Περί του Σωκράτους δαιμονίου (Πλούταρχος)

Περὶ τοῦ Σωκράτους δαιμονίου
Συγγραφέας:
Ηθικά
Πρόσωπα: Ἀρχίδαμος, Καφισίας


ΠΕΡΙ ΤΟΥ ΣΩΚΡΑΤΟΥΣ ΔΑΙΜΟΝΙΟΥ


Ἀρχίδαμος

[1] (575) Ζωγράφου τινός, ὦ Καφισία, μέμνημαί ποτε περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμοῦ πολὺν ἀσπαζομένοις, τοὺς δὲ κομψοὺς καὶ φιλοτέχνους καθ´ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδ´ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπ´ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων θεατὴν τὰ καθ´ ἕκαστα μᾶλλον εὐφραίνειν, ὡς τοῦ μὲν τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τοὺς δ´ ἐν ταῖς αἰτίαις καὶ τοῖς - - - μέρους ἀγῶνας ἀρετῆς πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ. τούτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν ἀπ´ ἀρχῆς ὡς ἐπράχθη καὶ τοῦ λόγου μετάδος ὃν ἀκούομεν γενέσθαι τότε σοῦ παρόντος, ὡς ἐμοῦ μηδ´ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτίζειν.

Καφισίας

Ἀλλ´ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ δι´ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος ἐμέ ‘καὶ ἀσχολίας ὑπέρτερον θέσθαι’ κατὰ Πίνδαρον τὸ δεῦρ´ ἐλθεῖν ἐπὶ τὴν διήγησιν· τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φίλον ἑταῖρον δόξειεν ἂν ἐγείρειν τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον, ἡμεῖς δὲ παρὰ Λῦσιν τὸν ἱερὸν σπουδάζοντες οὕτω διεφάνημεν. ἀλλ´ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι κελεύεις.

Ἀρχίδαμος

Ἀγνοεῖς, ὦ Καφισία, τοὺς ἄνδρας; ἦ μὴν ἄξιον εἰδέναι πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου Λυσιθείδης, ὁδὶ δὲ Τιμόθεος Κόνωνος υἱός, οὗτοι δ´ Ἀρχίνου παῖδες, οἱ δ´ ἄλλοι τῆς ἑταιρίας καὶ αὐτοὶ τῆς ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον ἔχειν τὴν διήγησιν.

Καφισίας

Εὖ λέγεις. ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις;

Ἀρχίδαμος

Ἡμεῖς, ὦ Καφισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν (576) πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον | ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρ´ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντ´ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν· ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντ´ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος. ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν τῶν φίλων καὶ τὴν κατάλυσιν τῶν τυράννων διηγεῖσθαι.

Καφισίας

[2] Καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου συνιόντες οἰκίαν ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτὸν ἐντυγχάνειν μὲν ἀλλήλοις εἴ του δεήσειε, φανερῶς δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθιεὶς μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δ´ ἡμέρας ἐκείνης, ἐν ᾗ σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε Φερενίκου πέμψαντος ἄνθρωπος οὐδενὶ τῶν παρ´ ἡμῖν ἢ Χάρωνι γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν καὶ τὴν οἰκίαν ἐν ᾗ κρυβήσονται παρελθόντες, ὃς παρέξει, γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δ´ ἡμῶν καὶ σκοπούντων αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας·

[3] Ἐμοῦ δ´ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας προερχόμενον ‘οὗτος,’ εἶπεν ‘ὦ Καφισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός· ἀλλ´ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν ἀμβλύς ἐστι καὶ ἀπρόθυμος - - - τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος.’ κἀγὼ πρὸς αὐτόν ‘ὦ προθυμότατε’ εἶπον ‘Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς· Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρὸν ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν βιαζόμενος - - - οὐκοῦν καὶ οὗτος - - - δήπου μηδὲ διὰ τῶν πολιτῶν - - - ἄκριτον, ἀλλὰ καὶ αἵματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δ´ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, (577) ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ ἀναίτιον | ἐφεστάναι τοῖς καιροῖς μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς, Εὐμολπίδαν δὲ καὶ Σαμίδαν, ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.’

[4] Ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον διέκρουσεν ὁ Γαλαξίδωρος, ἐγγὺς γὰρ Ἀρχίαν ἔδειξε καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν, ὁ δ´ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ <διε> λάλει πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον, ὥσθ´ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθ´, ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων - - - ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην, εἶτα πόρρω τῶν ἄλλων ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. ἐμοῦ δὲ φήσαντος ‘οὐκοῦν’ εἶπεν ‘ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον.’ ‘ἄριστα μὲν οὖν,’ εἶπον ‘ὦ Φυλλίδα, καὶ πειράθητι πάντας ἢ τούς γε πλείους εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν.’ ‘ἀλλ´ οὐ ῥᾴδιον,’ ἔφη ‘μᾶλλον δ´ ἀδύνατον· ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτὸν οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην. ὥσθ´ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου προκαταληφθέντων οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν μεθ´ ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν.’ ‘οὕτως’ ἔφην ‘ποιήσομεν. ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται;’ καὶ ὁ Φυλλίδας ‘οὐ σαφῶς’ εἶπεν ‘ἔχω λέγειν οὐδ´ ὡς ἐπιστάμενος, ἤκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προτεθεσπίσθαι τῇ Σπάρτῃ.’ ... Φειδόλαος ὁ Ἁλιάρ τιος ἀπαντήσας ‘μικρόν’ εἶπεν ‘ὑμᾶς ἐνταῦθα περιμεῖναι παρακαλεῖ Σιμμίας· ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ περὶ Ἀμφιθέου παραιτούμενος (μεῖναι) αὐτὸν διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.’

