Περὶ τοῦ Πυθαγορείου βίου
Συγγραφέας:
Κεφάλαια τοῦ πρώτου λόγου


[1] Προοίμιον περὶ τῆς Πυθαγόρου φιλοσοφίας, ἐν ᾧ θεῶν παράκλησις προηγεῖται καὶ τὸ χρήσιμον καὶ δύσκολον τῆς πραγματείας συνεμφαίνεται.

[2] Περὶ Πυθαγόρου καὶ τοῦ γένους αὐτοῦ καὶ τῆς πατρίδος καὶ τῆς ἀνατροφῆς καὶ παιδείας καὶ τῶν ἀποδημιῶν καὶ τῆς εἰς οἶκον ἐπανόδου καὶ τῆς ἐντεῦθεν εἰς Ἰταλίαν ἐξόδου καὶ ὅλως περὶ παντὸς τοῦ κατ' αὐτὸν βίου.

[3] Τίς ὁ εἰς τὴν Φοινίκην αὐτοῦ ἔκπλους, καὶ τίς ἡ ἐκεῖ διατριβή, καὶ τίς ἡ ἐντεῦθεν εἰς τὴν Αἴγυπτον ἀποδημία καὶ πῶς γενομένη.

[4] Τίς ἡ ἐν Αἰγύπτῳ αὐτοῦ διατριβή, καὶ πῶς ἐντεῦθεν ἀπεδήμησεν εἰς Βαβυλῶνα, καὶ πῶς ἐκεῖ τοῖς μάγοις συνεγένετο, ‹καὶ› πῶς ἐπανῆλθεν αὖθις εἰς τὴν Σάμον.

[5] Τίς ἡ ἐν τῇ Σάμῳ αὐτοῦ κατὰ τὴν ἐπιδημίαν ἐγένετο διατριβή, καὶ πῶς τὸν ὁμώνυμον αὐτῷ θαυμαστῇ τέχνῃ ἐπαίδευσεν, ἀποδημίαι τε αὐτοῦ εἰς τοὺς Ἔλληνας καὶ τρόποι ἀσκήσεως ἐν τῇ Σάμῳ.

[6] Αἰτίαι δι' ἃς ἀπεδήμησεν εἰς τὴν Ἰταλίαν καὶ περὶ τῆς ἀποδημίας αὐτοῦ ταύτης, καθολικός τε διορισμὸς περὶ Πυθαγόρου ὁποῖός τις ἦν καὶ περὶ τῆς κατ' αὐτὸν φιλοσοφίας.

[7] Κοινοί τινες ὡσπερεὶ τύποι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ πράξεων καὶ τῶν εἰς ἀνθρώπους ἐμφερομένων εἰς τὸ κοινὸν λόγων ὁποῖοί τινες ἦσαν.

[8] Πότε καὶ πῶς εἰς Κρότωνα ἐπεδήμησε, τίνα τε ἔπραξεν ἐν τῇ πρώτῃ ἐπιφοιτήσει, καὶ τίνας λόγους εἶπεν εἰς τοὺς νεανίσκους.

[9] Τίνας λόγους διελέχθη ἐν τοῖς χιλίοις τοῖς προεστηκόσι τῆς ὅλης πολιτείας περὶ τῶν ἀρίστων λόγων τε καὶ ἐπιτηδευμάτων.

[10] Τίνα τοῖς παισὶ Κροτωνιατῶν συνεβούλευσεν ἐν τῷ Πυθαίῳ κατὰ τὴν πρώτην ἐπιδημίαν.

[11] Τίνα ταῖς Κροτωνιατῶν γυναιξὶν ἐν τῷ Ἡραίῳ διελέχθη κατὰ τὴν πρώτην ἐπιδημίαν.

[12] Τίς ἡ περὶ φιλοσοφίας αὐτοῦ διάλεξις, καὶ ὅτι πρῶτος ἑαυτὸν φιλόσοφον ἐπωνόμασε καὶ διὰ τίνα αἰτίαν.

[13] Ὅτι καὶ εἰς τὰ θηρία διατείνουσαν καὶ τὰ ἄλογα ζῷα τὴν διὰ λόγου παιδευτικὴν δύναμιν εἶχε Πυθαγόρας, καὶ τούτων τεκμήρια πλείονα.

[14] Ὅτι ἀρχὴν ἐποιεῖτο τῆς παιδεύσεως τὴν ἀνάμνησιν τῶν προτέρων βίων, οὓς αἱ ψυχαὶ πρότερον διεβίωσαν πρὶν εἰς τὰ σώματα ἀφικέσθαι, ἐν οἷς τότε ἐνοικοῦσαι ἐτύγχανον.

