Περί συγχύσεως διαλέκτων

Περὶ συγχύσεως διαλέκτων
Συγγραφέας:


Philonis Alexandrini Opera quae supersunt ediderunt Leopoldus Cohn et Paulus Wendland

Vol. II, p. 229-267 Berolini 1897.

Περὶ συγχύσεως διαλέκτων
(De confusione linguarum)

(I) 1 Περὶ μὲν δὴ τούτων ἀρκέσει τὰ εἰρημένα. σκεπτέον δὲ ἑξῆς οὐ παρέργως, ἃ περὶ τῆς τῶν διαλέκτων συγχύσεως φιλοσοφεῖ· λέγει γὰρ ὧδε· “καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν τῇ γῇ Σεναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπον· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς” (Gen. 11, 1‑9).

(II) ¦ 2 οἱ μὲν δυσχεραίνοντες τῇ πατρίῳ πολιτείᾳ, ψόγον καὶ κατηγορίαν αἰεὶ τῶν νόμων μελετῶντες, τούτοις καὶ τοῖς παραπλησίοις ὡς ἂν ἐπιβάθραις τῆς ἀθεότητος αὐτῶν, οἱ δυσσεβεῖς, χρῶνται φάσκοντες· ἔτι νῦν σεμνηγορεῖτε περὶ τῶν διατεταγμένων ὡς τοὺς ἀληθείας κανόνας αὐτῆς περιεχόντων; 3 ἰδοὺ γὰρ αἱ ἱεραὶ λεγόμεναι βίβλοι παρ’ ὑμῖν καὶ μύθους περιέχουσιν, ἐφ’ οἷς εἰώθατε γελᾶν, ὅταν ἄλλων διεξιόντων ἀκούητε. καίτοι τί δεῖ τοὺς πολλαχόθι τῆς νομοθεσίας ἐσπαρμένους ἀναλέγεσθαι ὥσπερ σχολὴν ἄγοντας καὶ ἐνευκαιροῦντας διαβολαῖς, ἀλλ’ οὐ μόνον τῶν ἐν χερσὶ καὶ παρὰ πόδας ὑπομιμνῄσκειν; 4 εἷς μὲν οὖν ἐστιν ὁ ἐοικὼς τῷ συντεθέντι ἐπὶ τῶν Ἀλωειδῶν, οὓς ὁ μέγιστος καὶ δοκιμώτατος τῶν ποιητῶν Ὅμηρος διανοηθῆναί φησι τρία τὰ περιμήκιστα τῶν ὀρῶν ἐπιφορῆσαι καὶ ἐπιχῶσαι ἐλπίσαντας τὴν εἰς οὐρανὸν ὁδὸν τοῖς ἀνέρχεσθαι βουλομένοις εὐμαρῆ διὰ τούτων ἔσεσθαι πρὸς αἰθέριον ὕψος ἀρθέντων· ἔστι δὲ τὰ περὶ τούτων ἔπη τοιαῦτα·

Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη,

Ὄλυμπος δὲ καὶ Ὄσσα καὶ Πήλιον ὀρῶν ὀνόματα. 5 πύργον δὲ ὁ νομοθέτης ἀντὶ τούτων εἰσάγει πρὸς τῶν τότε ἀνθρώπων κατασκευαζόμενον θελησάντων ὑπ’ ἀνοίας ἅμα καὶ μεγαλαυχίας οὐρανοῦ ψαῦσαι. πῶς γὰρ οὐ φρενοβλάβεια δεινή; καὶ γὰρ εἰ τὰ τῆς συμπάσης μέρη γῆς ἐποικοδομηθείη προκαταβληθέντι βραχεῖ θεμελίῳ καὶ ἀνεγερθείη τρόπον κίονος ἑνός, μυρίοις τῆς αἰθερίου σφαίρας ἀπολειφθήσεται διαστήμασι, καὶ μάλιστα κατὰ τοὺς ζητητικοὺς τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον εἶναι τὴν γῆν ἀνωμολόγησαν.

