Περί της Ηροδότου κακοηθείας (Πλούταρχος)
←Συγκρίσεως Ἀριστοφἀνους καὶ Μενάνδρου ἐπιτομή | Περὶ τῆς Ἡροδότου κακοηθείας Συγγραφέας: Ηθικά |
Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων→ |
- ΠΕΡΙ ΤΗΣ ΗΡΟΔΟΤΟΥ ΚΑΚΟΗΘΕΙΑΣ
(854e) Πολλοὺς μέν, ὦ Ἀλέξανδρε, τοῦ Ἡροδότου καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. Οὐ γὰρ (854f) μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας μὴ ὄντα δοκεῖν εἶναι δίκαιον, ἀλλὰ καὶ κακοηθείας ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. *** μάλιστα πρός τε Βοιωτοὺς καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν, ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατ´ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος· ἐπεὶ τά γ´ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν ἂν βιβλίων δεήσειεν. Ἀλλὰ
- Δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον,
(855a) ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δ´ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τάς τ´ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ συγγραφέως. Ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν· ἡ δ´ Ἡροδότου κακοήθεια λειοτέρα μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου, καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων.
Δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ λαβόντας (855b) ὅσα κοινῇ μὴ καθαρᾶς μηδ´ εὐμενοῦς ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.
Πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος (ὥσπερ εἰ θειασμῷ προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν Κλέωνος μᾶλλον ἢ κουφολογίαν) οὐκ εὐμενής ἐστιν, ἀλλ´ οἷον ἀπολαύων τῷ † σοφῶς † διηγεῖσθαι τοῦ πράγματος.
(855c) Δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δ´ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. Ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ διήγησιν, Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε. Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς (855d) Ἑλληνικοῖς πράγμασιν ἁπάσας παρέλιπεν· αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν,
- Θνητῶν ἐκλέγων τὰς συμφοράς.
Καὶ μὴν τό γ´ ἀντίστροφον τούτῳ παντὶ δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς ἐστιν, ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γινόμενον δὲ κακοήθως, (855e) ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.
Τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς ἐν ἱστορίᾳ τρόπου τὸ δυοῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. Τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας· οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ πράγματος (855f) οὐδ´ ἀρνοῦνται πολλάκις εἰς τὸ παράδοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων. Ὁ δ´ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγων δίκαιός ἐστι, τῶν δ´ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα. Πολλοὶ δ´ ὅλως τὰ χείρονα παραλείπουσιν· ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους Ἔφορος μέν, εἰπὼν ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, « ἀλλ´ οὐκ ἐπείσθη, » φησίν, « οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς ἐλπίδας· » Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.
Ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶχθαι, τὴν δ´ αἰτίαν ἀφ´ ἧς πέπρακται καὶ τὴν διάνοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ (856a) τὸν πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι δι´ Ἀσπασίαν ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι Λακεδαιμονίοις ἐθελήσαντος. Εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς διαβολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος, αὐτὸ τὸ πεπραγμένον ἐμφανῶς οὐ δυνάμενος ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγαλονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον (856b) καὶ πάθους γυναικείου τιθέμενοι· καὶ Κάτωνα λέγοντες ἑαυτὸν ἀνελεῖν δείσαντα τὸν μετ´ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.
Δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ μὴ δι´ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιππον ἔνιοι φάσκουσιν· ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως, ὡς Ἀλέξανδρον· ἂν μὴ φρονίμως ἀλλ´ εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος, ὑποδυομένας. Δῆλον γὰρ ὅτι τῶν (856c) πράξεων ἐλαττοῦσι τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατ´ ἀρετὴν καὶ δι´αὑτῶν ἀφαιροῦντες.
Ἔστι τοίνυν τοῖς ἀπ´ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα καὶ μανίαν, ἐὰν μὴ μετριάζωσιν· οἱ δὲ πλαγίως οἷον ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπιστεῖν ἃ πάνυ πιστεύεσθαι θέλουσιν, ἀρνούμενοι κακοήθειαν ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλισκάνουσιν.
Ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ Σωκράτους Ἀριστόξενος, (856d) ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν « ἀδικία δ´ οὐ προσῆν. » Ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προϋποτίθεται τὸν ἔπαινον.
Ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χαρακτήρων· ἀρκοῦσι δ´ οὗτοι κατανόησιν τἀνθρώπου τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν.
Πρῶτα δὴ πάντων ὥσπερ ἀφ´ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες (856e) ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις, πορθμῶν δὲ τοῖς μεγίστοις ἀφ´ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν· ταύτην ὁ γενναῖος ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ φοβουμένην μὴ κύουσα φανερὰ γένηται. Καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν Ἰοῦν μετ´ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν, (856f) εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. « Δῆλον γάρ, » φησίν, « ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο. » Καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθ´ Ἡρόδοτον ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. Καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς (857a) ταὐτὸ τοῦτ´ ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. Ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν ἄνθρωποι· Ἡρόδοτος δὲ κατηγορεῖ τῶν βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.
Οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας, καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ δικαιοσύνην μαρτυρήσας, ἐφ´ Ἕλληνας ἀναστρέφει τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. Ἐν γὰρ τῇ (857b) δευτέρᾳ βίβλῳ Μενέλαόν φησι παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον· ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον « ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι· μισηθέντα δ´ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα τῇσι νηυσὶν ἐπὶ Λιβύης. » Τοῦτον δὲ τὸν λόγον οὐκ οἶδ´ ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρ´ αὐτοῖς.
Ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας μέν φησι (857c) παισὶ μίσγεσθαι παρ´ Ἑλλήνων μαθόντας. Καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρ´ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρ´ Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τὸ τοὺς δώδεκα θεοὺς σέβεσθαι· Διονύσου δὲ καὶ τοὔνομα παρ´ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων ἐξ Αἰγύπτου κομισθῆναι. Καὶ τύπτεσθαι μὲν Αἰγυπτίους φησὶ καὶ πενθεῖν, ὃν δὲ θεὸν οὐ βούλεσθαι (857d) αὐτὸς ὀνομάζειν, ἀλλ´ εὐστόμως κεῖσθαι περὶ τῶν θείων.
Ἡρακλέα δὲ καὶ Διόνυσον οὓς μὲν Αἰγύπτιοι σέβονται, παλαιοὺς ἀποφαίνων ὄντας θεούς, οὓς Ἕλληνες δέ, ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν. Καίτοι καὶ τὸν Αἰγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλ´ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δ´ ὡς φθιτοῖς καὶ ἥρωσιν ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. Ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, (857e) ταῖς Αἰγυπτίων ἀλαζονείαις καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.
Καὶ οὐ τοῦτο δεινόν· ἀλλ´ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον· « οἱ δὲ Δωριέων, » φησίν, « ἡγεμόνες φαίνοιντ´ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω Δανάης καὶ Ἀκρισίου πατέρας. » Τὸν γὰρ Ἔπαφον καὶ τὴν Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, (857f) εἰς βαρβάρους ἀποξενῶσαι τῆς Ἑλλάδος.
Καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλ´ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.
Καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον· τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτ´ εἴρηκεν·
- « Ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν (858a) ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πραγμάτων πέρι »·
ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος, παρῆκε. Πολεμούντων γὰρ Ἀθηναίων καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν (858b) ὁ Πιττακὸς καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμή· καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. Τί οὖν ὁ Ἡρόδοτος, κατὰ τὸν τόπον γενόμενος τοῦτον; Ἀντὶ τῆς Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος· τῷ τὰ μὲν χρηστὰ μὴ γράψαι τὰ δ´ αἰσχρὰ μὴ παραλιπεῖν μαρτυρήσας τοῖς ἀπὸ μιᾶς κακίας καὶ τὸν φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.
(858c) Μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι
- « Ὦ μαμμίδιον, ὁρᾷς; Οὐ μίγνυταί μοι κατὰ νόμον Πεισίστρατος. »
Ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.
Ἵνα τοίνυν μηδ´ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς (858d) διαλελύμανται, τὸν Ὀθρυάδαν·
- « Τὸν δὲ ἕνα, » φησί, « τὸν περιλειφθέντα τῶν τριηκοσίων αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν. »
Ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ τοῦ Ὀθρυάδου τὴν ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν· ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
Ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ ἀλαζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ καὶ (858e) μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι τῶν βασιλένω· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀποδείκνυσιν ἔργον. Ἀδελφὸν γὰρ αὐτοῦ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ Πανταλέοντος (858f) ἕνα τῶν γνωρίμων ἐπὶ κνάφου διαφθεῖραι καταξαινόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον τὴν ἡγεμονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης.
Ἀλλ´ ἀφίημι τὰ τῶν βαρβάρων· ἀφθονίαν γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδ´ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα· καὶ τοὺς (859a) νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν. Ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτήν,
- « Ἄγουσι δὲ πάντες, » φησί, « πλὴν Ἐφεσίων καὶ Κολοφωνίων. »
Τούτους μὲν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.
Πακτύην δ´ ἀποστάντα Κύρου φησὶ Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον
- « Ἐπὶ μισθῷ ὅσῳ δή, οὐ γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως »
(εὖ τὸ μὴ διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δ´ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα)· Χίους (859b) μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας. Καίτοι Χάρων ὁ Λαμψακηνός, ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται· ταυτὶ δὲ κατὰ λέξιν γέγραφε,
- « Πακτύης δὲ ὡς ἐπύθετο προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δὲ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος. »
Ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον (859c) στρατείαν, αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους, καὶ λέγειν ὡς οὐ βοηθοῦντες οὐδ´ ἐλευθεροῦντες ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο, κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρ´ αὐτῶν καὶ θώρακα πάλιν παρ´ Ἀμάσιδος κομιζόμενον αὐτοῖς ἀφελομένους. Καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν (859d) ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δ´ Ἀριστογένη, τὴν δ´ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἀγέλαον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; Περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον γέγραπται. Κατὰ δ´ Ἡρόδοτον οὔτε κακίας οὔτ´ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.
(859e) Οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε· τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ, φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς.
