰρ βουληθεῖεν ἀρύσασθαι, τροπὴν ἐλάμβανεν εἰς πότιμον. Βάτραχος ἐκ τῶν ὑδάτων ἐπὶ τὴν χέρσον ἀνερπύσας ἀγορὰς καὶ ἐπαύλεις καὶ οἰκίας ἐπλήρωσεν, ἀλλ´ ἀπὸ τῶν Ἑβραίων ἐξανεχώρει μόνων καθάπερ διακρίνειν ἐπιστάμενος, οὕς τε χρὴ κολάζεσθαι καὶ τοὐναντίον. 145 οὐ σκνίπες, οὐ κυνόμυια, οὐκ ἀκρίς, ἣ καὶ φυτὰ καὶ καρποὺς καὶ ζῷα καὶ ἀνθρώπους μεγάλα ἔβλαψε, τούτοις προσέπτησαν· οὐχ ὑετῶν, οὐ χαλάζης, οὐ κεραυνῶν αἱ γενόμεναι [104 M.] συνεχεῖς φοραὶ μέχρι τούτων ἔφθασαν· ἑλκώσεως τῆς ἀργαλεωτάτης εἰς τὸ παθεῖν οὐδ´ ὄναρ ἐπῄσθοντο· βαθυτάτου [155 CW] σκότους τοῖς ἄλλοις ἀναχυθέντος, ἐν αὐγῇ καθαρᾷ διήγαγον, τοῦ ἡμερησίου φωτὸς ἐπιλάμποντος· ἀναιρουμένων τῶν παρ´ Αἰγυπτίοις πρωτοτόκων, ἐτελεύτησεν Ἑβραῖος οὐδείς· οὐδὲ γὰρ εἰκὸς ἦν, ὁπότε καὶ ἡ τῶν ἀμυθήτων φθορὰ θρεμμάτων οὐδεμίαν τῶν παρὰ τούτοις ἀγέλην συνεπεσπάσατο πρὸς ἀπώλειαν. 146 καί μοί τις δοκεῖ παρατυχὼν τοῖς γενομένοις κατ´ ἐκεῖνον τὸν καιρὸν μηδὲν ἂν ἄλλο νομίσαι τοὺς Ἑβραίους ἢ θεατὰς ὧν ἕτεροι κακῶν ὑπέμενον καὶ οὐ μόνον ***, ἀλλὰ καὶ μαθημάτων τὸ κάλλιστον καὶ ὠφελιμώτατον ἀναδιδασκομένους, εὐσέβειαν· οὐ γάρ ποθ´ οὕτως ἡ τῶν ἀγαθῶν καὶ κακῶν κρίσις ἐμφανῶς ἦλθε τοῖς μὲν φθορὰν τοῖς δὲ σωτηρίαν παρασχοῦσα.
(27.) 147 Τῶν δ´ ἐξιόντων καὶ μετανισταμένων οἱ μὲν ἀνδρὸς ἔχοντες ἡλικίαν ὑπὲρ ἑξήκοντα μυριάδας ἦσαν, ὁ δ´ ἄλλος ὅμιλος πρεσβυτῶν, παίδων, γυναικῶν οὐ ῥᾴδιος ἀριθμηθῆναι· μιγάδων δὲ καὶ συγκλύδων καὶ θεραπείας ὄχλος συνεξῆλθεν ὡσανεὶ νόθον μετὰ γνησίου πλήθους· οὗτοι δ´ ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων τοῖς Ἑβραίοις καὶ τῷ πατρῴῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν ἐπηλύται ἐγένοντο καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων [156 CW] κολάσεων μετεβάλοντο σωφρονισθέντες. 148 τούτων ἁπάντων ἡγεμὼν ἐχειροτονεῖτο Μωυσῆς τὴν ἀρχὴν καὶ βασιλείαν λαβὼν οὐχ ὥσπερ ἔνιοι τῶν ἐπὶ τὰς δυναστείας ὠθουμένων ὅπλοις καὶ μηχανήμασιν ἱππικαῖς τε καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, ἀλλ´ ἀρετῆς ἕνεκα καὶ καλοκἀγαθίας καὶ τῆς πρὸς ἅπαντας εὐνοίας, ᾗ χρώμενος ἀεὶ διετέλει, καὶ προσέτι καὶ τοῦ φιλαρέτου καὶ φιλοκάλου θεοῦ γέρας ἄξιον αὐτῷ παρασχόντος. 149 ἐπειδὴ γὰρ τὴν Αἰγύπτου κατέλιπεν ἡγεμονίαν, θυγατριδοῦς τοῦ τότε βασιλεύοντος ὤν, ἕνεκα τῶν κατὰ τὴν χώραν γινομένων ἀδικημάτων πολλὰ χαίρειν φράσας ταῖς ἀπὸ τῶν θεμένων ἐλπίσι διὰ ψυχῆς εὐγένειαν καὶ φρονήματος μέγεθος καὶ τὸ μισοπόνηρον φύσει, τῷ πρυτανεύοντι καὶ ἐπιμελουμένῳ τῶν ὅλων ἔδοξεν αὐτὸν ἀμείψασθαι βασιλείᾳ πολυανθρωποτέρου καὶ κρείττονος ἔθνους, ὅπερ ἔμελλεν ἐξ ἁπάντων τῶν ἄλλων ἱερᾶσθαι τὰς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων αἰεὶ ποιησόμενον εὐχὰς ὑπέρ τε κακῶν ἀποτροπῆς καὶ μετουσίας ἀγαθῶν. 150 παραλαβὼν δὲ τὴν ἀρχὴν οὐχ ὥσπερ ἔνιοι τὸν ἴδιον αὔξειν οἶκον καὶ τοὺς υἱοὺς – δύο γὰρ ἦσαν αὐτῷ – προάγειν ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· [105 M.] γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ. 151 προὔκειτο γὰρ ἓν αὐτῷ τέλος ἀναγκαιότατον, ὀνῆσαι τοὺς ἀρχομένους καὶ πάνθ´ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν. 152 μόνος οὗτος τῶν πώποθ´ ἡγεμονευσάντων οὐ χρυσὸν οὐκ ἄργυρον ἐθησαυρίσατο, οὐ δασμοὺς ἐξέλεξεν, οὐκ οἰκίας, οὐ κτήματα, οὐ θρέμματα, οὐ [157 CW] θεραπείαν οἰκετικήν, οὐ προσόδους, οὐκ ἄλλο τῶν εἰς πολυτέλειαν καὶ περιουσίαν οὐδὲν ἐκτήσατο, καίτοι πάντων ἔχειν ἀφθονίαν δυνάμενος· 153 ἀλλ´ ὑπολαβὼν πενίας ψυχικῆς ἔργον εἶναι τὸν ἐν ταῖς ὕλαις ἀποδέχεσθαι πλοῦτον τοῦ μὲν ὡς τυφλοῦ κατεφρόνησε, τὸν δὲ βλέποντα τῆς φύσεως ἐξετίμησε καὶ ζηλωτὴς ὡς οὐκ οἶδ´ εἴ τις ἕτερος αὐτοῦ γενόμενος ἐν μὲν ἐσθῆσι καὶ τροφαῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ δίαιταν οὐδὲν ἐπιτραγῳδῶν πρὸς σεμνότερον ὄγκον εὐτέλειαν καὶ εὐκολίαν ἐπετήδευεν ἰδιώτου, πολυτέλειαν δὲ τῷ ὄντι βασιλικὴν ἐν οἷς καλὸν ἦν πλεονεκτεῖν τὸν ἄρχοντα· 154 ταῦτα δ´ ἦσαν ἐγκράτειαι, καρτερίαι, σωφροσύναι, ἀγχίνοιαι, συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ. (28.) 155 τοιγαροῦν πολλὰ χαίρειν φράσαντα πολυχρηματίᾳ καὶ τῷ παρ´ ἀνθρώποις μέγα πνέοντι πλούτῳ γεραίρει θεὸς τὸν μέγιστον καὶ τελεώτατον ἀντιδοὺς πλοῦτον αὐτῷ· οὗτος δ´ ἐστὶν ὁ τῆς συμπάσης γῆς καὶ θαλάττης καὶ ποταμῶν καὶ τῶν ἄλλων ὅσα στοιχεῖα καὶ συγκρίματα· κοινωνὸν γὰρ ἀξιώσας ἀναφανῆναι τῆς ἑαυτοῦ λήξεως ἀνῆκε πάντα τὸν κόσμον ὡς κληρονόμῳ κτῆσιν ἁρμόζουσαν. 156 τοιγαροῦν ὑπήκουεν ὡς δεσπότῃ τῶν στοιχείων ἕκαστον ἀλλάττον ἣν εἶχε δύναμιν καὶ ταῖς προστάξεσιν ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων“, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ´ ὃ χρειῶδες. 157 ὁ μὲν γὰρ θεὸς πάντα κεκτημένος οὐδενὸς δεῖται, ὁ δὲ [158 CW] σπουδαῖος ἄνθρωπος κέκτηται μὲν οὐδὲν κυρίως ἀλλ´ οὐδ´ ἑαυτόν, τῶν δὲ τοῦ θεοῦ κειμηλίων, καθ´ ὅσον ἂν οἷός τε ᾖ, μεταλαγχάνει. [106 M.] καὶ μήποτ´ εἰκότως· κοσμοπολίτης γάρ ἐστιν, ἧς χάριν αἰτίας οὐδεμιᾷ τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἐνεγράφη, δεόντως, οὐ μέρος χώρας ἀλλ´ ὅλον τὸν κόσμον κλῆρον λαβών. 158 τί δ´; οὐχὶ καὶ μείζονος τῆς πρὸς τὸν πατέρα τῶν ὅλων καὶ ποιητὴν κοινωνίας ἀπέλαυσε προσρήσεως τῆς αὐτῆς ἀξιωθείς; ὠνομάσθη γὰρ ὅλου τοῦ ἔθνους θεὸς καὶ βασιλεύς· εἴς τε τὸν γνόφον, ἔνθα ἦν ὁ θεός, εἰσελθεῖν λέγεται (Exod. 20, 21), τουτέστιν εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον τῶν ὄντων παραδειγματικὴν οὐσίαν, τὰ ἀθέατα φύσει θνητῇ κατανοῶν· καθάπερ τε γραφὴν εὖ δεδημιουργημένην ἑαυτὸν καὶ τὸν ἑαυτοῦ βίον εἰς μέσον προαγαγὼν πάγκαλον καὶ θεοειδὲς ἔργον ἔστησε παράδειγμα τοῖς ἐθέλουσι μιμεῖσθαι. 159 εὐδαίμονες δ´ ὅσοι τὸν τύπον ταῖς ἑαυτῶν ψυχαῖς ἐναπεμάξαντο ἢ ἐσπούδασαν ἐναπομάξασθαι· φερέτω γὰρ ἡ διάνοια μάλιστα μὲν τὸ εἶδος τέλειον ἀρετῆς, εἰ δὲ μή, τὸν γοῦν ὑπὲρ τοῦ κτήσασθαι τὸ εἶδος ἀνενδοίαστον πόθον. 160 καὶ μὴν οὐδ´ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι ζηλωταὶ τῶν ἐνδόξων οἱ ἀφανεῖς εἰσι καί, ὧν ἂν ἐκεῖνοι μάλιστ´ ὀρέγεσθαι δοκῶσι, πρὸς ταῦτα τὰς αὑτῶν ἀποτείνουσιν ὁρμάς· ἐπειδὰν γοῦν ἡγεμὼν ἄρξηται καθηδυπαθεῖν καὶ πρὸς τὸν ἁβροδίαιτον ἀποκλίνειν βίον, σύμπαν ὀλίγου δεῖν τὸ ὑπήκοον τὰς γαστρὸς καὶ τῶν μετὰ γαστέρα προσαναρρήγνυσιν [159 CW] ἔξω τῶν ἀναγκαίων ἐπιθυμίας, εἰ μή τινες εὐμοιρίᾳ χρήσαιντο φύσεως ψυχὴν οὐκ ἐπίβουλον ἀλλ´ εὐμενῆ καὶ ἵλεω κτησάμενοι· 161 ἐὰν δ´ αὐστηροτέραν καὶ σεμνοτέραν ἕληται προαίρεσιν, καὶ οἱ λίαν αὐτῶν ἀκράτορες μεταβάλλουσι πρὸς ἐγκράτειαν ἢ φόβῳ ἢ αἰδοῖ σπουδάζοντες ὑπόληψιν ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ´ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ´ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν. 162 τάχα δ´, ἐπεὶ καὶ νομοθέτης ἔμελλεν ἔσεσθαι, πολὺ πρότερον αὐτὸς ἐγίνετο νόμος ἔμψυχός τε καὶ λογικὸς θείᾳ προνοίᾳ, ἥτις ἀγνοοῦντα αὐτὸν εἰς νομοθέτην ἐχειροτόνησεν αὖθις.
(29.) 163 Ἐπειδὴ τοίνυν παρ´ ἑκόντων ἔλαβε τὴν ἀρχήν, βραβεύοντος καὶ ἐπινεύοντος θεοῦ, τὴν ἀποικίαν ἔστελλεν εἰς Φοινίκην καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην, ἣ τότε. Προσηγορεύετο Χαναναίων, ἧς οἱ ὅροι τριῶν ἡμερῶν ὁδὸν διειστήκεσαν ἀπ´ Αἰγύπτου. 164 εἶτ´ ἦγεν αὐτοὺς οὐ [107 M.] τὴν ἐπίτομον, ἅμα μὲν εὐλαβηθείς, μή ποθ´, ὑπαντιασάντων τῶν οἰκητόρων διὰ φόβον ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ γενομένου πολέμου, πάλιν τὴν αὐτὴν ὁδὸν ὑποστρέψωσιν εἰς Αἴγυπτον, ἀπ´ ἐχθρῶν ἐπ´ ἐχθρούς, νέων ἐπ´ ἀρχαίους, γέλως καὶ χλεύη γενησόμενοι καὶ χείρω καὶ ἀργαλεώτερα τῶν προτέρων ὑπομενοῦντες, ἅμα δὲ καὶ βουλόμενος αὐτοὺς δι´ ἐρήμης ἄγων καὶ μακρᾶς δοκιμάσαι, πῶς ἔχουσι πειθαρχίας ἐν οὐκ ἀφθόνοις χορηγίαις ἀλλ´ ἐκ τοῦ κατ´ ὀλίγον ὑποσπανιζούσαις. 165 ἐκτραπόμενος οὖν τὴν ἐπ´ εὐθείας, ἐγκάρσιον ἀτραπὸν εὑρὼν καὶ νομίσας [160 CW] κατατείνειν ἄχρι τῆς ἐρυθρᾶς θαλάττης ὁδοιπορεῖν ἤρχετο. Τεράστιον δέ φασι συμβῆναι κατ´ ἐκεῖνον τὸν χρόνον μεγαλούργημα τῆς φύσεως, ὃ μηδείς πω μέμνηται πάλαι γεγονός. 166 νεφέλη γὰρ εἰς εὐμεγέθη κίονα σχηματισθεῖσα προῄει τῆς πληθύος, ἡμέρας μὲν ἡλιοειδὲς ἐκλάμπουσα φέγγος, νύκτωρ δὲ φλογοειδές, ὑπὲρ τοῦ μὴ πλάζεσθαι κατὰ τὴν πορείαν, ἀλλ´ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. Τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι.