(III) 6 ἕτερος δέ τις συγγενὴς τούτῳ περὶ τῆς τῶν ζῴων ὁμοφωνίας πρὸς μυθοπλαστῶν ἀναγράφεται· λέγεται γάρ, ὡς ἄρα πάνθ’ ὅσα ζῷα χερσαῖα καὶ ἔνυδρα καὶ πτηνὰ τὸ παλαιὸν ὁμόφωνα ἦν, καὶ ὅνπερ τρόπον ἀνθρώπων Ἕλληνες μὲν Ἕλλησι, βαρβάροις δὲ βάρβαροι νῦν οἱ ὁμόγλωττοι διαλέγονται, τοῦτον τὸν τρόπον καὶ πάντα πᾶσι περὶ ὧν ἢ δρᾶν ἢ πάσχειν τι συνέβαινεν ὡμίλει, ὡς καὶ ἐπὶ ταῖς κακοπραγίαις συνάχθεσθαι κἄν, εἴ πού τι λυσιτελὲς ἀπαντῴη, συνευφραίνεσθαι. 7 τάς τε γὰρ ἡδονὰς καὶ ἀηδίας ἀλλήλοις ἀναφέροντα διὰ τοῦ ὁμοφώνου συνήδετο καὶ συναηδίζετο, ¦ κἀκ τούτου τὸ ὁμοιότροπον καὶ ὁμοιοπαθὲς εὑρίσκετο, μέχριπερ κορεσθέντα τῆς τῶν παρόντων ἀγαθῶν ἀφθονίας, ὃ πολλάκις γίνεσθαι φιλεῖ, πρὸς τὸν τῶν ἀνεφίκτων ἔρωτα ἐξώκειλε καὶ περὶ ἀθανασίας ἐπρεσβεύετο γήρως ἔκλυσιν καὶ τὴν εἰς αἰεὶ νεότητος ἀκμὴν αἰτούμενα, φάσκοντα καὶ τῶν παρ’ αὐτοῖς ἓν ἤδη ζῴων τὸ ἑρπετόν, ὄφιν, τετυχηκέναι ταύτης τῆς δωρεᾶς· ἀποδυόμενον γὰρ τὸ γῆρας πάλιν ἐξ ὑπαρχῆς ἀνηβᾶν· ἄτοπον δ’ εἶναι ἢ τὰ κρείττω τοῦ χείρονος ἢ ἑνὸς τὰ πάντα λειφθῆναι. 8 δίκην μέντοι τοῦ τολμήματος ἔδωκε τὴν προσήκουσαν· ἑτερόγλωττα γὰρ εὐθὺς ἐγένετο, ὡς ἐξ ἐκείνου μηκέτ’ ἀλλήλων ἐπακοῦσαι δυνηθῆναι χάριν τῆς ἐν ταῖς διαλέκτοις, εἰς ἃς ἡ μία καὶ κοινὴ πάντων ἐτμήθη, διαφορᾶς.

(IV) 9 ὁ δ’ ἐγγυτέρω τἀληθοῦς προσάγων τὸν λόγον τὰ ἄλογα τῶν λογικῶν διέζευξεν, ὡς ἀνθρώποις μόνοις μαρτυρῆσαι τὸ ὁμόφωνον. ἔστι δέ, ὥς γέ φασι, καὶ τοῦτο μυθῶδες. καὶ μὴν τήν γε φωνῆς εἰς μυρίας διαλέκτων ἰδέας τομήν, ἣν καλεῖ γλώττης σύγχυσιν, ἐπὶ θεραπείᾳ λέγουσιν ἁμαρτημάτων συμβῆναι, ὡς μηκέτ’ ἀλλήλων ἀκροώμενοι κοινῇ συναδικῶσιν, ἀλλὰ τρόπον τινὰ [ἄλλοι] ἀλλήλοις κεκωφωμένοι *** κατὰ συμπράξεις ἐγχειρῶσι τοῖς αὐτοῖς. 10 τὸ δὲ οὐκ ἐπ’ ὠφελείᾳ φαίνεται συμβῆναι· καὶ γὰρ αὖθις οὐδὲν ἧττον κατὰ ἔθνη διῳκισμένων καὶ μὴ μιᾷ διαλέκτῳ χρωμένων γῆ καὶ θάλαττα πολλάκις ἀμυθήτων κακῶν ἐπληρώθη. οὐ γὰρ αἱ φωναί, ἀλλὰ αἱ ὁμότροποι τῆς ψυχῆς πρὸς τὸ ἁμαρτάνειν ζηλώσεις τοῦ συναδικεῖν αἴτιαι· 11 καὶ γὰρ οἱ ἐκτετμημένοι γλῶτταν νεύμασι καὶ βλέμμασι καὶ ταῖς ἄλλαις τοῦ σώματος σχέσεσι καὶ κινήσεσιν οὐχ ἧττον τῆς διὰ λόγων προφορᾶς ἃ ἂν θελήσωσιν ὑποσημαίνουσι· χωρὶς τοῦ καὶ ἔθνος ἓν πολλάκις οὐχ ὁμόφωνον μόνον ἀλλὰ καὶ ὁμόνομον καὶ ὁμοδίαιτον τοσοῦτον ἐπιβῆναι κακίας, ὥστε τοῖς ἀνθρώπων ἁπάντων ἁμαρτήμασιν ἰσοστάσια δύνασθαι πλημμελεῖν· 12 ἀπειρίᾳ τε διαλέκτων μυρίοι πρὸς τῶν ἐπιτιθεμένων οὐ προϊδόμενοι τὸ μέλλον προκατελήφθησαν, ὡς ἔμπαλιν ἐπιστήμῃ τοὺς ἐπικρεμασθέντας ἴσχυσαν φόβους τε καὶ κινδύνους ἀπώσασθαι· ὥστε λυσιτελὲς μᾶλλον ἢ βλαβερὸν εἶναι τὴν ἐν διαλέκτοις κοινωνίαν, ἐπεὶ καὶ μέχρι νῦν οἱ καθ’ ἑκάστην χώραν, καὶ μάλιστα τῶν αὐτοχθόνων, δι’ οὐδὲν οὕτως ὡς διὰ τὸ ὁμόγλωσσον ἀπαθεῖς κακῶν διατελοῦσι. 13 κἂν εἰ μέντοι τις ἀνὴρ πλείους ἀναμάθοι διαλέκτους, εὐδόκιμος εὐθὺς παρὰ τοῖς ἐπισταμένοις ἐστὶν ὡς ἤδη φίλιος ὤν, οὐ βραχὺ γνώρισμα κοινωνίας ἐπιφερόμενος τὴν ἐν τοῖς ὀνόμασι ¦ συνήθειαν, ἀφ’ ἧς τὸ ἀδεὲς εἰς τὸ μηδὲν ἀνήκεστον παθεῖν ἔοικε πεπορίσθαι. τί οὖν ὡς κακῶν αἴτιον τὸ ὁμόγλωττον ἐξ ἀνθρώπων ἠφάνιζε, δέον ὡς ὠφελιμώτατον ἱδρῦσθαι;