« Συνεπελάβοντο γάρ, » φησί, « τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι (859f) καὶ Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. Ἦν δὲ τοιοῦτο· Κερκυραίων παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος ὁ Κορίνθου τύραννος ἐπ´ ἐκτομῇ παρ´ Ἀλυάττην ἔπεμπε· τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου καὶ μέλιτος περιεποίησαν. »
Τοῦθ´ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατ´ αὐτῶν ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν ἄνδρας. Ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μέν γε τὸν υἱὸν αὐτοῦ Κερκυραίους ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος, (860a) ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης;
Ἀλλὰ δὴ τὸ μὲν ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους· τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους; Εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη (860b) στρατευομένους, ὅπως μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. Ὃ δὲ μέγιστόν ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι Κερκυραίων παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; Καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρ´ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου (860c) φύλακας, αὐτοὶ δ´ ἀναλαβόντες τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν.
Ὅτι δ´ οὐ τιμωρούμενοι Σαμίους ἀλλ´ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ τιμώμενον ὑπ´ αὐτῶν λέγουσι· διὸ καὶ τοὺς ἀπογόνους τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.
Ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι (860d) τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας, καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπροφητεύειν Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς ὑφίεσθαι Κλεομένει φοιτῶντι παρ´ αὐτήν· ὡς δ´ εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαίνους (860e) τινάς,
- « Ἰσαγόρης δέ, » φησίν, « ὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράσαι· θύουσι δὲ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ. »
Εὔρυθμός γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγραφέως, εἰς Κᾶρας ὥσπερ εἰς κόρακας ἀποδιοπομπουμένου τὸν Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλ´ ἄντικρυς διὰ πυλῶν εἰς Φοινίκην ἐξελαύνει, Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς δὲ Γεφυραίους οὐκ ἀπ´ Εὐβοίας (860f) οὐδ´ Ἐρετριεῖς, ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν, αὐτὸς οὕτω πεπυσμένος.
Ἀφελέσθαι τοίνυν Λακεδαιμονίους μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν ἀπὸ τῶν τυράννων αἰσχίστῳ πάθει κάλλιστον ἔργον οἷός τ´ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν. Ταχὺ γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας ὀρθῶς, ὅτι
« Κιβδήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν πόλιν. »
Εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σιγείου κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ (861a) Κορινθίους αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους διελθόντος ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν εἰργάσαντο τυραννοῦντες. Καίτοι Περιάνδρου σχετλιώτερον οὐδὲν οὐδ´ ὠμότερον ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. Τοσαύτης ἀναπίμπλησι ταραχῆς καὶ διαφωνίας τὸ κακόηθες αὐτοῦ τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον.
Ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος, ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν, ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς ἀποστᾶσι βασιλέως ἀρχεκάκους τολμήσας (861b) προσειπεῖν, ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. Ἤδη γὰρ ὡς τῶν περὶ τὴν Ἰωνίαν συγκεχυμένων καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτ´ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ Ἀρταφέρνην ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα, (861c) βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορκίαν· καὶ τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους· πλήθους δ´ ἐπιχυθέντος αὐτοῖς ἀπεχώρησαν. Ταῦτα δ´ ἄλλοι τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν. Ὁ δὲ καὶ κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν·
- « Ἀθηναῖοι δ´ εἴκοσι τριήρεσιν (861d) ἔπλευσαν ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες ἐπαναχωροῦσιν εἰς Μίλητον. »
Ἐν δὲ τῇ ἕκτῃ διηγησάμενος περὶ Πλαταιέων, ὡς σφᾶς αὐτοὺς ἐδίδοσαν Σπαρτιάταις, οἱ δὲ μᾶλλον ἐκέλευσαν πρὸς Ἀθηναίους τρέπεσθαι
- « Πλησιοχώρους ἐόντας αὐτοῖς καὶ τιμωρέειν οὐ κακούς, »
προστίθησιν οὐ καθ´ ὑπόνοιαν οὐδὲ δόξαν, ἀλλ´ ὡς ἀκριβῶς ἐπιστάμενος, ὅτι
« Ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατ´ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι τοὺς Ἀθηναίους (861e) ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖς. »
Οὐκοῦν εἰ μὴ κακοήθης Ἡρόδοτος, ἐπίβουλοι μὲν Λακεδαιμόνιοι καὶ κακοήθεις, ἀναίσθητοι δ´ Ἀθηναῖοι παρακρουσθέντες, Πλαταιεῖς δ´ οὐ κατ´ εὔνοιαν οὐδὲ τιμὴν ἀλλὰ πολέμου πρόφασις εἰς μέσον ἐρρίφησαν.
Καὶ μὴν τὴν πανσέληνον ἤδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις. Οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες (861f) τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης, ὀλίγον ἀπελείφθησαν, ὥστε καὶ θεάσασθαι τοὺς νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. Ἀλλ´ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν,
« Ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη· ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. Οὗτοι μὲν οὖν τὴν πανσέληνον ἔμενον. »
Σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς ἐκ διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις.
Καὶ (862a) τὰ τῆς Ἑλλάδος ἐπαγγελλόμενος γράφειν ὡς μὴ ἀκλεᾶ γένηται, ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως, οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν πέμπουσιν ἔτι νῦν τῇ ἕκτῃ χαριστήρια τῆς νίκης ἑορτάζοντες.
Ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ πρὸς ἐκείνην τὴν διαβολὴν ἣν ἔχει, κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρ´ αὐτῶν. Εἰ γὰρ ἀνέγνω ταῦτ´ Ἀθηναίοις, οὐκ ἂν εἴασαν οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φιλιππίδην παρακαλοῦντα Λακεδαιμονίους (862b) ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον, καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν, ὡς αὐτός φησιν, ἀφιγμένον· εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς συμμάχους. Ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ Ἀθηναῖος, οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος εἴρηκεν.
Ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρόδοτος *** ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. Εὐξαμένους γάρ φασι τοὺς Ἀθηναίους τῇ Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν, (862c) εἶτα μετὰ τὴν μάχην, ἀναρίθμου πλήθους τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθ´ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι πεντακοσίας τῶν χιμάρων.
Οὐ μὴν ἀλλὰ τοῦτ´ ἐάσαντες ἴδωμεν τὰ μετὰ τὴν μάχην·
- « Τῇσι δὲ λοιπῇσι, » φησίν, « οἱ βάρβαροι ἐξανακρουσάμενοι, καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλεον Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους ἀφικόμενοι εἰς τὸ ἄστυ· αἰτίη δὲ ἔσχεν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσιν ἀναδεῖξαι ἀσπίδα ἐοῦσιν ἤδη ἐν τῇσι νηυσί· οὗτοι μὲν δὴ περιέπλεον Σούνιον. »
Ἐνταῦθα (862d) τὸ μὲν τοὺς Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω· διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοί τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδ´ ἀγών τις ἔοικεν οὐδ´ ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουσμα βραχὺ τοῖς βαρβάροις ἀποβᾶσιν (ὥσπερ οἱ διασύροντες καὶ βασκαίνοντες λέγουσιν), εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες (862e) τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτούς, ἀλλ´ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον, ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν, καὶ καθ´ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν. Καὶ γὰρ ἀπολύων ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν ἀνατίθησιν·
- « Ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο (862f) οὐκ ἔστιν ἄλλως εἰπεῖν, »
φησὶν αὐτὸς ἰδών. Τοῦτο δ´ ἀμήχανον μὲν ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος τῶν Ἀθηναίων· γενόμενον δ´ οὐκ ἂν ὑπὸ τῶν βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν. Ἀλλ´ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι προσποιῆται, μεθεὶς ἃ πρῶτος ἀνθρώπων ἐπενήνοχεν ἐγκλήματα, καὶ εἴπῃ
- « Θῶμα δέ μοι καὶ οὐκ ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι Πέρσῃσιν ἐκ συνθήματος ἀσπίδα, βουλομένους ὑπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ ὑπὸ Ἱππίῃ, »
κόμματός τινος ἀναμιμνήσκομαι παροιμιακοῦ·
Μένε, καρκίνε, καί σε μεθήσω.
Τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι (863a) μέλλεις; Καὶ σὺ κατηγορεῖς, εἶτ´ ἀπολογῇ· καὶ γράφεις κατ´ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις. Καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην· εἰ γὰρ
- « Μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρί, φαίνονται μισοτύραννοι ἐόντες, »
ὡς ἐνταῦθα γράφεις, Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν ἣν ἐν τοῖς πρώτοις γέγραφας; Ὡς ἐπιγαμίαν (863b) ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος.
Ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· ἐν μέσῳ γὰρ τῆς Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθ´ Ἡρόδοτον ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν ὅτι μηδὲν τῶν πραγμάτων δεομένων, ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.
Ἐπεὶ δ´ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἡγεῖσθαι δὲ κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίας ἀξιώσαντας, (863c) ὡς ἂν μὴ Λακεδαιμονίοις ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτ´ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων,
- « Ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι, μεταιτέειν, ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι. »
Τούτων δ´ ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς
- « Οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην »·
εἶθ´ ὑπειπών, ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος οὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δ´ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν (863d) ἐγκλήματα,
- « Καὶ οὐκ Ἀργείοισιν αἴσχιστα πεποίηται. Ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. Ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφιν πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρούσης λύπης. »
Ἆρ´ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς (863e) τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ χρίματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ´ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων,
Ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,
ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δ´ ὅτι μὲν οὐ συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν (863f) καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐκ ἔστιν ἀντειπεῖν. Ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τοὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. Εἰ δ´ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ´, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἥπτοντο πάλιν ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ (864a) παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις; Ἀλλ´ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλάδος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ βλάσφημα προσῆν τοῖς ἐπαίνοις. Νῦν δὲ προδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους,
- « Μονωθέντας δ´ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα, »
δῆλός ἐστιν οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλ´ (864b) Ἀθηναίους ἐπαινῶν ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας. Τί γὰρ ἄν τις ἔτι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξονειδίζοντος, ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ τῆς Ἑλλάδος τὴν γενομένην μὲν οὐ, γενομένην δ´ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; Αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος, ἐπηπόρησεν εἴτ´ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμηρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.
(864c) Διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς βασιλικαῖς ναυσὶ καὶ ὅτι
- « Πολλῶν χρημάτων ἐκπεσόντων, Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος, »
οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν.
- « Ἀλλ´ ὁ μὲν τἄλλα, » φησίν, « οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο· ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος. »
Τοῦτο μὲν οὖν παντὶ δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ χώραν καὶ τόπον ποιῶν, ἐν ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.
(864d) Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη δι´ ἀγροικίαν αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον· ὁ δ´ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, δι´ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ κολακείαν, τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε.