(30.) 167 Θεασάμενος δ´ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἀνοδίᾳ χρωμένους, ὡς ᾤετο, καὶ διὰ τραχείας καὶ ἀτριβοῦς ἐρήμης βαδίζοντας ἥσθη μὲν ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν. 168 εἶθ´ ἅπασαν τὴν ἱππικὴν δύναμιν παραλαβὼν ἀκοντιστάς τε καὶ σφενδονήτας καὶ ἱπποτοξότας καὶ τοὺς ἄλλους ὅσοι τῆς κούφης ὁπλίσεως καὶ τὰ κάλλιστα τῶν δρεπανηφόρων ἁρμάτων ἑξακόσια τοῖς ἐν τέλει δούς, ἵνα μετὰ τοῦ πρέποντος ἀξιώματος ἐπακολουθήσωσι καὶ τῆς στρατείας μετάσχωσιν, οὐδὲν τάχους ἀνεὶς ἐπεξέθει καὶ συντείνων ἔσπευδε βουλόμενος ἐξαπιναίως οὐ προϊδομένοις ἐπιστῆναι· τὸ γὰρ ἀνέλπιστον κακὸν ἀργαλεώτερον αἰεὶ τοῦ προσδοκηθέντος, ὅσῳ καὶ τὸ ὀλιγωρηθὲν εὐεπιχειρητότερον τοῦ σὺν φροντίδι. 169 καὶ ὁ μὲν ταῦτα διανοηθεὶς ἐπηκολούθει νομίζων αὐτοβοεὶ περιέσεσθαι, οἱ δ´ ἔτυχον ἤδη παρὰ ταῖς ἠϊόσι τῆς θαλάττης στρατοπεδεύοντες· μελλόντων δ´ ἀριστοποιεῖσθαι, [161 CW] τὸ μὲν πρῶτον πάταγος ἐξηχεῖτο πολύς, ἅτε τοσούτων ἀνθρώπων ὁμοῦ καὶ ὑποζυγίων μετὰ σπουδῆς ἐλαυνόντων, ὡς ἐκχυθέντας τῶν σκηνῶν περιβλέπεσθαι καὶ ὠτακουστεῖν [108 M.] ἀκροβατοῦντας· εἶτ´ ὀλίγῳ ὕστερον ἐπὶ λόφου μετέωρος ἡ ἀντίπαλος καταφαίνεται δύναμις ἐν τοῖς ὅπλοις ἐκτεταγμένη πρὸς μάχην. (31.) 170 ἐπὶ δὲ τῷ παραλόγῳ καὶ ἀπροσδοκήτῳ καταπλαγέντες καὶ μήτε πρὸς ἄμυναν εὐτρεπεῖς ὄντες διὰ σπάνιν ἀμυντηρίων οὐ γὰρ ἐπὶ πόλεμον ἀλλ´ εἰς ἀποικίαν ἐξῄεσαν – μήτε φυγεῖν δυνάμενοι – κατόπιν μὲν γὰρ πέλαγος, ἐχθροὶ δ´ ἀντικρύ, τὰ δὲ παρ´ ἑκάτερα βαθεῖα καὶ ἀτριβὴς ἐρήμη – σφαδᾴζοντες καὶ τῷ μεγέθει τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες· 171 „διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, οἷς ἀποθανόντες ἐνταφησόμεθα, ἐξήγαγες ἡμᾶς, ἵν´ ἐνταῦθα κηδεύσῃς ἀποκτείνας; ἢ οὐ πᾶσα δουλεία κουφότερον κακὸν θανάτου; δελεάσας ἐλευθερίας ἐλπίδι τὸ πλῆθος τὸν χαλεπώτερον περὶ τοῦ ζῆν ἐπεκρέμασας κίνδυνον. 172 ἠγνόεις τὴν ἡμετέραν ἁπλότητα καὶ τὴν Αἰγυπτίων πικρίαν καὶ τὸ βαρύμηνι; τὸ μέγεθος τῶν ἀφύκτων κακῶν οὐχ ὁρᾷς; τί πρακτέον; πολεμῶμεν ἄοπλοι πρὸς ὡπλισμένους; ἀλλὰ φεύγωμεν καθάπερ ἄρκυσι κυκλωθέντες ἀνηλεέσιν ἐχθροῖς, ἐρημίαις ἀβάτοις, ἀπλώτοις πελάγεσιν; εἰ δὲ δὴ καὶ πλωτά, τίς εὐπορία σκαφῶν εἰς περαίωσιν;“ 173 ὁ δὲ ταῦτα ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν´ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι´ οὗ δ´ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε“ λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός. 174 τί μόνοις τοῖς εὐλόγοις καὶ πιθανοῖς προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν [162 CW] ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός.“ 175 καὶ ταῦτα μὲν ἔτι καθεστὼς διεξῄει· μικρὸν δ´ ἐπισχὼν ἔνθους γίνεται καταπνευσθεὶς ὑπὸ τοῦ εἰωθότος ἐπιφοιτᾶν αὐτῷ πνεύματος καὶ θεσπίζει προφητεύων τάδε· „ἣν ὁρᾶτε στρατιὰν εὐοπλοῦσαν, οὐκέτ´ ἀντιτεταγμένην ὄψεσθε· πεσεῖται γὰρ προτροπάδην πᾶσα καὶ βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί.“ (32.) 176 καὶ ὁ μὲν ταῦτ´ ἀπεφθέγγετο. Καταδύντος δ´ ἡλίου, νότος εὐθὺς ἤρξατο κατασκήπτειν βιαιότατος, ὑφ´ οὗ τὸ πέλαγος ἐξανεχώρησεν, εἰωθὸς μὲν ἀμπωτίζειν, τότε δὲ καὶ μᾶλλον ὠθούμενον τὸ πρὸς [109 M.] αἰγιαλοῖς ὑπεσύρη καθάπερ εἰς χαράδραν ἢ χάρυβδιν· ἀστήρ τε προὐφαίνετ´ οὐδείς, ἀλλὰ πυκνὸν καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων. 177 προσταχθεὶς δὲ Μωυσῆς τῇ βακτηρίᾳ παίει τὴν θάλασσαν· ἡ δὲ ῥαγεῖσα διίσταται καὶ τῶν τμημάτων τὰ μὲν πρὸς τῷ ῥαγέντι μέρει μετέωρα πρὸς ὕψος ἐξαίρεται καὶ παγέντα τρόπον τείχους κραταιῶς ἠρέμει καὶ ἡσύχαζε, τὰ δ´ ὀπίσω σταλέντα καὶ χαλινωθέντα τὴν εἰς τὸ πρόσω φορὰν καθάπερ ἡνίαις ἀφανέσιν ἀνεχαίτιζε, τὸ δὲ μεσαίτατον, καθ´ ὃ ἐγένετο ἡ ῥῆξις, ἀναξηρανθὲν ὁδὸς εὐρεῖα καὶ λεωφόρος γίνεται. Τοῦτο ἰδὼν Μωυσῆς καὶ θαυμάσας ἐγεγήθει καὶ πληρωθεὶς χαρᾶς ἐθάρσυνε τοὺς ἰδίους καὶ ᾗ τάχιστα προὔτρεπεν ἀναζευγνύναι. 178 περαιοῦσθαι δὲ μελλόντων, σημεῖον ἐπιγίνεται τερατωδέστατον· [163 CW] ἡ γὰρ ὁδηγὸς νεφέλη πρωτοστατοῦσα τὸν ἄλλον χρόνον ἀνακάμπτει πρὸς τὰ οὐραῖα τοῦ πλήθους, ὅπως ὀπισθοφυλακῇ, καὶ ταχθεῖσα μεθόριος τῶν διωκόντων καὶ τῶν διωκομένων τοὺς μὲν ἡνιοχοῦσα σωτηρίως καὶ ἀσφαλῶς ἐπήλαυνε, τοὺς δὲ ἀνεῖργε καὶ ἀνέκρουεν ἐφορμᾶν ἐπειγομένους· ἅπερ ὁρῶντες οἱ Αἰγύπτιοι θορύβου καὶ ταραχῆς πάντ´ ἐπλήρουν τάς τε τάξεις ὑπὸ δέους συνέχεον ἐπεμπίπτοντες ἀλλήλοις καὶ ζητοῦντες ἤδη φυγεῖν, ὅτ´ οὐδὲν ἦν ὄφελος. 179 οἱ μὲν γὰρ Ἑβραῖοι διὰ ξηρᾶς ἀτραποῦ περὶ βαθὺν ὄρθρον μετὰ γυναικῶν καὶ παίδων ἔτι κομιδῇ νηπίων περαιοῦνται· τοὺς δὲ τὰ τμήματα τοῦ πελάγους ἑκατέρωθεν ἐπικυλισθέντα καὶ ἑνωθέντα αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς. 180 τὸ μέγα τοῦτο καὶ θαυμαστὸν ἔργον Ἑβραῖοι καταπλαγέντες ἀναιμωτὶ νίκην οὐκ ἐλπισθεῖσαν ἤραντο καὶ κατιδόντες ἐν ἀκαρεῖ φθορὰν ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο.
(33.) 181 Ἄραντες δ´ ἀπὸ θαλάττης μέχρι μέν τινος ὡδοιπόρουν μηκέτι τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. Ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. [164 CW] 182 θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν [110 M.] ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ, δι´ ἄγνοιαν τἀληθοῦς ἀπατηθέντες· πικραὶ γὰρ ἦσαν· εἶτα γευσάμενοι γναμφθέντες τῷ παρ´ ἐλπίδα τά τε σώματα παρεῖντο καὶ τὰς ψυχὰς ἀναπεπτώκεσαν, οὐχ οὕτως ἐφ´ ἑαυτοῖς ὡς ἐπὶ τοῖς νηπίοις παισὶ στένοντες, οὓς ἀδακρυτὶ ποτὸν αἰτοῦντας ὁρᾶν οὐχ ὑπέμενον. 183 ἔνιοι δὲ τῶν ὀλιγωροτέρων καὶ πρὸς εὐσέβειαν ἀβεβαίων καὶ τὰ προγεγονότα ᾐτιῶντο ὡς οὐκ ἐπ´ εὐεργεσίᾳ συμβάντα μᾶλλον ἢ διὰ μετουσίαν ἀργαλεωτέρων συμφορῶν, ἄμεινον εἶναι λέγοντες τρίς, οὐχ ἅπαξ, ὑπ´ ἐχθρῶν ἀποθανεῖν ἢ δίψει παραπολέσθαι· τὴν μὲν γὰρ ἄπονον καὶ ταχεῖαν τοῦ βίου μετάστασιν οὐδὲν ἀθανασίας διαφέρειν τοῖς εὖ φρονοῦσι, θάνατον δ´ ὡς ἀληθῶς εἶναι τὸν βραδὺν καὶ μετ´ ἀλγηδόνων, οὐκ ἐν τῷ τεθνάναι τὸ φοβερὸν ἀλλ´ ἐν μόνῳ τῷ ἀποθνῄσκειν ἐπιδεικνύμενον. 184 τοιαύταις χρωμένων ὀλοφύρσεσι, πάλιν ἱκετεύει τὸν θεὸν Μωυσῆς ἐπιστάμενον τὴν ζῴων καὶ μάλιστα τὴν ἀνθρώπων ἀσθένειαν καὶ τὰς τοῦ σώματος ἀνάγκας ἐκ τροφῆς ἠρτημένου καὶ δεσποίναις χαλεπαῖς συνεζευγμένου, βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ´ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος. 185 ὁ δὲ τὴν ἵλεων αὑτοῦ δύναμιν φθάνει προεκπέμψας καὶ διοίξας τὸ τοῦ ἱκέτου τῆς ψυχῆς ἀκοίμητον ὄμμα ξύλον δείκνυσιν, ὃ προσέταξεν ἀράμενον εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς [165 CW] ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν. 186 γενομένου δὲ τοῦ κελευσθέντος, αἱ μὲν πηγαὶ γλυκαίνονται μεταβαλοῦσαι πρὸς τὸ πότιμον, ὡς μηδ´ εἰ τὴν ἀρχὴν ἐγένοντό ποτε πικραὶ δύνασθαι διαγνῶναι, διὰ τὸ μηδὲ ἴχνος ἢ ζώπυρον τῆς ἀρχαίας κακίας εἰς μνήμην ὑπολελεῖφθαι. (34.) 187 τὸ δὲ δίψος ἀκεσάμενοι μεθ´ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ´ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος ἄρχοντος. 188 ἀφικνοῦνται δ´ εἰς σταθμὸν δεύτερον, εὔυδρόν τε καὶ εὔδενδρον – Αἰλεὶμ ὠνομάζετο (Exod. 15, 27) –, πηγαῖς καταρρεόμενον δώδεκα, παρ´ αἷς στελέχη νέα φοινίκων εὐερνέστατα ἦν τὸν ἀριθμὸν ἑβδομήκοντα, τοῖς ὀξὺ τῇ [111 M.] διανοίᾳ βλέπειν δυναμένοις ἀγαθῶν τῶν ἐθνικῶν ἐναργῆ σημεῖα καὶ δείγματα· 189 φυλαί τε γάρ εἰσι τοῦ ἔθνους δώδεκα, ὧν ἑκάστη πηγῆς ἕξει λόγον εὐσεβοῦσα, χορηγούσης εὐσεβείας ἀενάους καὶ ἀνελλιπεῖς καλὰς πράξεις, γενάρχαι δὲ τοῦ σύμπαντος ἔθνους ἑβδομήκοντα γεγόνασι φοίνικι τῷ τῶν δένδρων ἀρίστῳ προσηκόντως παρεικασθέντες, ὃ καὶ ὀφθῆναι καὶ καρπὸν ἐνεγκεῖν ἐστι κάλλιστον, ὅπερ [166 CW] καὶ τὴν ζωτικὴν ἔχει δύναμιν οὐκ ἐν ῥίζαις ὥσπερ τὰ ἄλλα κατορωρυγμένην ἀλλ´ ἀνώφοιτον, καρδίας τρόπον ἐν τῷ μεσαιτάτῳ τῶν ἀκρεμόνων ἱδρυμένην, ὑφ´ ὧν οἷα ἡγεμονὶς ὄντως ἐν κύκλῳ δορυφορεῖται. 190 τοιαύτην δ´ ἔχει φύσιν καὶ ἡ διάνοια τῶν γευσαμένων ὁσιότητος· ἄνω γὰρ μεμάθηκε βλέπειν τε καὶ φοιτᾶν καὶ μετεωροπολοῦσα ἀεὶ καὶ τὰ θεῖα διερευνωμένη κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα.