(V) 14 τοὺς δὴ ταῦτα συντιθέντας καὶ κακοτεχνοῦντας ἰδίᾳ μὲν διελέγξουσιν οἱ τὰς προχείρους ἀποδόσεις τῶν ἀεὶ ζητουμένων ἐκ τῆς φανερᾶς τῶν νόμων γραφῆς ἀφιλονείκως <ταμιευόμενοι>, οὐκ ἀντισοφιζόμενοί ποθεν, ἀλλ’ ἑπόμενοι τῷ τῆς ἀκολουθίας εἱρμῷ προσπταίειν οὐκ ἐῶντι, ἀλλὰ κἄν, εἴ τινα ἐμποδὼν εἴη, ῥᾳδίως ἀναστέλλοντι, ὅπως αἱ τῶν λόγων διέξοδοι γίνωνται ἄπταιστοι. 15 φαμὲν τοίνυν ἐκ τοῦ “τὴν γῆν εἶναι πᾶσαν χεῖλος ἓν καὶ φωνὴν μίαν” κακῶν ἀμυθήτων καὶ μεγάλων συμφωνίαν δηλοῦσθαι, ὅσα τε πόλεις πόλεσι καὶ ἔθνεσιν ἔθνη καὶ χώραις χῶραι ἀντεπιφέρουσι, καὶ ὅσα μὴ μόνον εἰς ἑαυτοὺς ἀλλὰ καὶ εἰς τὸ θεῖον ἀσεβοῦσιν ἄνθρωποι· καίτοι ταῦτα πληθῶν ἐστιν ἀδικήματα. σκεπτόμεθα δ’ ἡμεῖς καὶ ἐφ’ ἑνὸς ἀνδρὸς τὸ ἀδιεξήγητον τῶν κακῶν πλῆθος, καὶ μάλισθ’ ὅταν τὴν ἀνάρμοστον καὶ ἐκμελῆ καὶ ἄμουσον ἴσχῃ συμφωνίαν.