Θεσσαλοὺς μὲν γὰρ ὑπ´ ἀνάγκης ἀποφαίνεται (864e) μηδίσαι τὸ πρῶτον, ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους ὑπεῖπεν ὡς
- « Οὐχ ἑκόντων ἀλλ´ ὑπ´ ἀνάγκης ἁλισκομένων κατὰ πόλεις. »
Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην. Καίτοι πεντακοσίους μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας, οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν. Ἐπεὶ δὲ τῶν παρόδων κρατήσας ὁ βάρβαρος (864f) ἐν τοῖς ὅροις ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δ´ Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δ´ οὐδεὶς προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. Οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτ´ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν μυχῷ, μιᾶς δ´ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν (865a) καὶ Θεσπιέων ἠτύχησαν.
Ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε
- « Λακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους συμμάχων ἐρήμους τυχὸν ἄν, » φησιν, « ὁμολογίῃ χρήσασθαι πρὸς Ξέρξεα »·
Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. Τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίᾳ φαύλῃ καὶ ὑπονοίᾳ διαλυμαινόμενος ταῦτ´ ἔγραφεν·
- « Οἱ μέν νυν ξύμμαχοι ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ· Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι. (865b) Τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι· κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος· Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι. »
Εἶτ´ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφ´ ἧς οὐ μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλ´ οὐδὲ τοῦ πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδ´ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρ´ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; Προειπὼν γὰρ ὡς
- « Ὁ Λεωνίδης, (865c) ἐπεί τ´ ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι, »
πάλιν μετ´ ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν, εἰ μηδίζειν αἰτίαν εἶχον. Ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; Οὐ γὰρ δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστε
- « Κατέχειν ἐν ὁμήρων λόγῳ »
τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλ´ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων. Καὶ γὰρ εἰ πρότερον ἐν (865d) ὁμήρων λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἔν γε τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπ´ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων κύκλωσιν.
Ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος ὁ Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων ὡς αὐτίκα μάλα τεθνηξομένους, Θηβαίους δὲ κωλύων ὡς ὑπ´ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνήσκειν μέλλοντος; Εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων λόγῳ, μᾶλλον δ´ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας, οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολουμένων, ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλήνων. (865e) Ὃ δὲ λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖν,
- « ἴσως δὲ ἀπολουμένους κατεῖχε, »
Καὶ τοῦτ´ ἀνῄρηκεν ὁ συγγραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκε·
- « Ταῦτα δὲ δὴ ἐπιλεγόμενον Λεωνίδεα καὶ βουλόμενον καταθέσθαι κλέος μούνων Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ τῇσι γνώμῃσι διενεχθέντας. »
Ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης τοὺς συμμάχους (865f) κατέχειν μεθέξοντας τοὺς πολεμίους. Ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις ὁ Λεωνίδας, ἀλλὰ καὶ φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. Καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ στράτευμα καὶ δεηθεὶς ἔτυχεν οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε τοῖς Θηβαίοις· ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλάδος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρθῆναι πρὸς τὸν οὐρανὸν εἶτ´ ἐξαίφνης ἀφανῆ γενέσθαι· καὶ ταῦτα μὲν ἦν ὅμοια τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.
(866a) Ὁ δ´ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν, αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δ´ ἄλλως. Ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ περὶ ἐκείνῳ τεθνηξόμενοι· μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δ´ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δ´ οὐχ εὑρίσκετο Ξέρξης, (866b) ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν περιχυθέντων διεφθάρησαν.
Ὅσα δ´ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται· μικρὰ δ´ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. Ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου καὶ τοῦτον ἐθεῶντο πατέρες αὐτῶν καὶ μητέρες· αὐτὸς δ´ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην
- « Πολλοὺς μέν, » ἔφη, « τεθνηξομένους »·
πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, (866c) μεταστραφεὶς εἶπεν·
- « Ἀγαθοῖς γαμεῖσθαι κἀγαθὰ τίκτειν. »
Ἐν δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου τῷ ἑτέρῳ καὶ ἔπεμπεν· ὁ δ´ οὐκ ἐδέξατο φήσας μετ´ ὀργῆς·
- « Μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν »·
τὸν δ´ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν· ὁ δ´ ἀπεκρίνατο, 〈« κρείσσων ἐγὼ μένων καὶ κρείσσον´ ἐμοῦ μένοντος〉 τὰ πράγματα, » καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη.
Ταῦτ´ οὐκ ἄν τις ἐπετίμησεν ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πόλλ´ ἄλλα τοιαῦτα συναγαγὼν καὶ (866d) διαμνημονεύων, οὐκ ἀμελείᾳ δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα καλὰς δὲ φωνάς, ἀλλ´ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.
Τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι
- « Μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπ´ ἀνάγκης ἐχομένους »·
οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφ´ ὧν οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι μάχεσθαι. Καὶ τίς ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπ´ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι δ´ ἑκόντας οἷς οὐδεὶς παρῆν βοηθῶν; Ἑξῆς δὲ τούτοις γέγραφεν ὅτι
- « Τῶν ἄλλων ἐπειγομένων (866e) ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖράς τε προέτειναν καὶ ᾖσαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δ´ ἀνάγκης ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο· εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας. »
Ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπ´ (866f) ἀλλήλων παρὰ τὰ στενὰ Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν μάχῃ περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες. Ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θεσσαλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον οὐδέν.
Ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι;
- « Τοὺς μὲν αὐτῶν ἀπέκτειναν οἱ βάρβαροι προσιόντας, »
ὡς αὐτὸς εἴρηκε,
- « Τοὺς δὲ πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ (867a) Λεοντιάδεω.«
Ἀλλ´ οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός, ἀλλ´ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατ´ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος ὁ Κολοφώνιος· οὔτε γινώσκει τις ἀνθρώπων πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους. Ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις, ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ καὶ Λεοντιάδῃ· τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. Ὁ δὲ τὴν μὲν εἰς Λεωνίδαν ὠμότητα (867b) δήλωμα ποιούμενος, ὅτι μάλιστα δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν ἂν ἐξορχούμενος τὴν ἀλήθειαν·
- « οὐ φροντὶς Ἡροδότῳ. »
Ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ (867c) Θεμιστοκλῆς ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ· τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους. Ὁ μὲν Πίνδαρος, οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν·
- Ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν
- κρηπῖδ´ ἐλευθερίας.
Ἡρόδοτος δέ, ὑφ´ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας ἀργύριον λαβόντων. Καὶ τοῦτο τὸ (867d) πέρας οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας· οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον, ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν· λέγει δ´ οὕτως·
- « Τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἥκιστα (867e) Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν Ἑλλάδα. »
Καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν οὕτως ὀνομάσαι, μᾶλλον δ´ ὀνειδίσαι, δεδόσθω· ὁ δὲ καὶ πρότερον δρασμὸν εἶπε καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετ´ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω πικρῶς τῷ ῥήματι προσπέφυκε.
- « Τοῖς δὲ βαρβάροισιν αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθεν ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπ´ Ἀρτεμισίου τῶν Ἑλλήνων· οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας. »
Τί σὺ λέγεις; Ἀποδιδράσκειν ὡς κεκρατημένους, (867f) οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι φεύγειν ὡς πολὺ κρατοῦντας; Εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει καὶ ἀλαζονείαν; Ἔχει δ´ οὕτω τοὐπίγραμμα·
- Παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας
- παῖδες Ἀθηναίων τῷδέ ποτ´ ἐν πελάγει
- ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων,
- σήματα ταῦτ´ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.
(868a) Ἐν μὲν οὖν ταῖς μάχαις οὐκ ἔταξε τοὺς Ἕλληνας οὐδ´ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν ὑστάτους δ´ Ἀθηναίους.
Ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν.
Ὁ δὲ τοσοῦτον ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν (868b) τὰς τῶν μηδισάντων ἀνάγκας, ὥστε περὶ Θεσσαλῶν διηγησάμενος ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν ἐπαγγελλόμενοι τὴν χώραν αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν, ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν·
- « Οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατ´ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν· εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον ἂν οἱ Φωκεῖς. »
Καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι (868c) τὴν χώραν, ἐμπεπρῆσθαι τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς τὸν Παρνασόν. Ἀλλ´ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι· καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθείς, αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου συντιθεὶς κατ´ αὐτῶν καὶ κελεύων οὐκ ἀφ´ ὧν ἔπραξαν, ἀλλ´ ἀφ´ ὧν ἔπραξαν ἂν εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης (868d) ὑφ´ ἑτέρων τῆς προδοσίας ἀπολειφθέντας.
Εἰ τοίνυν Θεσσαλούς τις ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ ταῦτ´ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρ´ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; Ἐγὼ μὲν οἶμαι. Πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν ὁ μὴ δι´ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλομένους ἀποφαινόμενος, ἀλλ´ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; (868e) Οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλ´ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. Εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, δι´ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι.
Τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν· οὐδ´ αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν. Τὰς γὰρ ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ δι´ (868f) ἀρετὴν ἢ τῷ συμφέροντι δι´ ἀνάγκην προστίθεσθαι τὴν γνώμην. Οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, ᾗ κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν· αὐτὸς δ´ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι τοῖς Ἕλλησιν.
Οὐ δεῖ δὲ θαυμάζειν εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους (869a) καὶ συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι.
- « Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων. »
Οὕτως οὐδ´ ἐπαινεῖν ἄνευ τοῦ ψέγειν οἶδεν, ἀλλ´ ἵν´ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. Μαρτυρεῖ δ´ αὐτοῖς τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας. Αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. (869b) Οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπρήσαντα 〈τὰ ἱερά, αὐτοὺς δὲ Ναξίους οὐδὲν ἐπιχειρήσαντα〉 ποιῆσαι κακόν. Εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δ´ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. Ὅτι δ´ οὐκ ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλ´ ἐπ´ αἰσχύνῃ Ναξίων (869c) συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι Σιμωνίδης ἐδήλωσε
Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα
- Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει·
- πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δ´ ὑπὸ χεῖρα
- ῥύσατο βαρβαρικὴν Δωρίδ´ ἁλισκομένην.
Ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων; Εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδ´ ἐκείνους ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι (869d) πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. Τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφ´ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταῦτα γράφει κατὰ λέξιν·
- « Ἐνταῦθα δὲ Θεμιστοκλέα ἀφικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὅ τι σφιν εἴη βεβουλευμένον· πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς ἐστὶ δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε· »
- « Οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται »
(869e) (καὶ μετ´ ὀλίγον)
- « Ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν. »
Εἶθ´ ὑπειπὼν ὅτι
- « Κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσεν ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην, »
πάλιν αὐταῖς λέξεσι γέγραφεν·
- « Ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενός οἱ καταλέγει κεῖνά τε πάντα (869f) ἃ ἤκουσε Μνησιφίλου ἑωυτοῦ ποιεύμενος, καὶ
- ἄλλα προστιθείς. »
Ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;
Ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν φρόνησιν, Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν, μηδενὸς διδάξαντος, αὐτὴν ἀφ´ ἑαυτῆς ἐπινοήσασαν Ξέρξῃ προειπεῖν, ὡς
- « οὐχ οἷοί τε πολλὸν χρόνον ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς, (870a) κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται· καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν, οὐδέ σφιν μελήσειν πρὸ τῶν Ἀθηνέων ναυμαχέειν· ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται. »
Ταῦτα μὲν οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι τὴν Ἀρτεμισίαν τὰ μέλλοντα προθεσπίζουσαν οὕτως ἀκριβῶς. Διὸ καὶ Ξέρξης αὐτῇ παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖδες.
Ἀλλ´ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς· (870b) ἃ δέ γε κατέψευσται μόνον ἐξετάζομεν. Φησὶ τοίνυν Ἀθηναίους λέγειν, ὡς Ἀδείμαντος ὁ Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν, οὐ πρύμναν κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας, ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις·
- « σὺ μέν, ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας· (870c) οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι τῶν ἐχθρῶν. »
Ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν, οὐρανοπετής· τί γὰρ ἔδει φείδεσθαι μηχανῆς τραγικῆς, ἐν πᾶσι τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; Πιστεύσας οὖν ὁ Ἀδείμαντος
- « Ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπ´ ἐξειργασμένοις· αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων· οὐ μέντοι Κορίνθιοι ὁμολογέουσιν, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· μαρτυρεῖ δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς. »
Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος· ἑτέρας καθ´ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, (870d) ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναί τινα πάντως πονηρόν· ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους Ἀθηναίους, πιστευομένης δὲ τῆς διαβολῆς Κορινθίους ἀδοξεῖν. Οἶμαι δὲ 〈μήτ´ Ἀθηναίων αὐτὸν ἀκοῦσαι κακιζόντων Κορινθίους〉 μήτε Κορινθίων Ἀθηναίους, ἀλλὰ τούτων ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν, ἀντιλέγοντα ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναῖον ταῦτα βλασφημεῖν περὶ τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρα μετὰ Λακεδαιμονίους καὶ μετ´ αὐτοὺς ἐγχαραττομένην (870e) τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν. Ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον·
- Ὦ ξεῖν´, εὔυδρόν ποτ´ ἐναίομεν ἄστυ Κορίνθου,
- νῦν δ´ ἅμ´ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.
- Ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
- καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα.
Τὸ δ´ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
- Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
- (870f) ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτ´ ἐπεγέγραπτο·
- Ταῦτ´ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
- ὅπλ´ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.
Αὐτός γε μὴν ὁ Ἀδείμαντος, ᾧ πλεῖστα λοιδορούμενος Ἡρόδοτος διατελεῖ καὶ λέγων,
- « Μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπ´ Ἀρτεμισίου καὶ μὴ περιμενοῦντα, »
Σκόπει τίνα δόξαν εἶχεν·
- Οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
- Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.
(871a) Οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτ´ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην τῇ δ´ Ἀκροθίνιον τῇ δ´ Ἀλεξιβίαν, Ἀριστέα δὲ καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. Καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης (871b) ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλ´ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ δ´ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. Τὸ δ´ ἐπίγραμμα τοῦτ´ ἐστίν·
- Αἵδ´ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
- ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνιαι.
- Οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖ´ Ἀφροδίτα
- Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
(871c) Ταῦτ´ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν συμφορὰν καὶ παιδοφονίαν.
Τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους, τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦτα·
- « Πέμψαντες ἀκροθίνια οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· ὁ δὲ παρ´ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησεν ἔχειν, παρ´ (871d) Αἰγινητέων δὲ οὔ, ἀλλ´ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας. »
Οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις οὐδ´ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος ἀπωθεῖ τῶν ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ μὲν τὸ πρωτεῖον ἐκείνῳ δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως μὴ λαβούσης, δέον αἰτιάσασθαι (871e) τὴν φιλοτιμίαν τῶν στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.
Ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων, ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας ἐκχέαι σπεύδων, τὸ παρ´ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως. Γέγραφε γὰρ ὡς πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσι, τοῦ δ´ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἤδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες. (871f) Πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ εἵλωτας; Ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; Ἄκουσον αἰτίας πιθανῆς·
- « Ἔτυχε, » φησίν, « ἐν Σπάρτῃ παρεπιδημῶν ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν· οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννησίοις, ἂν Ἀθηναῖοι Μαρδονίῳ προσγένωνται. »
Τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς (872a) δυνάμεως· εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο.
Πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων ὅ τι χρήσαιτο, ποτὲ μὲν αἴρει ποτὲ δὲ καταβάλλει τὴν πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν ὑπὸ τῇ Καδμείᾳ πεσόντων· καὶ τέλος εἰς τὸν Μαραθῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως· (872b) ὀλίγον δ´ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρτιάτας τῆς ἡγεμονίας ὑφίεσθαι, καὶ παρακαλεῖν ὅπως κατὰ Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες, αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους. Καίτοι γελοῖον, εἰ μὴ συνήθεις εἶεν οἱ πολέμιοι, μάχεσθαι μὴ θέλειν.
Ἀλλὰ τούς γ´ ἄλλους Ἕλληνας εἰς ἕτερον ὑπὸ τῶν στρατηγῶν ἀγομένους στρατόπεδον,
- « Ὡς ἐκινήθησαν, » (872c) φησί, « φεύγειν ἀσμένως τὴν ἵππον πρὸς τὴν τῶν Πλαταιέων πόλιν, φεύγοντας δὲ ἀφικέσθαι πρὸς τὸ Ἡραῖον »·
ἐν ᾧ καὶ ἀπείθειαν καὶ λιποταξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε. Τέλος δὲ μόνους φησὶ τοῖς μὲν βαρβάροις Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δ´ ἄλλας πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν·
- « Οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ καθημένους πάντας ἐπὶ τῶν ὅπλων ἐγγὺς καταλιπεῖν καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους· ὀψὲ δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι· Κορινθίους δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ (872d) δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων »·
οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐτοῖς, δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες.
Ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι γράφοντος ἐν τούτοις·
- Μέσσοι δ´ οἵ τ´ Ἔφυραν πολυπίδακα ναιετάοντες,
- παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ,
- οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες,
- (872e) οἳ καὶ κάλλιστον μάρτυν ἔθεντο πόνων
- χρυσοῦ τιμήεντος ἐν αἰθέρι· καί σφιν ἀέξει
- αὐτῶν τ´ εὐρεῖαν κληδόνα καὶ πατέρων.
Ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδ´ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας ἐν ἐλεγείᾳ γράφων ἱστόρηκεν.
Ὁ δὲ προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος (872f) τῶν ἐρησομένων,
- « Πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντων, »
πρᾶγμα αἴσχιον, ὡς οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν ἐν τούτοις·
- « Τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσιν ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκ´ ἀνθρώπων. »
Ταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων ἤκουσε, Παυσανίαν δὲ (873a) καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον· καὶ οὔτ´ Αἰγινήτας Ἀθηναῖοι διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς Ἑλλάδος. Καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὕστερον ἔτεσι δέκα τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος, ὥς φησιν Ἡρόδοτος, ὃς ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον.
Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς (873b) χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς ἀναστάσεως, τοὺς δ´ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλ´ ἐνέγραφον τοῖς τρίποσι καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων; Τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα τοῦτο γράφοντες ἐνεχάραξαν·
- Τόνδε ποθ´ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος,
- Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν
- ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
Μὴ καὶ τοῦτο Κλεάδας ἤ τις ἄλλος, ὦ Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε;
Τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ (873c) ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινομένων ἕνεκ´ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες;
Καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς·
- Ἑλλήνων ἀρχηγός, ἐπεὶ στρατὸν ὤλεσε Μήδων,
- Παυσανίας Φοίβῳ μνῆμ´ ἀνέθηκε τόδε,
κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα· τῶν δ´ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλ´ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν 〈ἀπὸ τοῦ τρίποδος τὸ ἐλεγεῖον, πασῶν δ´ ἀντεπέγραψαν〉 (873d) τὰ ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον. Καίτοι πῶς εἰκός ἐστιν ἢ τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν ἑαυτοῖς τὴν ἀπεστὼ τῆς μάχης, ἢ Λακεδαιμονίους τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκχαράξαντας ἐπιγράψαι τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον; Ὡς δεινότατόν ἐστιν, εἰ Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ διαπρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ (873e) Κυθνίων ἐπιγραφομένων τοῖς τροπαίοις οὐδὲ Μηλίων ἠχθέσθησαν, Ἡρόδοτος δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκχαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.
Τεσσάρων δ´ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας ἀποδρᾶναί φησιν, ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας· τὰ δ´ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν (873f) ναυμαχίαν οὐκ ἀπήγγελκε· τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα λάθωσι τοὺς ἄλλους· αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ μαστίγων μόλις ὄπισθεν ὠθούμενοι προσεφέροντο (874a) τοῖς Ἕλλησιν, ἐν δὲ Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντες
- « Λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν, ἡ δὲ ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό σφεας· πρὸς γὰρ ὁπλίτας
- ἐόντες γυμνῆται ἀγῶνα ἐποιέοντο. »
Τί οὖν περίεστιν ἔνδοξον ἢ μέγα τοῖς Ἕλλησιν ἀπ´ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δ´ ἄλλους ἡ μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου, ψευστῶν δὲ γραμμάτων μεστοὶ τρίποδες ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δ´ ἄλλους ἅπαντας ἀνθρώπους, (874b) ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων;
Τί δῆτα; Γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς διηγήμασι,
- Μῦθον δ´ ὡς ὅτ´ ἀοιδός, ἐπισταμένως
μὲν οὔ, λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. Ἀμέλει ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλ´ ὥσπερ ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασφημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς (874c) σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.