(35.) 191 Μετὰ δὲ ταῦτ´ οὐ πολὺς διῆλθε χρόνος καὶ ἀπορίᾳ σιτίων ἐλίμωττον, ὥσπερ ἐκ διαδοχῆς ἀντεπιτιθεμένων τῶν ἀναγκαίων· δέσποιναι γὰρ χαλεπαὶ καὶ βαρεῖαι, πεῖνα καὶ δίψα, διακληρωσάμεναι τὰς κακώσεις ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον. 192 ἦν δ´ οὐ μόνον ἡ παροῦσα σπάνις χαλεπόν, ἀλλὰ καὶ ἡ πρὸς τὸν μέλλοντα χρόνον τῶν ἐπιτηδείων ἀπόγνωσις· ὁρῶντες γὰρ βαθεῖαν καὶ πολλὴν ἔρημον καὶ καρπῶν ἀγονωτάτην σφόδρα ἠθύμουν· πάντα γὰρ ἦσαν ἢ τραχεῖαι καὶ ἀπορρῶγες πέτραι ἢ ἁλμυρόγεως πεδιὰς ἢ ὄρη λιθωδέστατα ἢ ψάμμοι βαθεῖαι πρὸς ἠλίβατον ὕψος ἀνατείνουσαι, καὶ προσέτι ποταμὸς οὐδείς, οὐκ αὐθιγενής, οὐ χειμάρρους, οὐδεμία πηγή, σπαρτὸν οὐδὲν οὐδὲ δένδρον, οὐχ ἥμερον, οὐ τῆς ἀγρίας ὕλης, οὐ ζῷον πτηνὸν ἢ χερσαῖον, ὅτι μὴ τῶν ἑρπετῶν τὰ ἰοβόλα πρὸς ὄλεθρον ἀνθρώπων, ὄφεις καὶ σκορπίοι. 193 εἶθ´ ὑπομιμνῃσκόμενοι τῆς κατ´ Αἴγυπτον εὐθηνίας καὶ εὐετηρίας καὶ τὴν τῶν ἐκεῖ πάντων ἀφθονίαν ἀντιτιθέντες τῇ πάντων ἐνταῦθα ἐνδείᾳ χαλεπῶς ἔφερον καὶ πρὸς ἑτέρους ἕτεροι τοιαῦτ´ ἐλογοποίουν· [167 CW] „ἐπ´ ἐλευθερίας ἐλπίδι μεταναστάντες οὐδὲ τοῦ ζῆν ἄδειαν ἔχομεν οἱ ταῖς μὲν ὑποσχέσεσι τοῦ ἡγεμόνος εὐδαίμονες, ἐν δὲ τοῖς ἔργοις ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι. 194 τί τέλος ἔσται τῆς [112 M.] ἀνηνύτου καὶ μακρᾶς οὕτως ὁδοῦ; πᾶσι καὶ τοῖς πλέουσι καὶ τοῖς πεζεύουσιν ὅρος εἰς ὃν ἀφίξονται πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ´ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ´ ἑκάστην ἡμέραν εὐρυνόμενον. 195 μετεωρίσας καὶ φυσήσας ἡμᾶς τῷ λόγῳ καὶ κενῶν ἐλπίδων τὰ ὦτα πληρώσας παρατείνει λιμῷ τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν.“ (36.) 196 τοιαῦτ´ ὀνειδιζόμενος οὐχ οὕτως ἐπὶ ταῖς εἰς αὑτὸν κακηγορίαις ἐδυσχέραινεν, ὡς ἐπὶ τῷ τῆς γνώμης αὐτῶν ἀνιδρύτῳ· πεπειραμένοι γὰρ μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ´ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν. 197 πάλιν δ´ ὅτε εἰς ἔννοιαν ἦλθε τῆς ἐνδείας, ἧς μεῖζον οὐδὲν κακὸν ἀνθρώποις ἐστί, συνεγίνωσκεν ὄχλον εἰδὼς ἀβέβαιον φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ´ εἰς τὰ μέλλοντα. 198 πάντων οὖν ἐν ἀσχέτοις ὄντων ἀνίαις καὶ τὰς ἀνωτάτω προσδοκώντων συμφοράς, ἃς ἐνόμιζον ἐφεδρεύειν καὶ ἐγγυτάτω παρεῖναι, τοῦτο μὲν διὰ τὴν σύμφυτον ἐπιείκειαν καὶ φιλανθρωπίαν, τοῦτο δὲ βουλόμενος ὃν ἐχειροτόνησεν ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ [168 CW] πάθος ἰᾶται. 199 ξένας οὖν εὐεργεσίας ἐκαινοτόμει, τρανοτέραις ὅπως ἐμφάσεσι παιδευθῶσιν ἤδη μὴ δυσανασχετεῖν, εἴ τι μὴ κατὰ γνώμην εὐθὺς ἀποβαίη, τλητικῶς δ´ ὑπομένειν χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶντες. 200 τί οὖν συνέβη; τῇ ὑστεραίᾳ περὶ τὴν ἕω δρόσος βαθεῖα καὶ πολλὴ περὶ σύμπαν ἦν ἐν κύκλῳ τὸ στρατόπεδον, ἣν ἐπένιφεν ἡσυχῇ, ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον – ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς –, ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν [113 M.] ἀνθρώπων, καὶ πρὸς τί γέγονεν. Ὁ δὲ καταπνευσθεὶς ἔνθους γίνεται καὶ θεσπίζει τάδε· 201 „θνητοῖς μὲν ἀνεῖται πεδιὰς ἡ βαθύγειος, ἣν ἀνατεμόντες εἰς αὔλακας ἀροῦσι καὶ σπείρουσι καὶ τὰ ἄλλα τὰ κατὰ γεωργίαν δρῶσι καρποὺς ἐτησίους ἐκπορίζοντες εἰς ἀφθονίαν τῶν ἀναγκαίων· θεῷ δ´ οὐ μία μοῖρα τοῦ παντὸς ἀλλ´ ὁ σύμπας κόσμος ὑποβέβληται καὶ τὰ τούτου μέρη πρὸς ἅπασαν χρείαν ὧν ἂν θέλῃ ὡς δεσπότῃ δοῦλα ὑπηρετήσοντα. 202 νῦν οὖν ἔδοξεν αὐτῷ, τὸν ἀέρα τροφὴν ἐνεγκεῖν ἀνθ´ ὕδατος, ἐπεὶ καὶ γῆ πολλάκις ὑετὸν ἤνεγκεν· ὁ γὰρ ἐν Αἰγύπτῳ ποταμὸς καθ´ ἕκαστον ἐνιαυτὸν ταῖς ἐπιβάσεσι πλημμυρῶν ὅταν ἄρδῃ τὰς ἀρούρας, τί ἕτερον ἢ ὑετός ἐστι κάτωθεν ἐπινίφων;“ 203 παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη· νυνὶ δὲ καὶ παραδοξοτέροις ἄλλοις ἐθαυματουργεῖτο. Ἐπενεγκάμενοι γὰρ ἄλλος ἀλλαχόθεν [169 CW] ἀγγεῖα συνεκόμιζον, οἱ μὲν ἐπὶ τῶν ὑποζυγίων, οἱ δὲ κατὰ τῶν ὤμων ἐπηχθισμένοι, προνοίᾳ τοῦ πρὸς πλείω χρόνον ταμιεύεσθαι τὰ ἐπιτήδεια. 204 ἦν δ´ ἄρα ἀταμίευτα καὶ ἀθησαύριστα, δωρεὰς ἀεὶ νέας ἐγνωκότος τοῦ θεοῦ χαρίζεσθαι· τὰ μὲν γὰρ πρὸς τὴν τότε χρῆσιν αὐτάρκη σκευάσαντες μεθ´ ἡδονῆς προσηνέγκαντο, τῶν δ´ ἀπολειφθέντων εἰς τὴν ὑστεραίαν οὐδὲν ἔτι σῷον εὕρισκον, ἀλλὰ μεταβεβληκότα καὶ δυσώδη καὶ μεστὰ τοιουτοτρόπων ζῴων, ἃ κατὰ σῆψιν εἴωθε γεννᾶσθαι· ταῦτα μὲν οὖν ἀπερρίπτουν κατὰ τὸ εἰκός, ἑτέρας δ´ εὐτρεπεῖς τροφὰς ἀνεύρισκον, ἃς ἅμα τῇ δρόσῳ καθ´ ἑκάστην ἡμέραν συνέβαινε νίφεσθαι. 205 γέρας δ´ ἐξαίρετον ἡ ἱερὰ ἑβδομὰς εἶχεν· ἐπειδὴ γὰρ οὐδὲν ἐφεῖται δρᾶν ἐν αὐτῇ, πάντων δὲ μικρῶν καὶ μεγάλων ἔργων ἀνέχειν διείρηται, συγκομίζειν οὐ δυναμένοις τότε τὰ ἐπιτήδεια πρὸ μιᾶς ὁ θεὸς ὕει διπλᾶ καὶ κελεύει φέρειν εἰς δύο ἡμέρας αὐτάρκη τροφὴν ἐσομένην· τὰ δὲ συγκομισθέντα σῷα διέμενεν, οὐδενὸς ᾗ πρότερον φθαρέντος τὸ παράπαν. (37.) 206 λέξω δὲ καὶ τὸ ἔτι τούτου θαυμασιώτερον· ἐπὶ γὰρ ἔτη τεσσαράκοντα, τοσοῦτον μῆκος αἰῶνος, ὁδοιποροῦσιν αὐτοῖς αἱ χορηγίαι τῶν ἀναγκαίων ἐν τάξεσι ταῖς εἰρημέναις ἐγίνοντο καθάπερ ἐν σιταρχίαις μεμετρημέναις πρὸς τὰς ἐπιβαλλούσας ἑκάστοις διανομάς. 207 ἅμα μέντοι καὶ τὴν τριπόθητον ἡμέραν ἀνεδιδάσκοντο – ζητοῦντες γὰρ ἐκ πολλοῦ, τίς ἄρ´ ἐστὶν ἡ τοῦ κόσμου γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν – οὐ μόνον [114 M.] χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· [170 CW] τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον. 208 ἡ δὲ χρῆσις ἦν τοιάδε· συλλέγοντες ἅμα τῇ ἕῳ τὸ νιφόμενον ἤλουν ἢ ἔτριβον, εἶθ´ ἕψοντες ἡδεῖαν πάνυ τροφὴν οἷα μελίπηκτον προσεφέροντο μὴ δεόμενοι σιτοπόνων περιεργίας. 209 ἀλλὰ γὰρ καὶ τῶν εἰς ἁβροδίαιτον βίον οὐκ εἰς μακρὰν εὐπόρουν, ὅσαπερ ἐν οἰκουμένῃ χώρᾳ καὶ εὐδαίμονι βουληθέντος τοῦ θεοῦ κατὰ πολλὴν περιουσίαν ἄφθονα χορηγεῖν ἐν ἐρημίᾳ· ταῖς γὰρ ἑσπέραις ὀρτυγομητρῶν νέφος συνεχὲς ἐκ θαλάττης ἐπιφερόμενον ἅπαν τὸ στρατόπεδον ἐπεσκίαζε τὰς πτήσεις προσγειοτάτας ποιουμένων εἰς τὸ εὔθηρον· συλλαμβάνοντες οὖν καὶ σκευάζοντες ὡς φίλον ἑκάστοις κρεῶν ἀπέλαυον ἡδίστων ἅμα καὶ τὴν τροφὴν παρηγοροῦντες ἀναγκαίῳ προσοψήματι.