(VI) 16 τὰ μὲν δὴ τυχηρὰ τίς οὐκ οἶδεν, ὅταν πενία καὶ ἀδοξία σώματος νόσοις ἢ πηρώσεσι συνενεχθῶσι. καὶ πάλιν ταῦτα ψυχῆς ἀρρωστήμασιν ἔκφρονος ὑπὸ μελαγχολίας ἢ μακροῦ γήρως ἤ τινος βαρείας ἄλλης κακοδαιμονίας γεγενημένης ἀνακραθῶσι; 17 καὶ γὰρ ἓν μόνον τῶν εἰρημένων βιαίως ἀντιστατῆσαν ἱκανὸν ἀνατρέψαι καὶ καταβαλεῖν καὶ τὸν λίαν ὑπέρογκόν ἐστιν· ὅταν δὲ ἀθρόα ὥσπερ προστάξει μιᾷ κατὰ τὸν αὐτὸν χρόνον ἑνὶ πάντα σωρηδὸν ἐπιθῆται τὰ σώματος, τὰ ψυχῆς, τὰ ἐκτός, τίνα οὐχ ὑπερβάλλει σχετλιότητα; πεσόντων γὰρ δορυφόρων ἀνάγκη καὶ τὸ δορυφορούμενον πίπτειν. 18 δορυφόροι μὲν οὖν σώματος πλοῦτος, εὐδοξία, τιμαί, ὀρθοῦντες αὐτὸ καὶ εἰς ὕψος αἴροντες καὶ γαῦρον ἀποδεικνύντες, ὡς τἀναντία, ἀτιμία, ἀδοξία, πενία, πολεμίων τρόπον καταράττουσι. 19 πάλιν τε δορυφόροι ψυχῆς ἀκοαὶ καὶ ὄψεις ὄσφρησίς τε καὶ γεῦσις καὶ ξύμπαν τὸ αἰσθήσεως στῖφος, ἔτι μέντοι ὑγίεια καὶ ἰσχὺς δύναμίς τε καὶ ῥώμη· τούτοις γὰρ ὥσπερ ἑστῶσι καὶ κραταιῶς ἐρηρεισμένοις εὐερκέσιν οἴκοις ὁ νοῦς ἐμπεριπατῶν καὶ <ἐν>διαιτώμενος ἀγάλλεται πρὸς μηδενὸς ταῖς ἰδίαις ὁρμαῖς χρῆσθαι κωλυόμενος, ἀλλ’ εὐμαρεῖς καὶ λεωφόρους ἀναπεπταμένας ἔχων τὰς διὰ πάντων ὁδούς. 20 τὰ δὲ ¦ τοῖς δορυφόροις τούτοις ἐχθρὰ ἀντικάθηται, πήρωσις αἰσθητηρίων καὶ νόσος, ὡς ἔφην, οἷς ἡ διάνοια συγκατακρημνισθῆναι πολλάκις ἐμέλλησε. καὶ τὰ μὲν τυχηρὰ ταῦτα ἀργαλέα σφόδρα καὶ σχέτλια ἐξ ἑαυτῶν, πρὸς δὲ τὴν <τῶν> ἐκ προνοίας σύγκρισιν κουφότερα πολλῷ.

(VII) 21 τίς οὖν ἡ τῶν ἑκουσίων κακῶν συμφωνία, πάλιν ἐν μέρει σκοπῶμεν· τριμεροῦς ἡμῶν τῆς ψυχῆς ὑπαρχούσης τὸ μὲν νοῦς καὶ λόγος, τὸ δὲ θυμός, τὸ δὲ ἐπιθυμία κεκληρῶσθαι λέγεται. κηραίνει δὲ καθ’ αὑτό τε ἕκαστον ἰδίᾳ καὶ πρὸς ἄλληλα πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παραφόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε· 22 τότε γὰρ ὥσπερ ἐν σκάφει ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ’ ἀπωλείᾳ τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάντων τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος ἐφ’ ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει. 23 τοῦ παθήματος τούτου <σύμβολον> ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι, τῶν τε ἀπ’ οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χειμάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις. 24 “ἰδὼν” γάρ φησι “κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας” ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5‑7)· ἡ δὲ τιμωρία κατακλυσμός. 25 ἦν γὰρ ἔφεσις ἁμαρτημάτων καὶ πολλὴ τοῦ ἀδικεῖν μηδενὸς κωλύοντος φορά, ἀλλὰ προσαναρρηγνυμένων ἀδεῶς ἁπάντων εἰς χορηγίας ἀφθόνους τοῖς πρὸς τὰς ἀπολαύσεις ἑτοιμοτάτοις, καὶ μήποτ’ εἰκότως· οὐ γὰρ ἕν τι μέρος διέφθαρτο τῆς ψυχῆς, ἵνα τοῖς ἄλλοις ὑγιαίνουσι σῴζεσθαι δύναιτο, ἀλλ’ οὐδὲν ἄνοσον οὐδὲ ἀδιάφθαρτον αὐτῆς κατελείπετο· ¦ ἰδὼν γὰρ ὅτι πᾶς τις, φησί, διανοεῖται [πᾶς] λογισμός, οὐχὶ μόνος εἷς, τὴν ἁρμόττουσαν ὁ ἀδέκαστος δικαστὴς ἐπήγαγε τιμωρίαν.