[5] Καὶ ὁ Θεόκριτος ‘εἰς καιρόν’ ἔφη ‘καὶ ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίν´ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρ´ ὑμῖν ἀνοιχθέντος, εἰ δὴ παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος εἰς Σπάρτην τὰ λείψανα μετεκόμιζε.’ καὶ ὁ Φειδόλαος ‘οὐ γάρ’ ἔφη ‘παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπ´ αὐτῶν. εὑρέθη δ´ οὖν - - - σώματος, ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύ´ ἀμφορεῖς κεραμεοῖ γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν, ἐπάνω δὲ τοῦ μνήματος ἔκειτο πίναξ χαλκοῦς ἔχων γράμματα πολλὰ θαυμαστὸν ὡς παμπάλαια· γνῶναι γὰρ ἐξ αὑτῶν οὐδὲν παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος, ἀλλ´ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις· διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως (578) ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, | κατ´ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος. Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ ταὐτομάτου γενέσθαι νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν ἀνασχομένους ὀρυττόμενον’. καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ‘ἀλλ´ οὐδ´ αὐτοῖς’ ἔφη ‘Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν· ἐπανελθὼν δ´ ἐκεῖθεν οἷός ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας ἐπ´ αὐτῷ δράσαντες ἀπύρους ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότος ἀπέρχονται χωρισθέντες. ἐγὼ δέτ - - - μέν, ὦ Φειδόλαε, - - - καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω· φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδ´ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτ´ εἰδότες οὐδὲν οὔτε - - -’

[6] Ταῦτα τοῦ Θεοκρίτου λέγοντος ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων, ἡμεῖς δ´ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ‘ὦ Ἡράκλεις,’ εἶπεν ‘ἀγρίων καὶ βαρβάρων ἠθῶν· εἶτ´ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι ’τύραννον‘ ἔφη ’γέροντα.‘ καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει· τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν;’ ‘οὐκ οἶδ´,’ ἔφην ἐγώ ‘τίνα λέγεις’. ‘καὶ μήν’ ἔφη ‘Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων· φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δ´ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος· ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει.’ ‘καὶ τίς ἄν’ εἶπον ‘ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφ´ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.’

[7] ‘Οὐ γὰρ οὖν’ εἶπεν ὁ Φειδόλαος· ‘ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δ´ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις πλεῖον ἐξάγγειλον ἡμῖν· λέγονται γὰρ οἱ κατ´ Αἴγυπτον ἱερεῖς τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ παρ´ ἡμῶν ἔλαβεν Ἀγησίλαος τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος.’ καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθείς ‘οὐκ οἶδ´’ ἔφη ‘τὸν πίνακα τοῦτον, ὦ Φειδόλαε, γράμματα δὲ πολλὰ παρ´ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην, - - - ποτὲ συμφιλοσοφοῦντες διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δὲ πέμψαντος βασιλέως καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως ἀποστεῖλαι· πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν παλαιῶν παντοδαποὺς (579) χαρακτῆρας | ἀντέγραψε τῷ βασιλεῖ καὶ πρὸς ἡμᾶς ἔφρασεν, ὡς Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα, τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν, ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ τῶν δικαίων τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν Χόνουφιν καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπ´ Αἰγύπτου περὶ Καρίαν Δηλίων τινὲς ἀπήντησαν δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς ἄτοπον ὑπὸ τοῦ θεοῦ προβεβλημένον. ἦν δ´ ὁ χρησμὸς Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες (ἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης ἔλαθον τῇ αὐξήσει τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι δι´ ἀπειρίαν ἀναλογίας ἣν τὸ μήκει διπλάσιον παρέχεται) Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας οἷον ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι φαύλης οὐδ´ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς γραμμὰς ἠσκημένης ἔργον εἶναι (καὶ) δυεῖν μέσων ἀνάλογον λῆψιν, ᾗ μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν Κυζικηνὸν Ἑλίκωνα συντελέσειν· μὴ τοῦτο δ´ οἴεσθαι χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις συμφέρεσθαι.’

[8] Μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος ὁ πατὴρ ἡμῶν Πολύμνις ἐπεισῆλθε καὶ καθίσας παρὰ τὸν Σιμμίαν ‘Ἐπαμεινώνδας’ ἔφη ‘καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα μετὰ δὲ γενναίας καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως ἀποστειλάντων ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν. ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν, συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν.’ καὶ ὁ Σιμμίας ἡσθείς ‘πάνυ θαυμαστόν γε λέγεις’ εἶπεν ‘ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, δι´ ἣν οὐκ εὐθὺς ἥκει πρὸς ἡμᾶς;’ ‘ἐκεῖνον’ ἔφη ‘νυκτερεύσαντα περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτ´ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δ´ ἐντυχεῖν ἐνηυλίσατο τῷ τάφῳ διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον.’ ὁ μὲν οὖν πατὴρ ταῦτ´ εἰπὼν ἐσιώπησεν.