(38.) 210 Τούτων μὲν οὖν πολλὴν ἦγον ἀφθονίαν οὐκ ἐπιλειπόντων, ὕδατος δὲ καὶ πάλιν πιέσασα δεινὴ σπάνις ἐπιγίνεται· καὶ πρὸς ἀπόγνωσιν ἤδη τραπομένων σωτηρίας, λαβὼν Μωυσῆς τὴν ἱερὰν βακτηρίαν ἐκείνην, δι´ ἧς τὰ κατ´ Αἴγυπτον ἀπετέλεσε σημεῖα, θεοφορηθεὶς τὴν ἀκρότομον πέτραν παίει. 211 ἡ δ´, εἴτε προϋποκειμένης πηγῆς φλέβα καίριον διακοπεῖσα εἴτε καὶ τότε πρῶτον ὕδατος ἀφανέσιν ὑπονόμοις [171 CW] εἰς αὐτὴν ἀθρόου συρρυέντος καὶ σφόδρα ἐκθλιβέντος, ἀναστομωθεῖσα τῇ βίᾳ τῆς φορᾶς κρουνηδὸν ἐκχεῖται, ὡς μὴ τότε μόνον παρασχεῖν ἄκος δίψους ἀλλὰ καὶ πρὸς πλείω χρόνον τοσαύταις μυριάσιν ἀφθονίαν ποτοῦ· τὰ γὰρ ὑδρία πάντ´ ἐπλήρωσαν, ὡς καὶ πρότερον ἐκ τῶν πηγῶν, αἳ πικραὶ μὲν ἦσαν φύσει, μετέβαλον δ´ ἐπιφροσύνῃ θείᾳ πρὸς τὸ γλύκιον. 212 εἰ δέ τις τούτοις ἀπιστεῖ, θεὸν οὔτ´ οἶδεν οὔτ´ ἐζήτησέ ποτε· ἔγνω γὰρ ἂν εὐθέως, ἔγνω παγίως καταλαβών, ὅτι τὰ παράδοξα δὴ ταῦτα καὶ παράλογα θεοῦ παίγνιά ἐστιν, ἀπιδὼν εἰς τὰ τῷ ὄντι μεγάλα καὶ σπουδῆς ἄξια, γένεσιν οὐρανοῦ καὶ πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείας καὶ φωτὸς ἀνάλαμψιν, ἡμέρας μὲν ἡλιακοῦ, νύκτωρ δὲ τοῦ διὰ σελήνης, καὶ γῆς ἵδρυσιν ἐν τῷ μεσαιτάτῳ τοῦ παντός, ἠπείρων τε καὶ νήσων ὑπερβάλλοντα μεγέθη καὶ ζῴων καὶ φυτῶν ἀμυθήτους ἰδέας, ἔτι δὲ πελαγῶν ἀναχύσεις, ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φοράς, ἀενάων ῥεῖθρα πηγῶν, ὧν αἱ [115 M.] μὲν ψυχρὸν αἱ δὲ θερμὸν ὕδωρ ἀνομβροῦσιν, ἀέρος παντοίας τροπάς, ἐτησίων ὡρῶν διακρίσεις, ἄλλα κάλλη μυρία. 213 ἐπιλίποι ἂν ὁ βίος τοῦ βουλομένου διηγεῖσθαι τὰ καθ´ ἕκαστα, μᾶλλον δ´ ἕν τι τῶν ὁλοσχερεστέρων τοῦ κόσμου μερῶν, κἂν εἰ μέλλοι πάντων ἀνθρώπων ἔσεσθαι μακροβιώτατος. Ἀλλὰ ταῦτα μὲν πρὸς ἀλήθειαν ὄντα θαυμάσια καταπεφρόνηται τῷ συνήθει· τὰ δὲ μὴ ἐν ἔθει, κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ.
(39.) 214 Ἤδη δὲ πολλὴν καὶ ἀπόρευτον διεξεληλυθότων, ὅροι τινὲς ἀνεφαίνοντο γῆς οἰκουμένης καὶ προάστεια χώρας, εἰς ἣν μεθωρμίζοντο· νέμονται δ´ αὐτὴν Φοίνικες. Ἐλπίσαντες δὲ βίον εὔδιον καὶ γαληνὸν αὑτοῖς ἀπαντήσεσθαι γνώμης ἐσφάλησαν. 215 ὁ γὰρ προκαθήμενος βασιλεὺς [172 CW] πόρθησιν εὐλαβηθείς, ἀναστήσας τὴν ἐκ τῶν πόλεων νεότητα, μάλιστα μὲν ἀνείρξων ὑπηντίαζεν, εἰ δὲ βιάζοιντο, διὰ χειρῶν ἀμυνούμενος ἀκμῆσι καὶ ἄρτι πρῶτον καθισταμένοις εἰς ἀγῶνα κεκμηκότας ὁδοιπορίαις καὶ ἐνδείαις σιτίων καὶ ποτῶν, ἃ κατὰ μέρος ἀντεπετίθετο. 216 Μωυσῆς δὲ παρὰ τῶν σκοπῶν γνοὺς οὐ μακρὰν διεστηκότα τὸν ἐχθρὸν στρατόν, καταλέξας τοὺς ἡβῶντας καὶ στρατηγὸν ἑλόμενος ἕνα τῶν ὑπάρχων Ἰησοῦν, πρὸς τὴν μείζονα συμμαχίαν αὐτὸς ἠπείγετο· περιρρανάμενος γὰρ τοῖς εἰωθόσι καθαρμοῖς ἐπὶ κολωνὸν τὸν πλησίον μετὰ σπουδῆς ἀναδραμὼν ἱκέτευε τὸν θεὸν ὑπερασπίσαι καὶ νίκην καὶ κράτος περιποιῆσαι τοῖς Ἑβραίοις, οὓς ἐκ χαλεπωτέρων πολέμων καὶ κακῶν ἄλλων ἐρρύσατο μὴ μόνον τὰς ἐξ ἀνθρώπων ἐπικρεμασθείσας συμφορὰς ἀποσκεδάσας, ἀλλὰ καὶ ὅσας ὅ τε τῶν στοιχείων νεωτερισμὸς ἐκαινούργησε κατ´ Αἴγυπτον καὶ ὁ ἐν ταῖς ὁδοιπορίαις ἀνήνυτος λιμός. 217 ἤδη δὲ μελλόντων εἰς μάχην καθίστασθαι, τερατωδέστατόν τι συμβαίνει πάθος περὶ τὰς χεῖρας αὐτοῦ· κουφόταται γὰρ ἐγίνοντο ἐν μέρει καὶ βαρύταται· εἶθ´ ὁπότε μὲν ἐπελαφρίζοιντο πρὸς ὕψος αἰρόμεναι, τὸ συμμαχικὸν ἐρρώννυτο καὶ ἀνδραγαθιζόμενον ἐπικυδέστερον ἐγίνετο, ὁπότε δὲ κάτω βρίσειαν, ἴσχυον οἱ ἀντίπαλοι, μηνύοντος διὰ συμβόλων τοῦ θεοῦ, ὅτι τῶν μέν ἐστι γῆ καὶ αἱ τοῦ παντὸς ἐσχατιαὶ κλῆρος οἰκεῖος, τῶν δ´ αἰθὴρ ὁ ἱερώτατος, καὶ ὥσπερ ἐν τῷ παντὶ βασιλεύει καὶ κρατεῖ γῆς οὐρανός, οὕτω καὶ τὸ ἔθνος περιέσται τῶν ἀντιπολεμούντων. 218 ἄχρι μὲν οὖν τινος αἱ χεῖρες οἷα πλάστιγγες ἐν μέρει μὲν [116 M.] ἐπεκουφίζοντο, ἐν μέρει δ´ ἐπέρρεπον, τηνικαῦτα καὶ ὁ ἀγὼν ἀμφήριστος ἦν· ἐξαπιναίως δ´ ἀβαρεῖς γενόμεναι, δακτύλοις ἀντὶ ταρσῶν χρώμεναι, μετέωροι πρὸς [173 CW] ὕψος ἤρθησαν, καθάπερ αἱ πτηναὶ φύσεις ἀεροποροῦσαι, καὶ διέμενον ἀνώφοιτοι μέχρι τοῦ τὴν νίκην Ἑβραίους ἀνανταγώνιστον ἄρασθαι, τῶν ἐχθρῶν ἡβηδὸν ἀναιρεθέντων ἅπερ τε διαθεῖναι παρὰ τὸ προσῆκον ἐσπούδαζον παθόντων μετὰ δίκης. 219 τότε καὶ Μωυσῆς ἱδρύεται βωμόν, ὃν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „θεοῦ καταφυγήν“ (Exod. 17, 15), ἐφ´ οὗ τὰ ἐπινίκια ἔθυε χαριστηρίους εὐχὰς ἀποδιδούς.
(40.) 220 Μετὰ τὴν μάχην ταύτην ἔγνω δεῖν τὴν χώραν, εἰς ἣν ἀπῳκίζετο τὸ ἔθνος, κατασκέψασθαι – δεύτερον δ´ ὁδοιποροῦσιν ἔτος ἐνειστήκει – βουλόμενος μή, οἷα φιλεῖ, γνωσιμαχεῖν οὐκ εἰδότας, ἀλλ´ ἀκοῇ προμαθόντας αὐτήν, ἐπιστήμῃ τῶν ἐκεῖ βεβαίᾳ χρωμένους, τὸ πρακτέον ἐκλογίζεσθαι. 221 δώδεκα δ´ ἰσαρίθμους ταῖς φυλαῖς ἄνδρας, ἐξ ἑκάστης ἕνα φύλαρχον, αἱρεῖται τοὺς δοκιμωτάτους ἀριστίνδην προκρίνας, ἵνα μηδεμία μοῖρα πλέον ἢ ἔλαττον ἐνεγκαμένη διαφέρηται, πᾶσαι δ´ ἐξ ἴσου διὰ τῶν ἐν τέλει τὰ παρὰ τοῖς κατοίκοις, εἰ βουληθεῖεν οἱ πεμφθέντες ἀψευδεῖν, ἐπιγνῶσιν. 222 ἑλόμενος δ´ αὐτούς φησι τάδε· „τῶν ἀγώνων καὶ κινδύνων, οὓς ὑπέστημεν καὶ μέχρι νῦν ὑπομένομεν, ἆθλόν εἰσιν αἱ κληρουχίαι, ὧν τῆς ἐλπίδος μὴ διαμάρτοιμεν ἔθνος πολυανθρωπότατον εἰς ἀποικίαν παραπέμποντες. Ἔστι δ´ ὠφελιμώτατον ἡ τόπων καὶ ἀνθρώπων καὶ πραγμάτων ἐπιστήμη, ὥσπερ ἡ ἄγνοια βλαβερόν. 223 ὑμᾶς οὖν ἐχειροτονήσαμεν, ἵνα ταῖς ὑμετέραις ὄψεσί τε καὶ διανοίαις [174 CW] τἀκεῖ θεασώμεθα· γίνεσθε δὴ τῶν τοσούτων μυριάδων ὦτα καὶ ὀφθαλμοὶ πρὸς τὴν ὧν ἀναγκαῖον εἰδέναι σαφῆ κατάληψιν. 224 ἃ δὲ γνῶναι ποθοῦμεν, τρία ταῦτ´ ἐστίν· οἰκητόρων πλῆθός τε καὶ δύναμιν, πόλεων τὴν ἐν εὐκαιρίᾳ θέσιν καὶ ἐν οἰκοδομίαις ἐχυρότητα ἢ τοὐναντίον, χώραν εἰ βαθύγειός ἐστι καὶ πίων, ἀγαθὴ παντοίους καρποὺς ἐνεγκεῖν σπαρτῶν τε καὶ δένδρων, ἢ λεπτόγεως ἔμπαλιν, ἵνα πρὸς μὲν ἰσχὺν καὶ πλῆθος οἰκητόρων ἰσορρόποις δυνάμεσι φραξώμεθα, πρὸς δὲ τὴν ἐν τοῖς τόποις ἐρυμνότητα μηχανήμασι καὶ ταῖς ἑλεπόλεσιν· ἀναγκαῖον δὲ καὶ τὴν χώραν εἰδέναι, εἰ ἀρετῶσα ἢ μή· περὶ γὰρ λυπρᾶς ἑκουσίους κινδύνους ὑπομένειν ἠλιθιότητος. 225 τὰ δ´ ὅπλα καὶ μηχανήματα ἡμῶν καὶ πᾶσα ἡ δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ [117 M.] περιόντος κατακρατεῖν, δι´ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων. 226 ὁ δὲ καιρός, ἐν ᾧ μάλιστα χώρας ἀρετὴν δοκιμάζεσθαι συμβέβηκεν, ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. Ἄμεινον δ´ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος.“ (41.) 227 ταῦτ´ ἀκούσαντες ἐπὶ τὴν κατασκοπὴν ἐξῄεσαν ὑπὸ παντὸς τοῦ πλήθους προπεμπόμενοι δεδιότος, μὴ συλληφθέντες ἀπόλωνται καὶ συμβῇ δύο τὰ χαλεπώτατα, [175 CW] ἀνδρῶν τε, οἳ φυλῆς ἑκάστης ὄψις ἦσαν, σφαγαὶ καὶ ἄγνοια τῶν παρὰ τοῖς ἐφεδρεύουσιν ἐχθροῖς ὧν ὠφέλιμος ἡ ἐπιστήμη. 228 παραλαβόντες δ´ ὀπτῆρας καὶ ἡγεμόνας τῆς ὁδοῦ προερχομένοις ἐφείποντο· καὶ γενόμενοι πλησίον, ἐφ´ ὑψηλότατον ὄρος τῶν περὶ τὸν τόπον ἀναδραμόντες, κατεθεῶντο τὴν χώραν, ἧς πεδιὰς μὲν ἦν πολλὴ κριθοφόρος, πυροφόρος, εὔχορτος, ὀρεινὴ δ´ οὐκ ἔλαττον ἀμπέλων καὶ στελεχῶν ἄλλων κατάπλεως, εὔδενδρος ἅπασα, λάσιος, ποταμοῖς καὶ πηγαῖς διεζωσμένη πρὸς ἄφθονον ὑδρείαν, ὡς ἐκ τῶν προπόδων ἄχρι τῶν κορυφῶν ὅλα τῶν ὀρῶν τὰ κλίματα δένδρεσι κατασκίοις συνυφάνθαι, διαφερόντως δὲ τοὺς αὐχένας καὶ ὅσαι βαθεῖαι διαφύσεις. 229 κατεθεῶντο δὲ καὶ τὰς πόλεις ἐρυμνοτάτας διχόθεν, ἔκ τε τοπικῆς περὶ τὴν θέσιν εὐκαιρίας καὶ περιβόλων ἐχυρότητος. Ἐξετάζοντες δὲ καὶ τοὺς οἰκήτορας ἑώρων ἀπείρους τὸ πλῆθος, περιμηκεστάτους γίγαντας ἢ γιγαντώδεις τὰς τῶν σωμάτων ὑπερβολὰς ἔν τε μεγέθεσι καὶ ῥώμαις. 230 ταῦτα κατιδόντες εἰς ἀκριβεστέραν κατάληψιν ἐπέμενον – ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι – καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ´ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα. 231 μάλιστα δ´ αὐτοὺς κατέπληττεν ὁ τῆς ἀμπέλου καρπός· οἱ γὰρ βότρυες ὑπερμεγέθεις ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, [176 CW] ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ´ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων – βαρύτατον γὰρ ἦν ἄχθος –, ἐκόμιζον, περὶ τῶν ἀναγκαίων οὐχ ὁμοφρονοῦντες. (42.) 232 ἐγένοντο μὲν οὖν αὐτοῖς ἅμιλλαι μυρίαι καὶ πρὶν ἐπανήκειν κατὰ τὴν ὁδόν, ἀλλὰ κουφότεραι, ὑπὲρ τοῦ μὴ γνωσιμαχούντων μηδ´ [118 M.] ἄλλα ἄλλων ἀπαγγελλόντων στάσιν ἐν τῷ πλήθει γενέσθαι, χαλεπώτεραι δὲ μετὰ τὴν ἐπάνοδον. 233 οἱ μὲν γὰρ περὶ τῆς τῶν πόλεων ἐχυρότητος καὶ ὡς ἑκάστη πολυάνθρωπός ἐστι διεξιόντες καὶ πάντα αἴροντες τῷ λόγῳ πρὸς τὸ μεγαλεῖον φόβον ἐνειργάζοντο τοῖς ἀκούουσιν, οἱ δὲ τὸν ἁπάντων ὧν εἶδον ὑφαιροῦντες ὄγκον παρεκάλουν μὴ ἀναπίπτειν, ἀλλ´ ἔχεσθαι τῆς ἀποικίας ὡς αὐτοβοεὶ περιεσομένους· οὐδεμίαν γὰρ ἀνθέξειν πόλιν πρὸς τοσαύτης δυνάμεως ἔφοδον ἀθρόως ἐπιστάσης, ἀλλὰ τῷ βάρει πιεσθεῖσαν πίπτειν· προσετίθεσαν δὲ καὶ τὰ ἐκ τῶν ἰδίων παθῶν ἑκάτεροι ταῖς ψυχαῖς τῶν ἀκουόντων, οἱ μὲν ἄνανδροι δειλίαν, οἱ δ´ ἀκατάπληκτοι θάρσος μετ´ εὐελπιστίας. 234 ἀλλ´ οὗτοι μὲν πέμπτη μοῖρα τῶν ἀποδεδειλιακότων ἦσαν, οἱ δ´ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ´ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ´ οἰκειωσάμενοι. 235 περὶ δὲ τῆς χώρας ταὐτὰ πάντες [177 CW] ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ´ ὄφελος“ εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον;“ καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος καὶ ἀπάτην ἀληθείας προκρίναντες. 236 ἐφ´ οἷς ὁ ἡγεμὼν ἠγανάκτει καὶ ἅμα ηὐλαβεῖτο, μή τι θεήλατον κατασκήψῃ κακὸν οὕτως ἐκθύμως ἀπιστοῦσι τοῖς χρησμοῖς· ὅπερ καὶ ἐγένετο· τῶν γὰρ κατασκόπων οἱ μὲν δειλοὶ δέκα λοιμώδει νόσῳ διαφθείρονται μετὰ τῶν ἐκ τοῦ πλήθους συναπονοηθέντων, μόνοι δ´ οἱ συμβουλεύσαντες δύο μὴ ὀρρωδεῖν ἀλλ´ ἐφίεσθαι τῆς ἀποικίας ἐσώθησαν, ὅτι καταπειθεῖς ἐγένοντο τοῖς λογίοις, γέρας ἐξαίρετον λαβόντες τὸ μὴ παραπολέσθαι.