(VIII) 26 οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες τὸ κακιῶν <καὶ> παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι “πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν” (Gen. 14, 3). 27 ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν ἐγνωκότα; 28 οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, “πᾶς δ’”, ὥς φησιν, “ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται” (Gen. 19, 4) κατὰ τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους.

(IX) 29 ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα καὶ ποταμοῦ τρόπον πλημμύροντες· “ἰδοὺ” γάρ φησιν “ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ” (Exod. 7, 15). 30 οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται· ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· 31 εἴρηται γὰρ “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ” (Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· “στήσῃ” γάρ <φησιν> “ὑπαντιάζων”· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται. 32 λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον χειροποιήτῳ χειμῶνι κυμαίνουσιν.

(X) 33 εὖ μέντοι γε ἔχει παρὰ ¦ τὸ χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι. 34 λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον. 35 ὅταν μέντοι πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται· 36 “εἶδε” γάρ φησιν “Ἰσραὴλ τοὺς Αἰγυπτίους” οὐχ ἑτέρωθι “τεθνεῶτας” ἀλλὰ παρὰ “τὸ χεῖλος τοῦ ποταμοῦ” (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν, οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων. 37 λόγου δὲ θάνατός ἐστιν ἡσυχία, οὐχ ἣν οἱ ἐπιεικέστεροι ποιούμενοι σύμβολον αἰδοῦς μετέρχονται – δύναμις γὰρ καὶ ἥδε ἐστὶν ἀδελφὴ τῆς ἐν τῷ λέγειν ταμιευομένη μέχρι καιροῦ τὰ λεκτέα – , ἀλλ’ ἣν οἱ ἐξησθενηκότες καὶ ἀπειρηκότες διὰ τὴν τῶν ἐναντίων ἰσχὺν ὑπομένουσιν ἄκοντες λαβὴν οὐδεμίαν ἔθ’ εὑρίσκοντες. 38 ὧν τε γὰρ ἂν ἐφάψωνται, διαρρεῖ, καὶ οἷς ἂν ἐπιβῶσιν, οὐχ ὑπομένει, ὡς πρὶν ἢ στῆναι πίπτειν ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· <ὥστε> ἀντὶ μὲν ποδῶν χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’ ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι.

(XI) 39 πολλοὶ δ’ οὐ δυνάμενοι τὰς πιθανὰς τῶν σοφιστῶν εὑρέσεις ἀνὰ κράτος ἑλεῖν τῷ μὴ σφόδρα περὶ λόγους διὰ τὴν ἐν τοῖς ἔργοις συνεχῆ μελέτην γεγυμνάσθαι κατέφυγον ἐπὶ τὴν τοῦ μόνου σοφοῦ συμμαχίαν καὶ βοηθὸν αὐτὸν ἱκέτευσαν γενέσθαι· καθὰ καὶ τῶν Μωυσέως γνωρίμων τις ἐν ὕμνοις εὐχόμενος εἶπεν· “ἄλαλα γενέσθω τὰ χείλη τὰ δόλια”  (Psalm. 30, 19). 40 πῶς δ’ ἂν ἡσυχάσαι, εἰ μὴ πρὸς μόνου τοῦ καὶ τὸν λόγον αὐτὸν ἔχοντος ὑπήκοον ἐπιστομισθείη; τὰς μὲν οὖν εἰς τὸ ἁμαρτάνειν συνόδους ἀμεταστρεπτὶ φευκτέον, τὸ δὲ ἔνσπονδον πρὸς τοὺς φρονήσεως καὶ ¦ ἐπιστήμης ἑταίρους βεβαιωτέον. 41 παρὸ καὶ τοὺς λέγοντας “πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν” (Gen. 42, 11) τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε, φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν, ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον, ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν ἄφθαρτος; 42 οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων ἀκηρύκτων καταπλήσαντες. 43 οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι.

(XII) 44 μαρτυρεῖ δέ μου τῷ λόγῳ πρῶτον μὲν ἡ ἑκάστου τῶν φιλαρέτων διάνοια διακειμένη τὸν τρόπον τοῦτον, ἔπειτα δὲ καὶ τοῦ προφητικοῦ θιασώτης χοροῦ, ὃς καταπνευσθεὶς ἐνθουσιῶν ἀνεφθέγξατο· “ὦ μῆτερ, ἡλίκον με ἔτεκες, ἄνθρωπον μάχης καὶ ἄνθρωπον ἀηδίας πάσης τῆς γῆς; οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι, οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ καταρῶν αὐτῶν” (Ier. 15, 10). 45 ἀλλ’ οὐ πᾶς σοφὸς πᾶσι φαύλοις ἐχθρός ἐστιν ἄσπονδος, οὐ τριηρῶν ἢ μηχανημάτων ἢ ὅπλων ἢ στρατιωτῶν παρασκευῇ πρὸς ἄμυναν χρώμενος, ἀλλὰ λογισμοῖς; 46 ὅταν γὰρ τὸν ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει; 47 πάντα γὰρ ὅσα ἐν πολέμῳ δρᾶται κατ’ εἰρήνην· συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, λεηλατοῦσι, ¦ πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι, δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι. 48 πλοῦτον γὰρ ἢ δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε, μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν.