[9] ὁ δὲ Γαλαξίδωρος, ‘ὦ Ἡράκλεις,’ εἶπεν ‘ὡς ἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται δι´ ἀπειρίαν ἢ δι´ ἀσθένειαν, οἱ δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. | (580) ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντεπισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ δ´ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν εἰς θεοὺς ἐπαναχωρεῖ περὶ τῆς τῶν πράξεων ἀρχῆς ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν ᾗ δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι, τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας.’ ὑπολαβὼν δ´ ὁ Θεόκριτος ‘τί γάρ,’ εἶπεν ‘ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν’. ‘οὐδαμῶς’ ἔφη ‘τά γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμονίας ἀνάπλεω φιλοσοφίαν ἀπὸ Πυθαγόρου - - - Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι τὴν ἀλήθειαν.’

[10] ‘Εἶεν’ εἶπεν ὁ Θεόκριτος, ‘τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἵαν Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ’ἐν πάντεσσι πόνοισι παρισταμένην,‘ τοιαύτην ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἐξ ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ’ἥ‘ μόνη ’οἱ πρόσθεν ἰοῦσα τίθει φάος‘ ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἥκομεν, ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δ´ ἐπιστὰς καὶ σιωπήσας προσέσχεν αὑτῷ συχνὸν χρόνον, εἶτ´ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν κιβωτοποιῶν καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων - - - γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος, νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετ´ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δ´ αὐτοῖς διὰ τῶν ἑρμογλύφων παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι βορβόρου περίπλεαι καὶ κατ´ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος, ἐκτροπῆς δὲ μὴ παρούσης τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δ´ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστ´ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος ἡμᾶς σφόδρα θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδ´ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.’

[11] Καὶ ὁ Γαλαξίδωρος ‘οἴει γάρ,’ ἔφη ‘Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν, οὐχὶ τῆς κοινῆς μόριόν τι ἀνάγκης τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς γὰρ ὁλκὴ μία καθ´ αὑτὴν οὐκ ἄγει (581) τὸν ζυγόν, | ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφ´ ἑαυτήν, οὕτω πταρμὸς ἢ κληδὼν ἤ τι τοιοῦτον σύμβολον - - - καὶ κοῦφον ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δ´ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν ἔλυσε τὴν ἀπορίαν τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι καὶ ὁρμήν.’ ὑπολαβὼν δ´ ὁ πατήρ ‘ἀλλὰ μήν’ ἔφη ‘καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρ´ αὐτοῦ καὶ ὁ παρ´ ἄλλων. ἑτέρου μὲν γὰρ πταρόντος ἐκ δεξιᾶς εἴτ´ ὄπισθεν εἴτ´ ἔμπροσθεν ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν, εἰ δ´ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι· τῶν δ´ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δ´ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλ´ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι τὸ δεδογμένον. αἱ δὲ Σωκράτους ὁρμαὶ τὸ - - - ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς· πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον ἑκουσίως σὺν ἡδονῇ καὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης μήτε καμφθῆναι λιπαροῦσι μήθ´ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, χρῆσθαι δ´ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος ἀλλ´ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφ´ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετ´ Ἀλκιβιάδου καὶ Λάχητος ἐπὶ Ῥηγίστης καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετ´ αὐτοῦ παρὰ τὴν Πάρνηθα φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους ἀπὸ τῆς μάχης. ταῦτα δ´ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι.’ ‘πολλάκις’ ὁ Σιμμίας ἔφη ‘καὶ πολλῶν· διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον.’

[12] ‘Τί οὖν,’ ὁ Φειδόλαος εἶπεν ‘ὦ Σιμμία; Γαλαξίδωρον ἐάσωμεν παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες, ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον

‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’;’

καὶ ὁ Γαλαξίδωρος ‘Σιμμίου μέν,’ ἔφη ‘Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι μεθ´ ὑμῶν· τὰ δ´ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελαγίου φθόγγος ὄρνιθος ἢ (582) διαδρομὴ κνηκίδος ἀραιᾶς | πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης, οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθ´ αὑτὸ μεγάλου δὲ σημεῖον συμπτώματος· ἐπ´ οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ δι´ ὀλίγων πολλὰ προμηνύειν. ἀλλ´ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα βασιλέων, εἶτα φαίη δαιμόνιόν τι μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε, γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι, οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων (ἂν) ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ σημεῖον ἀλλὰ τραγικῶς πάνυ (τὸ) δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δ´ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλ´ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον. ἀλλ´ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχει λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον.’

[13] Καὶ ὁ Θεόκριτος ‘πρότερόν γ´’ ἔφη ‘τοὺς εἰσιόντας οἵτινές εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ τὸν ξένον ὃν ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν.’ ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ τῶν συνεστώτων φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα. καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δ´ ἀδελφοῦ παρ´ ἐμὲ τῶν δ´ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας ‘εἶεν,’ εἶπεν ‘ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης.’ καὶ ὁ Ἐπαμεινώνδας ‘Θεάνωρ,’ εἶπεν ‘ὦ Σιμμία, ὄνομα μὲν τῷ ἀνδρί, γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν.’ ὑπολαβὼν δ´ ὁ ξένος ‘οὐκοῦν’ ἔφη ‘σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν, ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον; ἀλλ´ ἐκεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται δι´ αὑτόν, ἐνταυθοῖ δ´ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφ´ ὧν ἔπλευσα (583) δεῦρο, | βούλομαι δὲ καὶ τούτοις διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δ´ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος νέων ὄντων ἔτι ῥώμῃ καὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων, Λῦσις δ´ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον, πρίν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε μὲν ὁ Ἄρκεσος πόθῳ τοῦ ἀνδρὸς αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δ´ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δ´ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε τὴν τελευτήν, καὶ τὰς παρ´ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τοῦ ἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν δὲ χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται καλῶς ὑφ´ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.’