(43.) 237 Τοῦτ´ αἴτιον ἐγένετο τοῦ μὴ θᾶττον ἥκειν εἰς ἣν ἀπῳκίζοντο γῆν. Δυνάμενοι γὰρ ἔτει δευτέρῳ μετὰ τὴν ἀπ´ Αἰγύπτου μετανάστασιν τὰς ἐν Συρίᾳ πόλεις καὶ τὰς κληρουχίας ἐννέμεσθαι, τὴν ἄγουσαν καὶ ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ´ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες. 238 ὀκτὼ γοῦν ἐνιαυτοὺς πρὸς τοῖς τριάκοντα δίχα τοῦ [119 M.] παρεληλυθότος χρόνου, γενεᾶς βίον ἀνθρωπίνης, ἄνω κάτω τριβόμενοι καὶ τὰς ἀβάτους ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ´ οὓς καὶ πρότερον ἦλθον. 239 πρὸς δὲ ταῖς εἰσβολαῖς ᾤκουν ἕτεροί τε καὶ δὴ καὶ συγγενεῖς αὐτῶν, οὓς ᾤοντο μάλιστα μὲν συνεκπολεμήσειν τὸν πρὸς τοὺς ἀστυγείτονας πόλεμον καὶ πρὸς τὴν ἀποικίαν ἅπαντα συμπράξειν, εἰ δ´ ἀποκνοῖεν, μετὰ μηδετέρων γοῦν τετάξεσθαι χεῖρας ἀνέχοντας. 240 οἱ γὰρ ἀμφοτέρων τῶν ἐθνῶν πρόγονοι, [178 CW] τοῦ τε Ἑβραϊκοῦ καὶ τοῦ τὰ προάστεια κατοικοῦντος, ἀδελφοὶ δύο ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι, πρὸς δὲ καὶ δίδυμοι, ἀφ´ ὧν εἰς πολυπαιδίαν ἐπιδιδόντων καὶ τῶν ἀπογόνων εὐφορίᾳ τινὶ χρωμένων εἰς μέγα καὶ πολυάνθρωπον ἔθνος ἑκατέρα τῶν οἰκιῶν ἀνεχύθη· ἀλλ´ ἡ μὲν ἐφιλοχώρησεν, ἡ δ´, ὡς ἐλέχθη πρότερον, εἰς Αἴγυπτον μεταναστᾶσα διὰ λιμὸν χρόνοις ὕστερον ἐπανῄει. 241 τὴν δ´ οἰκειότητα ἡ μὲν διεφύλαττε, καίτοι πολὺν χρόνον διαζευχθεῖσα, πρὸς τοὺς μηδὲν ἔτι τῶν πατρίων φυλάττοντας, ἀλλὰ πάντα τὰ τῆς ἀρχαίας πολιτείας ἐκδεδιῃτημένους, ὑπολαβοῦσα τοῖς ἡμέροις τὰς φύσεις ἁρμόττον εἶναι διδόναι τι καὶ χαρίζεσθαι συγγενείας ὀνόματι· 242 ἡ δ´ ἔμπαλιν τὰ φιλικὰ πάντα ἔτρεψεν ἤθεσι καὶ λόγοις βουλαῖς τε καὶ πράξεσιν ἀσπόνδοις καὶ ἀσυμβάτοις χρωμένη, πατρικὴν ἔχθραν ζωπυροῦσα – ὁ γὰρ τοῦ ἔθνους ἀρχηγέτης αὐτὸς ἀποδόμενος τῷ ἀδελφῷ τὰ πρεσβεῖα μικρὸν ὕστερον ὧν ἐξέστη μετεποιεῖτο παραβαίνων τὰς ὁμολογίας καὶ ἐφόνα θάνατον ἀπειλῶν, εἰ μὴ ἀποδοίη – · ταύτην τὴν παλαιὰν ἀνδρὸς ἑνὸς πρὸς ἕνα ἔχθραν ἔθνος τοσαύταις ὕστερον γενεαῖς ἐκαίνωσεν. 243 ὁ μὲν οὖν ἡγεμὼν τῶν Ἑβραίων Μωυσῆς, καίτοι γ´ αὐτοβοεὶ δυνάμενος ἑλεῖν ἐξ ἐπιδρομῆς, οὐκ ἐδικαίωσε διὰ τὴν εἰρημένην συγγένειαν, ἀλλ´ ὁδῷ χρήσασθαι μόνον ἠξίου τῇ διὰ τῆς χώρας πάνθ´ ὑπισχνούμενος πράξειν τὰ ἔνσπονδα, μὴ τεμεῖν χωρίον, μὴ θρέμματα, μὴ λείαν ἀπάξειν, ὕδατος, εἰ ποτοῦ γένοιτο σπάνις, τιμὴν παρέξειν καὶ τῶν ἄλλων τοῖς ἀχορηγήτοις ὠνίων· οἱ δ´ εἰρηνικαῖς οὕτω προκλήσεσιν ἀνὰ κράτος ἠναντιοῦντο πόλεμον ἀπειλοῦντες, εἰ τῶν ὅρων ἐπιβάντας [179 CW] ἢ ψαύσαντας αὐτὸ μόνον αἴσθοιντο. (44.) 244 χαλεπῶς δὲ τὰς ἀποκρίσεις ἐνηνοχότων καὶ ἤδη πρὸς ἄμυναν ὁρμώντων, ἐν ἐπηκόῳ στὰς „ἄνδρες“ εἶπεν, „ἡ μὲν ἀγανάκτησις ὑμῶν εὔλογος καὶ δικαία· χρηστὰ γὰρ ἀφ´ ἡμέρου γνώμης προτειναμένων, πονηρὰ ἀπὸ διανοίας ἀπεκρίναντο κακοήθους. 245 ἀλλ´ οὐχ ὅτι [120 M.] τῆς ὠμότητος ἐκεῖνοι δίκας ἐπάξιοι τίνειν εἰσί, διὰ τοῦθ´ ἡμῖν ἐπὶ τὰς κατ´ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ´ εἰ καὶ ὑφ´ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν.“ 246 εἶτ´ ἐκτραπόμενος ἦγε δι´ ἑτέρας τὴν πληθύν, ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι. 247 ταῦτα δὲ σαφεστάτη πίστις ἦν ἀνίας, ἣν ἐπὶ τῷ τὸ ἔθνος ἐλευθερίας τυχεῖν ἠνιῶντο, δηλονότι χαίροντες, ἡνίκα τὴν ἐν Αἰγύπτῳ πικρὰν δουλείαν ὑπέμενον· ἀνάγκη γὰρ οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν. 248 ἔτυχον γὰρ ὡς πρὸς ὁμογνώμονας καὶ τὰ αὐτὰ βουλομένους ἀνενεγκόντες τὰ συμβάντα λυπηρά τε αὖ καὶ ὅσα καθ´ ἡδονήν, οὐκ εἰδότες ὅτι πόρρω προεληλύθασι μοχθηρίας καὶ ἐθελέχθρως καὶ φιλαπεχθημόνως ἔχοντες στένειν μὲν ἐπὶ τοῖς ἀγαθοῖς, ἥδεσθαι δὲ ἐπὶ τοῖς ἐναντίοις ἔμελλον. 249 τῆς δὲ κακονοίας ἀνακαλυφθείσης ἐκείνων, ἐκωλύθησαν εἰς χεῖρας ἐλθεῖν ὑπὸ τοῦ προεστῶτος ἐπιδειξαμένου δύο τὰ κάλλιστα, φρόνησιν ἐν ταὐτῷ καὶ χρηστότητα· τὸ μὲν γὰρ μηδὲν παθεῖν φυλάξασθαι συνέσεως, τὸ δὲ μηδ´ ἀμύνασθαι συγγενεῖς ὄντας ἐθελῆσαι φιλανθρωπίας ἔργον.
[180 CW] (45.) 250 Τὰς μὲν οὖν τούτων πόλεις παρημείψατο. Βασιλεὺς δέ τις τῆς ὁμόρου Χανάνης ὄνομα, τῶν σκοπῶν ἀπαγγειλάντων τὸν ὁδοιποροῦντα στρατὸν οὐ πάνυ μακρὰν ἀφεστηκότα, νομίσας ἀσύντακτόν τε εἶναι καὶ ῥᾳδίως εἰ προεπίθοιτο νικήσειν, ἄρας μετὰ τῆς οἰκείας νεότητος εὐοπλούσης ἐπεξέθει καὶ τοὺς πρώτους ὑπαντιάσαντας ἅτε μὴ παρεσκευασμένους εἰς μάχην τρέπεται· καὶ λαβὼν αἰχμαλώτους ἐπὶ τῷ παρ´ ἐλπίδα εὐημερήματι φυσηθεὶς προῄει, καὶ τοὺς ἄλλους ἅπαντας χειρώσεσθαι νομίζων. 251 οἱ δὲ – οὐ γὰρ ἐγνάμφθησαν ἥττῃ τῆς προερχομένης τάξεως ἀλλ´ ἔτι μᾶλλον ἢ πρότερον σπάσαντες εὐτολμίας καὶ τὴν ἔνδειαν τῶν ἑαλωκότων ἐκπλῆσαι ταῖς προθυμίαις ἐπειγόμενοι συνεκρότουν ἄλλος ἄλλον μὴ ἀποκάμνειν „ἀνεγειρώμεθα“ λέγοντες, „ἄρτι τῆς χώρας ἐπιβαίνομεν· ἀκατάπληκτοι μετὰ τῆς ἐν τῷ θαρρεῖν ἐχυρότητος γινώμεθα· τὰ τέλη ταῖς ἀρχαῖς πολλάκις κρίνεται· ἐπὶ τῶν εἰσβολῶν ὄντες καταπληξώμεθα τοὺς οἰκήτορας, ὡς ἔχοντες μὲν τὴν ἐκ τῶν πόλεων εὐετηρίαν, [121 M.] ἀντιδεδωκότες δ´ ἣν ἐκ τῆς ἐρημίας ἐπαγόμεθα σπάνιν τῶν ἀναγκαίων.“ 252 καὶ ἅμα διὰ τούτων προτρέποντες αὑτοὺς ηὔξαντο τῆς χώρας ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ´ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν. 253 οἱ δ´ ἀνὰ κράτος ἑλόντες τὰς χαριστηρίους ὁμολογίας ἐπετέλουν, οὐδὲν ἐκ τῆς λείας νοσφισάμενοι, τὰς δὲ πόλεις αὐτοῖς ἀνδράσι καὶ κειμηλίοις ἀνιερώσαντες, καὶ ἀπὸ τοῦ [181 CW] συμβεβηκότος ὅλην τὴν βασιλείαν ὠνόμασαν „ἀνάθεμα“. 254 καθάπερ γὰρ εἷς ἕκαστος τῶν εὐσεβούντων ἀπὸ τῶν ἐτησίων ἀπάρχεται καρπῶν, οὓς ἂν ἐκ τῶν ἰδίων συγκομίζῃ κτημάτων, τὸν αὐτὸν τρόπον καὶ ὅλον τὸ ἔθνος μεγάλης χώρας, εἰς ἣν μετανίστατο, μέγα τμῆμα, τὴν εὐθὺς αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι.
(46.) 255 Μικρὸν δ´ ὕστερον καὶ πηγὴν εὔυδρον ἀνευρόντες, ἣ παντὶ τῷ πλήθει ποτὸν ἐχορήγησεν – ἐν φρέατι δ´ ἦν ἡ πηγὴ καὶ ἐπὶ τῶν τῆς χώρας ὅρων –, ὥσπερ οὐχ ὕδατος ἀλλ´ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν. 256 καὶ γὰρ ἔτυχεν οὐ χερσὶν ἰδιωτῶν ἀλλὰ βασιλέων ἀνατετμῆσθαι φιλοτιμηθέντων, ὡς λόγος, οὐ μόνον περὶ τὴν εὕρεσιν τοῦ ὕδατος ἀλλὰ καὶ περὶ τὴν τοῦ φρέατος κατασκευήν, ἵν´ ἐκ τῆς πολυτελείας βασιλικὸν φαίνηται τὸ ἔργον καὶ ἡ τῶν κατασκευασάντων ἀρχὴ καὶ μεγαλόνοια. 257 γεγηθὼς δ´ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ´ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ.
