Περί της κατά Μωυσέα κοσμοποιίας
Περὶ τῆς κατὰ Μωυσέα κοσμοποιίας Συγγραφέας: |
Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland
Vol. I, p. 6-60 Berolini 1896.
(I) 1 Τῶν ἄλλων νομοθετῶν οἱ μὲν ἀκαλλώπιστα καὶ γυμνὰ τὰ νομισθέντα παρ’ αὐτοῖς εἶναι δίκαια διετάξαντο, οἱ δὲ πολὺν ὄγκον τοῖς νοήμασι προσπεριβαλόντες ἐξετύφωσαν τὰ πλήθη μυθικοῖς πλάσμασι τὴν ἀλήθειαν ἐπικρύψαντες. 2 Μωυσῆς δ’ ἑκάτερον ὑπερβάς, τὸ μὲν ὡς ἄσκεπτον καὶ ἀταλαίπωρον καὶ ἀφιλόσοφον, τὸ δ’ ὡς κατεψευσμένον καὶ μεστὸν γοητείας, παγκάλην καὶ σεμνοτάτην ἀρχὴν ἐποιήσατο τῶν νόμων, μήτ’ εὐθὺς ἃ χρὴ πράττειν ἢ τοὐναντίον ὑπειπὼν μήτ’, ἐπειδὴ προτυπῶσαι τὰς διανοίας τῶν χρησομένων τοῖς νόμοις ἀναγκαῖον ἦν, μύθους πλασάμενος ἢ συναινέσας τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν. 3 ἡ δ’ ἀρχή, καθάπερ ἔφην, ἐστὶ θαυμασιωτάτη κοσμοποιίαν περιέχουσα, ὡς καὶ τοῦ κόσμου τῷ νόμῳ καὶ τοῦ νόμου τῷ κόσμῳ συνᾴδοντος καὶ τοῦ νομίμου ἀνδρὸς εὐθὺς ὄντος κοσμοπολίτου πρὸς τὸ βούλημα τῆς φύσεως τὰς πράξεις ἀπευθύνοντος, καθ’ ἣν καὶ ὁ σύμπας κόσμος διοικεῖται. 4 τὸ μὲν οὖν κάλλος τῶν νοημάτων τῆς κοσμοποιίας οὐδεὶς οὔτε ποιητὴς οὔτε λογογράφος ἀξίως ἂν ὑμνῆσαι δύναιτο· καὶ γὰρ ¦ λόγον καὶ ἀκοὴν ὑπερβάλλει μείζω καὶ σεμνότερα ὄντα ἢ ὡς θνητοῦ τινος ὀργάνοις ἐναρμοσθῆναι. 5 οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην. 6 ὡς γὰρ τῶν κολοσσιαίων μεγεθῶν τὰς ἐμφάσεις καὶ ἡ βραχυτάτη σφραγὶς τυπωθεῖσα δέχεται, οὕτως τάχα που καὶ τὰ τῆς ἀναγραφείσης ἐν τοῖς νόμοις κοσμοποιίας ὑπερβάλλοντα κάλλη καὶ ταῖς μαρμαρυγαῖς τὰς τῶν ἐντυγχανόντων ψυχὰς ἐπισκιάζοντα βραχυτέροις παραδηλωθήσεται χαρακτῆρσιν, ἐπειδὰν ἐκεῖνο μηνυθῇ πρότερον, ὅπερ οὐκ ἄξιον ἀποσιωπῆσαι.
(II) 7 Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ δὲ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως κατεψεύσαντο, δέον ἔμπαλιν τοῦ μὲν τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου. 8 Μωυσῆς δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω δή, ὅτι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν, καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἱλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἀρετὴ καὶ κρείττων ἢ ἐπιστήμη καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν, 9 τὸ δὲ παθητὸν ἄψυχον καὶ ἀκίνητον ἐξ ἑαυτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον, τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι τὴν πρόνοιαν. 10 τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος· καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς καὶ ὅσα μὲν ἐπιζήμια καὶ βλαβερὰ μηχανῇ πάσῃ διωθεῖται, τὰ δὲ ὅσα ὠφέλιμα καὶ λυσιτελῆ κατὰ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. 11 ἀπεριμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζον τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. 12 ἀλλ’ ὅ γε μέγας Μωυσῆς ἀλλοτριώτατον τοῦ ¦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον – πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέποτε κατὰ ταὐτὰ ὄν – τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενὲς ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ μάλα σεμνῶς θεολογήσας.
(III) 13 Ἓξ δὲ ἡμέραις δημιουργηθῆναί φησι τὸν κόσμον, οὐκ ἐπειδὴ προσεδεῖτο χρόνων μήκους ὁ ποιῶν – ἅμα γὰρ πάντα δρᾶν εἰκὸς θεόν, οὐ προστάττοντα μόνον ἀλλὰ καὶ διανοούμενον – , ἀλλ’ ἐπειδὴ τοῖς γινομένοις ἔδει τάξεως. τάξει δὲ ἀριθμὸς οἰκεῖον, ἀριθμῶν δὲ φύσεως νόμοις γεννητικώτατος ὁ ἕξ· τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέλειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ συμπληρούμενος ἐξ αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος, καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου δυνάμεως ἥρμοσται· ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ’ ἄρτιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς, δυὰς δ’ ἀρτίων, ἡ δ’ ἀμφοῖν δύναμις ἑξάς. 14 ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν. 15 ἑκάστῃ δὲ τῶν ἡμερῶν ἀπένειμεν ἔνια τῶν τοῦ παντὸς τμημάτων τὴν πρώτην ὑπεξελόμενος, ἣν αὐτὸς οὐδὲ πρώτην, ἵνα μὴ ταῖς ἄλλαις συγκαταριθμῆται, καλεῖ, μίαν δ’ ὀνομάσας ὀνόματι εὐθυβόλῳ προσαγορεύει, τὴν μονάδος φύσιν καὶ πρόσρησιν ἐνιδών τε καὶ ἐπιφημίσας αὐτῇ.
(IV) λεκτέον δὲ ὅσα οἷόν τέ ἐστι τῶν ἐμπεριεχομένων, ἐπειδὴ πάντα ἀμήχανον· περιέχει γὰρ τὸν νοητὸν κόσμον ἐξαίρετον, ὡς ὁ περὶ αὐτῆς λόγος ¦ μηνύει. 16 προλαβὼν γὰρ ὁ θεὸς ἅτε θεὸς ὅτι μίμημα καλὸν οὐκ ἄν ποτε γένοιτο δίχα καλοῦ παραδείγματος οὐδέ τι τῶν αἰσθητῶν ἀνυπαίτιον, ὃ μὴ πρὸς ἀρχέτυπον καὶ νοητὴν ἰδέαν ἀπεικονίσθη, βουληθεὶς τὸν ὁρατὸν κόσμον τουτονὶ δημιουργῆσαι προεξετύπου τὸν νοητόν, ἵνα χρώμενος ἀσωμάτῳ καὶ θεοειδεστάτῳ παραδείγματι τὸν σωματικὸν ἀπεργάσηται, πρεσβυτέρου νεώτερον ἀπεικόνισμα, τοσαῦτα περιέξοντα αἰσθητὰ γένη ὅσαπερ ἐν ἐκείνῳ νοητά.
17 Τὸν δ’ ἐκ τῶν ἰδεῶν συνεστῶτα κόσμον ἐν τόπῳ τινὶ λέγειν ἢ ὑπονοεῖν οὐ θεμιτόν· ᾗ δὲ συνέστηκεν, εἰσόμεθα παρακολουθήσαντες εἰκόνι τινὶ τῶν παρ’ ἡμῖν. ἐπειδὰν πόλις κτίζηται κατὰ πολλὴν φιλοτιμίαν βασιλέως ἤ τινος ἡγεμόνος αὐτοκρατοῦς ἐξουσίας μεταποιουμένου καὶ ἅμα τὸ φρόνημα λαμπροῦ τὴν εὐτυχίαν συνεπικοσμοῦντος, παρελθὼν ἔστιν ὅτε τις τῶν ἀπὸ παιδείας ἀνὴρ ἀρχιτεκτονικὸς καὶ τὴν εὐκρασίαν καὶ εὐκαιρίαν τοῦ τόπου θεασάμενος διαγράφει πρῶτον ἐν ἑαυτῷ τὰ τῆς μελλούσης ἀποτελεῖσθαι πόλεως μέρη σχεδὸν ἅπαντα, ἱερὰ γυμνάσια πρυτανεῖα ἀγορὰς λιμένας νεωσοίκους στενωπούς, τειχῶν κατασκευάς, ἱδρύσεις οἰκιῶν καὶ δημοσίων ἄλλων οἰκοδομημάτων· 18 εἶθ’ ὥσπερ ἐν κηρῷ τῇ ἑαυτοῦ ψυχῇ τοὺς ἑκάστων δεξάμενος τύπους ἀγαλματοφορεῖ νοητὴν πόλιν, ἧς ἀνακινήσας τὰ εἴδωλα μνήμῃ τῇ συμφύτῳ καὶ τοὺς χαρακτῆρας ἔτι μᾶλλον ἐνσφραγισάμενος, οἷα δημιουργὸς ἀγαθός, ἀποβλέπων εἰς τὸ παράδειγμα τὴν ἐκ λίθων καὶ ξύλων ἄρχεται κατασκευάζειν, ἑκάστῃ τῶν ἀσωμάτων ἰδεῶν τὰς σωματικὰς ἐξομοιῶν οὐσίας. 19 τὰ παραπλήσια δὴ καὶ περὶ θεοῦ δοξαστέον, ὡς ἄρα τὴν μεγαλόπολιν κτίζειν διανοηθεὶς ἐνενόησε πρότερον τοὺς τύπους αὐτῆς, ἐξ ὧν κόσμον νοητὸν συστησάμενος ἀπετέλει καὶ τὸν αἰσθητὸν παραδείγματι χρώμενος ἐκείνῳ.
(V) 20 καθάπερ οὖν ἡ ἐν τῷ ἀρχιτεκτονικῷ προδιατυπωθεῖσα πόλις χώραν ἐκτὸς οὐκ εἶχεν, ἀλλ’ ἐνεσφράγιστο τῇ τοῦ τεχνίτου ψυχῇ, τὸν αὐτὸν τρόπον οὐδ’ ὁ ἐκ τῶν ἰδεῶν κόσμος ἄλλον ἂν ἔχοι τόπον ἢ τὸν θεῖον λόγον τὸν ταῦτα διακοσμήσαντα· ἐπεὶ τίς ἂν εἴη τῶν δυνάμεων αὐτοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἂν ἱκανὸς οὐ λέγω πάσας ἀλλὰ μίαν ἄκρατον ἡντινοῦν δέξασθαί τε καὶ χωρῆσαι; 21 δύναμις δὲ καὶ ἡ κοσμοποιητικὴ πηγὴν ἔχουσα ¦ τὸ πρὸς ἀλήθειαν ἀγαθόν. εἰ γάρ τις ἐθελήσειε τὴν αἰτίαν ἧς ἕνεκα τόδε τὸ πᾶν ἐδημιουργεῖτο διερευνᾶσθαι, δοκεῖ μοι μὴ διαμαρτεῖν σκοποῦ φάμενος, ὅπερ καὶ τῶν ἀρχαίων εἶπέ τις, ἀγαθὸν εἶναι τὸν πατέρα καὶ ποιητήν· οὗ χάριν τῆς ἀρίστης αὑτοῦ φύσεως οὐκ ἐφθόνησεν οὐσίᾳ μηδὲν ἐξ αὑτῆς ἐχούσῃ καλόν, δυναμένῃ δὲ πάντα γίνεσθαι. 22 ἦν μὲν γὰρ ἐξ αὑτῆς ἄτακτος ἄποιος ἄψυχος <ἀνόμοιος>, ἑτεροιότητος ἀναρμοστίας ἀσυμφωνίας μεστή· τροπὴν δὲ καὶ μεταβολὴν ἐδέχετο τὴν εἰς τἀναντία καὶ τὰ βέλτιστα, τάξιν ποιότητα ἐμψυχίαν ὁμοιότητα ταυτότητα, τὸ εὐάρμοστον, τὸ σύμφωνον, πᾶν ὅσον τῆς κρείττονος ἰδέας.
(VI) 23 οὐδενὶ δὲ παρακλήτῳ – τίς γὰρ ἦν ἕτερος; – μόνῳ δὲ αὑτῷ χρησάμενος ὁ θεὸς ἔγνω δεῖν εὐεργετεῖν ἀταμιεύτοις καὶ πλουσίαις χάρισι τὴν ἄνευ δωρεᾶς θείας φύσιν οὐδενὸς ἀγαθοῦ δυναμένην ἐπιλαχεῖν ἐξ ἑαυτῆς. ἀλλ’ οὐ πρὸς τὸ μέγεθος εὐεργετεῖ τῶν ἑαυτοῦ χαρίτων – ἀπερίγραφοι γὰρ αὗταί γε καὶ ἀτελεύτητοι – , πρὸς δὲ τὰς τῶν εὐεργετουμένων δυνάμεις· οὐ γὰρ ὡς πέφυκεν ὁ θεὸς εὖ ποιεῖν, οὕτως καὶ τὸ γινόμενον εὖ πάσχειν, ἐπεὶ τοῦ μὲν αἱ δυνάμεις ὑπερβάλλουσι, τὸ δ’ ἀσθενέστερον ὂν ἢ ὥστε δέξασθαι τὸ μέγεθος αὐτῶν ἀπεῖπεν ἄν, εἰ μὴ διεμετρήσατο σταθμησάμενος εὐαρμόστως ἑκάστῳ τὸ ἐπιβάλλον. 24 εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος· οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη τὴν [νοητὴν] πόλιν κτίζειν διανοουμένου. 25 τὸ δὲ δόγμα τοῦτο Μωυσέως ἐστίν, οὐκ ἐμόν· τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη (Gen. 1, 27). εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος [δῆλον ὅτι] καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστίν, μίμημα θείας εἰκόνος, δῆλον ὅτι καὶ ἡ ἀρχέτυπος σφραγίς, ὅν φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη [τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν] ὁ θεοῦ λόγος.
(VII) 26 Φησὶ δ’ ὡς “ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν”, τὴν ἀρχὴν παραλαμβάνων ¦ οὐχ ὡς οἴονταί τινες τὴν κατὰ χρόνον· χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, προτέρα δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δ’ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον. 27 εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ “ἐν ἀρχῇ ἐποίησεν” ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν· καὶ γὰρ εὔλογον τῷ ὄντι πρῶτον αὐτὸν εἰς γένεσιν ἐλθεῖν, ἄριστόν τε ὄντα τῶν γεγονότων κἀκ τοῦ καθαρωτάτου τῆς οὐσίας παγέντα, διότι θεῶν ἐμφανῶν τε καὶ αἰσθητῶν ἔμελλεν οἶκος ἔσεσθαι ἱερώτατος. 28 καὶ γὰρ εἰ πάνθ’ ἅμα ὁ ποιῶν ἐποίει, τάξιν οὐδὲν ἧττον εἶχε τὰ καλῶς γινόμενα· καλὸν γὰρ οὐδὲν ἐν ἀταξίᾳ. τάξις δ’ ἀκολουθία καὶ εἱρμός ἐστι προηγουμένων τινῶν καὶ ἑπομένων, εἰ καὶ μὴ τοῖς ἀποτελέσμασιν, ἀλλά τοι ταῖς τῶν τεκταινομένων ἐπινοίαις· οὕτως γὰρ ἔμελλον ἠκριβῶσθαί τε καὶ ἀπλανεῖς εἶναι καὶ ἀσύγχυτοι. 29 πρῶτον οὖν ὁ ποιῶν ἐποίησεν οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, τὴν δ’ ἄβυσσον, πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές· εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντων ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.
(VIII) 30 Προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς <φησιν> ὅτι ὑπερβαλλόντως καλόν (Gen. 1, 4)· τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ [τὰ κριτήρια] νοῦς, ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος. 31 τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ ¦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύγειαν, ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλάνητές τε καὶ ἀπλανεῖς ἀρύτονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη, τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, ὅταν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν· εἱλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει.
(IX) 32 εὖ μέντοι καὶ τὸ φάναι ὅτι “σκότος ἦν ἐπάνω τῆς ἀβύσσου” (Gen. 1, 2). τρόπον γάρ τινα ὁ ἀὴρ ὑπὲρ τὸ κενόν ἐστιν, ἐπειδὴ πᾶσαν τὴν ἀχανῆ καὶ ἐρήμην καὶ κενὴν χώραν ἐπιβὰς ἐκπεπλήρωκεν, ὅση πρὸς ἡμᾶς ἀπὸ τῶν κατὰ σελήνην καθήκει. 33 μετὰ δὲ τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν, ὃ πρὸ ἡλίου γέγονεν, ὑπεχώρει τὸ ἀντίπαλον σκότος, διατειχίζοντος ἀπ’ ἀλλήλων αὐτὰ καὶ διιστάντος θεοῦ τοῦ τὰς ἐναντιότητας εὖ εἰδότος καὶ τὴν ἐκ φύσεως αὐτῶν διαμάχην. ἵν’ οὖν μὴ αἰεὶ συμφερόμεναι στασιάζωσι καὶ πόλεμος ἀντ’ εἰρήνης ἐπικρατῇ τὴν ἀκοσμίαν ἐν κόσμῳ τιθείς, οὐ μόνον ἐχώρισε φῶς καὶ σκότος, ἀλλὰ καὶ ὅρους ἐν μέσοις ἔθετο διαστήμασιν, οἷς ἀνεῖρξε τῶν ἄκρων ἑκάτερον· ἔμελλε γὰρ γειτνιῶντα σύγχυσιν ἀπεργάζεσθαι τῷ περὶ δυναστείας ἀγῶνι κατὰ πολλὴν καὶ ἄπαυστον φιλονεικίαν ἐπαποδυόμενα, εἰ μὴ μέσοι παγέντες ὅροι διέζευξαν καὶ διέλυσαν τὴν ἀντεπίθεσιν. 34 οὗτοι δ’ εἰσὶν ἑσπέρα τε καὶ πρωΐα, ὧν ἡ μὲν προευαγγελίζεται μέλλοντα ἥλιον ἀνίσχειν ἠρέμα τὸ σκότος ἀνείργουσα, ἡ δ’ ἑσπέρα καταδύντι ἐπιγίνεται ἡλίῳ τὴν ἀθρόαν τοῦ σκότους φορὰν πρᾴως ἐκδεχομένη. καὶ ταῦτα μέντοι, πρωΐαν λέγω καὶ ἑσπέραν, ἐν τῇ τάξει τῶν ἀσωμάτων καὶ νοητῶν θετέον· ὅλως γὰρ οὐδὲν αἰσθητὸν ἐν τούτοις, ἀλλὰ πάντα ἰδέαι καὶ μέτρα καὶ τύποι καὶ σφραγῖδες, εἰς γένεσιν ἄλλων ἀσώματα σωμάτων. 35 ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωΐα, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθύς, ὃ καὶ ἡμέραν ὁ ποιῶν ἐκάλεσε, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν μοναδικὴν ἔχοντος φύσιν.