[14] Ταῦτα τοῦ ξένου λέγοντος ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δ´ ἀδελφὸς ὑπομειδιῶν ὥσπερ εἰώθει πρὸς ἐμέ ‘πῶς’ ἔφη ‘ποιοῦμεν, ὦ Καφισία; προϊέμεθα τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν;’ ‘ἥκιστ´’ ἔφην ἐγώ ‘τὴν φίλην καὶ ’ἀγαθὴν κουροτρόφον‘, ἀλλ´ ἄμυνε· σὸς γὰρ ὁ λόγος.’ ‘καὶ μὴν ἐγώ,’ εἶπεν ‘ὦ πάτερ, ταύτῃ μόνον τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς τροφῆς ἵν´ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δ´ οὗτος οὐ προδίδωσι (τὴν πενίαν) οὐδ´ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δ´, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεὰν εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον.’ ‘ἄπαγ´,’ εἶπεν ὁ πατήρ ‘ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν τοῦ βίου (ἡμῶν).’ ‘καὶ μὴν οὐδ´ ἀργόν’ ἔφη ‘καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη.’ ‘τί μήν;’ εἶπεν ὁ πατήρ. ‘οὐκοῦν’ ἔφη ὁ Ἐπαμεινώνδας ‘Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου (584) πόλεως ἐπείρα διὰ χρη|μάτων· σοῦ δ´, ὦ ξένε, τὴν μὲν προθυμίαν (καλὴ γὰρ καὶ φιλόσοφος) δέχομαι καὶ ἀγαπῶ διαφερόντως, ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας (ἡμᾶς) ὅπλοις καὶ βέλεσιν ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις, οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπ´ αὐτῆς, ἡ δ´ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος· οὔκουν δεῖ χρημάτων (οὐδ´) ὅπλων ἐπ´ αὐτὴν μηδὲν ἀνιῶσαν, ἀλλ´ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τά τ´ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν.’

[15] Ὑπολαβὼν δ´ ὁ Θεάνωρ ‘ἆρ´ οὖν’ ἔφη ‘τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον;’ ‘ἄτοπον’, εἶπεν ὁ Ἐπαμεινώνδας , ‘εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ δι´ ἀπειροκαλίαν ἢ τῦφόν τινα διωθεῖται.’ ‘καὶ τίς ἄν’ ἔφη ‘λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ Ἐπαμεινώνδα; μᾶλλον δὲ (πραότερον γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου σαυτὸν ὑπὲρ τούτων) εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς λαμβάνοντας;’ ‘οὐδαμῶς’ εἶπεν ὁ Ἐπαμεινώνδας, ‘ἀλλ´ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω τὴν μὲν αἰσχρὰν τὴν δ´ ἀστείαν.’ ‘ἆρ´ οὖν’ ἔφη ὁ Θεάνωρ ‘ὁ μέν ὀφείλων διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν;’ ὡμολόγησεν. ‘ὁ δ´ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτ´ ἂν δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος;’ ‘οὐκ ἄν’ ἔφη ‘γένοιτο.’ ‘δυεῖν ἄρα φίλων,’ εἶπεν ‘ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτ´ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερές, οὐδ´ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος.’ ‘οὐ γὰρ οὖν’ εἶπεν ὁ Ἐπαμεινώνδας, ‘ἀλλ´ ἔστιν ὅτῳ μὴ λαβόντι τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δ´ ἐπίσκεψαι μεθ´ ἡμῶν. εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα βλαστάνουσαι πρὸς τὰς ἀναγκαίας ἡδονάς, αἱ δ´ ἐπήλυδες, αἳ ἕνεκα κενῶν δοξῶν, ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων. ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσάγοντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας. εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας· ἢ οὐ δοκεῖ σοι;’ ὡμολόγησεν ὁ ξένος. ‘ἆρ´ οὖν’ ἔφη ‘διαφορὰν ὁρᾷς ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν τοῦ σώματος, οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δ´ ἄσκησιν;’ ὁμολογήσαντος δὲ τοῦ ξένου ‘φέρε τοίνυν πρῶτον ἐπὶ τῆς ἐγκρατείας τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν | ἢ μᾶλλον ἔργον καὶ (585) ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις;’ ‘ἔργον’ εἶπεν ‘ἐγὼ καὶ ἀπόδειξιν.’ ‘ἄσκησιν δὲ καὶ μελέτην (μετὰ) ἐγκρατείας οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε πάντες ὑμεῖς, ὅταν γυμνασάμενοι καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν εὐωχεῖσθαι παραδόντες αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται.’ ‘πάνυ μὲν οὖν’ εἶπεν. ‘ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν, οὐδ´ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους δι´ ἀργύριον, οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν (καὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν), ἀλλ´ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων ὑπὸ τοῦ νόμου κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως ἀσκεῖ καὶ προσεθίζεται μακρὰν εἶναι παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν δέδεται καὶ κεκόλασται τὸ φιλοκερδές, ἀλλ´ ἐν οἷς ἔξεστιν ἀνέδην εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον [ὁ γὰρ] σπαργᾷ [περὶ τῆς ἀδικίας] μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν οὐκ ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν, ἀλλ´ εὐκόλως χρῆται πρὸς τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ Καφισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην.’