[182 CW] (47.) 258 Ὀλίγαις δ´ ὕστερον ἡμέραις εἰς τὴν τῶν Ἀμορραίων χώραν ἐμβαλὼν πρέσβεις ἐξέπεμπε πρὸς τὸν βασιλέα – Σηὼν δ´ ὠνομάζετο – προτρέπων ἐφ´ ἃ καὶ τὸν συγγενῆ πρότερον· ὁ δ´ οὐ μόνον πρὸς ὕβριν ἀπεκρίνατο τοῖς ἥκουσι μικροῦ καὶ ἀνελὼν αὐτούς, εἰ μὴ νόμος ὁ πρεσβευτικὸς ἐμποδὼν ἐγένετο, ἀλλὰ καὶ πάντα τὸν στρατὸν συναγαγὼν ἐφώρμα [122 M.] νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι. 259 συμπλακεὶς δὲ οὐ πρὸς ἀμελετήτους καὶ ἀνασκήτους ἔγνω τὴν μάχην οὖσαν ἀλλ´ ἀθλητὰς τῷ ὄντι πολέμων ἀηττήτους, οἳ πρὸ μικροῦ πολλὰ καὶ μεγάλα ἠνδραγαθίσαντο σωμάτων ἀλκὴν καὶ φρόνημα διανοίας καὶ ἀρετῆς ὕψος ἐπιδειξάμενοι, δι´ ὧν τοὺς μὲν ἐναντιωθέντας ἐκ πολλοῦ τοῦ περιόντος εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες· 260 οἳ καὶ τότε φραξάμενοι καρτερῶς ἀπὸ τῶν αὐτῶν βουλευμάτων καὶ παρασκευῶν ἀντεφώρμησαν ἅμα καὶ τῇ ἀκαθαιρέτῳ τοῦ δικαίου χρώμενοι συμμαχίᾳ, δι´ ἣν εὐτολμότεροί τε ἦσαν καὶ ἀγωνισταὶ πρόθυμοι. 261 σαφὴς δὲ πίστις· δευτέρας οὐκ ἐδέησε μάχης, ἀλλ´ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ´ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη. 262 αἱ δὲ πόλεις ὑπὸ τὸν αὐτὸν χρόνον κεναί τε καὶ πλήρεις ἐγεγένηντο, κεναὶ μὲν τῶν ἀρχαίων οἰκητόρων, πλήρεις δὲ τῶν κεκρατηκότων· τὸν αὐτὸν μέντοι τρόπον καὶ αἱ κατ´ ἀγροὺς ἐπαύλεις ἐρημωθεῖσαι τῶν ἐν αὐταῖς ἀντέλαβον ἄνδρας βελτίους τὰ πάντα.
(48.) 263 Οὗτος ὁ πόλεμος ἅπασι μὲν τοῖς Ἀσιανοῖς ἔθνεσι φοβερὸν δέος ἐνειργάσατο, διαφερόντως δὲ τοῖς ὁμόροις, ὅσῳ καὶ τὰ δεινὰ ἐγγυτέρω προσεδοκᾶτο. Εἷς δὲ δὴ ἐκ τῶν ἀστυγειτόνων βασιλέων ὄνομα [183 CW] Βαλάκης, μεγάλην καὶ πολυάνθρωπον τῆς ἑῴας μοῖραν ὑπηγμένος, πρὶν εἰς χεῖρας ἐλθεῖν ἀπειπών, ἄντικρυς μὲν ὑπαντᾶν οὐκ ἐδοκίμαζε τὸν ἐκπορθήσεως δι´ ὅπλων ἐλεύθερον πόλεμον διαδιδράσκων, ἐπ´ οἰωνοὺς δὲ καὶ μαντείας ἐτράπετο νομίζων ἀραῖς τισι δυνήσεσθαι τὴν ἄμαχον ῥώμην τῶν Ἑβραίων καθελεῖν. 264 ἀνὴρ δ´ ἦν κατ´ ἐκεῖνον τὸν χρόνον ἐπὶ μαντείᾳ περιβόητος Μεσοποταμίαν οἰκῶν, ὃς ἅπαντα μὲν ἐμεμύητο τὰ μαντικῆς εἴδη, οἰωνοσκοπίαν δ´ ἐν τοῖς μάλιστα συγκεκροτηκὼς ἐθαυμάζετο, πολλοῖς καὶ πολλάκις ἐπιδειξάμενος ἄπιστα καὶ μεγάλα. 265 προεῖπε γὰρ τοῖς μὲν ἐπομβρίας θέρους ἀκμάζοντος, τοῖς δ´ αὐχμόν τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ´ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην. 266 ἐπὶ τοῦτον ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ´ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, [123 M.] ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν αὐτῷ βαδίζειν τὸ θεῖον. 267 καὶ οἱ μὲν ἥκοντες ἐπανῄεσαν ἄπρακτοι πρὸς τὸν βασιλέα, ἕτεροι δ´ εὐθὺς ἐπὶ τὴν αὐτὴν χρείαν ἐχειροτονοῦντο τῶν δοκιμωτέρων, πλείω μὲν ἐπιφερόμενοι χρήματα, περιττοτέρας δὲ δωρεὰς ὑπισχνούμενος. 268 δελεασθεὶς δὲ καὶ τοῖς ἤδη προτεινομένοις καὶ ταῖς μελλούσαις ἐλπίσι καὶ τὸ ἀξίωμα τῶν παρακαλούντων καταιδεσθεὶς [184 CW] ἐνεδίδου, πάλιν προφασιζόμενος τὸ θεῖον οὐκ ἐφ´ ὑγιεῖ· τῇ γοῦν ὑστεραίᾳ παρεσκευάζετο τὴν ἔξοδον ὀνείρατα διηγούμενος, ὑφ´ ὧν ἔλεγε πληχθεὶς ἐναργέσι φαντασίαις ἀναγκάζεσθαι μηκέτι μένειν, ἀλλὰ τοῖς πρέσβεσιν ἀκολουθεῖν. (49.) 269 ἤδη δὲ αὐτῷ προερχομένῳ γίνεται κατὰ τὴν ὁδὸν σημεῖον ἀρίδηλον περὶ τοῦ τὴν χρείαν ἐφ´ ἣν συνέτεινεν εἶναι παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ´ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον· 270 εἶθ´, ὥσπερ ἐξ ἐναντίας βίᾳ τινὸς ἀνωθοῦντος ἢ ἀναχαιτίζοντος, ὑπὸ πόδας ἐχώρει καὶ πάλιν ἐπὶ δεξιὰ καὶ εὐώνυμα ἐπιφερόμενον καὶ ὧδε κἀκεῖσε πλαζόμενον οὐκ ἠρέμει, καθάπερ ἐν οἴνῳ καὶ μέθῃ καρηβαροῦν, καὶ πολλάκις τυπτόμενον ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι. 271 τῶν 〈γὰρ〉 παρ´ ἑκάτερα χωρίων ἦσαν αἱμασιαὶ καὶ φραγμοὶ πλησίον· ὁπότ´ οὖν τούτοις προσηράχθη φερόμενον, γόνυ καὶ κνήμας καὶ πόδας ὁ δεσπότης θλιβόμενος καὶ πιεζόμενος ἀπεδρύπτετο. 272 ἦν δ´, ὡς ἔοικε, θεία τις ὄψις, ἣν τὸ μὲν ζῷον ἐπιφοιτῶσαν ἐκ πολλοῦ θεασάμενον ὑπέπτηξεν, ὁ δ´ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν. 273 μόλις γοῦν τὸν ἀνθεστηκότα ἰδὼν ἄγγελον, οὐκ ἐπειδὴ τοιαύτης θέας ἦν ἄξιος, ἀλλ´ ἵνα τὴν ἀτιμίαν καὶ οὐδένειαν ἑαυτοῦ καταλάβῃ, πρὸς ἱκεσίας καὶ λιτὰς ἐτράπετο συγγνῶναι δεόμενος ὑπ´ ἀγνοίας ἀλλ´ οὐ καθ´ ἑκούσιον γνώμην ἁμαρτόντι. 274 τότε μὲν οὖν ὑποστρέφειν δέον, ἐπυνθάνετο τῆς φανείσης ὄψεως, εἰ ἀνακάμπτοι πάλιν τὴν ἐπ´ οἴκου· ἡ δὲ συνιδοῦσα τὴν εἰρωνείαν καὶ σχετλιάσασα – τί [185 CW] γὰρ ἔδει πυνθάνεσθαι περὶ πράγματος οὕτως ἐμφανοῦς, ὃ τὰς ἀποδείξεις εἶχεν ἐξ ἑαυτοῦ μὴ δεόμενον τῆς ἐκ λόγων πίστεως, εἰ μὴ [124 M.] ἄρα ὀφθαλμῶν ὦτα ἀληθέστερα καὶ πραγμάτων ῥήματα; – „βάδιζε“ εἶπεν „ἐφ´ ἣν σπεύδεις ὁδόν· ὀνήσεις γὰρ οὐδέν, ἐμοῦ τὰ λεκτέα ὑπηχοῦντος ἄνευ τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος.“ (50.) 275 ἀκούσας δ´ ὁ βασιλεὺς ἐγγὺς ἤδη γεγονότα μετὰ τῶν δορυφόρων ὑπαντησόμενος ἐξῄει, καὶ ἐντυχόντων, οἷα εἰκός, τὸ μὲν πρῶτον ἦσαν φιλοφροσύναι καὶ δεξιώσεις, εἶτα βραχεῖα κατάμεμψις περὶ τῆς βραδυτῆτος καὶ τοῦ μὴ ἑτοιμότερον ἥκειν· μετὰ δὲ ταῦτ´ εὐωχίαι ἦσαν καὶ πολυτελεῖς ἑστιάσεις καὶ ὅσα ἄλλα πρὸς ὑποδοχὴν ξένων ἔθος εὐτρεπίζεσθαι, φιλοτιμίαις βασιλικαῖς πάντα πρὸς τὸ μεγαλειότερον ἐπιδιδόντα καὶ σεμνότερον ὄγκον. 276 τῇ δ´ ὑστεραίᾳ ἅμα τῇ ἕῳ τὸν μάντιν ὁ Βαλάκης παραλαβὼν ἐπὶ γεώλοφον ἀνήγαγεν, ἔνθα καὶ στήλην συνέβαινεν ἱδρῦσθαι δαιμονίου τινός, ἣν οἱ ἐγχώριοι προσεκύνουν· μέρος δ´ ἐνθένδε καθεωρᾶτο τῆς τῶν Ἑβραίων στρατοπεδείας, ὃ καθάπερ ἀπὸ σκοπιᾶς ἐπεδείκνυτο τῷ μάγῳ. 277 ὁ δὲ θεασάμενός φησι· „σὺ μέν, ὦ βασιλεῦ, βωμοὺς ἑπτὰ δειμάμενος μόσχον ἐφ´ ἑκάστου καὶ κριὸν ἱέρευσον· ἐγὼ δ´ ἐκτραπόμενος πεύσομαι τοῦ θεοῦ, τί λεκτέον.“ ἔξω δὲ προελθὼν ἔνθους αὐτίκα γίνεται, προφητικοῦ πνεύματος ἐπιφοιτήσαντος, ὃ πᾶσαν αὐτοῦ τὴν ἔντεχνον μαντικὴν ὑπερόριον τῆς ψυχῆς ἤλασε· [186 CW] θέμις γὰρ οὐκ ἦν ἱερωτάτῃ κατοκωχῇ συνδιαιτᾶσθαι μαγικὴν σοφιστείαν. Εἶθ´ ὑποστρέψας καὶ τάς τε θυσίας ἰδὼν καὶ τοὺς βωμοὺς φλέγοντας ὥσπερ ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου θεσπίζει τάδε· 278 „ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκης μακρὰν τὴν ἀπ´ ἀνατολῶν στειλάμενον ἀποδημίαν, ἵνα τίσηται τοὺς Ἑβραίους ἀραῖς. Ἐγὼ δὲ τίνα τρόπον ἀράσομαι τοῖς μὴ καταράτοις ὑπὸ θεοῦ; θεάσομαι μὲν αὐτοὺς ὀφθαλμοῖς ἀφ´ ὑψηλοτάτων ὀρῶν καὶ τῇ διανοίᾳ καταλήψομαι, βλάψαι δ´ οὐκ ἂν δυναίμην λαόν, ὃς μόνος κατοικήσει, μὴ συναριθμούμενος ἑτέροις ἔθνεσιν, οὐ κατὰ τόπων ἀποκλήρωσιν καὶ χώρας ἀποτομήν, ἀλλὰ κατὰ τὴν τῶν ἐξαιρέτων ἐθῶν ἰδιότητα, μὴ συναναμιγνύμενος ἄλλοις εἰς τὴν τῶν πατρίων ἐκδιαίτησιν. 279 τίς ἐπ´ ἀκριβείας εὗρε τὴν πρώτην καταβολὴν τῆς τούτων γενέσεως; τὰ μὲν σώματ´ αὐτοῖς ἐξ ἀνθρωπίνων διεπλάσθη σπερμάτων, ἐκ δὲ θείων ἔφυσαν αἱ ψυχαί· διὸ καὶ γεγόνασιν ἀγχίσποροι θεοῦ. Ἀποθάνοι μου ἡ ψυχὴ τὸν [125 M.] σωματικὸν βίον, ἵν´ ἐν ψυχαῖς δικαίων καταριθμηθῇ, οἵας εἶναι συμβέβηκε τὰς τούτων.“