[15] Τίς ἡ δι' αἰσθήσεως πρώτη εἰς παιδείαν ἀγωγὴ παρ' αὐτῷ, καὶ πῶς ἐπηνωρθοῦτο τὰς ψυχὰς τῶν προσομιλούντων διὰ μουσικῆς, καὶ πῶς ταύτην αὐτὸς τὴν ἐπανόρθωσιν τελείαν εἶχε.

[16] Τίς ἡ καθαρτικὴ παρ' αὐτῷ ἄσκησις, ἣν καὶ αὐτὸς συνησκεῖτο, τίς τε ἡ τελεωτέρα αὐτοῦ τῆς φιλίας ἐπιτήδευσις ἦν, καὶ αὐτὴ προπαρασκευάζουσα εἰς φιλοσοφίαν ἐπιτηδείους.

[17] Πῶς τὴν δοκιμασίαν ἐποιεῖτο τῶν πρώτως προσιόντων ἑταίρων ὁ Πυθαγόρας, καὶ τίνας ἐποιεῖτο πείρας αὐτῶν τοῦ τρόπου πρὸ τῆς εἰς φιλοσοφίαν εἰσαγωγῆς.

[18] Εἰς πόσα γένη καὶ πῶς διεῖλε τοὺς ὁμιλητὰς ἑαυτοῦ ὁ Πυθαγόρας, καὶ διὰ τίνας αἰτίας οὕτως αὐτοὺς διέκρινεν.

[19] Ὅτι πολλὰς ὁδοὺς Πυθαγόρας ἀνεῦρε τῆς ὠφελίμου παιδεύσεως τῶν ἀνθρώπων, ἐν ᾧ λέγεται καὶ ἡ Ἀβάριδος πρὸς αὐτὸν αὐτοῦ συνουσία, πῶς τε αὐτὸν ἤγαγεν εἰς τὴν ἀκροτάτην σοφίαν καθ' ἑτέρας ὁδοὺς παιδείας.

[20] Τίνα τὰ ἴδια ἀσκήματα τῆς Πυθαγορικῆς φιλοσοφίας, καὶ πῶς αὐτὰ παρεδίδου Πυθαγόρας, καὶ πῶς ἐγύμναζε τοὺς ἀεὶ μεταλαμβάνοντας τῆς φιλοσοφίας.

[21] Περὶ ἐπιτηδευμάτων οἷα κατεστήσατο Πυθαγόρας καὶ δι' ὅλης ἡμέρας παρέδωκε τοῖς ἑταίροις ἐπιμελῶς πράττειν, καὶ παραγγέλματά τινα τοῖς ἐπιτηδεύμασιν ὁμολογούμενα.

[22] Τίς ὁ τρόπος τῆς παιδείας ὁ διὰ τῶν Πυθαγορικῶν ἀποφάσεων καὶ τῶν εἰς τὸν βίον καὶ τὰς ἀνθρωπίνας ὑπολήψεις διατεινουσῶν.

[23] Τίς ἡ διὰ συμβόλων προτροπὴ εἰς φιλοσοφίαν καὶ ἀπόρρητος δογμάτων ἔμφασις καὶ ἀποκεκρυμμένη ‹, ἣ› μόνοις τοῖς εἰδόσι παιδείαν παρεδόθη ὑπὸ Πυθαγόρου κατὰ τὴν Αἰγυπτίων καὶ τῶν ἀρχαιοτάτων παρ' Ἔλλησι θεολόγων συνήθειαν.

[24] Τίνων ἀπείχετο βρωμάτων καθόλου Πυθαγόρας καὶ τίνων τοῖς ἑταίροις ἀπέχεσθαι παρήγγελλε, καὶ πῶς ἄλλους καὶ ἄλλους νόμους ἐνομοθέτησε περὶ τούτου κατὰ τοὺς οἰκείους βίους ἑκάστοις καὶ διὰ τίνας αἰτίας.

[25] Πῶς καὶ διὰ μουσικῆς καὶ μελῶν ἐπαίδευε τοὺς ἀνθρώπους κατὰ καιρούς τε ὡρισμένους καὶ ὅτε μάλιστα παρηνώχλει αὐτοῖς τὰ πάθη, τίνας τε καθάρσεις νόσων ψυχῆς τε καὶ σώματος δι' αὐτῆς ἐποιεῖτο, καὶ πῶς αὐτὰς ἐπετήδευε.