(X) 36 Ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ, ὁ δ’ αἰσθητὸς ¦ πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο. καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ δὴ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν ἅτε σωματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντῃ διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ τοῦτον στερέωμα ἐκάλεσεν. 37 εἶτ’ εὐθέως οὐρανὸν προσεῖπεν αὐτὸν εὐθυβόλως καὶ πάνυ κυρίως, ἤτοι διότι πάντων ὅρος ἢ διότι πρῶτος τῶν ὁρατῶν ἐγένετο. ὀνομάζει δὲ καὶ ἡμέραν μετὰ τὴν γένεσιν αὐτοῦ δευτέραν, ὅλον ἡμέρας διάστημα καὶ μέτρον ἀνατιθεὶς οὐρανῷ διὰ τὴν ἐν αἰσθητοῖς ἀξίωσίν τε καὶ τιμήν.
(XI) 38 Μετὰ δὲ ταῦτ’ ἐπειδὴ τὸ σύμπαν ὕδωρ εἰς ἅπασαν τὴν γῆν ἀνεκέχυτο καὶ διὰ πάντων αὐτῆς ἐπεφοιτήκει τῶν μερῶν, οἷα σπογγιᾶς ἀναπεπωκυίας ἰκμάδα, ὡς εἶναι τέλματα καὶ βαθὺν πηλόν, ἀμφοτέρων τῶν στοιχείων ἀναδεδευμένων καὶ συγκεχυμένων τρόπον φυράματος εἰς μίαν ἀδιάκριτον καὶ ἄμορφον φύσιν, προστάττει ὁ θεὸς τὸ μὲν ὕδωρ ὅσον ἁλμυρὸν καὶ ἀγονίας αἴτιον ἔμελλεν ἔσεσθαι σπαρτοῖς καὶ δένδρεσιν ἐπισυναχθῆναι συρρυὲν ἐκ τῶν τῆς ἁπάσης γῆς ἀραιωμάτων, τὴν δὲ ξηρὰν ἀναφανῆναι, τῆς τοῦ γλυκέος νοτίδος ἐναπολειφθείσης εἰς διαμονὴν – κόλλα γάρ τίς ἐστιν ἡ μεμετρημένη γλυκεῖα νοτὶς τῶν διεστηκότων – καὶ ὑπὲρ τοῦ μὴ παντάπασιν ἀφαυανθεῖσαν αὐτὴν ἄγονον καὶ στεῖραν γενέσθαι καὶ ὅπως οἷα μήτηρ μὴ μόνον θάτερον εἶδος τροφῆς βρῶσιν ἀλλ’ ἑκάτερον ὡς ἂν ἐκγόνοις βρῶσίν τε καὶ πόσιν παρέχῃ· διὸ φλέβας μαστοῖς ἐοικυίας ἐπλημμύρει, αἳ στομωθεῖσαι ποταμοὺς καὶ πηγὰς ἔμελλον ἀναχεῖν. 39 οὐδὲν δὲ ἧττον καὶ τὰς ἀφανεῖς ἐνίκμους διαφύσεις εἰς ἅπασαν τὴν ἀρετῶσαν καὶ βαθύγειον ἀπέτεινε πρὸς εὐφορίαν ἀφθονωτάτην καρπῶν. ταῦτα διαταξάμενος ὀνόματ’ αὐτοῖς ἐτίθετο, τὴν μὲν ξηρὰν καλῶν γῆν, τὸ δ’ ἀποκριθὲν ὕδωρ θάλασσαν.
(XII) 40 εἶτα διακοσμεῖν ἄρχεται τὴν γῆν· κελεύει γὰρ αὐτὴν χλοηφορεῖν καὶ σταχυηφορεῖν παντοίας βοτάνας ἀνιεῖσαν καὶ πεδία εὔχορτα καὶ πάνθ’ ὅσα χιλὸς μὲν κτήνεσιν, ἀνθρώποις δ’ ἔμελλεν ἔσεσθαι τροφή. προσέτι μέντοι καὶ τὰς δένδρων ἰδέας ἁπάσας ἀνέφυεν, οὐδὲν οὔτε τῶν τῆς ἀγρίας οὔτε τῶν τῆς ἡμέρου λεγομένης ὕλης παρείς. ἐβεβρίθει δὲ πάντα καρποῖς ¦ εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει κατὰ τὸν ἐναντίον τρόπον ἢ τὸν νυνὶ καθεστῶτα. 41 νυνὶ μὲν γὰρ ἐν μέρει γίγνεται τὰ γιγνόμενα χρόνοις διαφέρουσιν, ἀλλ’ οὐκ ἀθρόα καιρῷ ἑνί· τίς γὰρ οὐκ οἶδεν ὅτι πρῶτον μέν ἐστι σπορὰ καὶ φυτεία, δεύτερον δὲ τῶν σπαρέντων καὶ φυτευθέντων αὔξησις, ἡ μὲν εἰς τὸ κάτω ῥίζας ἀποτείνουσα οἱονεὶ θεμελίους, ἡ δ’ εἰς τὸ ἄνω πρὸς ὕψος αἰρομένων καὶ στελεχουμένων; ἔπειτα βλαστοὶ καὶ πετάλων ἐκφύσεις, εἶτ’ ἐπὶ πᾶσι καρποῦ φορά· καὶ πάλιν καρπὸς οὐ τέλειος, ἀλλ’ ἔχων παντοίας μεταβολὰς κατά τε τὴν ἐν μεγέθει ποσότητα καὶ τὰς ἐν πολυμόρφοις ἰδέαις ποιότητας· ἀποτίκτεται μὲν γὰρ ὁ καρπὸς ἐοικὼς ἀμερέσι ψήγμασιν ὑπὸ βραχύτητος μόλις ὁρατοῖς, ἅπερ οὐκ ἀπὸ σκοποῦ φαίη τις ἂν εἶναι πρῶτα αἰσθητά· μετὰ δὲ ταῦτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἔκ τε τῆς ἐποχετευομένης τροφῆς, ἣ ἄρδει τὸ δένδρον, κἀκ τῆς εὐκρασίας τῶν πνευμάτων, ἃ ψυχραῖς ἅμα καὶ μαλακωτέραις αὔραις ζωπυρεῖται καὶ τιθηνεῖται, συναύξεται πρὸς ὄγκον ἐπιδιδοὺς τελειότατον· σὺν δὲ τῷ μεγέθει καὶ τὰς ποιότητας ἀλλάττει, καθάπερ ὑπὸ γραφικῆς ἐπιστήμης χρώμασι διαφόροις ποικιλλόμενος.
(XIII) 42 ἐν δὲ τῇ πρώτῃ γενέσει τῶν ὅλων, καθάπερ ἔφην, ὁ θεὸς ἅπασαν τὴν τῶν φυτῶν ὕλην ἐκ γῆς ἀνεδίδου τελείαν καρποὺς ἔχουσαν οὐκ ἀτελεῖς ἀλλ’ ἀκμάζοντας, εἰς ἑτοιμοτάτην καὶ ἀνυπέρθετον χρῆσιν καὶ ἀπόλαυσιν ζῴων τῶν αὐτίκα γενησομένων. 43 ὁ μὲν δὴ προστάττει τῇ γῇ ταῦτα γεννῆσαι· ἡ δ’ ὥσπερ ἐκ πολλοῦ κυοφοροῦσα καὶ ὠδίνουσα τίκτει πάσας μὲν τὰς σπαρτῶν, πάσας δὲ τὰς δένδρων, ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας. ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχοντες, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις. 44 ἐβουλήθη γὰρ ὁ θεὸς δολιχεύειν τὴν φύσιν ἀπαθανατίζων τὰ γένη καὶ μεταδιδοὺς αὐτοῖς ἀιδιότητος· οὗ χάριν καὶ ἀρχὴν πρὸς τέλος ἦγε καὶ ἐπέσπευδε καὶ τέλος ἐπ’ ἀρχὴν ἀνακάμπτειν ἐποίει· ἔκ τε γὰρ φυτῶν ὁ καρπός, ὡς ἂν ἐξ ἀρχῆς τέλος, καὶ ἐκ καρποῦ τὸ σπέρμα περιέχοντος ἐν ἑαυτῷ πάλιν τὸ φυτόν, ὡς ἂν ἐκ τέλους ἀρχή.
(XIV) 45 Τῇ δὲ τετάρτῃ ἡμέρᾳ μετὰ τὴν γῆν τὸν οὐρανὸν ἐποίκιλλε διακοσμῶν, οὐκ ἐπειδὴ τοῦτον ἐν ὑστέρῳ γῆς ἔταττε, τῇ μὲν ἐλάττονι φύσει προνομίαν διδούς, τὴν δὲ κρείττονα καὶ θειοτέραν δευτερείων ἀξιῶν, ἀλλ’ εἰς ἔνδειξιν ἐναργεστάτην κράτους ἀρχῆς. προλαβὼν γὰρ περὶ τῶν οὔπω γεγονότων ¦ ἀνθρώπων, οἷοι τὰς γνώμας ἔσονται, στοχασταὶ τῶν εἰκότων καὶ πιθανῶν, ἐν οἷς πολὺ τὸ εὔλογον, ἀλλ’ οὐχὶ τῆς ἀκραιφνοῦς ἀληθείας, καὶ ὅτι πιστεύσουσι μᾶλλον τοῖς φαινομένοις ἢ θεῷ σοφιστείαν πρὸ σοφίας θαυμάσαντες, κατιδόντες τε αὖθις τὰς ἡλίου καὶ σελήνης περιόδους, δι’ ὧν θέρη χειμῶνες καὶ ἔαρος καὶ μετοπώρου τροπαί, τῶν ἐκ γῆς ἀνὰ πᾶν ἔτος φυομένων καὶ γιγνομένων ἁπάντων αἰτίας ὑπολήψονται τὰς τῶν κατ’ οὐρανὸν ἀστέρων περιπολήσεις, ἵνα μηδενὶ γενητῷ τὰς πρώτας ἀνατιθέναι τινὲς τολμῶσιν ἢ διὰ θράσος ἀναίσχυντον ἢ δι’ ἀμαθίαν ὑπερβάλλουσαν, ἀναδραμέτωσαν, 46 φησί, ταῖς διανοίαις ἐπὶ τὴν πρώτην τῶν ὅλων γένεσιν, ὅτε πρὸ ἡλίου καὶ σελήνης παντοῖα μὲν φυτά, παντοίους δὲ καρποὺς ἤνεγκεν ἡ γῆ, καὶ θεασάμενοι ταῖς διανοίαις ἐλπιζέτωσαν ὅτι καὶ αὖθις οἴσει κατὰ πρόσταξιν τοῦ πατρός, ὅταν αὐτῷ δοκῇ μὴ προσδεηθέντι τῶν κατ’ οὐρανὸν ἐκγόνων, οἷς δυνάμεις μὲν ἔδωκεν, οὐ μὴν αὐτοκρατεῖς· οἷα γὰρ ἡνίοχος ἡνιῶν ἢ κυβερνήτης οἰάκων ἐνειλημμένος ἄγει ᾗ ἂν ἐθέλῃ κατὰ νόμον καὶ δίκην ἕκαστα μηδενὸς προσδεόμενος ἄλλου· πάντα γὰρ θεῷ δυνατά.
(XV) 47 ἥδ’ ἐστὶν αἰτία δι’ ἣν προτέρα μὲν ἐβλάστησε καὶ ἐχλοηφόρησεν ἡ γῆ. ὁ δ’ οὐρανὸς διεκοσμεῖτο αὖθις ἐν ἀριθμῷ τελείῳ τετράδι, ἣν δεκάδος τῆς παντελείας οὐκ ἂν διαμάρτοι τις ἀφορμὴν εἶναι λέγων καὶ πηγήν· ὃ γὰρ ἐντελεχείᾳ δεκάς, τοῦτο τετράς, ὡς ἔοικε, δυνάμει· εἰ γοῦν οἱ ἀπὸ μονάδος ἄχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα γεννήσουσιν, ἥτις ὅρος τῆς ἀπειρίας τῶν ἀριθμῶν ἐστι, περὶ ὃν ὡς καμπτῆρα εἱλοῦνται καὶ ἀνακάμπτουσι. 48 περιέχει δ’ ἡ τετρὰς καὶ τοὺς λόγους τῶν κατὰ μουσικὴν συμφωνιῶν, τῆς τε διὰ τεττάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν καὶ προσέτι δὶς διὰ πασῶν, ἐξ ὧν σύστημα τὸ τελειότατον ἀπογεννᾶται· τῆς μὲν διὰ τεττάρων ὁ λόγος ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τετραπλάσιος δὲ τῆς δὶς διὰ πασῶν· οὓς ἅπαντας ἡ τετρὰς ἔχει περιλαβοῦσα, τὸν μὲν ἐπίτριτον ἐν τῷ τέσσαρα πρὸς τρία, τὸν δ’ ἡμιόλιον ἐν τῷ ¦ τρία πρὸς δύο, τὸν δὲ διπλάσιον ἐν τῷ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο, τὸν δὲ τετραπλάσιον ἐν τῷ τέσσαρα πρὸς ἕν.
(XVI) 49 ἔστι δὲ καὶ δύναμις ἄλλη τετράδος λεχθῆναί τε καὶ νοηθῆναι θαυμασιωτάτη. πρώτη γὰρ αὕτη τὴν τοῦ στερεοῦ φύσιν ἔδειξε, τῶν πρὸ αὐτῆς ἀριθμῶν τοῖς ἀσωμάτοις ἀνακειμένων· κατὰ μὲν γὰρ τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεωμετρίᾳ σημεῖον, κατὰ δὲ τὰ δύο γραμμή, διότι ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται γραμμή· γραμμὴ δ’ ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσγενομένου γίνεται ἐπιφάνεια, ἣ τέτακται κατὰ τριάδα· ἐπιφανείᾳ δὲ πρὸς τὴν τοῦ στερεοῦ φύσιν ἑνὸς δεῖ τοῦ βάθους, ὃ προστεθὲν τριάδι γίνεται τετράς. ὅθεν καὶ μέγα χρῆμα συμβέβηκεν εἶναι τὸν ἀριθμὸν τοῦτον, ὃς ἐκ τῆς ἀσωμάτου καὶ νοητῆς οὐσίας ἤγαγεν εἰς ἔννοιαν ἡμᾶς τριχῆ διαστατοῦ σώματος τοῦ φύσει πρῶτον αἰσθητοῦ. 50 ὁ δὲ μὴ συνεὶς τὸ λεγόμενον ἔκ τινος παιδιᾶς εἴσεται πάνυ συνήθους. οἱ καρυατίζοντες εἰώθασι τρία ἐν ἐπιπέδῳ κάρυα προτιθέντες ἐπιφέρειν ἕν, σχῆμα πυραμοειδὲς ἀπογεννῶντες· τὸ μὲν οὖν ἐν ἐπιπέδῳ τρίγωνον ἵσταται μέχρι τριάδος, τὸ δ’ ἐπιτεθὲν τετράδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι πυραμίδα γεννᾷ, στερεὸν ἤδη σῶμα. 51 πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν· αὐτίκα γοῦν ὁ ἓξ συντιθέμενος ἐκ δυοῖν τριάδων οὐκέτι γεννᾶται πολυπλασιασθεισῶν, ἀλλ’ ἕτερος, ὁ ἐννέα. 52 πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς, ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη δὲ κἀκεῖνο προσθεῖναι, ὅτι καὶ τῇ τοῦ παντὸς οὐρανοῦ τε καὶ κόσμου γενέσει γέγονεν ἀρχή· τὰ γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδημιουργήθη, καθάπερ ἀπὸ πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος· καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι τέτταρες αἱ ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως, τετραχῆ τοῦ ἐνιαυτοῦ διανεμηθέντος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον.
(XVII) 53 Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν, ¦ ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά· χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας· 54 ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον.
(XVIII) 55 πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν, ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν. 56 οἵαν δ’ ἕκαστον παρέχεται τῶν εἰρημένων χρείαν τε καὶ ὠφέλειαν, δῆλον μὲν ἐκ τῆς ἐναργείας, πρὸς δ’ ἀκριβεστέραν κατάληψιν οὐκ ἄτοπον ἴσως καὶ λόγῳ τἀληθὲς ἰχνηλατῆσαι. τοῦ δὴ σύμπαντος χρόνου διανεμηθέντος εἰς δύο τμήματα, ἡμέραν τε καὶ νύκτα, τῆς μὲν ἡμέρας τὸ κράτος ὁ πατὴρ ἀνεδίδου τῷ ἡλίῳ, οἷα μεγάλῳ βασιλεῖ, τῆς δὲ νυκτὸς σελήνῃ καὶ τῷ πλήθει τῶν ἄλλων ἀστέρων. 57 τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου ¦ κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας.
(XIX) 58 γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας, ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος· 59 ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι “γεγόνασιν εἰς σημεῖα” οἱ ἀστέρες, προσέτι μέντοι καὶ “εἰς καιρούς” (Gen. 1, 14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις. 60 γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός. 61 εἰς τοσαύτας καὶ οὕτως ἀναγκαίας διατείνουσιν ὠφελείας αἱ τῶν κατ’ οὐρανὸν φύσεις τε καὶ κινήσεις ἀστέρων· εἰς πόσα δ’ ἄλλα φαίην ἂν ἔγωγε τῶν ἡμῖν μὲν ἀδηλουμένων – οὐ γὰρ πάντα τῷ θνητῷ γένει γνώριμα – , πρὸς δὲ τὴν τοῦ ὅλου συνεργούντων διαμονήν, ἃ θεσμοῖς καὶ νόμοις, οὓς ὥρισεν ὁ θεὸς ἀκινήτους ἐν τῷ παντί, συμβαίνει πάντῃ τε καὶ πάντως ἐπιτελεῖσθαι.
(XX) 62 Γῆς δὲ καὶ οὐρανοῦ διακοσμηθέντων τοῖς προσήκουσι κόσμοις, τῆς μὲν τριάδι, τοῦ δ’ ὡς ἐλέχθη τετράδι, τὰ θνητὰ γένη ζῳοπλαστεῖν ἐνεχείρει, τὴν ἀρχὴν ἀπὸ τῶν ἐνύδρων ποιούμενος ἡμέρᾳ ¦ πέμπτῃ, νομίσας οὐδὲν οὕτως ἕτερον ἑτέρῳ συγγενὲς ὡς ζῴοις πεντάδα. διαφέρει γὰρ ἔμψυχα ἀψύχων οὐδενὶ μᾶλλον ἢ αἰσθήσει· πενταχῆ δὲ τμητὸν αἴσθησις, εἰς ὅρασιν, εἰς ἀκοήν, εἰς γεῦσιν, εἰς ὄσφρησιν, εἰς ἁφήν· ἑκάστῃ μέντοι προσένειμεν ὁ ποιῶν καὶ ἐξαιρέτους ὕλας καὶ κριτήριον ἴδιον, ᾧ δικάσει τὰ ὑποπίπτοντα· χρώματα μὲν [ἡ] ὅρασις, φωνὰς δὲ ἀκοή, χυλοὺς δὲ γεῦσις, καὶ ὄσφρησις ἀτμούς, μαλακότητας δὲ καὶ σκληρότητας καὶ ὅσα θερμὰ ἢ ψυχρὰ λειότητάς τε καὶ τραχύτητας ἁφή. 63 παντοῖα οὖν ἰχθύων γένη καὶ κητῶν κελεύει συνίστασθαι κατὰ τόπους διαφέροντα καὶ τοῖς μεγέθεσι καὶ ταῖς ποιότησιν· ἄλλα γὰρ ἐν ἄλλοις πελάγεσιν, ἔστι δ’ ὅτε καὶ ταὐτά· πλὴν οὐ πανταχοῦ πάντα διεπλάττετο, καὶ μήποτ’ εἰκότως· χαίρει γὰρ τὰ μέν τινα τεναγώδει καὶ οὐ πάνυ βαθείᾳ θαλάττῃ, τὰ δ’ ὑποδρόμοις καὶ λιμέσι μήτ’ ἐπὶ γῆν ἀνέρπειν μήτε πόρρω γῆς ἐπινήχεσθαι δυνάμενα, τὰ δὲ κατὰ μέσον καὶ βαθὺ πέλαγος διαιτώμενα τὰς προκεχυμένας ἄκρας ἢ νήσους ἢ πέτρας ἐκτρέπεται· καὶ τὰ μὲν εὐδίᾳ καὶ γαλήνῃ σφριγᾷ, τὰ δὲ κλύδωνι καὶ κυματώσει· ταῖς γὰρ συνεχέσι πληγαῖς γυμναζόμενα καὶ βίᾳ τὴν φορὰν ἀνωθοῦντα κραταιότερά τέ ἐστι καὶ πιαίνεται μᾶλλον. εὐθὺς δὲ καὶ τὰ γένη τῶν πτηνῶν ἐδημιούργει ὡς ἀδελφὰ τῶν καθ’ ὕδατος – ἑκάτερα γὰρ νηκτά – μηδεμίαν ἰδέαν τῶν ἀεροπόρων ἀτελῆ καταλιπών.