(51.) 280 Ταῦτ´ ἀκούων ὁ Βαλάκης ὤδινεν ἐν ἑαυτῷ. Παυσαμένου δέ, τὸ πάθος οὐ χωρήσας „ἐπὶ κατάραις“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς τιθέμενος ἐκείνοις οὐκ ἐρυθριᾷς; ἐλελήθειν ἄρ´ ἐμαυτὸν ἀπατῶν ὡς ἐπὶ φίλῳ σοι τὴν ὑπὲρ τῶν πολεμίων ἀφανῶς τεταγμένῳ τάξιν, ἣ νῦν γέγονε δήλη. Μήποτε καὶ τὰς ὑπερθέσεις τῆς ἐνθάδε ἀφίξεως ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ´ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς [187 CW] λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ.“ 281 ὁ δὲ τῆς κατοκωχῆς ἀνεθεὶς „ἀδικωτάτην“ εἶπεν „αἰτίαν ὑπομένω συκοφαντούμενος· λέγω γὰρ ἴδιον οὐδέν, ἀλλ´ ἅττ´ ἂν ὑπηχήσῃ τὸ θεῖον, ὅπερ οὐχὶ νῦν πρῶτον ἐγὼ μὲν εἶπον, σὺ δ´ ἤκουσας, ἀλλὰ καὶ πρόσθεν, ἡνίκα τοὺς πρέσβεις ἔπεμψας, οἷς ἀπεκρινάμην ταὐτά.“ 282 νομίσας δ´ ὁ βασιλεὺς ἢ τὸν μάντιν ἀπατᾶν ἢ τὸ θεῖον τρέπεσθαι καὶ ταῖς τῶν τόπων μεταβολαῖς τὸ τῆς γνώμης ἐχυρὸν ἀλλάττειν, εἰς ἕτερον ἀπαγαγὼν χωρίον ἐκ λόφου πάνυ περιμήκους ἐπεδείκνυτο μέρος τι τῆς ἀντιπάλου στρατιᾶς· εἶτα πάλιν ἑπτὰ βωμοὺς ἱδρυσάμενος καὶ τὰ ἴσα τοῖς πρόσθεν ἱερεῖα καταθύσας ἐξέπεμπε τὸν μάντιν ἐπ´ οἰωνοὺς καὶ φήμας αἰσίους. 283 ὁ δὲ μονωθεὶς ἐξαίφνης θεοφορεῖται καὶ μηδὲν συνιείς, ὥσπερ μετανισταμένου τοῦ λογισμοῦ, τὰ ὑποβαλλόμενα ἐξελάλει προφητεύων τάδε· „ἀναστὰς ἄκουε, βασιλεῦ, τὰ ὦτα ἐπουρίσας. Οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαψευσθῆναι δύναται οὐδ´ ὡς υἱὸς ἀνθρώπου μετανοεῖ καὶ ἅπαξ εἰπὼν οὐκ ἐμμένει. Φθέγξεται τὸ παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεὶ ὁ λόγος ἔργον ἐστὶν αὐτῷ. Παρελήφθην δ´ ἐπ´ εὐλογίαις, οὐ κατάραις, ἐγώ. 284 οὐκ ἔσται πόνος ἢ μόχθος ἐν Ἑβραίοις. Ὁ θεὸς αὐτῶν προασπίζει περιφανῶς, ὃς καὶ τὴν τῶν Αἰγυπτιακῶν ῥύμην κακῶν ἀπεσκέδασεν ὡς ἕνα ἄνδρα τὰς τοσαύτας μυριάδας ἀναγαγών. Τοιγαροῦν οἰωνῶν ἀλογοῦσι καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. Ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. [188 CW] εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ´ [126 M.] ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον.“
(52.) 285 Χαλεπῶς δ´ ἐνεγκὼν ἐπὶ τῷ παρ´ ἐλπίδας αὐτῷ τὰ τῆς μαντικῆς ἀπαντᾶσθαι „ἄνθρωπε“ εἶπε, „μήτε ἀρὰς τίθεσο μήτ´ εὐχὰς ποιοῦ· βελτίων γὰρ τῶν μὴ καθ´ ἡδονὴν λόγων ἡ ἀκίνδυνος ἡσυχία.“ καὶ ταῦτ´ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ´ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει. 286 ὁ δ´ ἅτε χείρων ἐκείνου, καίτοι πρὸς τὰς ἐπιφερομένας κατηγορίας ἀπολογίᾳ μιᾷ χρώμενος ἀληθεῖ, ὡς οὐδὲν ἴδιον λέγοι, κατεχόμενος δὲ καὶ ἐνθουσιῶν διερμηνεύοι τὰ ἑτέρου, δέον μηκέτ´ ἐπακολουθεῖν ἀλλ´ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο. 287 παραγενόμενος δ´ εἰς ὄρος μεῖζον τῶν προτέρων ἄχρι πολλοῦ κατατεῖνον κελεύει μὲν τὴν αὐτὴν ἐπιτελεῖν θυσίαν βωμοὺς πάλιν ἑπτὰ κατασκευάσαντας καὶ ἱερεῖα τεσσαρεσκαίδεκα προσαγαγόντας ἑκάστῳ βωμῷ δύο, μόσχον τε καὶ κριόν. Αὐτὸς δὲ οὐκέτι κατὰ τὸ εἰκὸς ἐπὶ κληδόνας καὶ οἰωνοὺς ἵετο πολλὰ τὴν αὑτοῦ τέχνην κακίσας ὡς χρόνῳ καθάπερ γραφὴν ἐξίτηλον γενομένην καὶ τοὺς εὐθυβόλους στοχασμοὺς ἐξαμαυρωθεῖσαν· ἄλλως δὲ καὶ μόλις ἐνενόησεν, ὅτι οὐ συνᾴδει τῷ τοῦ [189 CW] θεοῦ βουλήματι ἡ τοῦ μισθωσαμένου προαίρεσις αὐτὸν βασιλέως. 288 τραπόμενος οὖν κατὰ τὴν ἐρήμην ὁρᾷ κατὰ φυλὰς ἐστρατοπεδευκότας Ἑβραίους καὶ τό τε πλῆθος καὶ τὴν τάξιν ὡς πόλεως ἀλλ´ οὐ στρατοπέδου καταπλαγεὶς ἔνθους γενόμενος ἀναφθέγγεται τάδε· 289 „φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ὅστις καθ´ ὕπνον ἐναργῆ φαντασίαν εἶδε θεοῦ τοῖς τῆς ψυχῆς ἀκοιμήτοις ὄμμασιν. Ὡς καλοί σου οἱ οἶκοι, στρατιὰ Ἑβραίων, αἱ σκηναί σου ὡς νάπαι σκιάζουσαι, ὡς παράδεισος ἐπὶ ποταμοῦ, ὡς κέδρος παρ´ ὕδατα. 290 ἐξελεύσεταί ποτε ἄνθρωπος ἐξ ὑμῶν καὶ ἐπικρατήσει πολλῶν ἐθνῶν καὶ ἐπιβαίνουσα ἡ τοῦδε βασιλεία καθ´ ἑκάστην ἡμέραν πρὸς ὕψος ἀρθήσεται. Ὁ λαὸς οὗτος ἡγεμόνι τῆς ἀπ´ Αἰγύπτου πάσης ὁδοῦ κέχρηται θεῷ καθ´ ἓν κέρας ἄγοντι τὴν πληθύν. 291 τοιγαροῦν ἔδεται [127 M.] ἔθνη πολλὰ ἐχθρῶν καὶ ὅσον ἐν αὐτοῖς πῖον ἄχρι μυελοῦ λήψεται καὶ ταῖς ἑκηβολίαις ἀπολεῖ τοὺς δυσμενεῖς. Ἀναπαύσεται κατακλινεὶς ὡς λέων ἢ σκύμνος λέοντος, μάλα καταφρονητικῶς δεδιὼς οὐδένα, φόβον τοῖς ἄλλοις ἐνειργασμένος· ἄθλιος ὃς ἂν αὐτὸν παρακινήσας ἐγείρῃ. Οἱ μὲν εὐλογοῦντές σε εὐφημίας ἄξιοι, κατάρας δ´ οἱ καταρώμενοι.“ (53.) 292 Σφόδρα δ´ ἐπὶ τούτοις ἀγανακτήσας ὁ βασιλεὺς „ἐπ´ ἀραῖς“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς ἤδη τρεῖς τὰς ὑπὲρ ἐκείνων πεποίησαι· φεῦγε δὴ θᾶττον – ὀξὺ πάθος ἐστὶ θυμός –, μή τι καὶ νεώτερον ἐργάσασθαι βιασθῶ. 293 πόσον πλῆθος χρημάτων, ἀνοητότατε, καὶ δωρεῶν, πόσην δ´ εὐφημίαν καὶ δόξαν ἀφῄρησαι σεαυτὸν φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, [190 CW] ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, ἐφ´ οἷς πρότερον ἐσεμνύνου, γελασθέντων.“ 294 ὁ δὲ „τὰ μὲν πρότερα“ εἶπε „πάντ´ ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι.“ καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι´ ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων αἱ σαὶ βουλαὶ δυνατώτεραι; (54.) 295 φέρε δ´ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. Εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς. 296 „εἰσὶ“ γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ´ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. Ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων. 297 ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ´ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν. 298 πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω [128 M.] φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν [191 CW] ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. Πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ´ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν.““ 299 ὁ δ´ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος.“
(55.) 300 Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. Ὁ δ´ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι. 301 δοθείσης δὲ ἀδείας, τὴν πληθὺν τῶν μειρακίων ἐπήγοντο πολὺ πρότερον τὴν διάνοιαν αὐτῶν ἀπατῶσαι καὶ τρέπουσαι ταῖς γοητείαις πρὸς ἀσέβειαν, ἕως υἱὸς τοῦ ἀρχιερέως Φινεὲς ἐπὶ τοῖς γινομένοις σφόδρα χαλεπήνας – δεινότατον γὰρ αὐτῷ κατεφαίνετο, εἰ ὑφ´ ἕνα καιρὸν ἄμφω τά τε σώματα καὶ τὰς ψυχὰς ἐπιδεδώκασι, τὰ μὲν ἡδοναῖς, τὰς δὲ τῷ παρανομεῖν καὶ ἀνοσιουργεῖν – ἐνεανιεύσατο νεανείαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ προσήκουσαν. 302 ἰδὼν γάρ τινα τῶν ἀπὸ τοῦ γένους θύοντα καὶ εἰσιόντα πρὸς πόρνην, μήτε κεκυφότα εἰς τοὔδαφος μήτε λανθάνειν τοὺς πολλοὺς πειρώμενον μήθ´ οἷα φιλεῖ κλέπτοντα [192 CW] τὴν εἴσοδον, ἀλλὰ μετ´ ἀναισχύντου θράσους τὴν ἀκοσμίαν ἐπιδεικνύμενον καὶ φρυαττόμενον ὡς ἐπὶ σεμνῷ πράγματι τῷ καταγελάστῳ, πάνυ πικρανθεὶς καὶ πληρωθεὶς ὀργῆς δικαίας ἐπεισδραμὼν ἔτι κατ´ εὐνὴν κειμένους ἀμφοτέρους τόν τ´ ἐραστὴν καὶ τὴν ἑταίραν ἀναιρεῖ προσανατεμὼν καὶ τὰ γεννητικά, διότι σποραῖς ὑπηρέτησαν ἐκθέσμοις. 303 τοῦτο θεασάμενοί τινες τὸ παράδειγμα τῶν τὴν ἐγκράτειαν καὶ θεοσέβειαν ἐζηλωκότων προστάξαντος Μωυσέως ἐμιμήσαντο καὶ πάντας τοὺς τελεσθέντας τοῖς χειροποιήτοις συγγενεῖς καὶ φίλους ἡβηδὸν ἀνελόντες τὸ μὲν μίασμα τοῦ ἔθνους ἐκκαθαίρουσι διὰ τῆς τῶν προηδικηκότων ἀπαραιτήτου τιμωρίας, τοὺς δ´ ἄλλους παρασχόντας ἀπολογίαν ἐναργεστάτην ὑπὲρ τῆς αὑτῶν εὐσεβείας περιεποιήσαντο, μηδένα τῶν ἀφ´ αἵματος κατακρίτων οἰκτισάμενοι μηδ´ ἐλέῳ τἀδικήματα αὐτῶν παρελθόντες, ἀλλὰ καθαροὺς νομίσαντες τοὺς αὐτόχειρας· ὅθεν οὐδενὶ παρεχώρησαν τὴν ἐπέξοδον φέρουσαν τοῖς δρῶσιν ἀψευδέστατον ἔπαινον. 304 τετρακισχιλίους δέ φασι πρὸς τοῖς δισμυρίοις [129 M.] ἀναιρεθῆναι μιᾷ ἡμέρᾳ, συναναιρεθέντος εὐθὺς τοῦ κοινοῦ μιάσματος, ὃ πᾶσαν τὴν στρατιὰν ἐκηλίδου. Τῶν δὲ καθαρσίων ἐπιτελεσθέντων, ὡς ἀριστεῖ γέρας ἐπάξιον τῷ υἱῷ τοῦ ἀρχιερέως, ὃς πρῶτος ἐπὶ τὴν ἄμυναν ὥρμησεν, ἐζήτει παρασχεῖν Μωυσῆς· φθάνει δὲ χρησμοῖς δωρησάμενος ὁ θεὸς Φινεεῖ τὸ μέγιστον ἀγαθόν, εἰρήνην, ὃ μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, πρὸς δὲ τῇ εἰρήνῃ καὶ παγκρατησίαν ἱερωσύνης, αὐτῷ καὶ γένει κλῆρον ἀναφαίρετον.