(XIII) 49 ταῦτα καὶ τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· “ὦ μῆτερ, ἡλίκον με ἔτεκες”, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς <τὸ> μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης. 50 “οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι”· οὔτε γὰρ αὐτοὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε ἐχρήσαντο, οὔτε ἐγὼ τοῖς ἐκείνων κακοῖς, ἀλλὰ κατὰ τὸ Μωυσέως γράμμα “ἐπιθύμημα οὐδενὸς αὐτῶν ἔλαβον” (Num. 16, 15), σύμπαν τὸ τῆς ἐπιθυμίας αὐτῶν γένος θησαυρισαμένων παρ’ ἑαυτοῖς ὡς μέγιστον ὄφελος ὑπερβάλλον βλάβος. 51 “οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ τῶν ἀρῶν ἃς ἐτίθεντό μοι”, δυνάμει δὲ κραταιοτάτῃ τῶν θείων ἐνειλημμένος δογμάτων οὔτε κακούμενος ἐκάμφθην, ἀλλὰ ἐρρωμένως ὠνείδισα τοῖς ἐξ ἑαυτῶν μὴ καθαιρομένοις· 52 “ἔθετο γὰρ ἡμᾶς ὁ θεὸς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν”, ὡς καὶ ἐν ὕμνοις που λέλεκται (Psalm. 79, 7), πάντας τοὺς ὀρθῆς γνώμης ἐφιεμένους. ἀλλ’ οὐκ ἀντιλογικοὶ φύσει γεγόνασιν, ὅσοι τὸν ἐπιστήμης καὶ ἀρετῆς ζῆλον ἔσχον ἀεί, τοῖς γείτοσι ψυχῆς ἀντιφιλονεικοῦντες, ἐλέγχοντες μὲν τὰς συνοίκους ἡδονάς, ἐλέγχοντες δὲ τὰς ὁμοδιαίτους ἐπιθυμίας, δειλίας τε καὶ φόβους, τὸ παθῶν καὶ κακιῶν στῖφος δυσωποῦντες, ἐλέγχοντες μέντοι καὶ πᾶσαν αἴσθησιν, περὶ μὲν ὧν εἶδον ὀφθαλμούς, περὶ ὧν δὲ ἤκουσαν ἀκοάς, ὀσμάς τε περὶ ἀτμῶν καὶ γεύσεις περὶ χυμῶν, ἔτι δὲ ἁφὰς περὶ τῶν κατὰ τὰς προσπιπτούσας τῶν ἐν τοῖς σώμασι δυνάμεων ἰδιότητας, καὶ μὲν δὴ τὸν προφορικὸν λόγον περὶ ὧν διεξελθεῖν ¦ ἔδοξε; 53 τίνα γὰρ ἢ πῶς ἢ διὰ τί ἡ αἴσθησις ᾔσθετο ἢ ὁ λόγος διηρμήνευσεν ἢ τὸ πάθος διέθηκεν, ἄξιον ἐρευνᾶν μὴ παρέργως καὶ τῶν σφαλμάτων διελέγχειν ἕκαστον. 54 ὁ δὲ μηδενὶ τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι πειθηνίως οὐκέθ’ ὁμοίως ἀπαυχενίζοντες. 55 οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν· “οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς” (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25, 3). 56 γένος γάρ ἐσμεν “τῶν ἐπιλέκτων τοῦ” τὸν θεὸν ὁρῶντος “Ἰσραήλ”, ὧν “διεφώνησεν οὐδὲ εἷς” (Exod. 24, 11), ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς μελῳδῆται. 57 διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν *** ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον. 58 θαυμάσιος μὲν οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· “πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα” (Deut. 5, 27)· 59 οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ, ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς ¦ λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, εἶτα ἀκούσεσθαι, ἵνα μὴ διδασκαλίᾳ καὶ ὑφηγήσει δοκῶσιν, ἀλλὰ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ διανοίᾳ πρὸς τὰ καλὰ τῶν ἔργων ὑπαντᾶν· ἐργασάμενοι δὲ ἀκούσεσθαί φασιν, ὅπως ἐπικρίνωσι τὰ πραχθέντα, εἰ λόγοις θείοις καὶ ἱεραῖς παραινέσεσι συνᾴδει.