(XXI) 64 Ἤδη δ’ ὕδατος καὶ ἀέρος τὰ προσήκοντα τῶν ζῴων γένη καθάπερ τινὰ κλῆρον οἰκεῖον ἀπειληφότων, πάλιν ἐκάλει τὴν γῆν εἰς τὴν τοῦ ὑπολειφθέντος μέρους γένεσιν – ὑπολέλειπτο δὲ μετὰ τὰ φυτὰ ζῴων τὰ χερσαῖα – καί φησιν· ἐξαγαγέτω ἡ γῆ κτήνη καὶ θηρία καὶ ἑρπετὰ καθ’ ἕκαστον γένος (Gen. 1, 24). ἡ δὲ τὰ προσταχθέντα αὐτίκα ἀνίησι τῇ τε κατασκευῇ διαφέροντα καὶ ταῖς ῥώμαις καὶ ταῖς ἐνυπαρχούσαις βλαπτικαῖς ἢ ὠφελητικαῖς δυνάμεσιν. 65 ἐπὶ δὲ πᾶσιν ἐποίει τὸν ἄνθρωπον· ὃν δὲ τρόπον, μικρὸν ὕστερον ἐρῶ πρότερον ἐκεῖνο δηλώσας, ὅτι παγκάλῳ τῷ τῆς ἀκολουθίας εἱρμῷ κέχρηται, καθ’ ἣν ὑφηγήσατο ζῳογονίαν. ψυχῆς γὰρ ἡ μὲν ἀργοτάτη καὶ ἥκιστα τετυπωμένη τῷ γένει τῶν ἰχθύων προσκεκλήρωται, ἡ δ’ ἀκριβεστάτη καὶ κατὰ πάντα ἀρίστη τῷ τῶν ἀνθρώπων, ἡ δ’ ἀμφοῖν μεθόριος τῷ τῶν χερσαίων καὶ ἀεροπόρων· αὕτη γὰρ αἰσθητικωτέρα μέν ἐστι τῆς ἐν ἰχθύσιν, ἀμυδροτέρα δὲ τῆς ἐν ἀνθρώποις. 66 διὸ ¦ τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ ῥᾳδίως φθείροιντο· μετὰ δὲ τοὺς ἰχθύας τὰ πτηνὰ καὶ χερσαῖα· ἤδη γὰρ ταῦτα αἰσθητικώτερα καὶ διὰ τῆς κατασκευῆς ἐμφαίνοντα τρανοτέρας τὰς τῆς ψυχώσεως ἰδιότητας· ἐπὶ δὲ πᾶσιν, ὡς ἐλέχθη, τὸν ἄνθρωπον, ᾧ νοῦν ἐξαίρετον ἐδωρεῖτο, ψυχῆς τινα ψυχὴν καθάπερ κόρην ἐν ὀφθαλμῷ· καὶ γὰρ ταύτην οἱ τὰς φύσεις τῶν πραγμάτων ἀκριβέστερον ἐρευνῶντες ὀφθαλμοῦ λέγουσιν ὀφθαλμὸν εἶναι.
(XXII) 67 Τότε μὲν οὖν ἅμα πάντα συνίστατο. συνισταμένων δ’ ὁμοῦ πάντων, ἡ τάξις ἀναγκαίως λόγῳ ὑπεγράφετο διὰ τὴν ἐσομένην αὖθις ἐξ ἀλλήλων γένεσιν. ἐν δὲ τοῖς κατὰ μέρος γινομένοις τάξις ἥδ’ ἐστίν, ἄρχεσθαι μὲν ἀπὸ τοῦ φαυλοτάτου τὴν φύσιν, λήγειν δ’ εἰς τὸ πάντων ἄριστον· τί δὲ τοῦτ’ ἐστί, δηλωτέον. τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε· τοῦθ’ ὡς ἔστι φαυλότατον ἐοικὸς ἀφρῷ, θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν στηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται· φύσις δὲ βέλτιον σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς· ἡ δ’ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν· τὴν γὰρ τοῦ λογισμοῦ τανῦν ὑπερθετέον διὰ τοὺς φάσκοντας θύραθεν αὐτὸν ἐπεισιέναι θεῖον καὶ ἀίδιον ὄντα. 68 οὐκοῦν ἤρξατο μὲν ἀπὸ σπέρματος εὐτελοῦς ἡ φύσις, ἔληξε δ’ εἰς τὸ τιμιώτατον, τὴν ζῴου καὶ ἀνθρώπου κατασκευήν. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῆς τοῦ παντὸς γενέσεως συμβέβηκεν· ἡνίκα γὰρ ζῷα διαπλάττειν ἔδοξε τῷ δημιουργῷ, τὰ μὲν πρῶτα τῇ τάξει φαυλότερά πως ἦν, ἰχθύες, τὰ δ’ ὕστατα ἄριστα, ἄνθρωποι, τὰ δ’ ἄλλα μέσα τῶν ἄκρων, ἀμείνω μὲν τῶν προτέρων, χείρω δὲ τῶν ἑτέρων, χερσαῖα καὶ πτηνά.
(XXIII) 69 μετὰ δὴ τἆλλα πάντα, καθάπερ ἐλέχθη, τὸν ἄνθρωπόν φησι γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν (Gen. 1, 26)· πάνυ καλῶς, ἐμφερέστερον γὰρ οὐδὲν γηγενὲς ἀνθρώπου θεῷ. τὴν δ’ ἐμφέρειαν μηδεὶς εἰκαζέτω σώματος χαρακτῆρι· οὔτε γὰρ ἀνθρωπόμορφος ὁ θεὸς οὔτε θεοειδὲς τὸ ἀνθρώπειον ¦ σῶμα. ἡ δὲ εἰκὼν λέλεκται κατὰ τὸν τῆς ψυχῆς ἡγεμόνα νοῦν· πρὸς γὰρ ἕνα τὸν τῶν ὅλων ἐκεῖνον ὡς ἂν ἀρχέτυπον ὁ ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἀπεικονίσθη, τρόπον τινὰ θεὸς ὢν τοῦ φέροντος καὶ ἀγαλματοφοροῦντος αὐτόν· ὃν γὰρ ἔχει λόγον ὁ μέγας ἡγεμὼν ἐν ἅπαντι τῷ κόσμῳ, τοῦτον ὡς ἔοικε καὶ ὁ ἀνθρώπινος νοῦς ἐν ἀνθρώπῳ· ἀόρατός τε γάρ ἐστιν αὐτὸς τὰ πάντα ὁρῶν καὶ ἄδηλον ἔχει τὴν οὐσίαν τὰς τῶν ἄλλων καταλαμβάνων· καὶ τέχναις καὶ ἐπιστήμαις πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς λεωφόρους ἁπάσας διὰ γῆς ἔρχεται καὶ θαλάττης τὰ ἐν ἑκατέρᾳ φύσει διερευνώμενος· 70 καὶ πάλιν πτηνὸς ἀρθεὶς καὶ τὸν ἀέρα καὶ τὰ τούτου παθήματα κατασκεψάμενος ἀνωτέρω φέρεται πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πλανήτων τε καὶ ἀπλανῶν χορείαις συμπεριποληθεὶς κατὰ τοὺς μουσικῆς τελείας νόμους, ἑπόμενος ἔρωτι σοφίας ποδηγετοῦντι, πᾶσαν τὴν αἰσθητὴν οὐσίαν ὑπερκύψας, ἐνταῦθα ἐφίεται τῆς νοητῆς· 71 καὶ ὧν εἶδεν ἐνταῦθα αἰσθητῶν ἐν ἐκείνῃ τὰ παραδείγματα καὶ τὰς ἰδέας θεασάμενος, ὑπερβάλλοντα κάλλη, μέθῃ νηφαλίῳ κατασχεθεὶς ὥσπερ οἱ κορυβαντιῶντες ἐνθουσιᾷ, ἑτέρου γεμισθεὶς ἱμέρου καὶ πόθου βελτίονος, ὑφ’ οὗ πρὸς τὴν ἄκραν ἁψῖδα παραπεμφθεὶς τῶν νοητῶν ἐπ’ αὐτὸν ἰέναι δοκεῖ τὸν μέγαν βασιλέα· γλιχομένου δ’ ἰδεῖν, ἀθρόου φωτὸς ἄκρατοι καὶ ἀμιγεῖς αὐγαὶ χειμάρρου τρόπον ἐκχέονται, ὡς ταῖς μαρμαρυγαῖς τὸ τῆς διανοίας ὄμμα σκοτοδινιᾶν. ἐπεὶ δ’ οὐ σύμπασα εἰκὼν ἐμφερὴς ἀρχετύπῳ παραδείγματι, πολλαὶ δ’ εἰσὶν ἀνόμοιοι, προσεπεσημήνατο εἰπὼν τῷ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν εἰς ἔμφασιν ἀκριβοῦς ἐκμαγείου τρανὸν τύπον ἔχοντος.
(XXIV) 72 Ἀπορήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ, τί δήποτε τὴν ἀνθρώπου μόνου γένεσιν οὐχ ἑνὶ δημιουργῷ καθάπερ τἆλλα ἀνέθηκεν, ἀλλ’ ὡσανεὶ πλείοσιν· εἰσάγει γὰρ τὸν πατέρα τῶν ὅλων ταυτὶ λέγοντα· “ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν”. μὴ γὰρ χρεῖός ἐστιν, εἴποιμ’ ἄν, οὑτινοσοῦν, ᾧ πάντα ὑπήκοα; ἢ τὸν μὲν οὐρανὸν ἡνίκα ἐποίει καὶ τὴν γῆν καὶ τὴν θάλατταν, οὐδενὸς ἐδεήθη τοῦ συνεργήσοντος, ἄνθρωπον δὲ βραχὺ ζῷον οὕτως καὶ ἐπίκηρον οὐχ οἷός τε ἦν δίχα συμπράξεως ἑτέρων αὐτὸς ἀφ’ ἑαυτοῦ κατασκευάσασθαι; τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν θεὸν ἀνάγκη μόνον εἰδέναι, τὴν δ’ εἰκότι στοχασμῷ πιθανὴν καὶ εὔλογον εἶναι δοκοῦσαν οὐκ ἀποκρυπτέον. ¦ ἔστι δὲ ἥδε. 73 τῶν ὄντων τὰ μὲν οὔτ’ ἀρετῆς οὔτε κακίας μετέχει, ὥσπερ φυτὰ καὶ ζῷα ἄλογα, τὰ μὲν ὅτι ἄψυχά τέ ἐστι καὶ ἀφαντάστῳ φύσει διοικεῖται, τὰ δ’ ὅτι νοῦν καὶ λόγον ἐκτέτμηται· κακίας δὲ καὶ ἀρετῆς ὡς ἂν οἶκος νοῦς καὶ λόγος, ᾧ πεφύκασιν ἐνδιαιτᾶσθαι· τὰ δ’ αὖ μόνης κεκοινώνηκεν ἀρετῆς ἀμέτοχα πάσης ὄντα κακίας, ὥσπερ οἱ ἀστέρες· οὗτοι γὰρ ζῷά τε εἶναι λέγονται καὶ ζῷα νοερά, μᾶλλον δὲ νοῦς αὐτὸς ἕκαστος, ὅλος δι’ ὅλων σπουδαῖος καὶ παντὸς ἀνεπίδεκτος κακοῦ· τὰ δὲ τῆς μικτῆς ἐστι φύσεως, ὥσπερ ἄνθρωπος, ὃς ἐπιδέχεται τἀναντία, φρόνησιν καὶ ἀφροσύνην, σωφροσύνην καὶ ἀκολασίαν, ἀνδρείαν καὶ δειλίαν, δικαιοσύνην καὶ ἀδικίαν, καὶ συνελόντι φράσαι ἀγαθὰ καὶ κακά, καλὰ καὶ αἰσχρά, ἀρετὴν καὶ κακίαν. 74 τῷ δὴ πάντων πατρὶ θεῷ τὰ μὲν σπουδαῖα δι’ αὑτοῦ μόνου ποιεῖν οἰκειότατον ἦν ἕνεκα τῆς πρὸς αὐτὸν συγγενείας, τὰ δὲ ἀδιάφορα οὐκ ἀλλότριον, ἐπειδὴ καὶ ταῦτα τῆς ἐχθρᾶς αὐτῷ κακίας ἀμοιρεῖ, τὰ δὲ μικτὰ τῇ μὲν οἰκεῖον τῇ δ’ ἀνοίκειον, οἰκεῖον μὲν ἕνεκα τῆς ἀνακεκραμένης βελτίονος ἰδέας, ἀνοίκειον δὲ ἕνεκα τῆς ἐναντίας καὶ χείρονος. 75 διὰ τοῦτ’ ἐπὶ μόνης τῆς ἀνθρώπου γενέσεώς φησιν ὅτι εἶπεν ὁ θεὸς “ποιήσωμεν”, ὅπερ ἐμφαίνει συμπαράληψιν ἑτέρων ὡς ἂν συνεργῶν, ἵνα ταῖς μὲν ἀνεπιλήπτοις βουλαῖς τε καὶ πράξεσιν ἀνθρώπου κατορθοῦντος ἐπιγράφηται θεὸς ὁ πάντων ἡγεμών, ταῖς δ’ ἐναντίαις ἕτεροι τῶν ὑπηκόων· ἔδει γὰρ ἀναίτιον εἶναι κακοῦ τὸν πατέρα τοῖς ἐκγόνοις· κακὸν δ’ ἡ κακία καὶ αἱ κατὰ κακίαν ἐνέργειαι. 76 πάνυ δὲ καλῶς τὸ γένος ἄνθρωπον εἰπὼν διέκρινε τὰ εἴδη φήσας ἄρρεν τε καὶ θῆλυ δεδημιουργῆσθαι, μήπω τῶν ἐν μέρει μορφὴν λαβόντων, ἐπειδὴ τὰ προσεχέστατα τῶν εἰδῶν ἐνυπάρχει τῷ γένει καὶ ὥσπερ ἐν κατόπτρῳ διαφαίνεται τοῖς ὀξὺ καθορᾶν δυναμένοις.
(XXV) ¦ 77 Ἐπιζητήσειε δ’ ἄν τις τὴν αἰτίαν, δι’ ἣν ὕστατόν ἐστιν ἄνθρωπος τῆς τοῦ κόσμου γενέσεως· ἐφ’ ἅπασι γὰρ τοῖς ἄλλοις αὐτὸν ὁ ποιητὴς καὶ πατήρ, ὥσπερ αἱ ἱεραὶ γραφαὶ μηνύουσιν, εἰργάσατο. λέγουσιν οὖν οἱ τοῖς νόμοις ἐπὶ πλέον ἐμβαθύναντες καὶ τὰ κατ’ αὐτοὺς ὡς ἔνι μάλιστα μετὰ πάσης ἐξετάσεως ἀκριβοῦντες, ὅτι τῆς αὑτοῦ συγγενείας μεταδοὺς ὁ θεὸς ἀνθρώπῳ τῆς λογικῆς, ἥτις ἀρίστη δωρεῶν ἦν, οὐδὲ τῶν ἄλλων ἐφθόνησεν, ἀλλ’ ὡς οἰκειοτάτῳ καὶ φιλτάτῳ ζῴῳ τὰ ἐν κόσμῳ πάντα προητοιμάσατο βουληθεὶς γενόμενον αὐτὸν μηδενὸς ἀπορῆσαι τῶν πρός τε τὸ ζῆν καὶ τὸ εὖ ζῆν· ὧν τὸ μὲν παρασκευάζουσιν αἱ χορηγίαι καὶ ἀφθονίαι τῶν πρὸς ἀπόλαυσιν, τὸ δὲ ἡ θεωρία τῶν κατ’ οὐρανόν, ἀφ’ ἧς πληχθεὶς ὁ νοῦς ἔρωτα καὶ πόθον ἔσχε τῆς τούτων ἐπιστήμης· ὅθεν τὸ φιλοσοφίας ἀνεβλάστησε γένος, ὑφ’ οὗ καίτοι θνητὸς ὢν ἄνθρωπος ἀπαθανατίζεται. 78 καθάπερ οὖν οἱ ἑστιάτορες οὐ πρότερον ἐπὶ δεῖπνον καλοῦσιν ἢ τὰ πρὸς εὐωχίαν πάντα εὐτρεπίσαι καὶ οἱ τοὺς γυμνικοὺς ἀγῶνας καὶ σκηνικοὺς τιθέντες, πρὶν συναγαγεῖν τοὺς θεατὰς εἴς τε τὰ θέατρα καὶ τὰ στάδια, εὐτρεπίζουσιν ἀγωνιστῶν καὶ θεαμάτων καὶ ἀκουσμάτων πλῆθος, τὸν αὐτὸν τρόπον καὶ ὁ τῶν ὅλων ἡγεμὼν οἷά τις ἀθλοθέτης καὶ ἑστιάτωρ ἄνθρωπον καλεῖν μέλλων ἐπί τε εὐωχίαν καὶ θεωρίαν τὰ εἰς ἑκάτερον εἶδος προευτρεπίσατο, ἵν’ εἰς τὸν κόσμον εἰσελθὼν εὐθὺς εὕρῃ καὶ συμπόσιον καὶ θέατρον ἱερώτατον, τὸ μὲν ἁπάντων πλῆρες ὅσα γῆ καὶ ποταμοὶ καὶ θάλαττα καὶ ἀὴρ φέρουσιν εἰς χρῆσιν καὶ ἀπόλαυσιν, τὸ δὲ παντοίων θεαμάτων, ἃ καταπληκτικωτάτας μὲν ἔχει τὰς οὐσίας, καταπληκτικωτάτας δὲ τὰς ποιότητας, θαυμασιωτάτας δὲ τὰς κινήσεις καὶ χορείας ἐν τάξεσιν ἡρμοσμέναις καὶ ἀριθμῶν ἀναλογίαις καὶ περιόδων συμφωνίαις· ἐν αἷς ἁπάσαις τὴν ἀρχέτυπον καὶ ἀληθῆ καὶ παραδειγματικὴν μουσικὴν οὐκ ἂν ἁμαρτάνοι τις εἶναι λέγων, ἀφ’ ἧς οἱ μετὰ ταῦτα ἄνθρωποι γραψάμενοι <ἐν> ταῖς ἑαυτῶν ψυχαῖς τὰς εἰκόνας ἀναγκαιοτάτην καὶ ὠφελιμωτάτην τέχνην τῷ βίῳ παρέδοσαν.