[16] Ταῦτα τοῦ ἀδελφοῦ διελθόντος ὁ Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ ‘μέγας’ ἔφη ‘μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας, τούτου δ´ αἴτιος οὑτοσὶ Πολύμνις ἐξ ἀρχῆς τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε πρὸς αὑτούς, ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρ´ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον;’ καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ‘ἔοικεν’ ἔφη ‘Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς δι´ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτήν (διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλόν ἐστιν), ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθεὶς ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτὸς εἶδον μὲν οὐδέν, ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν· ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ | (586) καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπ´ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. μυρίαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι δ´ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν.’ ὁ μὲν οὖν Θεάνωρ ταῦτ´ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος.

[17] Ἐν τούτῳ δ´ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς θεραπεύσων τὸ σῶμα, Φυλλίδας δ´ ἐπεισελθὼν μεθ´ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ. κἀμοῦ ‘μή τι καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν;’ εἰπόντος ‘ἐμοὶ μὲν οὐδέν’ ἔφη ‘καινόν, ὦ Καφισία· καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν’. ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν ὁ Ἱπποσθενείδας ‘μὴ λέγε πρὸς θεῶν,’ ἔφη ‘Φυλλίδα, ταῦτα μηδὲ τὴν προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμᾶς καὶ τὴν πόλιν, ἀλλ´ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας’. καὶ ὁ Φυλλίδας παροξυνόμενος ‘εἰπέ μοι,’ φησίν ‘ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν;’ ‘ἐγὼ μέν’ εἶπεν ‘οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω.’ ‘τί οὖν’ ἔφη ‘τοσούτων τὸ πλῆθος ὄντων τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθ´ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι σήμερον, ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ τὸ αὐτόματον συμπαρεσκεύασεν.’ εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου πάντες μὲν διεταράχθημεν, ὁ δὲ Χάρων τῷ Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ‘ὦ μοχθηρέ’ εἶπεν ‘ἄνθρωπε, τί δέδρακας ἡμᾶς;’ ‘οὐδέν’ ἔφη ‘δεινόν’ ὁ Ἱπποσθενείδας, ‘ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι, καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλ´ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων τοσούτων πολεμίων περιεχόντων καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχία μεθυσθῆναι δορυφόρους· ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει τῇ νυκτὶ νήφων Ἑρμιππίδας καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον καὶ τοῦτο μηδ´ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι καὶ προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλ´ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους, χρηστὸς μὲν ἄλλως καὶ (587) οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων συνειδώς, | ’ἔστι σοι,‘ φησίν ’ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δ´ οὐ πάνυ συνήθης· ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου. τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν, αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι, τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν.‘ ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλ´ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.’

[18] Ὑπολαβὼν δ´ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν ‘ἀλλ´ ἔμοιγ´’ εἶπεν ‘ἀπ´ οὐδενὸς οὕτως οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον, ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρ´ ἡμῶν, ὥστε κἄν (εἰ) τις ἐπιχειρῇ κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει. δυσιερεῖν δέ γε θύοντας εἰκός· ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν.’ ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος λέγω πρὸς τὸν Ἱπποσθενείδαν ‘τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα.’ καὶ ὁ Ἱπποσθενείδας ‘οὐκ οἶδ´,’ εἶπεν ‘ὦ Καφισία (δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν), εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δ´ ὑμῖν ὁ ἄνθρωπός ἐστι τῶν Μέλωνος ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπ´ ἀρχῆς συνειδώς.’ κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ‘ἆρ´ οὐ Χλίδωνα λέγεις,’ εἶπον ‘ὦ Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡράκλεια νικῶντα πέρυσιν;’ ‘ἐκεῖνον μὲν οὖν αὐτόν’ ἔφησε. ‘καὶ τίς οὗτος’ ἔφην ‘ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν;’ ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας ‘Χλίδων’ ἔφη ‘νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε;’ κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δ´ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας - - - ‘οἶδ´’ ἔφη ‘τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα, καί σε μήτε κατ´ οἶκον εὑρὼν μήτ´ ἐπ´ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἥκειν καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον, αἰτοῦντι δέ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον ὡς ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον· ἱκανῶς δ´ ἀπολαύσασά μου τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας αἰτησαμένης αὐτοῦ τῆς γυναικός. ἀγανακτοῦντος δ´ ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους ἐπαρωμένη κακὰς μὲν ὁδοὺς (588) κακὰς δ´ ἐπανόδους· | ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπ´ ὀργῆς, εἶτ´ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.’

[19] Ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλ´ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. Ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον, Χάρων δὲ τῆς οἰκίας - - -, ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.