[26] Πῶς τὴν εὕρεσιν ἐποιήσατο Πυθαγόρας καὶ ἀπὸ ποίας μεθόδου ἁρμονίας τε καὶ τῶν ἁρμονικῶν λόγων, καὶ πῶς παρέδωκε τοῖς ἐπηκόοις πᾶσαν τὴν περὶ τούτων ἐπιστήμην.

[27] Ὅσα πολιτικὰ καὶ κοινωφελῆ ἀγαθὰ παρέδωκε τοῖς ἀνθρώποις δι' ἔργων καὶ λόγων καὶ διὰ τῆς τῶν πολιτειῶν καταστάσεως καὶ τῆς τῶν νόμων θέσεως δι' ἄλλων τε πολλῶν ‹καὶ› καλῶν ἐπιτηδευμάτων αὐτός τε καὶ οἱ ἑταῖροι αὐτοῦ.

[28] Ὅσα θεῖα καὶ θαυμαστὰ ἔργα διεπράξατο, καὶ ὅσα ἀνήκει εἰς εὐσέβειαν καὶ διὰ τῆς τῶν θεῶν εὐμενείας τὴν μεγίστην παρέχεται εἰς ἀνθρώπους εὐεργεσίαν, ἃ καὶ κατεπέμφθη εἰς τὸ θνητὸν γένος διὰ Πυθαγόρου.

[29] Περὶ τῆς Πυθαγόρου σοφίας τίς τε ἦν καὶ καθ' ὅσα γένη καὶ εἴδη διῄρητο, ὅπως τε ἀπὸ τῶν πρώτων μέχρι τῶν τελευταίων γνωριστικῶν δυνάμεων τὴν ὀρθότητα καὶ ἀκρίβειαν κατώρθωσε καὶ τοῖς ἀνθρώποις παρέδωκε.

[30] Περὶ δικαιοσύνης ὅσα τοῖς ἀνθρώποις εἰς αὐτὴν συνεβάλλετο Πυθαγόρας, καὶ ὡς ἄνωθεν ἀπὸ τῶν ἄκρων αὐτῆς γενῶν μέχρι τῶν τελευταίων εἰδῶν ἐπετήδευσεν αὐτὴν καὶ παρέδωκε τοῖς πᾶσι.

[31] Περὶ σωφροσύνης ὅπως αὐτὴν ἐπετήδευσε Πυθαγόρας καὶ παρέδωκεν εἰς ἀνθρώπους διὰ λόγων τε καὶ ἔργων καὶ πάσης κτίσεως, πόσα τε αὐτῆς εἴδη καὶ τίνα κατεστήσατο ἐν τοῖς ἀνθρώποις.

[32] Περὶ ἀνδρείας ὅσα καὶ οἷα παραγγέλματα Πυθαγόρας παρέδωκεν εἰς ἀνθρώπους, ἀσκήματά τε ὅσα καὶ ἔργα γενναῖα τὰ μὲν αὐτὸς διεπράξατο, τὰ δὲ καὶ τοὺς χρωμένους αὐτῷ ἐποίησε διαπράξασθαι.

[33] Περὶ φιλίας οἵα τε ἦν καὶ ὅση παρὰ Πυθαγόρᾳ αὐτῷ, καὶ ὅπως εἰς πάντας αὐτὴν διέτεινε, πόσα τε αὐτῆς εἴδη κατεστήσατο, καὶ τίνα ἔργα σύμφωνα τοῖς ἐπιτηδεύμασιν οἱ Πυθαγόρειοι διεπράξαντο.

[34] Σποράδην τινὲς ἀφηγήσεις περὶ ὧν εἶπε καὶ ἔπραξε Πυθαγόρας αὐτὸς ἢ οἱ διαδεξάμενοι αὐτοῦ τὴν φιλοσοφίαν, ὅσαι οὐκ εἴρηνται εἰς τὴν τεταγμένην κατὰ τὰς ἀρετὰς περὶ αὐτοῦ διήγησιν.

[35] Τίς ἡ ἐπανάστασις κατὰ τῶν Πυθαγορείων ἐγένετο καὶ ποῦ ὄντος Πυθαγόρου, καὶ διὰ τίνας αἰτίας ἐπέθεντο αὐτοῖς οἱ τυραννικοὶ καὶ ἀλιτήριοι ἄνδρες.

[36] Περὶ τῆς διαδοχῆς τῆς Πυθαγόρου καὶ τῆς τελευτῆς, καὶ τῶν ἀνδρῶν τὰ ὀνόματα καὶ τῶν γυναικῶν τῶν παραλαβόντων παρ' αὐτοῦ τὴν φιλοσοφίαν.