(XXVI) 79 ἥδε μὲν αἰτία πρώτη, δι’ ἣν ἄνθρωπος ἐφ’ ἅπασι γεγενῆσθαι δοκεῖ· δευτέραν δ’ οὐκ ἀπὸ σκοποῦ λεκτέον. ἅμα τῇ πρώτῃ γενέσει τὰς εἰς τὸ ζῆν παρασκευὰς ἁπάσας εὗρεν ἄνθρωπος, εἰς διδασκαλίαν τῶν ἔπειτα, μόνον οὐκ ἄντικρυς βοώσης τῆς φύσεως, ὅτι μιμούμενοι τὸν ἀρχηγέτην τοῦ γένους ἀπόνως καὶ ἀταλαιπώρως ἐν ἀφθονωτάτῃ τῶν ἀναγκαίων εὐπορίᾳ διάξουσιν. τουτὶ δὲ συμβήσεται, ¦ ἐὰν μήτε αἱ ἄλογοι ἡδοναὶ ψυχῆς δυναστεύσωσι γαστριμαργίαν καὶ λαγνείαν ἐπιτειχίσασαι μήτε αἱ δόξης ἢ χρημάτων ἢ ἀρχῆς ἐπιθυμίαι τὸ τοῦ βίου κράτος ἀνάψωνται μήτε στείλωσι καὶ κάμψωσι διάνοιαν αἱ λῦπαι μήθ’ ὁ κακὸς σύμβουλος φόβος τὰς ἐπὶ τὰ σπουδαῖα τῶν ἔργων ὁρμὰς ἀναχαιτίσῃ μήτ’ ἀφροσύνη καὶ δειλία καὶ ἀδικία καὶ τὸ τῶν ἄλλων κακιῶν ἀμήχανον πλῆθος ἐπιθῆται. 80 νυνὶ μὲν γὰρ πάντων ὅσα λέλεκται παρευημερησάντων καὶ τῶν ἀνθρώπων ἀνέδην ἐκκεχυμένων εἴς τε τὰ πάθη καὶ τὰς ἀκράτορας καὶ ὑπαιτίους ἃς οὐδ’ εἰπεῖν θέμις ὀρέξεις, ἀπαντᾶται δίκη προσήκουσα τιμωρὸς ἀσεβῶν ἐπιτηδευμάτων· ἔστι δ’ ἡ δίκη τὸ τῶν ἀναγκαίων δυσπόριστον· μόλις γὰρ ἀνατέμνοντες τὴν πεδιάδα καὶ πηγῶν ῥεῖθρα καὶ ποταμῶν ἐποχετεύοντες σπείροντές τε καὶ φυτεύοντες καὶ τὸν γεωπόνων κάματον μεθ’ ἡμέραν καὶ νύκτωρ ἀτρύτως ἐκδεχόμενοι δι’ ἔτους συγκομίζουσι τὰ ἐπιτήδεια καὶ ταῦτ’ ἔστιν ὅτε λυπρὰ καὶ οὐ πάνυ διαρκῆ διὰ πολλὰς βλαβέντα αἰτίας· ἢ γὰρ ὄμβρων ἐπαλλήλων φοραὶ κατέσυραν ἢ χαλάζης βάρος ἐπενεχθείσης ἀθρόως κατέκλασεν ἢ χιὼν περιέψυξεν ἢ βία πνευμάτων ῥίζαις αὐταῖς ἀνέτρεψε· πολλὰ γὰρ ὕδωρ καὶ ἀὴρ εἰς ἀγονίαν καρπῶν νεωτερίζουσιν. 81 εἰ δὲ σωφροσύνῃ μὲν ἐξευμαρισθεῖεν αἱ ἄμετροι τῶν παθῶν ὁρμαί, δικαιοσύνῃ δὲ αἱ περὶ τἀδικεῖν σπουδαί τε καὶ φιλοτιμίαι καὶ συνελόντι φράσαι ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ ἀρετὰς ἐνεργείαις αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς ἀνήνυτοι πράξεις, ἀνῃρημένου μὲν τοῦ πολέμου τοῦ κατὰ ψυχήν, ὃς ἀψευδῶς ἐστι πολέμων ἀργαλεώτατος καὶ βαρύτατος, εἰρήνης δ’ ἐπισχούσης καὶ ταῖς ἐν ἡμῖν δυνάμεσιν εὐνομίαν παρασκευαζούσης ἡσυχῇ τε καὶ πρᾴως, ἐλπὶς ἂν ἦν τὸν θεὸν ἅτε φιλάρετον καὶ φιλόκαλον καὶ προσέτι φιλάνθρωπον τἀγαθὰ αὐτόματα παρασχεῖν ἐξ ἑτοίμου τῷ γένει· δῆλον γὰρ ὡς εὐμαρέστερον τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παραγαγεῖν τὸ τὴν ἐκ τῶν ὄντων φορὰν ἄνευ τέχνης γεωργικῆς ἐπιδαψιλεύσασθαι. δευτέρα μὲν αἰτία ἥδε λελέχθω, τρίτη δ’ ἐστὶ τοιάδε.
(XXVII) 82 ἀρχὴν καὶ τέλος τῶν γεγονότων ὁ θεὸς ἁρμόσασθαι διανοηθεὶς ὡς ἀναγκαῖα καὶ φίλτατα ἀρχὴν μὲν οὐρανὸν ἐποίει, τέλος δὲ ἄνθρωπον, τὸν μὲν τῶν ἐν αἰσθητοῖς ἀφθάρτων τελειότατον, τὸν δὲ τῶν γηγενῶν καὶ φθαρτῶν ἄριστον, βραχύν, ¦ εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐρανὸν πολλὰς ἐν αὑτῷ φύσεις ἀστεροειδεῖς ἀγαλματοφοροῦντα τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς καθ’ ἑκάστην ἀρετὴν ἀοιδίμοις θεωρήμασιν· ἐπειδὴ γὰρ ἐναντία φύσει τό τε φθαρτὸν καὶ τὸ ἄφθαρτον, εἴδους ἑκατέρου τὸ κάλλιστον ἀρχῇ καὶ τέλει προσένειμεν, ἀρχῇ μὲν οὐρανόν, ὡς ἐλέχθη, τέλει δὲ ἄνθρωπον.
(XXVIII) 83 ἐπὶ πᾶσι μέντοι κἀκεῖνο λέγεται πρὸς ἀπόδοσιν αἰτίας ἀναγκαίας. ἔδει πάντων γεγονότων ὕστατον φῦναι τὸν ἄνθρωπον, ἵνα τελευταῖος ἐξαπιναίως τοῖς ἄλλοις ζῴοις ἐπιφανεὶς ἐμποιήσῃ κατάπληξιν· ἔμελλε γὰρ ἰδόντα πρῶτον τεθηπέναι καὶ προσκυνεῖν ὡς ἂν ἡγεμόνα φύσει καὶ δεσπότην· διὸ καὶ θεασάμενα πάντα διὰ πάντων ἡμερώθη καὶ ὅσα τὰς φύσεις ἀγριώτατα κατὰ τὴν πρώτην εὐθὺς πρόσοψιν ἐγίνετο χειροηθέστατα, τὰς μὲν ἀτιθάσους λύττας ἐπιδεικνύμενα κατ’ ἀλλήλων, εἰς δὲ μόνον τὸν ἄνθρωπον τιθασευόμενα. 84 παρ’ ἣν αἰτίαν καὶ γεννήσας αὐτὸν ὁ πατὴρ ἡγεμονικὸν φύσει ζῷον οὐκ ἔργῳ μόνον ἀλλὰ καὶ τῇ διὰ λόγου χειροτονίᾳ καθίστη τῶν ὑπὸ σελήνην ἁπάντων βασιλέα χερσαίων καὶ ἐνύδρων καὶ ἀεροπόρων· ὅσα γὰρ θνητὰ ἐν τοῖς τρισὶ στοιχείοις γῇ ὕδατι ἀέρι πάντα ὑπέταττεν αὐτῷ, τὰ κατ’ οὐρανὸν ὑπεξελόμενος ἅτε θειοτέρας μοίρας ἐπιλαχόντα. πίστις δὲ τῆς ἀρχῆς ἐναργεστάτη τὰ φαινόμενα· θρεμμάτων ἔστιν ὅτε πλήθη μυρία πρὸς ἀνδρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος οὔθ’ ὁπλοφοροῦντος οὔτε σίδηρον οὔτε τι τῶν ἀμυντηρίων ἐπιφερομένου, διφθέραν δ’ αὐτὸ μόνον ἔχοντος σκεπαστήριον καὶ βακτηρίαν ἕνεκα τοῦ διασημῆναί τε καὶ ἐν ταῖς ὁδοιπορίαις εἰ κάμοι στηρίσασθαι· 85 τὰς γοῦν πολυζῴους ἀγέλας προβάτων αἰγῶν βοῶν ἄγει ποιμὴν αἰπόλος βουκόλος, ἄνθρωποι μηδὲ τοῖς σώμασιν ἐρρωμένοι καὶ σφριγῶντες, ὡς ἕνεκα γοῦν εὐεξίας ἐμποιῆσαι τοῖς ἰδοῦσι κατάπληξιν· καὶ αἱ τοσαῦται τῶν τοσούτων ἀλκαί τε καὶ δυνάμεις εὐοπλούντων – ἔχουσι γὰρ τὰς ἐκ φύσεως παρασκευὰς αἷς ἀμύνονται – καθάπερ δοῦλοι δεσπότην κατεπτήχασι καὶ τὰ προσταττόμενα δρῶσι· ταῦροι μὲν καταζεύγνυνται πρὸς ἄροτον γῆς καὶ βαθείας αὔλακας ἀνατέμνοντες δι’ ἡμέρας, ἔστι δ’ ὅτε <καὶ νυκτός>, μακρὸν δόλιχον ἀποτείνουσι γεωπόνου τινὸς ἐφεστῶτος· κριοὶ δὲ βρίθοντες βαθέσι μαλλοῖς ὑπόποκοι κατὰ τὴν ἔαρος ὥραν ὑπὸ ποιμένος κελευσθέντες ἵστανται μετ’ ἠρεμίας ἢ καὶ ἡσυχῇ κατακλινέντες ἐμπαρέχουσιν ἀποκείρασθαι τὸ ἔριον ἐθιζόμενοι καθάπερ αἱ πόλεις τὸν ἐτήσιον ἀποδιδόναι ¦ δασμὸν τῷ φύσει βασιλεῖ· 86 καὶ μὴν τό γε θυμικώτατον ζῷον ἵππος ῥᾳδίως [ἄγεται] χαλιναγωγηθείς, ἵνα μὴ σκιρτῶν ἀφηνιάζῃ, καὶ τὰ νῶτα κοιλάνας εὖ μάλα πρὸς τὸ εὔεδρον δέχεται τὸν ἔποχον καὶ μετέωρον ἀναβαστάσας ὀξύτατα θεῖ σπουδάζων, εἰς οὓς ἂν ἐπείγηται γίνεσθαι τόπους ἐκεῖνος, ἀφικνεῖσθαι καὶ διακομίζειν· ὁ δ’ ἐφιδρυμένος ἄνευ καμάτων κατὰ πολλὴν ἡσυχίαν ἑτέρου σώματι καὶ ποσὶν ἀνύτει τὸν δρόμον.
(XXIX) 87 πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται. 88 μάρτυρες δ’ ἡνίοχοι καὶ κυβερνῆται· οἱ μὲν γὰρ ὑστερίζοντες τῶν ὑποζυγίων καὶ κατόπιν αὐτῶν ἐξεταζόμενοι ᾗ ἂν ἐθέλωσιν αὐτὰ ἄγουσι τῶν ἡνιῶν ἐνειλημμένοι καὶ τοτὲ μὲν ἐφιέντες πρὸς ὀξὺν δρόμον τοτὲ δ’ ἀναχαιτίζοντες, εἰ φορᾷ τοῦ δέοντος πλείονι θέοι· οἱ δ’ αὖ κυβερνῆται πρὸς τὸ τῆς νεὼς ἔσχατον χωρίον πρύμναν παρελθόντες πάντων ὡς ἔπος εἰπεῖν εἰσιν ἄριστοι τῶν ἐμπλεόντων, ἅτε τῆς νεὼς καὶ τῶν ἐν αὐτῇ τὴν σωτηρίαν ἐν χερσὶ ταῖς αὑτῶν ἔχοντες. ἡνίοχον δή τινα καὶ κυβερνήτην ἐφ’ ἅπασιν ὁ ποιητὴς ἐδημιούργει τὸν ἄνθρωπον, ἵνα ἡνιοχῇ καὶ κυβερνᾷ τὰ περίγεια ζῴων καὶ φυτῶν λαβὼν τὴν ἐπιμέλειαν οἷά τις ὕπαρχος τοῦ πρώτου καὶ μεγάλου βασιλέως.
(XXX) 89 Ἐπεὶ δ’ ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος ἀριθμοῦ τελείου φύσιν, τὴν ἐπιοῦσαν ἡμέραν ἑβδόμην ἐσέμνυνεν ὁ πατὴρ ἐπαινέσας καὶ ἁγίαν προσειπών· ἑορτὴ γὰρ οὐ μιᾶς πόλεως ἢ χώρας ἐστὶν ἀλλὰ τοῦ παντός, ἣν κυρίως ἄξιον καὶ μόνην πάνδημον ὀνομάζειν καὶ τοῦ κόσμου γενέθλιον. 90 τὴν δ’ ἑβδομάδος φύσιν οὐκ οἶδ’ εἴ τις ἱκανῶς ἂν ὑμνῆσαι δύναιτο παντὸς οὖσαν λόγου κρείττονα· οὐ μὴν ὅτι θαυμασιωτέρα τῶν περὶ αὐτῆς λεγομένων ἐστί, διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἐπιτολμητέον, εἰ καὶ μὴ πάντα μηδὲ τὰ κυριώτατα οἷόν τε, τὰ γοῦν ταῖς ἡμετέραις διανοίαις ἐφικτὰ δηλῶσαι. 91 διχῶς ἑβδομὰς λέγεται, ἡ μὲν ἐντὸς δεκάδος, ἥτις ἑπτάκις μονάδι μόνῃ μετρεῖται συνεστῶσα ἐκ μονάδων ἑπτά, ἡ δ’ ἐκτὸς δεκάδος, ἀριθμὸς οὗ πάντως ἀρχὴ μονὰς κατὰ τοὺς διπλασίους ἢ τριπλασίους ἢ συνόλως ἀναλογοῦντας ἀριθμούς, ὡς ἔχει ὁ ἑξηκοντατέσσαρα ¦ καὶ ὁ ἑπτακόσια εἰκοσιεννέα, ὁ μὲν κατὰ τὸν ἀπὸ μονάδος διπλάσιον παραυξηθείς, ὁ δ’ αὖ κατὰ τὸν τριπλάσιον. ἑκάτερον δὲ εἶδος οὐ παρέργως ἐπισκεπτέον. 92 τὸ μὲν δὴ δεύτερον ἐμφανεστάτην ἔχει προνομίαν· αἰεὶ γὰρ ὁ ἀπὸ μονάδος συντιθέμενος ἐν διπλασίοις ἢ τριπλασίοις ἢ συνόλως ἀναλογοῦσιν ἕβδομος ἀριθμὸς κύβος τε καὶ τετράγωνός ἐστιν, ἀμφότερα τὰ εἴδη περιέχων τῆς τε ἀσωμάτου καὶ σωματικῆς οὐσίας, τῆς μὲν ἀσωμάτου κατὰ τὴν ἐπίπεδον ἣν ἀποτελοῦσι τετράγωνοι, τῆς δὲ σωματικῆς κατὰ τὴν στερεὰν ἣν ἀποτελοῦσι κύβοι. 93 σαφεστάτη δ’ οἱ λεχθέντες ἀριθμοὶ πίστις· αὐτίκα ὁ ἀπὸ μονάδος ἐν διπλασίονι λόγῳ παραυξηθεὶς ἕβδομος, ὁ τέσσαρα καὶ ἑξήκοντα, τετράγωνος μέν ἐστιν ὀκτάκις ὀκτὼ πολυπλασιασθέντων, κύβος δὲ τεσσάρων ἐπὶ τέσσαρα τετράκις· καὶ πάλιν ὁ ἐν τριπλασίονι λόγῳ παραυξηθεὶς ἀπὸ μονάδος ἕβδομος, ὁ ἑπτακόσια εἰκοσιεννέα, τετράγωνος μὲν πολυπλασιασθέντος ἐφ’ αὑτὸν τοῦ ἑπτὰ καὶ εἴκοσι, κύβος δὲ τοῦ ἐννέα ἐφ’ αὑτὸν ἐννάκις. 94 καὶ ἀεὶ τὸν ἕβδομον ποιούμενός τις ἀντὶ μονάδος ἀρχὴν καὶ παραύξων κατὰ τὴν αὐτὴν ἀναλογίαν ἄχρις ἑβδομάδος εὑρήσει πάντως τὸν παραυξηθέντα κύβον τε καὶ τετράγωνον· ἀπὸ γοῦν τοῦ ἑξηκοντατέσσαρα ὁ συντεθεὶς ἐν διπλασίονι λόγῳ γεννήσει ἕβδομον τὸν τετρακισχίλια καὶ ἐνενηκονταέξ, τετράγωνον ὁμοῦ καὶ κύβον, τετράγωνον μὲν αὐτὸν πλευρὰν ἔχοντα τὸν ἑξηκοντατέσσαρα, κύβον δὲ τὸν ἑκκαίδεκα.
(XXXI) 95 μεταβατέον δὲ καὶ ἐπὶ θάτερον ἑβδομάδος εἶδος τὸ περιεχόμενον ἐν δεκάδι, θαυμαστὴν ἐπιδεικνύμενον καὶ οὐκ ἐλάττονα τοῦ προτέρου φύσιν. αὐτίκα συνέστηκε τὰ ἑπτὰ ἐξ ἑνὸς καὶ δυοῖν καὶ τεττάρων ἐχόντων δύο λόγους ἁρμονικωτάτους, τόν τε διπλάσιον καὶ τετραπλάσιον, τὸν μὲν τὴν διὰ πασῶν συμφωνίαν, τὸν δὲ τετραπλάσιον τὴν δὶς διὰ πασῶν ἀποτελοῦντα. περιέχει δὲ καὶ διαιρέσεις ἄλλας ζυγάδην τρόπον τινὰ συνεστώσας ἑβδομάς· διαιρεῖται γὰρ πρῶτον μὲν εἰς μονάδα καὶ ἑξάδα, ἔπειτα εἰς δυάδα καὶ πεντάδα, καὶ τελευταῖον εἰς τριάδα καὶ τετράδα. 96 μουσικωτάτη δὲ καὶ ἡ τούτων ἀναλογία τῶν ἀριθμῶν· τὰ μὲν γὰρ ἓξ πρὸς ἓν ἔχει λόγον ἑξαπλάσιον, ὁ δ’ ἑξαπλάσιος λόγος τὸ μέγιστον ἐν τοῖς οὖσι ποιεῖ διάστημα, ᾧ διέστηκε τὸ ὀξύτατον ἀπὸ τοῦ βαρυτάτου, καθάπερ ἀποδείξομεν, ὅταν ἀπὸ τῶν ἀριθμῶν μετέλθωμεν ἐπὶ τὸν ἐν ἁρμονίαις λόγον· τὰ δὲ πέντε πρὸς δύο πλείστην ἐν ἁρμονίᾳ δύναμιν ἐπιδείκνυται σχεδὸν ἐνάμιλλον τῇ διὰ πασῶν, ὅπερ ἐν τῇ κανονικῇ θεωρίᾳ σαφέστατα παρίσταται· τὰ δὲ τέσσαρα πρὸς τρία ¦ τὴν πρώτην ἁρμονίαν ἀποτελεῖ τὴν ἐπίτριτον, ἥτις ἐστὶ διὰ τεσσάρων.