[193 CW] (56.) 305 Ἐπεὶ δὲ τῶν ἐμφυλίων οὐδὲν ἔτ´ ἦν ὑπόλοιπον κακῶν, ἀλλὰ καὶ ὅσοι πρὸς αὐτομολίαν ἢ προδοσίαν ὑπωπτεύοντο πάντες ἀπωλώλεσαν, ἔδοξεν εἶναι καιρὸς ἐπιτηδειότατος τῆς ἐπὶ τὸν Βαλάκην στρατείας, ἄνδρα μυρία καὶ βεβουλευμένον ἐργάσασθαι κακὰ καὶ δεδρακότα, βεβουλευμένον μὲν διὰ τοῦ μάντεως, ὃν ἤλπισεν ἀραῖς τισι δυνήσεσθαι καθελεῖν τὴν δύναμιν τῶν Ἑβραίων, δεδρακότα δὲ διὰ τῆς τῶν γυναικῶν ἀσελγείας καὶ ἀκολασίας, αἳ τὰ μὲν σώματα λαγνείαις τὰς δὲ ψυχὰς ἀσεβείᾳ τῶν χρωμένων διέφθειραν. 306 παντὶ μὲν οὖν τῷ στρατῷ πολεμεῖν οὐκ ἐδοκίμαζεν, εἰδὼς τὰ ὑπέρογκα πλήθη πταίοντα περὶ αὑτοῖς καὶ ἅμα λυσιτελὲς ἡγούμενος ἐφεδρείας εἶναι συμμάχων τοῖς προκαμοῦσι βοηθούς, ἀριστίνδην δὲ τοὺς ἡβῶντας ἐπιλέξας, χιλίους ἐκ φυλῆς ἑκάστης, δώδεκα χιλιάδας – τοσαῦται γὰρ ἦσαν αἱ φυλαί – καὶ στρατηγὸν ἑλόμενος τοῦ πολέμου Φινεὲς πεῖραν ἤδη δεδωκότα στρατηγικῆς εὐτολμίας ἐπὶ καλοῖς ἱερείοις ἐξέπεμπε τοὺς ὁπλίτας καὶ θαρσύνων τοιάδε διεξῄει· 307 „οὐχ ὑπὲρ κράτους ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ´ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ´ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας. 308 ἔστιν οὖν ἄτοπον οἰκείων μὲν αὐτόχειρας γεγενῆσθαι παρανομησάντων, ἐχθρῶν δὲ χαλεπώτερα ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς [194 CW] ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι.“ (57.) 309 νευρωθέντες οὖν ταῖς παραινέσεσιν ἐκεῖνοι καὶ ὅσον ἐν ταῖς ψυχαῖς προϋπῆρχε γενναιότητος ζωπυρήσαντες ὡς ἐφ´ ὁμολογουμένῃ νίκῃ πρὸς τὸν ἀγῶνα ἵεντο φρονήμασιν ἀηττήτοις· καὶ συμπλακέντες τοσαύτῃ περιουσίᾳ ῥώμης καὶ τόλμης ἐχρήσαντο, ὡς ἱερεῦσαι μὲν τοὺς ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ´ οὐδὲ τρωθέντος. [130 M.] 310 ὑπέλαβεν ἄν τις τῶν ἀγνοούντων τὸ συμβεβηκὸς ἰδὼν αὐτοὺς ἐπανιόντας οὐκ ἀπὸ πολέμου καὶ παρατάξεως ἀφικνεῖσθαι μᾶλλον ἢ τῶν ἐν ταῖς ὁπλοσκοπίαις ἐπιδείξεων, ἃς ἔθος ἐν εἰρήνῃ ποιεῖσθαι, γυμνάσματα δ´ εἰσὶ καὶ μελέται συγκροτουμένων τὰ κατ´ ἐχθρῶν ἐν φίλοις. 311 τὰς μὲν οὖν πόλεις ἢ κατασκάπτοντες ἢ ἐμπιπράντες ἠφάνισαν, ὡς μηδ´ εἰ τὴν ἀρχὴν ᾠκίσθησαν εἰπεῖν ἔχειν· αἰχμαλώτων δὲ σωμάτων ἀπερίληπτον ἀριθμὸν ἀπαγαγόντες ἄνδρας μὲν καὶ γυναῖκας κτείνειν ἐδικαίωσαν, τοὺς μὲν ὅτι βουλευμάτων καὶ χειρῶν ἦρξαν ἀδίκων, τὰς δ´ ἐπεὶ κατεγοήτευσαν τὴν Ἑβραίων νεότητα, παραιτίας γενομένας αὐτοῖς ἀκολασίας καὶ ἀσεβείας καὶ τὰ τελευταῖα θανάτου· νέοις δὲ κομιδῇ παισὶ καὶ παρθένοις συνέγνωσαν, ἀμνηστίαν τῆς ἡλικίας ἐφελκομένης. 312 λείας δὲ πολλῆς ἄγαν εὐπορήσαντες ἔκ τε τῶν βασιλείων κἀκ τῶν ἰδιωτικῶν οἰκιῶν, ἔτι δὲ τῶν κατ´ ἀγροὺς ἐπαύλεων – ἦν γὰρ ἐν τοῖς χωρίοις οὐκ ἐλάττων τῆς ἐν τοῖς ἄστεσιν –, ἧκον εἰς τὸ στρατόπεδον ἐπηχθισμένοι τὸν παρὰ τῶν ἐχθρῶν πάντα πλοῦτον. 313 ἐπαινέσας δὲ Μωυσῆς τόν τε στρατηγὸν Φινεὲς καὶ τοὺς [195 CW] παραταξαμένους ἐπί τε τοῖς κατορθώμασι καὶ ὅτι ταῖς ὠφελείαις οὐκ ἐπέδραμον τὴν λείαν μόνοι σφετερίσασθαι διανοηθέντες, ἀλλ´ εἰς μέσον προὔθεσαν, ἵνα καὶ οἱ καταμείναντες ἐν ταῖς σκηναῖς μετάσχωσι, προστάττει τοὺς μὲν ἔξω τοῦ στρατοπέδου καταμένειν τινὰς ἡμέρας, τῷ δὲ μεγάλῳ ἱερεῖ καθᾶραι τοῦ φόνου τοὺς ἀπὸ τῆς παρατάξεως ἥκοντας τῶν συμμάχων. 314 καὶ γὰρ εἰ νόμιμοι αἱ κατ´ ἐχθρῶν σφαγαί, ἀλλ´ ὅ γε κτείνων ἄνθρωπον, εἰ καὶ δικαίως καὶ ἀμυνόμενος καὶ βιασθείς, ὑπαίτιος εἶναι δοκεῖ διὰ τὴν ἀνωτάτω καὶ κοινὴν συγγένειαν· οὗ χάριν καθαρσίων ἐδέησε τοῖς κτείνασι πρὸς ἀπαλλαγὴν τοῦ νομισθέντος ἄγους Γεγενῆσθαι. (58.) 315 μετ´ οὐ πολὺν μέντοι χρόνον καὶ τὴν λείαν διένειμε, τοῖς μὲν στρατευσαμένοις – ὀλίγος δ´ ἀριθμὸς ἦσαν παρὰ τοὺς ἡσυχάσαντας – διδοὺς ἥμισυ μέρος, θάτερον δὲ τοῖς καταμείνασιν ἐν τῷ στρατοπέδῳ· δίκαιον γὰρ ὑπέλαβεν εἶναι καὶ τούτοις μεταδοῦναι τῆς ὠφελείας, εἰ καὶ μὴ τοῖς σώμασι, ταῖς γοῦν ψυχαῖς διαγωνισαμένοις· οἱ γὰρ ἔφεδροι τῶν ἀγωνιστῶν οὐκ ἐλαττούμενοι ταῖς προθυμίαις χρόνῳ καὶ τῷ φθασθῆναι μόνον ὑστερίζουσι. 316 λαβόντων δὲ τῶν μὲν ὀλίγων πλείω διὰ τὸ προκινδυνεῦσαι, τῶν δὲ πλειόνων ἐλάττω διὰ [131 M.] τὴν ἔνδον μονήν, ἔδοξεν ἀναγκαῖον εἶναι πάσης τῆς λείας τὰς ἀπαρχὰς καθιερῶσαι· τὸ μὲν οὖν πεντηκοστὸν οἱ ἐφεδρεύσαντες, πεντακοσιοστὴν δὲ μοῖραν οἱ προπολεμήσαντες εἰσήνεγκαν· τῶν δ´ ἀπαρχῶν τὰς μὲν παρὰ τῶν στρατευσαμένων τῷ μεγάλῳ ἱερεῖ προστάττει δοθῆναι, τὰς δὲ παρὰ τῶν [196 CW] καταμεινάντων ἐν τῷ στρατοπέδῳ τοῖς νεωκόροις, οἷς ὄνομα Λευῖται. 317 χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι καὶ ὁ ἄλλος ὅμιλος λοχαγῶν καὶ ταξιαρχῶν ὑπέρ τε τῆς αὑτῶν σωτηρίας καὶ τῶν συστρατευσαμένων καὶ τῆς παντὸς λόγου κρείττονος νίκης ἐθελονταὶ κομίζουσιν ἐξαιρέτους ἀπαρχάς, κόσμον τε χρυσοῦν ὅσον ἕκαστος ἐκ τῆς λείας ἀνεῦρε καὶ σκεύη πολυτελέστατα, ὧν πάλιν ὕλη χρυσὸς ἦν· ἃ Μωυσῆς λαβὼν καὶ τὴν εὐσέβειαν τῶν φερόντων ἀγάμενος ἀνατίθησιν ἐν τῇ καθιερωμένῃ σκηνῇ τῆς εὐχαριστίας τῶν ἀνδρῶν ὑπόμνημα. 318 παγκάλη δὲ ἡ διανομὴ τῶν ἀπαρχῶν· τὰς μὲν τῶν μὴ πεπολεμηκότων, ἡμίσειαν ἀρετῆς τὴν χωρὶς ἔργου προθυμίαν αὐτὸ μόνον ἐπιδειξαμένων, τοῖς νεωκόροις ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ.
(59.) 319 Πάντες οὗτοι διεπολεμήθησαν οἱ πόλεμοι, μήπω διαβεβηκότων Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή. 320 ταύτην ὡς ἐθεάσαντο τὴν χώραν αἱ κτηνοτρόφοι δύο φυλαί, μοῖρα τοῦ σύμπαντος ἕκτη στρατοῦ, Μωυσῆν ἱκέτευον ἐπιτρέψαι τὰς κληρουχίας ἐνταυθοῖ λαβεῖν αὐτὰς ἤδη ποτὲ ἱδρυθείσας· ἐπιτηδειότατον γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα. 321 ὁ δὲ νομίσας αὐτοὺς ἢ προεδρίᾳ τὴν διανομὴν τά τε γέρα [197 CW] πρὸ καιροῦ λαμβάνειν ἀξιοῦν ἢ πρὸς τοὺς μέλλοντας πολέμους ἀποκνεῖν, ἐφεδρευόντων ἔτι πλειόνων βασιλέων, οἳ τὴν εἴσω τοῦ ποταμοῦ χώραν διεκεκλήρωντο, πάνυ δυσχεράνας πρὸς ὀργὴν ἀποκρίνεται καί φησιν· 322 „ὑμεῖς μὲν οὖν ἐνταυθοῖ καθεδεῖσθε σχολὴν ἐν οὐ δέοντι καὶ ἀργίαν ἕξοντες, τοὺς δ´ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ [132 M.] ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν; 323 ἀλλ´ οὐ δίκαιον ὑμᾶς μὲν εἰρήνην καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ καρποῦσθαι, τοὺς δ´ ἄλλους πολέμοις καὶ κακοῖς ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται. 324 πάντες ἐστὲ ἰσότιμοι, γένος ἕν, οἱ αὐτοὶ πατέρες, οἰκία μία, ἔθη τὰ αὐτά, κοινωνία νόμων, ἄλλα μυρία, ὧν ἕκαστον τὴν οἰκειότητα συνδεῖ καὶ πρὸς εὔνοιαν ἁρμόζεται. Διὰ τί δὴ τῶν ἴσων ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες; 325 ἔδει μὲν ὑμᾶς ταῖς ἑτέρων πληγαῖς πεπαιδεῦσθαι· φρονίμων γὰρ ἀνδρῶν μὴ ἀναμένειν, ἄχρις ἂν ἐπ´ αὐτοὺς ἔλθῃ τὰ δεινά· νυνὶ δὲ παραδείγματ´ ἔχοντες οἰκεῖα τοὺς πατέρας, οἳ κατεσκέψαντο τήνδε τὴν χώραν, καὶ τὰς ἐκείνων συμφορὰς καὶ τῶν συναπονοηθέντων – ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο –, δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. [198 CW] 326 τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας· ἡ γὰρ δίκη μόλις μὲν εἴωθε κινεῖσθαι, κινηθεῖσα δ´ ἅπαξ φθάνει προκαταλαμβάνουσα τοὺς ἀποδιδράσκοντας. 327 ὅταν οὖν ἅπαντες μὲν οἱ ἐχθροὶ καθαιρεθῶσιν, ἔφεδρος δὲ μηδεὶς ἔτι προσδοκᾶται πόλεμος, ἐν δὲ ταῖς εὐθύναις ἀνεπίληπτοι δοκιμασθῶσιν οἱ σύμμαχοι, μὴ λιποτάξιον, μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ´ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ´ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου.“ (60.) 328 τὴν δὲ νουθεσίαν πρᾴως ἐνεγκόντες ὡς υἱοὶ γνήσιοι σφόδρα εὔνου πατρὸς – ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ´ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον – „εἰκότως μὲν“ ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ´ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν ἐπειγόμεθα. 329 χρὴ δὲ σαφῶς εἰδέναι, ὅτι οὐδὲν ἡμᾶς φοβεῖ τῶν σὺν ἀρετῇ, κἂν ἐπιπονώτατον τυγχάνῃ. Κρίνομεν δ´ ἀρετῆς ἔργα, πειθαρχεῖν τέ [133 M.] σοι τοιῷδε ἡγεμόνι καὶ τῶν δεινῶν μὴ ὑστερίζειν καὶ ἐν ἁπάσαις ἐξετάζεσθαι ταῖς μελλούσαις στρατείαις, ἄχρις ἂν τὰ πράγματα λάβῃ τέλος αἴσιον. 330 ἡμεῖς μὲν οὖν καθὰ καὶ πρότερον συνταξάμενοι διαβησόμεθα τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, [199 CW] ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες.“ 331 ὁ δ´ ἵλεῳ τῷ βλέμματι καὶ πρᾳοτέρᾳ τῇ φωνῇ „ἀψευδοῦσιν ὑμῖν“ ἔφη „βέβαιοι μενοῦσιν ἃς ᾐτήσασθε λήξεις. Ὑπολείπεσθε μὲν ὡς ἀξιοῦτε γυναῖκας καὶ παῖδας καὶ βοσκήματα, κατὰ λόχους δ´ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες. 332 αὖθις δ´ ὅταν ἅπαντες οἱ ἐχθροὶ καθαιρεθῶσι καὶ γενομένης εἰρήνης τὴν χώραν οἱ κεκρατηκότες διανείμωνται, καὶ ὑμεῖς ἐπανελεύσεσθε πρὸς τοὺς οἰκείους τῶν ἐπιβαλλόντων ἀπολαύσοντες ἀγαθῶν καὶ καρπωσόμενοι ἣν εἵλεσθε μοῖραν.“ 333 ταῦτ´ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ´ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι. 334 τὰ μὲν δὴ κατὰ τὴν βασιλείαν πεπραγμένα αὐτῷ μεμήνυται· λεκτέον δ´ ἑξῆς καὶ ὅσα διὰ τῆς ἀρχιερωσύνης καὶ νομοθετικῆς κατώρθωσε· καὶ γὰρ ταύτας περιεποιήσατο τὰς δυνάμεις ὡς ἁρμοττούσας μάλιστα βασιλείᾳ.