(XIV) 60 Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν “ἀπὸ ἀνατολῶν” φησι “κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι” (Gen. 11, 2), φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ ἀνάσχωσι. 61 παράδειγμα τοῦ μὲν προτέρου τόδε· “καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς” (Gen. 2, 8), οὐ χερσαίων φυτῶν, ἀλλ’ οὐρανίων ἀρετῶν, ἃς ἐξ ἀσωμάτου τοῦ παρ’ ἑαυτῷ φωτὸς ἀσβέστους εἰσαεὶ γενησομένας ὁ φυτουργὸς ἀνέτειλεν. 62 ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· “ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα ἀνατολή” (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ· 63 τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε, καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς, πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.

(XV) 64 τοῦ δὲ χείρονος ἀνατολῆς εἴδους ὑπόδειγμα τὸ λεχθὲν ἐπὶ τοῦ βουλομένου τὸν ἐπαινούμενον ὑπὸ θεοῦ καταράσασθαι· πρὸς γὰρ ἀνατολαῖς εἰσάγεται κἀκεῖνος οἰκῶν, αἵτινες ὁμωνυμοῦσαι ταῖς προτέραις ἐναντιότητα καὶ μάχην πρὸς αὐτὰς ἔχουσιν· 65 “ἐκ Μεσοποταμίας” γάρ φησι “μετεπέμψατό με Βαλάκ, ἐξ ὀρέων ἀπὸ ἀνατολῶν, λέγων· δεῦρο ἄρασαί μοι ὃν μὴ ἀρᾶται ὁ θεός” (Num. 23, 7. 8). ἑρμηνεύεται δὲ Βαλὰκ ἄνους, εὐθυβολώτατα· πῶς ¦ γὰρ οὐκ ἄνοια δεινὴ τὸ ὂν ἐλπίσαι ἀπατᾶσθαι καὶ γνώμην αὐτοῦ τὴν βεβαιοτάτην ἀνθρώπων σοφίσμασι παρατρέπεσθαι; 66 διὰ τοῦτο καὶ Μεσοποταμίαν οἰκεῖ καταπεποντωμένης ὥσπερ ἐν μεσαιτάτῳ ποταμοῦ βυθῷ τῆς διανοίας αὐτοῦ καὶ μὴ δυναμένης ἀνανήξασθαι καὶ ἀνακῦψαι· τοῦτο δὲ τὸ πάθος ἀνατολὴ μὲν ἀφροσύνης, κατάδυσις δὲ εὐλογιστίας ἐστίν. 67 οἱ τὴν ἀσύμφωνον οὖν ἁρμοζόμενοι συμφωνίαν ἀπὸ ἀνατολῶν κινεῖσθαι λέγονται. πότερον ἄρα γε τῶν <κατ’ ἀρετὴν ἢ τῶν> κατὰ κακίαν; ἀλλ’ εἰ μὲν τῶν κατ’ ἀρετήν, παντελὴς ὑπογράφεται διάζευξις· εἰ δὲ τῶν κατὰ κακίαν, ἡνωμένη τις κίνησις, καθάπερ ἐπὶ χειρῶν ἔχει, οὐκ ἰδίᾳ κατὰ ἀπάρτησιν, ἀλλ’ ἐν ἁρμονίᾳ τινὶ τῷ ὅλῳ σώματι συγκινουμένων. 68 ἀρχὴ γὰρ καὶ ἀφορμὴ φαύλῳ πρὸς τὰς παρὰ φύσιν ἐνεργείας τὸ κακίας χωρίον· ὅσοι δὲ μετανάσται μὲν ἀρετῆς ἐγένοντο, ταῖς δ’ ἀφροσύνης ἐχρήσαντο ἀφορμαῖς, οἰκειότατον εὑρόντες οἰκοῦσι τόπον, ὃς Ἑβραίων μὲν γλώττῃ Σεναάρ, Ἑλλήνων δὲ ἐκτιναγμὸς καλεῖται· 69 σπαράττεται γὰρ καὶ κλονεῖται καὶ τινάττεται πᾶς ὁ τῶν φαύλων βίος, κυκώμενος ἀεὶ καὶ ταραττόμενος καὶ μηδὲν ἴχνος ἀγαθοῦ γνησίου θησαυριζόμενος ἐν ἑαυτῷ. καθάπερ γὰρ τῶν ἀποτιναττομένων ὅσα μὴ ἑνώσει διακρατεῖται πάντα ἐκπίπτει, τοῦτόν μοι δοκεῖ καὶ ἡ τοῦ συμπεπνευκότος ἐπὶ τῷ ἀδικεῖν ἐκτετινάχθαι τὸν τρόπον ψυχή· πᾶσαν γὰρ ἰδέαν ἀρετῆς ἀπορρίπτει, ὡς μήτε σκιὰν μήτε εἴδωλον αὐτῆς ἐμφαίνεσθαι τὸ παράπαν.