(XXXII) 97 ἐπιδείκνυται δὲ καὶ ἕτερον κάλλος αὑτῆς ἑβδομὰς ἱερώτατον νοηθῆναι. συνεστῶσα γὰρ ἐκ τριάδος καὶ τετράδος τὸ ἐν τοῖς οὖσιν ἀκλινὲς καὶ ὀρθὸν φύσει παρέχεται· ὃν δὲ τρόπον, δηλωτέον. τὸ ὀρθογώνιον τρίγωνον, ὅπερ ἐστὶν ἀρχὴ ποιοτήτων, ἐξ ἀριθμῶν συνέστηκε τοῦ τρία καὶ τέσσαρα καὶ πέντε· τὰ δὲ τρία καὶ τέσσαρα, ἅπερ ἐστὶν ἑβδομάδος οὐσία, τὴν ὀρθὴν γωνίαν ἀποτελεῖ· ἡ μὲν γὰρ ἀμβλεῖα καὶ ὀξεῖα τὸ ἀνώμαλον καὶ ἄτακτον καὶ ἄνισον ἐμφαίνουσιν· ἀμβλυτέρα γὰρ καὶ ὀξυτέρα γίνεται ἑτέρα ἑτέρας· ὀρθὴ δ’ οὐκ ἐπιδέχεται σύγκρισιν οὐδ’ ὀρθοτέρα γίνεται παρ’ ἑτέραν, ἀλλ’ ἐν ὁμοίῳ μένει τὴν ἰδίαν φύσιν οὔποτ’ ἀλλάττουσα. εἰ δὴ τὸ μὲν ὀρθογώνιον τρίγωνον σχημάτων καὶ ποιοτήτων ἐστὶν ἀρχή, τούτου δὲ τὸ ἀναγκαιότατον, τὴν ὀρθὴν γωνίαν, ἡ οὐσία τῆς ἑβδομάδος παρέχεται, τριὰς ὁμοῦ καὶ τετράς, νομίζοιτ’ ἂν εἰκότως ἥδε πηγὴ παντὸς σχήματος καὶ πάσης ποιότητος. 98 πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνο λέγοιτ’ ἂν δεόντως, ὅτι τὰ μὲν τρία ἐπιπέδου σχήματός ἐστιν ἀριθμός – ἐπειδὴ σημεῖον μὲν κατὰ μονάδα, γραμμὴ δὲ κατὰ δυάδα, ἐπίπεδον δὲ κατὰ τριάδα τέτακται – , τὰ δὲ τέσσαρα στερεοῦ κατὰ τὴν τοῦ ἑνὸς πρόσθεσιν, βάθους ἐπιπέδῳ προστεθέντος· ἐξ οὗ δῆλόν ἐστιν ὅτι ἡ τῆς ἑβδομάδος οὐσία γεωμετρίας καὶ στερεομετρίας ἀρχὴ καὶ συνελόντι φράσαι ἀσωμάτων ὁμοῦ καὶ σωμάτων.
(XXXIII) 99 Τοσοῦτο δ’ ἐν ἑβδομάδι πέφυκεν εἶναι τὸ ἱεροπρεπές, ὥστ’ ἐξαίρετον ἔχει λόγον παρὰ τοὺς ἐν δεκάδι πάντας ἀριθμούς· ἐκείνων γὰρ οἱ μὲν γεννῶσιν οὐ γεννώμενοι, οἱ δὲ γεννῶνται μέν, οὐ γεννῶσι δέ, οἱ δὲ ἀμφότερα καὶ γεννῶσι καὶ γεννῶνται· μόνη δ’ ἑβδομὰς ἐν οὐδενὶ μέρει θεωρεῖται. τὴν δ’ ὑπόσχεσιν ἀποδείξει βεβαιωτέον. τὸ μὲν οὖν ἓν γεννᾷ τοὺς ἑξῆς ἅπαντας ἀριθμοὺς ὑπ’ οὐδενὸς γεννώμενον τὸ παράπαν· τὰ δ’ ὀκτὼ γεννᾶται μὲν ὑπὸ τοῦ δὶς τέσσαρα, γεννᾷ δ’ οὐδένα τῶν ἐν δεκάδι· ὁ δ’ αὖ τέσσαρα τὴν ἀμφοῖν καὶ γονέων καὶ ἐκγόνων ἔχει τάξιν· γεννᾷ μὲν γὰρ τὸν ὀκτὼ δὶς γενόμενος, γεννᾶται δὲ ὑπὸ τοῦ δὶς δύο. 100 μόνος δ’ ὡς ἔφην ὁ ἑπτὰ οὔτε γεννᾶν πέφυκεν οὔτε γεννᾶσθαι. δι’ ἣν ¦ αἰτίαν οἱ μὲν ἄλλοι φιλόσοφοι τὸν ἀριθμὸν τοῦτον ἐξομοιοῦσι τῇ ἀμήτορι Νίκῃ καὶ Παρθένῳ, ἣν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναφανῆναι λόγος ἔχει, οἱ δὲ Πυθαγόρειοι τῷ ἡγεμόνι τῶν συμπάντων· τὸ γὰρ μήτε γεννῶν μήτε γεννώμενον ἀκίνητον μένει· ἐν κινήσει γὰρ ἡ γένεσις, ἐπεὶ <καὶ τὸ γεννῶν> καὶ τὸ γεννώμενον οὐκ ἄνευ κινήσεως, τὸ μὲν ἵνα γεννήσῃ, τὸ δὲ ἵνα γεννηθῇ· μόνον δ’ οὔτε κινοῦν οὔτε κινούμενον ὁ πρεσβύτερος ἄρχων καὶ ἡγεμών, οὗ λέγοιτ’ ἂν προσηκόντως εἰκὼν ἑβδομάς. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Φιλόλαος ἐν τούτοις· “Ἔστι γάρ, φησίν, ἡγεμὼν καὶ ἄρχων ἁπάντων θεὸς εἷς ἀεὶ ὤν, μόνιμος, ἀκίνητος, αὐτὸς αὑτῷ ὅμοιος, ἕτερος τῶν ἄλλων.”
(XXXIV) 101 ἐν μὲν οὖν τοῖς νοητοῖς τὸ ἀκίνητον καὶ ἀπαθὲς ἐπιδείκνυται ἑβδομάς, ἐν δὲ τοῖς αἰσθητοῖς μεγάλην καὶ συνεκτικωτάτην δύναμιν, *** οἷς τὰ ἐπίγεια πάντα πέφυκε βελτιοῦσθαι, σελήνης τε περιόδοις. ὃν δὲ τρόπον, ἐπισκεπτέον. ἀπὸ μονάδος συντεθεὶς ἑξῆς ὁ ἑπτὰ ἀριθμὸς γεννᾷ τὸν ὀκτὼ καὶ εἴκοσι τέλειον καὶ τοῖς αὑτοῦ μέρεσιν ἰσούμενον· ὁ δὲ γεννηθεὶς ἀριθμὸς ἀποκαταστατικός ἐστι σελήνης, ἀφ’ οὗ ἤρξατο σχήματος λαμβάνειν αὔξησιν αἰσθητῶς, εἰς ἐκεῖνο κατὰ μείωσιν ἀνακαμπτούσης· αὔξεται μὲν γὰρ ἀπὸ τῆς πρώτης μηνοειδοῦς ἐπιλάμψεως ἄχρι διχοτόμου ἡμέραις ἑπτά, εἶθ’ ἑτέραις τοσαύταις πλησιφαὴς γίνεται καὶ πάλιν ὑποστρέφει διαυλοδρομοῦσα τὴν αὐτὴν ὁδόν, ἀπὸ μὲν τῆς πλησιφαοῦς ἐπὶ τὴν διχότομον ἑπτὰ πάλιν ἡμέραις, εἶτ’ ἀπὸ ταύτης ἐπὶ τὴν μηνοειδῆ ταῖς ἴσαις· ἐξ ὧν ὁ λεχθεὶς ἀριθμὸς συμπεπλήρωται.
102 Καλεῖται δ’ ἡ ἑβδομὰς ὑπὸ τῶν κυρίως τοῖς ὀνόμασιν εἰωθότων χρῆσθαι καὶ τελεσφόρος, ἐπειδὴ ταύτῃ τελεσφορεῖται τὰ σύμπαντα. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ πᾶν σῶμα ὀργανικὸν τρισὶ μὲν κεχρῆσθαι διαστάσεσι, μήκει πλάτει καὶ βάθει, τέτταρσι δὲ πέρασι, σημείῳ καὶ γραμμῇ καὶ ἐπιφανείᾳ καὶ στερεῷ, δι’ ὧν συντεθέντων ἀποτελεῖται ἑβδομάς. ἀμήχανον δ’ ἦν τὰ σώματα ἑβδομάδι μετρεῖσθαι κατὰ τὴν ἐκ διαστάσεων τριῶν καὶ περάτων τεττάρων σύνθεσιν, εἰ μὴ συνέβαινε τὰς τῶν πρώτων ἀριθμῶν ἰδέας ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεττάρων, οἷς θεμελιοῦται δεκάς, ἑβδομάδος φύσιν περιέχειν· οἱ γὰρ λεχθέντες ἀριθμοὶ τέσσαρας μὲν ἔχουσιν ὅρους, τὸν πρῶτον, τὸν δεύτερον, τὸν τρίτον, τὸν τέταρτον, διαστάσεις δὲ τρεῖς· πρώτη μὲν διάστασις ¦ ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὰ δύο, δευτέρα δὲ ἡ ἀπὸ τῶν δυοῖν ἐπὶ τὰ τρία, τρίτη δὲ ἡ ἀπὸ τῶν τριῶν ἐπὶ τὰ τέσσαρα.
(XXXV) 103 δίχα δὲ τῶν εἰρημένων ἐναργέστατα παριστᾶσι τὴν τελεσφόρον δύναμιν ἑβδομάδος καὶ αἱ ἐκ βρέφους ἄχρι γήρως ἀνθρώπων ἡλικίαι μετρούμεναι ταύτῃ· κατὰ μὲν οὖν τὴν πρώτην ἑπταετίαν ἔκφυσις ὀδόντων ἐστί· κατὰ δὲ τὴν δευτέραν καιρὸς τοῦ δύνασθαι προΐεσθαι σπέρμα γόνιμον· τρίτῃ δὲ γενείων αὔξησις καὶ τετάρτῃ πρὸς ἰσχὺν ἐπίδοσις· πέμπτῃ δ’ αὖ γάμων ὥρα· ἕκτῃ δὲ συνέσεως ἀκμή· τῇ δὲ ἑβδόμῃ βελτίωσις ἀμφοῖν καὶ συναύξησις νοῦ καὶ λόγου· ὀγδόῃ δὲ ἡ ἐν ἑκατέρῳ τελείωσις· κατὰ δὲ τὴν ἐνάτην ἐπιείκεια καὶ πρᾳότης τῶν παθῶν ἐπὶ πλέον ἡμερωθέντων· κατὰ δὲ τὴν δεκάτην τοῦ βίου τὸ εὐκταῖον τέλος, ἔτι τῶν ὀργανικῶν μελῶν συνεστηκότων· φιλεῖ γὰρ τὸ μακρὸν γῆρας ἕκαστον ὑποσκελίζειν καὶ παραιρεῖσθαι. 104 τὰς ἡλικίας ταύτας ἀνέγραψε καὶ Σόλων ὁ τῶν Ἀθηναίων νομοθέτης ἐλεγεῖα ποιήσας τάδε·
Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων
φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν·
τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς,
ἥβης ἐκφαίνει σήματα γιγνομένης·
τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἔτι γυίων
λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης·
τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδ’ ἐστὶν ἄριστος
ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχουσ’ ἀρετῆς·
πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι
καὶ παίδων ζητεῖν ἐξοπίσω γενεήν·
τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός,
οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργ’ ἀπάλαμνα θέλει·
ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ’ ἄριστος
ὀκτώ τ’, ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη·
τῇ δ’ ἐνάτῃ ἔτι μὴν δύναται, μαλακώτερα δ’ αὐτοῦ
πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη·
τὴν δεκάτην δ’ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο,
οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.
(XXXVI) 105 Ὁ μὲν οὖν Σόλων ἑβδομάσι δέκα ταῖς εἰρημέναις καταριθμεῖ τὸν ἀνθρώπινον βίον. ὁ δ’ ἰατρὸς Ἱπποκράτης ἡλικίας ἑπτὰ εἶναί φησι, παιδίου, ¦ παιδός, μειρακίου, νεανίσκου, ἀνδρός, πρεσβύτου, γέροντος, ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. λέγει δ’ οὕτως· “Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέουσι, παιδίον, παῖς, μειράκιον, νεανίσκος, ἀνήρ, πρεσβύτης, γέρων· καὶ παιδίον μέν ἐστιν ἄχρις ἑπτὰ ἐτέων ὀδόντων ἐκβολῆς· παῖς δ’ ἄχρι γονῆς ἐκφύσιος, ἐς τὰ δὶς ἑπτά· μειράκιον δ’ ἄχρι γενείου λαχνώσιος, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δ’ ἄχρις αὐξήσιος ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά· ἀνὴρ δ’ ἄχρις ἑνὸς δέοντος ἐτέων πεντήκοντα, ἐς τὰ ἑπτάκις ἑπτά· πρεσβύτης δ’ ἄχρι πεντήκοντα ἕξ, ἐς τὰ ἑπτάκις ὀκτώ· τὸ δ’ ἐντεῦθεν γέρων.” 106 λέγεται δὲ κἀκεῖνο πρὸς διασύστασιν ἑβδομάδος ὡς θαυμαστὴν ἐχούσης ἐν τῇ φύσει τάξιν, ἐπεὶ συνέστηκεν ἐκ τριῶν καὶ τεττάρων· τὸν μὲν τρίτον ἀπὸ μονάδος, εἰ διπλασιάζοι τις, εὑρήσει τετράγωνον, τὸν δὲ τέταρτον κύβον, τὸν δ’ ἐξ ἀμφοῖν ἕβδομον κύβον ὁμοῦ καὶ τετράγωνον· ὁ μὲν οὖν ἀπὸ μονάδος τρίτος ἐν διπλασίονι λόγῳ, <τέτταρα>, τετράγωνός ἐστιν, ὁ δὲ τέταρτος, ὀκτώ, κύβος, ὁ δὲ ἕβδομος, τέσσαρα πρὸς τοῖς ἑξήκοντα, κύβος ὁμοῦ καὶ τετράγωνος· ὡς εἶναι τελεσφόρον ὄντως τὸν ἕβδομον ἀριθμόν, ἀμφοτέρας τὰς ἰσότητας καταγγέλλοντα τήν τ’ ἐπίπεδον διὰ τετραγώνου κατὰ τὴν πρὸς τριάδα συγγένειαν καὶ τὴν στερεὰν διὰ κύβου κατὰ τὴν πρὸς τετράδα οἰκειότητα· ἐκ τριάδος δὲ καὶ τετράδος ἑβδομάς.
(XXXVII) 107 Ἔστι δὲ οὐ τελεσφόρος μόνον, ἀλλὰ καὶ ὡς ἔπος εἰπεῖν ἁρμονικωτάτη καὶ τρόπον τινὰ πηγὴ τοῦ καλλίστου διαγράμματος, ὃ πάσας μὲν τὰς ἁρμονίας, τὴν διὰ τεττάρων, τὴν διὰ πέντε, τὴν διὰ πασῶν, πάσας δὲ τὰς ἀναλογίας, τὴν ἀριθμητικήν, τὴν γεωμετρικήν, ἔτι δὲ τὴν ἁρμονικὴν περιέχει. τὸ δὲ πλινθίον συνέστηκεν ἐκ τῶνδε τῶν ἀριθμῶν, ἓξ ὀκτὼ ἐννέα δώδεκα· ὁ μὲν ὀκτὼ πρὸς ἓξ ἐν ἐπιτρίτῳ λόγῳ, καθ’ ὃν ἡ διὰ τεττάρων ἁρμονία ἐστίν· ὁ δὲ ἐννέα πρὸς ἓξ ἐν ἡμιολίῳ, καθ’ ὃν ἡ διὰ πέντε· ὁ δὲ δώδεκα πρὸς ἓξ ἐν διπλασίονι, καθ’ ὃν ἡ διὰ πασῶν. 108 ἔχει δὲ ὡς ἔλεγον καὶ τὰς ἀναλογίας πάσας· ἀριθμητικὴν μὲν ἐκ τῶν ἓξ καὶ ἐννέα καὶ δώδεκα· οἷς γὰρ ὑπερέχει ὁ μέσος τοῦ πρώτου τρισίν, τούτοις ὑπερέχεται ὑπὸ τοῦ τελευταίου· γεωμετρικὴν δὲ ἐκ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ ὀκτὼ πρὸς ἕξ, ¦ τοῦτον τὰ δώδεκα πρὸς ἐννέα· ὁ δὲ λόγος ἐπίτριτος· ἁρμονικὴν δὲ ἐκ τριῶν, τοῦ ἓξ καὶ ὀκτὼ καὶ δώδεκα. 109 ἁρμονικῆς δ’ ἀναλογίας διττὴ κρίσις· μία μέν, ὅταν ὃν λόγον ἔχει ὁ ἔσχατος πρὸς τὸν πρῶτον τοῦτον ἔχῃ ἡ ὑπεροχὴ ᾗ ὑπερέχει ὁ ἔσχατος τοῦ μέσου πρὸς τὴν ὑπεροχὴν ᾗ ὑπερέχεται ὑπὸ τοῦ μέσου ὁ πρῶτος. ἐναργεστάτην δὲ πίστιν λάβοι τις ἂν ἐκ τῶν προκειμένων ἀριθμῶν, τοῦ ἓξ καὶ ὀκτὼ καὶ δώδεκα· ὁ μὲν γὰρ τελευταῖος τοῦ πρώτου διπλάσιος, ἡ δ’ ὑπεροχὴ πάλιν διπλασία· τὰ μὲν γὰρ δώδεκα τῶν ὀκτὼ τέτταρσιν ὑπερέχει, τὰ δὲ ὀκτὼ τῶν ἓξ δυσί· τὰ δὲ τέσσαρα τῶν δυοῖν διπλάσια. 110 ἑτέρα δὲ βάσανος τῆς ἁρμονικῆς ἀναλογίας, ὅταν ὁ μέσος τῶν ἄκρων ἴσῳ μορίῳ <καὶ> ὑπερέχῃ καὶ ὑπερέχηται· ὁ γὰρ ὄγδοος μέσος ὢν ὑπερέχει μὲν τοῦ πρώτου τρίτῳ μορίῳ· ὑφαιρεθέντων γὰρ τῶν ἕξ, τὰ λοιπὰ δύο τρίτον ἐστὶ τοῦ πρώτου· ὑπερέχεται δ’ ὑπὸ τοῦ τελευταίου τῷ ἴσῳ· εἰ γὰρ ὑφαιρεθείη τῶν δώδεκα τὰ ὀκτώ, τὰ λοιπὰ τέσσαρα γίνεται τοῦ τελευταίου τρίτον.