[20] Οἱ δ´ ἦσαν ἤδη πρόσω ζητήσεως οὐκ ἀγεννοῦς ἀλλ´ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν· αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδ´ αὖθις ἐρέσθαι, πολλάκις δ´ αὐτῷ παραγενέσθαι τοὺς μὲν δι´ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δ´ ἀκοῦσαί τινος φωνῆς φάσκουσι προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς. ‘ὅθεν ἡμῖν παρίστατο σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἴη συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν, ὥσπερ καὶ καθ´ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν. ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται δι´ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι, - - - μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δ´ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι (μὴ) μικρὰ τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν· τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος. πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς δι´ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν· ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην, ἡ δ´ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμὰς οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλ´ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας. οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλ´ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης, ψυχὴ δ´ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι. | ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί, τούτου δὲ σεισθέντος ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, ἅμα δὲ τῷ τὴν ψυχὴν ἐν νῷ τι βαλέσθαι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμὴν ὅλος ἀναστὰς καὶ συνταθεὶς πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν (589) πρᾶξιν. οὐδ´ ὁ τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθ´ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλ´ ἐν ὅσῳ μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχὴν ψυχῆς θειοτέρας ἄγεσθαι θύραθεν ἐφαπτομένης ἣν πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις ἰδεῖν ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδ´ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δ´ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος. καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν ᾗ παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος δι´ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν. ὥστε θαυμάζειν οὐκ ἄξιον, εἰ καὶ κατὰ (τοῦτο) τὸ νοηθὲν ὑπὸ τῶν δαιμόνων ὁ ἀὴρ τρεπόμενος δι´ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν ὑπορυττόντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τὰ δ´ ἄλλ´ ἀδήλως διεκθέουσαι λανθάνουσιν, οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον τὸ ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχήν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν, εἰ δ´ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο Σωκράτης ὁ ἑταῖρος ἡμῶν, ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν· ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλ´ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ Ἀγοραίῳ καὶ Μούσαις, τὰ δ´ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.’

[21] ‘Ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον παραγόντων καταφρονοῦσιν· ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτων διεξιόντος, οὐκ οἶδα μὴ μύθοις ὁμοιότερ´ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον.’ ‘μηδαμῶς’ εἶπεν ὁ Θεόκριτος, ‘ἀλλὰ δίελθ´ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλ´ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. (590) πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· | οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον.’ ‘εἰκότως γ´,’ εἶπεν ὁ Σιμμίας ‘ὦ Θεόκριτε· νέος γὰρ ὢν κομιδῇ κατέστρεψε τὸν βίον καὶ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγ αις πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε· προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.

[22] Ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτ´ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτ´ ἐγρήγορεν εἴτ´ ὀνειροπολεῖ· πλὴν δόξαι γε τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δ´ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ τεινομένην τέως καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον, ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρὶ κατ´ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν ὥσπερ βαφὴν ἅμα τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δ´ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλ´ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν λιγυρῶς · εἶναι γὰρ ὁμολογουμένην τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δ´ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν δι εκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς - - - ἐφέλκεσθαι τῇ - - - σχεδὸν ὑποφερομένης. εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον μάλιστα, πῆ δ´ ἀραιὰ τενάγη καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν αὖθις οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δ´ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν δὲ ῥοθίων τὰς νήσους ἅμα περιγινομένας ἐπανάγειν· οὐ μὴν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν τὸ πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλ´ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ κατεφαίνετο· δύο δ´ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐναντίους ποταμοὺς δεχομένας, ὥστ´ ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δ´ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλ´ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν (591) ἀμυδροὺς ἀναπεμπομένους | οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ’ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι;‘ φράσαι δ´ αὐτὸν ὅτι ’πάντα, τί γὰρ οὐ θαυμάσιον;‘ ’ἀλλ´ ἡμῖν‘ φάναι ’τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὡς ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν.‘ ἐρομένου δ´ αὐτοῦ τίς ἡ Στύξ ἐστιν, ’ὁδὸς εἰς Ἅιδου‘ φάναι ’καὶ πρόεισιν ἐξ ἐναντίας, αὐτῇ σχίζουσα τῇ κορυφῇ τὸ φῶς· ἀνατείνουσα δ´, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη (καὶ) τοῦ φωτός, ἀφορίζει τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δ´ εἰσὶν ἀρχαὶ πάντων, ζωῆς μὲν ἡ πρώτη κινήσεως δ´ ἡ δευτέρα γενέσεως δ´ ἡ τρίτη φθορᾶς δ´ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον, τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθ´ ἥλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην. τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι νῆσοι θεοὺς ἔχουσι· σελήνη δὲ δαιμόνων ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα, λαμβάνεται δ´ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά. καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι· πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας, ἄλλας δ´ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν ἡ τῆς γενέσεως τελευτὴ συνέπεσε, πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι· ταύτας δ´ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπ´ ἄλλην γένεσιν, ὡς ὁρᾷς.‘ ’ἀλλ´ οὐδὲν ὁρῶ‘ τὸν Τίμαρχον εἰπεῖν ’ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δ´ ᾄττοντας αὖ κάτωθεν.‘ ’αὐτοὺς ἄρα‘ φάναι ’τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλ´ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθ´ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δ´ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλ´ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ δι´ ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ παθῶν διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δ´ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλ´ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατ´ ἀνταύγειαν· οἱ δ´ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε,‘ φάναι ’τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δ´ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δ´ ἄνω (δια)φερόμενοι δαίμονές εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾗ τῇ ψυχῇ συμπέφυκε.‘ ταῦτ´ ἀκούσας αὐτὸς ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, | (592) ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἕλικα τεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας, οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπ´ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον· τοὺς δ´ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις δι´ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἔνδοθεν τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης, μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων αἰσθανομένη τοῦ δαίμονος. ’αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθ´ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτ´ αὖθις ἐπανῄει πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη, μέχρι οὗ τὸ σῶμα τῆς γυναικὸς προδούσης λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δ´ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δ´ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δ´ εἴσῃ‘ φάναι ’σαφέστερον, ὦ νεανία, τρίτῳ μηνί· νῦν δ´ ἄπιθι.‘ παυσαμένης δὲ τῆς φωνῆς βούλεσθαι μὲν αὑτὸν ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδ´ αἰσθάνεσθαι τῶν καθ´ ἑαυτόν, εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.