(XXXVIII) 111 Ταῦτα μὲν ἀναγκαίως περὶ σεμνότητος, ἣν ἔχει τὸ διάγραμμα ἢ πλινθίον ἢ ὅ τι χρὴ καλεῖν, προειρήσθω· τοσαύτας ἰδέας καὶ ἔτι πλείους ἑβδομὰς ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐπιδείκνυται. διατείνει δ’ αὐτῆς ἡ φύσις καὶ ἐπὶ τὴν ὁρατὴν ἅπασαν οὐσίαν, οὐρανὸν καὶ γῆν, τὰ πέρατα τοῦ παντός, φθάσασα. τί γὰρ οὐ φιλέβδομον τῶν ἐν τῷ κόσμῳ μέρος, ἔρωτι καὶ πόθῳ δαμασθὲν ἑβδομάδος; 112 αὐτίκα τὸν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὀνόματα εἶναι τάδε· ἀρκτικόν, ἀνταρκτικόν, θερινὸν τροπικόν, χειμερινὸν τροπικόν, ἰσημερινόν, ζῳδιακόν, καὶ προσέτι γαλαξίαν· ὁ γὰρ ὁρίζων πάθος ἐστὶν ἡμέτερον, ὡς ἂν ὀξυωπίας ἔχῃ τις ἢ τοὐναντίον, ἀποτεμνομένης τῆς αἰσθήσεως τοτὲ μὲν ἐλάττω τοτὲ δὲ μείζω περιγραφήν. 113 οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ τῇ τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι συμπάθειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας ὥρας τρέπουσι καὶ μεταβάλλουσι καθ’ ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες μεταβολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων· πάλιν τε ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ τοὐναντίον ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων ἢ παλιρροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης ὑποσυρείσης ἀμπώτεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον ἀναχυθείσης πελάγη βαθύτατα οὐ βραχείαις ¦ ὁλκάσιν ἀλλὰ μυριοφόροις ναυσὶν ἐμπλεόμενα· καὶ μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ καρποὺς γεννῶντα, αὔξουσι καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν δολιχεύειν παρασκευάζοντες, ὡς νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων.
(XXXIX) 114 ἄρκτος γε μήν, ἥν φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον, νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει. 115 πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται, ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον· ἡνίκα δ’ ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπιτείλασαι χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν· οἱ δ’ ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ’ ἑκάστην ἡμέραν χρῆσιν. 116 ὅ τε μέγας ἡγεμὼν ἡμέρας ἥλιος διττὰς καθ’ ἕκαστον ἐνιαυτὸν ἀποτελῶν ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν ἐν κριῷ, τὴν δὲ μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ περὶ τὴν ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται μηνί, καθ’ ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστάτας ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν ὁ τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς ἀμπέλου καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων.
(XL) 117 Ἐπεὶ δ’ ἐκ τῶν οὐρανίων τὰ ἐπίγεια ἤρτηται κατά τινα φυσικὴν συμπάθειαν, ὁ τῆς ἑβδομάδος λόγος ἄνωθεν ἀρξάμενος κατέβη καὶ πρὸς ἡμᾶς τοῖς θνητοῖς γένεσιν ἐπιφοιτήσας. αὐτίκα τῆς ἡμετέρας ψυχῆς τὸ δίχα τοῦ ἡγεμονικοῦ μέρος ἑπταχῆ σχίζεται, εἰς πέντε αἰσθήσεις καὶ τὸ φωνητήριον ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον· ἃ δὴ πάντα καθάπερ ἐν τοῖς θαύμασιν ὑπὸ τοῦ ἡγεμονικοῦ νευροσπαστούμενα τοτὲ μὲν ἠρεμεῖ τοτὲ δὲ κινεῖται τὰς ἁρμοττούσας σχέσεις καὶ κινήσεις ἕκαστον. 118 ὁμοίως δὲ καὶ τοῦ σώματος εἴ τις ἐξετάζειν ἐπιχειρήσειε τά τ’ ἐκτὸς καὶ ἐντὸς μέρη, καθ’ ἑκάτερον ἑπτὰ εὑρήσει· τὰ μὲν οὖν ἐν φανερῷ ταῦτ’ ἐστί· κεφαλή, στέρνα, γαστήρ, ¦ διτταὶ χεῖρες, διτταὶ βάσεις· τὰ δ’ ἐντὸς λεγόμενα σπλάγχνα στόμαχος, καρδία, πνεύμων, σπλήν, ἧπαρ, νεφροὶ δύο. 119 πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν, ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος, ἔξοδος δ’ ἀφθάρτων· ἐπεισέρχεται μὲν γὰρ αὐτῷ σιτία καὶ ποτά, φθαρτοῦ σώματος φθαρταὶ τροφαί, λόγοι δ’ ἐξίασιν ἀθανάτου ψυχῆς ἀθάνατοι νόμοι, δι’ ὧν ὁ λογικὸς βίος κυβερνᾶται.
(XLI) 120 τὰ δὲ διὰ τῆς ἀρίστης τῶν αἰσθήσεων ὄψεως κρινόμενα μετέχει τοῦ ἀριθμοῦ κατὰ γένος· ἑπτὰ γάρ ἐστι τὰ ὁρώμενα, σῶμα, διάστασις, σχῆμα, μέγεθος, χρῶμα, κίνησις, στάσις, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον. 121 συμβέβηκε μέντοι καὶ τὰς τῆς φωνῆς μεταβολὰς ἁπάσας ἑπτὰ εἶναι, τὴν ὀξεῖαν, τὴν βαρεῖαν, τὴν περισπωμένην, καὶ τέταρτον δασὺν φθόγγον καὶ ψιλὸν πέμπτον καὶ μακρὸν ἕκτον καὶ βραχὺν ἕβδομον. 122 ἀλλὰ γὰρ καὶ κινήσεις ἑπτὰ εἶναι συμβέβηκε, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπ’ εὐώνυμα, τὴν πρόσω, τὴν κατόπιν, τὴν ἐν κύκλῳ, ἃς ἐν τοῖς μάλιστα τρανοῦσιν οἱ τὴν ὄρχησιν ἐπιδεικνύμενοι. 123 φασὶ δὲ καὶ τὰς διὰ τοῦ σώματος ἐκκρίσεις ὑπεστάλθαι τῷ λεχθέντι ἀριθμῷ· διὰ μὲν γὰρ ὀφθαλμῶν δάκρυα προχεῖται, διὰ δὲ μυκτήρων αἱ ἐκ κεφαλῆς καθάρσεις, διὰ δὲ στόματος ὁ ἀποπτυόμενος σίελος· εἰσὶ δὲ καὶ διτταὶ δεξαμεναὶ πρὸς τὰς τῶν περιττωμάτων ἀποχετεύσεις, ἡ μὲν ἔμπροσθεν, ἡ δὲ κατόπιν· ἕκτη δ’ ἐστὶν ἡ δι’ ὅλου τοῦ σώματος ἐν ἱδρῶτι πρόχυσις, καὶ <ἑβδόμη> ἡ φυσικωτάτη σπέρματος πρόεσις διὰ τῶν γεννητικῶν. 124 φησὶ δὲ καὶ Ἱπποκράτης ὁ τῆς φύσεως ἐπιγνώμων ἐν ἑβδομάδι κρατύνεσθαι καὶ τὴν πῆξιν τῆς γονῆς καὶ τὴν ἀνάπλασιν τῆς σαρκός. πάλιν δ’ αὖ γυναιξὶν ἡ φορὰ τῶν καταμηνίων εἰς ἑπτὰ τὰς πλείστας ἡμέρας χορηγεῖται. καὶ τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ τελειογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν· γίνεται γὰρ τὰ ἑπτάμηνα γόνιμα, τῶν ὀκτωμηνιαίων ὡς ἐπίπαν ζῳογονεῖσθαι μὴ δυναμένων. 125 αἵ τε βαρεῖαι νόσοι σωμάτων, καὶ μάλισθ’ ὅταν ἐκ δυσκρασίας τῶν ἐν ἡμῖν δυνάμεων πυρετοὶ συνεχεῖς ἐπισκήψωσιν, ἑβδόμῃ μάλιστά πως ἡμέρᾳ διακρίνονται· δικάζει γὰρ ἀγῶνα τὸν περὶ ψυχῆς, τοῖς μὲν σωτηρίαν ψηφιζομένη, τοῖς δὲ θάνατον.
(XLII) 126 ἡ δὲ δύναμις αὐτῆς οὐ μόνον τοῖς εἰρημένοις, ἀλλὰ καὶ ταῖς ἀρίσταις τῶν ἐπιστημῶν ἐπιπεφοίτηκε, γραμματικῇ τε καὶ μουσικῇ. λύρα μὲν γὰρ ἡ ἑπτάχορδος ἀναλογοῦσα τῇ τῶν πλανήτων χορείᾳ τὰς ἐλλογίμους ἁρμονίας ἀποτελεῖ, σχεδόν τι τῆς κατὰ μουσικὴν ὀργανοποιίας ἁπάσης ¦ ἡγεμονὶς οὖσα. στοιχείων τε τῶν ἐν γραμματικῇ τὰ λεγόμενα φωνήεντα ἐτύμως ἑπτά ἐστιν, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν μὲν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον ὁλοκλήρους κατασκευάζοντα τοὺς φθόγγους, τῶν δ’ ἀφώνων τρέπει καὶ μεταβάλλει τὰς φύσεις ἐμπνέοντα τῆς ἰδίας δυνάμεως, ἵνα γένηται τὰ ἄρρητα ῥητά. 127 διό μοι δοκοῦσιν οἱ τὰ ὀνόματα τοῖς πράγμασιν ἐξ ἀρχῆς ἐπιφημίσαντες ἅτε σοφοὶ καλέσαι τὸν ἀριθμὸν ἑπτὰ ἀπὸ τοῦ περὶ αὐτὸν σεβασμοῦ καὶ τῆς προσούσης σεμνότητος· Ῥωμαῖοι δὲ καὶ προστιθέντες τὸ ἐλλειφθὲν ὑφ’ Ἑλλήνων στοιχεῖον τὸ Σ τρανοῦσιν ἔτι μᾶλλον τὴν ἔμφασιν, ἐτυμώτερον σέπτεμ προσαγορεύοντες ἀπὸ τοῦ σεμνοῦ, καθάπερ ἐλέχθη, καὶ σεβασμοῦ.
(XLIII) 128 Ταῦτα καὶ ἔτι πλείω λέγεται καὶ φιλοσοφεῖται περὶ ἑβδομάδος, ὧν ἕνεκα τιμὰς μὲν ἔλαχεν ἐν τῇ φύσει τὰς ἀνωτάτω, τιμᾶται δὲ καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν Ἑλλήνων καὶ βαρβάρων, οἳ τὴν μαθηματικὴν ἐπιστήμην διαπονοῦσιν, ἐκτετίμηται δ’ ὑπὸ τοῦ φιλαρέτου Μωυσέως, ὃς τὸ κάλλος αὐτῆς ἀνέγραψεν ἐν ταῖς ἱερωτάταις τοῦ νόμου στήλαις, ταῖς δὲ διανοίαις τῶν ὑφ’ αὑτὸν ἁπάντων ἐνεχάραξε, δι’ ἓξ ἡμερῶν κελεύσας ἄγειν ἱερὰν ἑβδόμην ἀπὸ τῶν ἄλλων ἀνέχοντας ἔργων ὅσα κατὰ ζήτησιν βίου καὶ πορισμόν, ἑνὶ μόνῳ σχολάζοντας τῷ φιλοσοφεῖν εἰς βελτίωσιν ἠθῶν καὶ τὸν τοῦ συνειδότος ἔλεγχον, ὃς ἐνιδρυμένος τῇ ψυχῇ καθάπερ δικαστὴς ἐπιπλήττων οὐ δυσωπεῖται, τὰ μὲν σφοδροτέραις ἀπειλαῖς τὰ δὲ καὶ μετριωτέραις νουθεσίαις χρώμενος, περὶ μὲν ὧν ἔδοξεν ἐκ προνοίας ἀδικεῖν ἀπειλαῖς, περὶ δ’ ὧν ἀκούσια διὰ τὸ ἀπροοράτως ἔχειν νουθεσίαις ὑπὲρ τοῦ μηκέθ’ ὁμοίως ὀλισθεῖν.
(XLIV) 129 Ἐπιλογιζόμενος δὲ τὴν κοσμοποιίαν κεφαλαιώδει τύπῳ φησίν· “Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι” (Gen. 2, 4. 5). ἆρ’ οὐκ ἐμφανῶς τὰς ἀσωμάτους καὶ νοητὰς ἰδέας παρίστησιν, ἃς τῶν αἰσθητῶν ἀποτελεσμάτων σφραγῖδας εἶναι συμβέβηκε; πρὶν γὰρ χλοῆσαι τὴν γῆν, αὐτὸ τοῦτο ἐν τῇ φύσει τῶν πραγμάτων χλόη, φησίν, ἦν, καὶ πρὶν ἀνατεῖλαι χόρτον ἐν ἀγρῷ, χόρτος ἦν οὐχ ὁρατός. 130 ὑπονοητέον δ’ ὅτι καὶ ἑκάστου τῶν ἄλλων ἃ δικάζουσιν αἰσθήσεις τὰ πρεσβύτερα ¦ εἴδη καὶ μέτρα, οἷς εἰδοποιεῖται καὶ μετρεῖται τὰ γινόμενα, προϋπῆρχε· καὶ γὰρ εἰ μὴ κατὰ μέρος <ἀλλ’> ἀθρόα πάντα διεξελήλυθε φροντίζων εἰ καί τις ἄλλος βραχυλογίας, οὐδὲν ἧττον τὰ ῥηθέντα ὀλίγα δείγματα τῆς τῶν συμπάντων ἐστὶ φύσεως, ἥτις ἄνευ ἀσωμάτου παραδείγματος οὐδὲν τελεσιουργεῖ τῶν ἐν αἰσθήσει.
(XLV) 131 Τῆς δ’ ἀκολουθίας ἐχόμενος καὶ τὸν εἱρμὸν τῶν ἑπομένων πρὸς τὰ ἡγούμενα διατηρῶν ἑξῆς λέγει· “πηγὴ δ’ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς” (Gen. 2, 6). οἱ μὲν ἄλλοι φιλόσοφοι τὸ σύμπαν ὕδωρ ἓν στοιχεῖον εἶναί φασι τῶν τεττάρων, ἐξ ὧν ὁ κόσμος ἐδημιουργήθη. Μωυσῆς δ’ ὀξυωπεστέροις ὄμμασι καὶ τὰ μακρὰν εἰωθὼς εὖ μάλα θεωρεῖν καὶ καταλαμβάνειν στοιχεῖον μὲν οἴεται εἶναι τὴν μεγάλην θάλατταν, μοῖραν τετάρτην τῶν συμπάντων, ἣν οἱ μετ’ αὐτὸν Ὠκεανὸν προσαγορεύοντες τὰ παρ’ ἡμῖν πλωτὰ πελάγη λιμένων ἔχειν μεγέθη νομίζουσι, τὸ δὲ γλυκὺ καὶ πότιμον ὕδωρ διέκρινεν ἀπὸ τοῦ θαλαττίου προσκατατάξας αὐτὸ τῇ γῇ καὶ μέρος ταύτης ὑπολαβών, οὐκ ἐκείνου, διὰ τὴν λεχθεῖσαν αἰτίαν πρότερον, ἵν’ ὡς ἂν ὑπὸ δεσμοῦ συνέχηται γλυκείᾳ ποιότητι κόλλης τρόπον ἑνούσης· ξηρὰ γὰρ ἀπολειφθεῖσα, μὴ παραδυομένης νοτίδος διὰ τῶν ἀραιωμάτων πολυσχιδῶς ἐπιφοιτώσης, κἂν διελέλυτο· συνέχεται δὲ καὶ διαμένει τὰ μὲν πνεύματος ἑνωτικοῦ δυνάμει, τὰ δὲ τῆς νοτίδος οὐκ ἐώσης ἀφαυαινομένην κατὰ τρύφη μικρὰ καὶ μεγάλα θρύπτεσθαι. 132 μία μὲν αἰτία ἥδε, λεκτέον δὲ καὶ ἑτέραν στοχαζομένην ὥσπερ σκοποῦ τῆς ἀληθείας· οὐδὲν τῶν γηγενῶν ἄνευ ὑγρᾶς οὐσίας συνίστασθαι πέφυκε· μηνύουσι δ’ αἱ καταβολαὶ τῶν σπερμάτων, ἅπερ ἢ ὑγρά ἐστιν, ὡς τὰ τῶν ζῴων, ἢ οὐκ ἄνευ ὑγρότητος βλαστάνει, τοιαῦτα δὲ τὰ τῶν φυτῶν ἐστιν· ἐξ οὗ δῆλον ὅτι ἀνάγκη τὴν λεχθεῖσαν ὑγρὰν οὐσίαν μέρος εἶναι γῆς τῆς πάντα τικτούσης, καθάπερ ταῖς γυναιξὶ τὴν φορὰν τῶν καταμηνίων· λέγεται γὰρ οὖν καὶ ταῦτα πρὸς ἀνδρῶν φυσικῶν οὐσία σωματικὴ βρεφῶν εἶναι. 133 τῶν δ’ εἰρημένων οὐκ ἀπᾴδει καὶ τὸ μέλλον λέγεσθαι· πάσῃ μητρὶ καθάπερ ἀναγκαιότατον μέρος ἡ φύσις πηγάζοντας ἀνέδωκε μαστοὺς προευτρεπισαμένη τροφὰς τῷ γεννησομένῳ· μήτηρ δ’ ὡς ἔοικε καὶ ἡ γῆ, παρὸ καὶ τοῖς πρώτοις ἔδοξεν αὐτὴν Δήμητραν καλέσαι τὸ μητρὸς καὶ γῆς ὄνομα συνθεῖσιν· οὐ ¦ γὰρ γῆ γυναῖκα, ὡς εἶπε Πλάτων, ἀλλὰ γυνὴ γῆν μεμίμηται, ἣν ἐτύμως τὸ ποιητικὸν γένος παμμήτορα καὶ καρποφόρον καὶ πανδώραν εἴωθεν ὀνομάζειν, ἐπειδὴ πάντων αἰτία γενέσεως καὶ διαμονῆς ζῴων ὁμοῦ καὶ φυτῶν ἐστιν. εἰκότως οὖν καὶ γῇ τῇ πρεσβυτάτῃ καὶ γονιμωτάτῃ μητέρων ἀνέδωκεν ἡ φύσις οἷα μαστοὺς ποταμῶν ῥεῖθρα καὶ πηγῶν, ἵνα καὶ τὰ φυτὰ ἄρδοιτο καὶ ποτὸν ἄφθονον ἔχοι πάντα τὰ ζῷα.
(XLVI) 134 Μετὰ δὲ ταῦτά φησιν ὅτι “ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς” (Gen. 2, 7). ἐναργέστατα καὶ διὰ τούτου παρίστησιν ὅτι διαφορὰ παμμεγέθης ἐστὶ τοῦ τε νῦν πλασθέντος ἀνθρώπου καὶ τοῦ κατὰ τὴν εἰκόνα θεοῦ γεγονότος πρότερον· ὁ μὲν γὰρ διαπλασθεὶς αἰσθητὸς ἤδη μετέχων ποιότητος, ἐκ σώματος καὶ ψυχῆς συνεστώς, ἀνὴρ ἢ γυνή, φύσει θνητός· ὁ δὲ κατὰ τὴν εἰκόνα ἰδέα τις ἢ γένος ἢ σφραγίς, νοητός, ἀσώματος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, ἄφθαρτος φύσει. 135 τοῦ δ’ αἰσθητοῦ καὶ ἐπὶ μέρους ἀνθρώπου τὴν κατασκευὴν σύνθετον εἶναί φησιν ἔκ τε γεώδους οὐσίας καὶ πνεύματος θείου· γεγενῆσθαι γὰρ τὸ μὲν σῶμα χοῦν τοῦ τεχνίτου λαβόντος καὶ μορφὴν ἀνθρωπίνην ἐξ αὐτοῦ διαπλάσαντος, τὴν δὲ ψυχὴν ἀπ’ οὐδενὸς γενητοῦ τὸ παράπαν, ἀλλ’ ἐκ τοῦ πατρὸς καὶ ἡγεμόνος τῶν πάντων· ὃ γὰρ ἐνεφύσησεν, οὐδὲν ἦν ἕτερον ἢ πνεῦμα θεῖον ἀπὸ τῆς μακαρίας καὶ εὐδαίμονος φύσεως ἐκείνης ἀποικίαν τὴν ἐνθάδε στειλάμενον ἐπ’ ὠφελείᾳ τοῦ γένους ἡμῶν, ἵν’ εἰ καὶ θνητόν ἐστι κατὰ τὴν ὁρατὴν μερίδα, κατὰ γοῦν τὴν ἀόρατον ἀθανατίζηται. διὸ καὶ κυρίως ἄν τις εἴποι τὸν ἄνθρωπον θνητῆς καὶ ἀθανάτου φύσεως εἶναι μεθόριον ἑκατέρας ὅσον ἀναγκαῖόν ἐστι μετέχοντα καὶ γεγενῆσθαι θνητὸν ὁμοῦ καὶ ἀθάνατον, θνητὸν μὲν κατὰ τὸ σῶμα, κατὰ δὲ τὴν διάνοιαν ἀθάνατον.
(XLVII) 136 ἐκεῖνος δ’ ὁ πρῶτος ἄνθρωπος ὁ γηγενής, ὁ παντὸς τοῦ γένους ἡμῶν ἀρχηγέτης, ἑκάτερον ἄριστος ψυχήν τε καὶ σῶμα γεγενῆσθαί μοι δοκεῖ καὶ μακρῷ τινι τοὺς ἔπειτα διενεγκεῖν κατὰ τὰς ἐν ἀμφοτέροις ὑπερβολάς· ὁ γὰρ ἀληθείᾳ καλὸς καὶ ἀγαθὸς οὗτος ὄντως ἦν. τεκμηριώσαιτο δ’ ἄν τις τὴν μὲν τοῦ σώματος εὐμορφίαν ἐκ τριῶν, ὧν ἐστι πρῶτον τόδε· ἄρτι τῆς γῆς νεοκτίστου φανείσης κατὰ τὴν τοῦ πολλοῦ ¦ ὕδατος διάκρισιν, ὃ προσερρήθη θάλαττα, τὴν ὕλην συνέβαινε τῶν γινομένων ἀμιγῆ καὶ ἄδολον καὶ καθαρὰν ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν εἶναι, ἐξ ἧς τὰ ἀποτελούμενα εἰκότως ἦν ἀνυπαίτια. 137 δεύτερον δέ, οὐκ ἐκ τοῦ τυχόντος μέρους τῆς γῆς ἔοικεν ὁ θεὸς χοῦν λαβὼν τὸν ἀνθρωποειδῆ τοῦτον ἀνδριάντα πλάττειν ἐθελῆσαι μετὰ τῆς ἀνωτάτω σπουδῆς, ἀλλὰ διακρίνας ἐξ ἁπάσης τὸ βέλτιστον, ἐκ καθαρᾶς ὕλης τὸ καθαρώτατον καὶ διηθημένον ἄκρως, ὃ πρὸς τὴν κατασκευὴν μάλιστα ἥρμοζεν· οἶκος γάρ τις ἢ νεὼς ἱερὸς ἐτεκταίνετο ψυχῆς λογικῆς, ἣν ἔμελλεν ἀγαλματοφορήσειν ἀγαλμάτων τὸ θεοειδέστατον. 138 τρίτον δέ, ὃ μηδὲ σύγκρισιν ἔχει πρὸς τὰ λεχθέντα, ὁ δημιουργὸς ἀγαθὸς ἦν τά τε ἄλλα καὶ τὴν ἐπιστήμην, ὡς ἕκαστον τῶν τοῦ σώματος μερῶν καὶ ἰδίᾳ καθ’ αὑτὸ τοὺς ἐπιβάλλοντας ἔχειν ἀριθμοὺς καὶ πρὸς τὴν τοῦ ὅλου κοινωνίαν εὐαρμόστως ἀπηκριβῶσθαι· μετὰ δὲ τῆς συμμετρίας καὶ εὐσαρκίαν προσανέπλαττε καὶ εὔχροιαν ἠνθογράφει βουλόμενος, ὡς ἔνι μάλιστα, κάλλιστον ὀφθῆναι τὸν πρῶτον ἄνθρωπον.
(XLVIII) 139 ὅτι δὲ καὶ τὴν ψυχὴν ἄριστος ἦν, φανερόν· οὐδενὶ γὰρ ἑτέρῳ παραδείγματι τῶν ἐν γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ’ ὡς εἶπον τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον, ἔνθα τῶν αἰσθήσεων ὁ τόπος, αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός, τὸν δὲ βασιλέα λογισμὸν ἐνιδρυσάμενος τῷ ἡγεμονικῷ παρέδωκε δορυφορεῖσθαι πρὸς τὰς χρωμάτων καὶ φωνῶν χυλῶν τε αὖ καὶ ἀτμῶν καὶ τῶν παραπλησίων ἀντιλήψεις, ἃς ἄνευ αἰσθήσεως δι’ αὑτοῦ μόνου καταλαβεῖν οὐχ οἷός τε ἦν. ἀνάγκη δὲ παγκάλου παραδείγματος πάγκαλον εἶναι τὸ μίμημα. θεοῦ δὲ λόγος καὶ αὐτοῦ κάλλους, ὅπερ ἐστὶν ἐν τῇ φύσει κάλλος, ἀμείνων, οὐ κοσμούμενος κάλλει, κόσμος δ’ αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εὐπρεπέστατος ἐκείνου.
(XLIX) 140 Τοιοῦτος μὲν ὁ πρῶτος ἄνθρωπος κατά τε σῶμα καὶ ψυχὴν γεγενῆσθαί μοι δοκεῖ, τούς τε νῦν ὄντας καὶ τοὺς πρὸ ἡμῶν διενεγκὼν ἅπαντας· ἡ μὲν γὰρ ἡμετέρα γένεσις ἐξ ἀνθρώπων, τὸν δὲ θεὸς ἐδημιούργησεν· ἐφ’ ὅσον δὲ κρείττων ὁ ποιῶν, ἐπὶ τοσοῦτον καὶ τὸ γινόμενον ἄμεινον· ὥσπερ γὰρ τὸ ἀκμάζον αἰεὶ τοῦ παρηβηκότος βέλτιόν ἐστιν, εἴτε ζῷον εἴτε φυτὸν εἴτε καρπὸς εἴτ’ ἄλλο τι τῶν ἐν τῇ φύσει τυγχάνοι, οὕτως ἔοικεν ὁ μὲν πρῶτος διαπλασθεὶς ἄνθρωπος ἀκμὴ τοῦ ἡμετέρου παντὸς ὑπάρξαι γένους, οἱ δ’ ἔπειτα μηκέθ’ ὁμοίως ἐπακμάσαι, τῶν κατὰ γενεὰν ἀμαυροτέρας ἀεὶ τάς τε μορφὰς καὶ τὰς δυνάμεις ¦ λαμβανόντων· 141 ὅπερ ἐπί τε πλαστικῆς καὶ ζῳγραφίας γινόμενον εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν ἀμυδροτέρας λαμβανόντων τάς τε τοῦ σώματος καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ ποιότητας. 142 τὸν δ’ ἀρχηγέτην ἐκεῖνον οὐ μόνον πρῶτον ἄνθρωπον ἀλλὰ καὶ μόνον κοσμοπολίτην λέγοντες ἀψευδέστατα ἐροῦμεν· ἦν γὰρ οἶκος αὐτῷ καὶ πόλις ὁ κόσμος, μηδεμιᾶς χειροποιήτου κατασκευῆς δεδημιουργημένης ἐκ λίθων καὶ ξύλων ὕλης, ᾧ καθάπερ ἐν πατρίδι μετὰ πάσης ἀσφαλείας ἐνδιῃτᾶτο φόβου μὲν ἐκτὸς ὤν, ἅτε τῆς τῶν περιγείων ἡγεμονίας ἀξιωθεὶς καὶ πάντων ὅσα θνητὰ κατεπτηχότων καὶ ὑπακούειν ὡς δεσπότῃ δεδιδαγμένων ἢ βιασθέντων, ἐν εὐπαθείαις δὲ ταῖς ἐν εἰρήνῃ ἀπολέμῳ ζῶν ἀνεπιλήπτως.
(L) 143 ἐπεὶ δὲ πᾶσα πόλις εὔνομος ἔχει πολιτείαν, ἀναγκαίως συνέβαινε τῷ κοσμοπολίτῃ χρῆσθαι πολιτείᾳ ᾗ καὶ σύμπας ὁ κόσμος· αὕτη δέ ἐστιν ὁ τῆς φύσεως ὀρθὸς λόγος, ὃς κυριωτέρᾳ κλήσει προσονομάζεται θεσμός, νόμος θεῖος ὤν, καθ’ ὃν τὰ προσήκοντα καὶ ἐπιβάλλοντα ἑκάστοις ἀπενεμήθη. ταύτης τῆς πόλεως καὶ πολιτείας ἔδει τινὰς εἶναι πρὸ ἀνθρώπου πολίτας, οἳ λέγοιντ’ ἂν ἐνδίκως μεγαλοπολῖται τὸν μέγιστον περίβολον οἰκεῖν λαχόντες καὶ τῷ μεγίστῳ καὶ τελειοτάτῳ πολιτεύματι ἐγγραφέντες. 144 οὗτοι δὲ τίνες ἂν εἶεν ὅτι μὴ λογικαὶ καὶ θεῖαι φύσεις, αἱ μὲν ἀσώματοι καὶ νοηταί, αἱ δὲ οὐκ ἄνευ σωμάτων, ὁποίους συμβέβηκεν εἶναι τοὺς ἀστέρας; οἷς προσομιλῶν καὶ συνδιαιτώμενος εἰκότως ἐν ἀκράτῳ διέτριβεν εὐδαιμονίᾳ· συγγενής τε καὶ ἀγχίσπορος ὢν τοῦ ἡγεμόνος, ἅτε δὴ πολλοῦ ῥυέντος εἰς αὐτὸν τοῦ θείου πνεύματος, πάντα καὶ λέγειν καὶ πράττειν ἐσπούδαζεν εἰς ἀρέσκειαν τοῦ πατρὸς καὶ βασιλέως, ἑπόμενος κατ’ ἴχνος αὐτῷ ταῖς ὁδοῖς, ἃς λεωφόρους ¦ ἀνατέμνουσιν ἀρεταί, διότι μόναις ψυχαῖς θέμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν.
(LI) 145 Τοῦ μὲν οὖν πρώτου φύντος ἀνθρώπου τὸ καθ’ ἑκάτερον ψυχήν τε καὶ σῶμα κάλλος, εἰ καὶ πολλῷ τῆς ἀληθείας ἔλαττον, ἀλλ’ οὖν κατὰ τὴν ἡμετέραν δύναμιν ὡς οἷόν τε ἦν εἴρηται. τοὺς δ’ ἀπογόνους τῆς ἐκείνου μετέχοντας ἰδέας ἀναγκαῖον εἰ καὶ ἀμυδροὺς ἀλλ’ οὖν ἔτι σῴζειν τοὺς τύπους τῆς πρὸς τὸν προπάτορα συγγενείας. 146 ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς, κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν ὁρατὴν ταύτην εἰκόνα· 147 καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον – ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις – , ᾗ δὲ μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων πλανήτων καὶ ἀπλανῶν συνεγγίζων.
(LII) 148 Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2, 19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς· ἐμπρεπὲς δ’ ἡγεμόνι προσαγορεύειν ἕκαστον τῶν ὑπηκόων. ὑπερβάλλουσα δ’ ὡς εἰκὸς ¦ δύναμις ἀρχῆς ἦν περὶ τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον, ὃν σπουδῇ διαπλάσας ὁ θεὸς ἠξίου δευτερείων, ὕπαρχον μὲν αὑτοῦ, τῶν δ’ ἄλλων ἁπάντων ἡγεμόνα τιθείς, ὁπότε καὶ οἱ τοσαύταις γενεαῖς ὕστερον φύντες, ἤδη τοῦ γένους διὰ μακρὰς χρόνων περιόδους ἐξιτήλου ὄντος, οὐδὲν ἧττον ἔτι δεσπόζουσι τῶν ἀλόγων καθάπερ λαμπάδιον ἀρχῆς καὶ δυναστείας ἀπὸ τοῦ πρώτου διαδοθὲν φυλάττοντες. 149 φησὶν οὖν ὅτι πάντα τὰ ζῷα ἤγαγεν ὁ θεὸς πρὸς τὸν Ἀδάμ, ἰδεῖν βουλόμενος τίνας θήσεται προσρήσεις ἑκάστοις, οὐχ ὅτι ἐνεδοίαζεν – ἄγνωστον γὰρ οὐδὲν θεῷ – , ἀλλ’ ὅτι ᾔδει τὴν λογικὴν ἐν θνητῷ φύσιν κατεσκευακὼς αὐτοκίνητον, ὅπως ἀμέτοχος αὐτὸς ᾖ κακίας. ἀπεπειρᾶτο δ’ ὡς ὑφηγητὴς γνωρίμου τὴν ἐνδιάθετον ἕξιν ἀνακινῶν καὶ πρὸς ἐπίδειξιν τῶν οἰκείων ἀνακαλῶν ἔργων, ἵν’ ἀπαυτοματίσῃ τὰς θέσεις μήτ’ ἀνοικείους μήτ’ ἀναρμόστους ἀλλ’ ἐμφαινούσας εὖ μάλα τὰς τῶν ὑποκειμένων ἰδιότητας. 150 ἀκράτου γὰρ ἔτι τῆς λογικῆς φύσεως ὑπαρχούσης ἐν ψυχῇ καὶ μηδενὸς ἀρρωστήματος ἢ νοσήματος ἢ πάθους παρεισεληλυθότος, τὰς φαντασίας τῶν σωμάτων καὶ πραγμάτων ἀκραιφνεστάτας λαμβάνων εὐθυβόλους ἐποιεῖτο τὰς κλήσεις, εὖ μάλα στοχαζόμενος τῶν δηλουμένων, ὡς ἅμα λεχθῆναί τε καὶ νοηθῆναι τὰς φύσεις αὐτῶν. οὕτως μὲν ἐν ἅπασι τοῖς καλοῖς διέφερεν ἐπ’ αὐτὸ τὸ πέρας φθάνων τῆς ἀνθρωπίνης εὐδαιμονίας.
(LIII) 151 Ἐπεὶ δ’ οὐδὲν τῶν ἐν γενέσει βέβαιον, τροπὰς δὲ καὶ μεταβολὰς ἀναγκαίως τὰ θνητὰ δέχεται, ἐχρῆν καὶ τὸν πρῶτον ἄνθρωπον ἀπολαῦσαί τινος κακοπραγίας. ἀρχὴ δὲ τῆς ὑπαιτίου ζωῆς αὐτῷ γίνεται γυνή· μέχρι μὲν γὰρ εἷς ἦν, ὡμοιοῦτο κατὰ τὴν μόνωσιν κόσμῳ καὶ θεῷ καὶ τῆς ἑκατέρου φύσεως ἐναπεμάττετο τῇ ψυχῇ τοὺς χαρακτῆρας, οὐ πάντας ἀλλ’ ὅσους χωρῆσαι δυνατὸν θνητὴν σύστασιν· ἐπεὶ δ’ ἐπλάσθη καὶ γυνή, θεασάμενος ἀδελφὸν εἶδος καὶ συγγενῆ μορφὴν ἠσμένισε τῇ θέᾳ καὶ προσιὼν ἠσπάζετο. 152 ἡ δ’ οὐδὲν ἐκείνου προσβλέπουσα ζῷον ἐμφερέστερον ἑαυτῇ γάνυταί τε καὶ ἀντιπροσφθέγγεται μετ’ αἰδοῦς· ἔρως δ’ ἐπιγενόμενος καθάπερ ἑνὸς ζῴου διττὰ τμήματα διεστηκότα συναγαγὼν εἰς ταὐτὸν ἁρμόττεται, πόθον ἐνιδρυσάμενος ἑκατέρῳ τῆς πρὸς θάτερον κοινωνίας εἰς τὴν τοῦ ὁμοίου γένεσιν· ὁ δὲ πόθος οὗτος καὶ τὴν τῶν σωμάτων ἡδονὴν ἐγέννησεν, ἥτις ἐστὶν ἀδικημάτων καὶ παρανομημάτων ¦ ἀρχή, δι’ ἣν ὑπαλλάττονται τὸν θνητὸν καὶ κακοδαίμονα βίον ἀντ’ ἀθανάτου καὶ εὐδαίμονος.