[23] Ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος· ἐπεὶ δ´ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ κατὰ τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν· αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι καὶ προσανακρῖναι σαφέστερον.’ ‘Ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον, ἀλλ´ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν· οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι.’ ‘τί δ´’ εἶπεν ‘Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν;’ καὶ ὁ πατὴρ μειδιάσας ‘τοιοῦτον’ ἔφη ‘τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι· διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί (593) πη τῶν καθ´ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι | μήτε πλείονα γιγνώσκοντι μήτ´ ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων.’

[24] ‘Ἐγὼ τοίνυν’ ἔφη ‘τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι· θαυμάζω δ´ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν (γὰρ) ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμελεῖται τῶν ὑπὸ τὸ γένος, ἀλλ´ ἀεί τιν´ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθ´ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως, οὕτω καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφ´ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδ´ (οἱ πολλοὶ) ἵπποι τῶν ἱππικῶν συνιᾶσιν, ἀλλ´ οἱ μεμαθηκότες εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς, ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει

‘τῶν δ´ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο θυμῷ
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·’

καί

‘ὣς γὰρ ἐγὼν ὄπ´ ἄκουσα θεῶν αἰει γενετάων.’

ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν, οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει δι´ αὑτοῦ καὶ σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν (γὰρ) οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δ´ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφειμέναι, δαίμονές εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθ´ Ἡσίοδον. ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, ἀλλ´ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν, οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων δι´ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τὰ ἐνταῦθα πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετὴν ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἤδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον, ἀλλ´ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δ´ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν, οὗτος, ὦ - - - τοῦ δαιμονίου ὁ τρόπος· - - - ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων καὶ σώματα πολλὰ καθάπερ ὀχήματα μεταλαμβάνοντας αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν δι´ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δ´ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως (594) ψυχὴ τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα | καὶ φιλοτιμουμένη περὶ τὴν ἔκβασιν ἱδρῶτι πολλῷ τοῖς ἄνω προσφέρηται, ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς ἀλλ´ ἀφίησι τῷ προθυμουμένῳ· προθυμεῖται δ´ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος, ἡ δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται, μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.’

[25] Τούτων εἰρημένων ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμέ ‘σοὶ μέν,’ εἶπεν ‘ὦ Καφισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς συνήθεις, ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν.’ κἀγώ ‘ταῦτ´’ ἔφην ‘πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετ´ ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι (ὁ) Θεόκριτος οὑτοσί.’ ‘ἀγαθῇ τύχῃ’ εἶπε ‘διαλεγέσθω’ καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις πρὸς τὸν καιρόν, ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα μὴ μεγάλης ἀνάγκης γενομένης, ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες. ἐδόκει ταῦθ´ ἡμῖν. κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν, ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δ´ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος καὶ περὶ τῆς - - - γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν ὡς ἀφιξομένης εἰς τὸν πότον, ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν.

[26] Ὀψὲ δ´ ἦν ἤδη τό τε ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δ´ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβάλλοντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν· ἐνίοις δ´ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.

[27] Ὡς οὖν ἅπαντες ἔνδον ἦμεν πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθ´ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου πολὺς ἦν τῆς θύρας ἀραγμός, καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν βράδιον ὑπακουόντων. θορυβηθεὶς οὖν ὁ Χάρων ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δ´ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. λέγει δ´ ἅτερος ‘Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστά ς´ ἥκειν πρὸς αὐτούς.’ ἐρομένου δὲ τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον, ‘οὐδὲν ἴσμεν’ ὁ ὑπηρέτης ἔφη ‘πλέον, ἀλλὰ τί λέγωμεν αὐτοῖς;’ ‘ὅτι νὴ Δί´’ εἶπεν ὁ Χάρων ‘θεὶς τὸν στέφανον ἤδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι· μεθ´ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς (595) ὡς ἀγόμενος.’ ‘οὕτως’ ἔφη ‘ποίει· | καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων.’ ἐκεῖνοι μὲν οὖν ᾤχοντο, τοῦ δὲ Χάρωνος εἰσελθόντος πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι, καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δ´ ἀπέτυχε καὶ συνῆπτε τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλ´ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος. οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε, παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, ‘οὗτος,’ εἶπεν ‘ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθ´ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς ἐχθίστοις ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλ´ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες.’ ταῦτα τοῦ Χάρωνος λέγοντος τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. ‘τὸ δ´ ὅλον’ εἶπεν ὁ Πελοπίδας ‘οὐδ´ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθ´ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵν´ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς ἐπὶ τοὺς τυράννους.’ ‘οὐκ ἔστιν’ εἶπεν ὁ Χάρων, ‘ἀλλ´ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθ´ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς, ἀλλὰ τόλμα παρ´ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δ´ ἐλπὶς ἔτι λείπεται, καί πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.’