(LIV) 153 ἔτι δὲ τοῦ ἀνδρὸς μονήρη βίον ζῶντος, μήπω διαπλασθείσης τῆς γυναικός, φυτευθῆναι λόγος ἔχει παράδεισον ὑπὸ θεοῦ τοῖς παρ’ ἡμῖν οὐδὲν προσεοικότα (Gen. 2, 8 s.)· τῶν μὲν γάρ ἐστιν ἄψυχος ἡ ὕλη, παντοίων δένδρων κατάπλεως, τῶν μὲν ἀειθαλῶν πρὸς τὴν ὄψεως ἀδιάστατον ἡδονήν, τῶν δὲ ταῖς ἐαριναῖς ὥραις ἡβώντων καὶ βλαστανόντων, καὶ τῶν μὲν ἥμερον καρπὸν ἀνθρώποις φερόντων, οὐ πρὸς ἀναγκαίαν μόνον χρῆσιν τροφῆς ἀλλὰ καὶ πρὸς περιττὴν ἀπόλαυσιν ἁβροδιαίτου βίου, τῶν δ’ οὐχ ὅμοιον, ὃς ἀναγκαίως θηρίοις ἀπενεμήθη· κατὰ δὲ τὸν θεῖον παράδεισον ἔμψυχα καὶ λογικὰ φυτὰ πάντ’ εἶναι συμβέβηκε, καρπὸν φέροντα τὰς ἀρετὰς καὶ προσέτι τὴν ἀδιάφθορον σύνεσιν καὶ ἀγχίνοιαν, ᾗ γνωρίζεται τὰ καλὰ καὶ τὰ αἰσχρά, ζωήν τ’ ἄνοσον καὶ ἀφθαρσίαν καὶ πᾶν εἴ τι τούτοις ὁμοιότροπον. 154 ταῦτα δέ μοι δοκεῖ συμβολικῶς μᾶλλον ἢ κυρίως φιλοσοφεῖσθαι· δένδρα γὰρ ἐπὶ γῆς οὔτε πέφηνέ πω πρότερον οὔτ’ αὖθις εἰκὸς φανεῖσθαι ζωῆς ἢ συνέσεως· ἀλλ’ ὡς ἔοικεν αἰνίττεται διὰ μὲν τοῦ παραδείσου τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὅπερ ἐστὶ κατάπλεων οἷα φυτῶν μυρίων ὅσων δοξῶν, διὰ δὲ τοῦ δένδρου τῆς ζωῆς τὴν μεγίστην τῶν ἀρετῶν θεοσέβειαν, δι’ ἧς ἀθανατίζεται ἡ ψυχή, διὰ δὲ τοῦ καλῶν καὶ πονηρῶν γνωριστικοῦ φρόνησιν τὴν μέσην, ᾗ διακρίνεται τἀναντία φύσει.
(LV) 155 θέμενος δὲ τούτους τοὺς ὅρους ἐν ψυχῇ καθάπερ δικαστὴς ἐσκόπει, πρὸς πότερον ἐπικλινῶς ἕξει. ὡς δὲ εἶδε ῥέπουσαν μὲν ἐπὶ πανουργίαν, εὐσεβείας δὲ καὶ ὁσιότητος ὀλιγωροῦσαν, ἐξ ὧν ἡ ἀθάνατος ζωὴ περιγίνεται, προὐβάλετο κατὰ τὸ εἰκὸς καὶ ἐφυγάδευσεν ἐκ τοῦ παραδείσου, μηδ’ ἐλπίδα τῆς εἰσαῦθις ἐπανόδου δυσίατα καὶ ἀθεράπευτα πλημμελούσῃ ψυχῇ παρασχών, ἐπεὶ καὶ ἡ τῆς ἀπάτης πρόφασις ἐπίληπτος ἦν οὐ μετρίως, ἣν οὐκ ἄξιον παρασιωπῆσαι. 156 λέγεται τὸ παλαιὸν τὸ ἰοβόλον καὶ γηγενὲς ἑρπετὸν [ὄφις] ἀνθρώπου φωνὴν προΐεσθαι καί ποτε προσελθὸν τῇ τοῦ πρώτου φύντος ἀνδρὸς γυναικὶ τῆς βραδυτῆτος καὶ τῆς ἄγαν εὐλαβείας ὀνειδίσαι, διότι μέλλει καὶ ὑπερτίθεται πάγκαλον ὀφθῆναι καὶ ἥδιστον ἀπολαυσθῆναι καρπὸν δρέπεσθαι, πρὸς δὲ καὶ ὠφελιμώτατον, ᾧ δυνήσεται γνωρίζειν ἀγαθά τε αὖ καὶ κακά· τὴν δὲ ἀνεξετάστως ἀπὸ γνώμης ἀβεβαίου καὶ ἀνιδρύτου συναινέσασαν ἐμφαγεῖν ¦ τοῦ καρποῦ καὶ τῷ ἀνδρὶ μεταδοῦναι – καὶ τοῦτ’ ἐξαπιναίως ἀμφοτέρους ἐξ ἀκακίας καὶ ἁπλότητος ἠθῶν εἰς πανουργίαν μετέβαλεν – · ἐφ’ ᾧ τὸν πατέρα χαλεπήναντα – ἡ γὰρ πρᾶξις ὀργῆς ἀξία, ἐπεὶ παρελθόντες τὸ ζωῆς ἀθανάτου φυτόν, τὴν ἀρετῆς παντέλειαν, ὑφ’ ἧς μακραίωνα καὶ εὐδαίμονα βίον ἐδύναντο καρποῦσθαι, τὸν ἐφήμερον καὶ θνητὸν οὐ βίον ἀλλὰ χρόνον κακοδαιμονίας μεστὸν εἵλοντο – κολάσεις ὁρίσαι κατ’ αὐτῶν τὰς προσηκούσας.
(LVI) 157 Ἔστι δὲ ταῦτα οὐ μύθου πλάσματα, οἷς τὸ ποιητικὸν καὶ σοφιστικὸν χαίρει γένος, ἀλλὰ δείγματα τύπων ἐπ’ ἀλληγορίαν παρακαλοῦντα κατὰ τὰς δι’ ὑπονοιῶν ἀποδόσεις. ἑπόμενος δέ τις εἰκότι στοχασμῷ φήσει προσηκόντως τὸν εἰρημένον ὄφιν ἡδονῆς εἶναι σύμβολον, ὅτι πρῶτον μὲν ζῷον ἄπουν ἐστὶ καὶ πρηνὲς πεπτωκὸς ἐπὶ γαστέρα, δεύτερον δ’ ὅτι γῆς βώλοις σιτίῳ χρῆται, τρίτον δ’ ὅτι τὸν ἰὸν ἐπιφέρεται τοῖς ὀδοῦσιν, ᾧ τοὺς δηχθέντας ἀναιρεῖν πέφυκεν. 158 οὐδενὸς δὲ τῶν λεχθέντων ὁ φιλήδονος ἀμοιρεῖ· μόλις τε γὰρ τὴν κεφαλὴν ἐπαίρει βαρυνόμενος καὶ καθελκόμενος, ἐκτραχηλιζούσης καὶ ὑποσκελιζούσης τῆς ἀκρασίας· σιτεῖταί τε οὐκ οὐράνιον τροφήν, ἣν ὀρέγει τοῖς φιλοθεάμοσι διὰ λόγων καὶ δογμάτων σοφία, τὴν δ’ ἀναδιδομένην ἐκ γῆς κατὰ τὰς ἐτησίους ὥρας, ἐξ ἧς οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαιμαργίαι, <αἳ> τὰς γαστρὸς ἐπιθυμίας προσαναρρηγνῦσαι καὶ ἀναρριπίζουσαι [καὶ ἀνδραποδίζουσαι] πρὸς γαστριμαργίαν συναύξουσι καὶ ἀναρρηγνύουσι καὶ τοὺς ὑπογαστρίους οἴστρους· σιτοπόνων τε γὰρ καὶ ὀψαρτυτῶν κάματον ἐπιλιχνεύει καὶ τῆς ἀπὸ τῶν ἡδυσμάτων κνίσσης ἐν κύκλῳ τὴν κεφαλὴν περιάγων μεταλαμβάνειν [τῆς εἰδεχθείας] ὀρέγεται, καὶ ὁπότε πολυτελῆ τράπεζαν θεάσαιτο, καταβαλὼν αὑτὸν ὅλον ἐπὶ τὰ εὐτρεπισθέντα ἐκχεῖται, πάντων ἀθρόων σπουδάζων ἐμφορεῖσθαι, τέλος οὐ κόρον ἀλλὰ τὸ μηδὲν ὑπολείπεσθαι τῶν εὐτρεπισθέντων ποιούμενος. 159 ὅθεν οὐχ ἧττον ὄφεως ἐν τοῖς ὀδοῦσιν ἐπιφέρεται τὸν ἰόν· οὗτοι γάρ εἰσιν ἀπληστίας ὑπηρέται καὶ ὑπουργοί, πάνθ’ ὅσα πρὸς ἐδωδὴν τέμνοντές τε καὶ λεαίνοντες καὶ τὸ μὲν πρῶτον γλώττῃ παραδιδόντες τῇ χυλοὺς δικαζούσῃ πρὸς ἐπίκρισιν, ἔπειτα δὲ φάρυγγι· ¦ σιτίων δὲ ἀμετρία θανατῶδες φύσει καὶ ἰοβόλον, ἅτε πέψιν οὐκ ἐνδεχομένων διὰ τὴν τῶν ἐπεισιόντων φοράν, ἣ γίνεται πρὶν ἐξικμασθῆναι τὰ πρότερα. 160 φωνὴν δ’ ἀνθρώπειον ὄφις λέγεται προΐεσθαι, διότι μυρίοις ὑπερμάχοις καὶ προαγωνισταῖς ἡδονὴ χρῆται τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν, οἳ τολμῶσιν ἀναδιδάσκειν ὅτι πάντων τὸ κράτος ἀνῆπται μικρῶν τε καὶ μεγάλων οὐδενὸς ὑπεξῃρημένου τὸ παράπαν.
(LVII) 161 ἀλλ’ αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον. 162 σπεύδει τε, φασί, πᾶν ζῷον ὡς ἐπ’ ἀναγκαιότατον καὶ συνεκτικώτατον τέλος ἡδονὴν καὶ μάλιστα ἄνθρωπος· τὰ μὲν γὰρ διὰ γεύσεως μόνον καὶ τῶν γεννητικῶν ἐφίεται ταύτης, ὁ δὲ ἄνθρωπος καὶ διὰ τῶν ἄλλων αἰσθήσεων, ὅσα θεάματα ἢ ἀκούσματα τέρψιν δύναται παρασχεῖν ὠσὶ καὶ ὀφθαλμοῖς μεταδιώκων. 163 λέγεται δὲ καὶ ἄλλα παμπληθῆ πρὸς ἔπαινον τοῦ πάθους καὶ ὡς ἔστιν οἰκειότατον καὶ συγγενέστατον ζῴοις·
(LVIII) ἀπόχρη δὲ δείγματος ἕνεκα καὶ τὰ νῦν εἰρημένα, ὧν χάριν ἀνθρωπίνην φωνὴν ἔδοξεν ὁ ὄφις προΐεσθαι. διό μοι δοκεῖ κἀν τοῖς κατὰ μέρος νόμοις, οὗ περὶ ζῴων ἔγραψεν ἅ τε χρὴ προσφέρεσθαι καὶ τοὐναντίον, ἐπαινέσαι μάλιστα τὸν ὀφιομάχην ἐπικαλούμενον (Lev. 11, 22) – ἑρπετὸν δ’ ἐστὶν ἔχον ἀνωτέρω σκέλη τῶν ποδῶν, οἷς ἀπὸ γῆς πέφυκε πηδᾶν καὶ μετέωρον αἴρεσθαι καθάπερ τὸ τῶν ἀκρίδων γένος – · 164 ὁ γὰρ ὀφιομάχης οὐδὲν ἄλλ’ ἢ συμβολικῶς ἐγκράτεια εἶναί μοι δοκεῖ, μάχην ἀκαθαίρετον καὶ πόλεμον ἄσπονδον ἐκφέρουσα πρὸς ἀκρασίαν καὶ ἡδονήν· ἡ μὲν γὰρ εὐτέλειαν καὶ ὀλιγοδεΐαν καὶ ὅσον ἀναγκαῖον φιλαυστήρῳ καὶ σεμνῷ βίῳ διαφερόντως ἀσπάζεται, ἡ δὲ περιεργίαν καὶ πολυτέλειαν, ἃ χλιδῆς καὶ θρύψεως αἴτια γίνεται ψυχῇ καὶ σώματι, δι’ ὧν τὴν ὑπαίτιον καὶ θανάτου χαλεπωτέραν ζωὴν παρὰ τοῖς εὖ φρονοῦσι συμβέβηκε γίνεσθαι.
(LIX) 165 Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ ¦ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται. 166 συνόλως γὰρ οὐκ ἀγνοητέον ὅτι οἷα ἑταιρὶς καὶ μαχλὰς οὖσα ἡδονὴ γλίχεται τυχεῖν ἐραστοῦ καὶ μαστροποὺς ἀναζητεῖ, δι’ ὧν τοῦτον ἀγκιστρεύσεται· μαστροπεύουσι δ’ αὐτῇ καὶ προξενοῦσι τὸν ἐρῶντα αἰσθήσεις, ἃς δελεάσασα ῥᾳδίως ὑπηγάγετο τὸν νοῦν, ᾧ τὰ φανέντα ἐκτὸς εἴσω κομίζουσαι διαγγέλλουσι καὶ ἐπιδείκνυνται, τοὺς τύπους ἑκάστων ἐνσφραγιζόμεναι καὶ τὸ ὅμοιον ἐνεργαζόμεναι πάθος· κηρῷ γὰρ ἐοικὼς δέχεται τὰς διὰ τῶν αἰσθήσεων φαντασίας, αἷς τὰ σώματα καταλαμβάνει δι’ αὑτοῦ μὴ δυνάμενος, καθάπερ εἶπον ἤδη.
(LX) 167 Τὰ δ’ ἐπίχειρα τῆς ἡδονῆς εὐθὺς εὕραντο οἱ πρῶτοι γενόμενοι δοῦλοι χαλεποῦ καὶ δυσιάτου πάθους· ἡ μὲν γυνὴ σφοδρὰς ἀνίας ἐνδεξαμένη τὰς ἐν ὠδῖσι καὶ τὰς παρὰ τὸν ἄλλον βίον λύπας ἐπαλλήλους καὶ μάλιστα τὰς ἐπὶ τέκνοις γεννωμένοις καὶ τρεφομένοις καὶ νοσοῦσι καὶ ὑγιαίνουσι καὶ εὐτυχοῦσι καὶ ἀτυχοῦσιν, εἶτ’ ἀφαίρεσιν ἐλευθερίας καὶ τὴν ἀπὸ τοῦ συνόντος ἀνδρὸς δεσποτείαν, οὗ τοῖς ἐπιτάγμασι πειθαρχεῖν ἀναγκαῖον· ὁ δ’ ἀνὴρ ἐν μέρει πόνους καὶ ταλαιπωρίας καὶ συνεχεῖς ἱδρῶτας ἕνεκα πορισμοῦ τῶν ἀναγκαίων καὶ στέρησιν μὲν τῶν αὐτομάτων ἀγαθῶν, ἅπερ ἐδιδάχθη φέρειν ἡ γῆ δίχα γεωργικῆς ἐπιστήμης, ἀτρύτων δὲ μετουσίαν καμάτων εἰς ζήτησιν βίου καὶ τροφῆς ὑπὲρ τοῦ μὴ λιμῷ παραπολέσθαι· 168 οἶμαι γὰρ ἂν ὥσπερ ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου χάριν ἢ ὅτι ¦ τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν, ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις χορηγῶσιν. 169 ἔδει μὲν οὖν τὸ τῶν ἀνθρώπων γένος, εἰ τὴν ἁρμόττουσαν ἔμελλε δίκην ὑπομένειν, ἠφανίσθαι διὰ τὴν πρὸς τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν ἀχαριστίαν· ὁ δ’ ἅτε τὴν φύσιν ἵλεως οἶκτον λαβὼν ἐμετρίασε τὴν τιμωρίαν, τὸ μὲν γένος ἐάσας διαμένειν, τὰς δὲ τροφὰς οὐκέθ’ ὁμοίως ἐξ ἑτοίμου παρασχών, ἵνα μὴ δυσὶ κακοῖς ἀργίᾳ καὶ κόρῳ χρώμενοι πλημμελῶσι καὶ ὑβρίζωσι.
(LXI) 170 Τοιοῦτος μὲν ὁ βίος τῶν ἐν ἀρχῇ μὲν ἀκακίᾳ καὶ ἁπλότητι χρωμένων, αὖθις δὲ κακίαν ἀντ’ ἀρετῆς προτιμώντων [ὧν ἄξιον ἀπέχεσθαι]. διὰ δὲ τῆς λεχθείσης κοσμοποιίας πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἀναδιδάσκει, πέντε δὲ τὰ κάλλιστα καὶ πάντων ἄριστα· πρῶτον μὲν ὅτι ἔστι τὸ θεῖον καὶ ὑπάρχει, διὰ τοὺς ἀθέους, ὧν οἱ μὲν ἐνεδοίασαν ἐπαμφοτερίσαντες περὶ τῆς ὑπάρξεως αὐτοῦ, οἱ δὲ τολμηρότεροι καὶ κατεθρασύναντο φάμενοι μηδ’ ὅλως εἶναι, λέγεσθαι δ’ αὐτὸ μόνον πρὸς ἀνθρώπων πλάσμασι μυθικοῖς ἐπισκιασάντων τὴν ἀλήθειαν· 171 δεύτερον δ’ ὅτι θεὸς εἷς ἐστι, διὰ τοὺς εἰσηγητὰς τῆς πολυθέου δόξης, οἳ οὐκ ἐρυθριῶσι τὴν φαυλοτάτην τῶν κακοπολιτειῶν ὀχλοκρατίαν ἀπὸ γῆς εἰς οὐρανὸν μετοικίζοντες· τρίτον δ’ ὡς ἤδη λέλεκται ὅτι γενητὸς ὁ κόσμος, διὰ τοὺς οἰομένους αὐτὸν ἀγένητον καὶ ἀίδιον εἶναι, οἳ πλέον οὐδὲν ἀπονέμουσι θεῷ· τέταρτον δ’ ὅτι καὶ εἷς ἐστιν ὁ κόσμος, ἐπειδὴ καὶ εἷς ὁ δημιουργὸς <ὁ> ἐξομοιώσας αὑτῷ κατὰ τὴν μόνωσιν τὸ ἔργον, ὃς ἁπάσῃ κατεχρήσατο τῇ ὕλῃ εἰς τὴν τοῦ ὅλου γένεσιν· ὅλον γὰρ οὐκ ἂν ἦν, εἰ μὴ ἐξ ὅλων ἐπάγη καὶ συνέστη τῶν μερῶν· εἰσὶ γὰρ οἱ πλείους ὑπολαμβάνοντες εἶναι κόσμους, οἱ δὲ καὶ ἀπείρους, ἄπειροι καὶ ἀνεπιστήμονες αὐτοὶ πρὸς ἀλήθειαν ὄντες ὧν καλὸν ἐπιστήμην ἔχειν· πέμπτον δ’ ὅτι καὶ προνοεῖ τοῦ κόσμου ὁ θεός· ἐπιμελεῖσθαι γὰρ ἀεὶ τὸ πεποιηκὸς τοῦ γενομένου φύσεως νόμοις καὶ θεσμοῖς ἀναγκαῖον, καθ’ οὓς καὶ γονεῖς τέκνων ¦ προμηθοῦνται. 172 ὁ δὴ ταῦτα μὴ ἀκοῇ μᾶλλον ἢ διανοίᾳ προμαθὼν καὶ ἐν τῇ αὑτοῦ ψυχῇ σφραγισάμενος θαυμάσια καὶ περιμάχητα εἴδη, καὶ ὅτι ἔστι καὶ ὑπάρχει θεὸς καὶ ὅτι εἷς ὁ ὢν ὄντως ἐστὶ καὶ ὅτι πεποίηκε τὸν κόσμον καὶ πεποίηκεν ἕνα, ὡς ἐλέχθη, κατὰ τὴν μόνωσιν ἐξομοιώσας ἑαυτῷ καὶ ὅτι ἀεὶ προνοεῖ τοῦ γεγονότος, μακαρίαν καὶ εὐδαίμονα ζωὴν βιώσεται δόγμασιν εὐσεβείας καὶ ὁσιότητος χαραχθείς.