[28] Δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός, αὐτὸς δ´ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδὸς αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτ´ ὠχριάσαντος μήτ´ ἐκπλαγέντος, ἀλλ´ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ Κηφισοδώρῳ Διότονος, εἷς τῶν φίλων, παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπ´ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς, εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι πρὸς (ἀλλήλους) ἀσυντάκτους καὶ σποράδας ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.

[29] Ὁπλιζομένων δ´ ἡμῶν καὶ συνταττομένων αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ‘ὁ γὰρ Ἀρχίας’ ἔφη ‘καὶ ὁ Φίλιππος ὡς ἤκουσαν (596) ἥκειν ἐμὲ κεκλημένον, | ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς, μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου ’φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας‘ οὐ μετρίως ἐγὼ διαταραχθείς ’ποῦ δ´‘ εἶπον ’εἶναι λέγονται καὶ τίνες;‘ ’ἀγνοοῦμεν‘ ὁ Ἀρχίας εἶπε ’καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς.‘ κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδ´ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἀγνοεῖν τὴν οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν, ἄλλως δ´ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ’ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν, νυνὶ δ´‘ ἔφην ’οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία· σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις, κἂν πύθωμαί τι φροντίδος ἄξιον, ὑμᾶς οὐ λήσεται.‘ ’πάνυ μὲν οὖν‘ ὁ Φυλλίδας εἶπε ’μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδ´ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές.‘ ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες,’ ἔφη, ‘προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν.’ ταῦτα τοῦ Χάρωνος εἰπόντος εὐχόμεθα τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.

[30] Ὥρα μὲν οὖν ἦν καθ´ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον, ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος), Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετ´ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης, ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικεί ων ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπ´ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν ἧκεν ἐνθένδε παρ´ ὑμῶν ἐπιστολὴ παρ´ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἤδη δὲ καὶ τῇ μέθῃ κατακεκλυσμένος ὁ Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπὲρ (τῶν) σπουδαίων αὐτῷ γεγράφθαι ‘τὰ σπουδαῖα τοίνυν εἰς αὔριον’ ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.

[31] Τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης προσμίξαντες ἡμεῖς καὶ διὰ τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν (597) ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. | ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας ἀνεβόησεν ‘οὐ Μέλων οὗτος, ὦ Φυλλίδα;’ τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβο(υ)λὴν ἅμα τὸ ξίφος ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ τὸν τράχηλον, ἀμυνόμενον δὲ τοῖς παρακειμένοις ἐκπώμασιν ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς· ὡς δὲ καὶ διὰ τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ τεταραγμένος ἀνίστατο καὶ τὸ δόρυ προεβάλλετο κατ´ αἰχμήν, ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρ´ ἡμῖν ἄρχοντες, ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μή, πεπλήξεσθαι· Θεόπομπος δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν ‘ἐνταῦθ´’ ἔφη ‘κεῖσο μετὰ τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας ἔτι τοῖς θεοῖς, ἐφ´ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν πολεμίων εὐχόμενος.’ πεσόντος δὲ τοῦ Καβιρίχου τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς, τοὺς δ´ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν οὐ βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων εἰ καλῶς κεχώρηκεν.

[32] Ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δ´ ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δ´ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλ´ ἐν φωτὶ καθορώμενος ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλ´ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατ´ ἀλκὴν διαφέρουσιν. ἀγὼν δ´ ἦν τῷ Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους προσβοηθεῖν. τέλος δ´ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα τραῦμα δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ· καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε καὶ τοὺς ἄλλους ἀσπασάμενος ἅμ´ ἵλεως ἐξέπνευσε. γενόμενοι δ´ ἀπὸ τούτων ἐπὶ τὸν Ὑπάτην τρέπονται καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.

[33] (598) Ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δ´ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας ‘Ἀρχίας’ ἔφη ‘καὶ Φίλιππος κελεύουσί σε ταχέως ἄγειν ἐπ´ αὐτοὺς Ἀμφίθεον.’ ὁ δ´ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπ(ε)ιδόμενος τὸ πλάσμα ‘πότ´,’ ἔλεγεν ‘ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον;’ *** ἅμα δὲ τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθ´ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες. ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν· οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες, οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων ἤδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων, αἱ δ´ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν ἠκολούθουν, οὐδεὶς δ´ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρ´ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.

[34] Ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἤδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἐπορευόμην πρὸς αὐτούς, ἧκον δὲ πολλοὶ καὶ ἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δ´ ἀπήγγειλα καθ´ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότ´ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ πλήρεις οὖσαι παντοδαπῶν λαφύρων καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δ´ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατ´ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων. οἱ μὲν οὖν λακωνίζοντες - - - τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω νυκτερεύειν, οἱ δ´ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακοσίους καὶ χιλίους τὸ πλῆθος ὄντες, ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως προυφασίζοντο Λυσανορίδαν περιμένειν· γὰρ - - - ἡ τῆς ἡμέρας ἐκείνης. διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες, Ἑρμιππίδαν δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον μετὰ τῶν στρατιωτῶν.