(XVI) 70 τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος, ἀλλ’ “ὑπὸ τὸ ὕδωρ” φεῦγον, τουτέστιν ὑπὸ τὴν τῶν παθῶν φοράν, εἰσάγεται, καὶ ἐπειδὰν ὑποδράμῃ τὰ πάθη, τινάττεται καὶ κυκᾶται, τὸ μὲν εὐσταθὲς καὶ εἰρηναῖον ἀποβάλλον ἀρετῆς, τὸ δὲ ταραχῶδες ἐπαναιρούμενον κακίας· λέγεται γὰρ ὅτι “ἐξετίναξε τοὺς Αἰγυπτίους κατὰ μέσον τῆς θαλάσσης φεύγοντας ὑπὸ τὸ ὕδωρ” (Exod. 14, 27). 71 οὗτοί εἰσιν οἱ μηδὲ τὸν Ἰωσὴφ εἰδότες, τὸν ποικίλον τοῦ βίου τῦφον, ἀλλ’ ἀποκεκαλυμμένοις χρώμενοι τοῖς ἁμαρτήμασιν, οὐδὲ ἴχνος ἢ σκιὰν καὶ εἴδωλον καλοκἀγαθίας ταμιευσάμενοι· 72 “ἀνέστη” γάρ φησι “βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον”, ὃς οὐδὲ τὸ πανύστατον καὶ νεώτατον αἰσθητὸν ἀγαθὸν “ᾔδει τὸν Ἰωσήφ” (Exod. 1, 8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· “δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ” (Num. 23, 7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον. 73 ὁ μὲν δὴ τῶν τοιούτων νοῦς ἀπορρίπτει πᾶσαν τὴν ἀγαθοῦ ¦ φύσιν τρόπον τινὰ τιναττόμενος, ἔμπαλιν δ’ ὁ τῶν ἀστείων, ἀμιγοῦς καὶ ἀκράτου μεταποιούμενος τῆς τῶν ἀγαθῶν ἰδέας, ἀποτινάττει καὶ ἀποβάλλει τὰ φαῦλα· 74 θέασαι γοῦν τὸν ἀσκητὴν οἷά φησιν· “ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ” (Gen. 35, 2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31, 35), <ἀλλὰ> πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25, 5).

(XVII) 75 Παρατήρει δ’ ὅτι οὔ φησιν ἐλθεῖν αὐτοὺς εἰς τὸ πεδίον ἐν ᾧ κατέμειναν, ἀλλὰ εὑρεῖν ἀναζητήσαντας πάντως καὶ σκεψαμένους τὸ ἐπιτηδειότατον ἀφροσύνης χωρίον· τῷ γὰρ ὄντι πᾶς ἄφρων οὐ παρ’ ἑτέρου λαμβάνει ἑαυτῷ τὰ δὲ κακὰ ζητῶν ἀνευρίσκει, μὴ μόνοις ἀρκούμενος τούτοις ἐφ’ ἅπερ ἡ μοχθηρὰ φύσις δι’ ἑαυτῆς βαδίζει, ἀλλὰ καὶ προστιθεὶς τὰ ἐκ τοῦ κακοτεχνεῖν τέλεια γυμνάσματα. 76 καὶ εἴθε μέντοι πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· 77 παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις, κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον. διὰ τοῦτο οἱ κατὰ Μωυσῆν σοφοὶ πάντες εἰσάγονται παροικοῦντες· αἱ γὰρ τούτων ψυχαὶ στέλλονται μὲν ἀποικίαν οὐδέποτε τὴν ἐξ οὐρανοῦ, εἰώθασι δὲ ἕνεκα τοῦ φιλοθεάμονος καὶ φιλομαθοῦς εἰς τὴν περίγειον φύσιν ἀποδημεῖν. 78 ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’ αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι. ¦ 79 τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου· “πάροικος καὶ παρεπίδημός εἰμι ἐγὼ μεθ’ ὑμῶν” (Gen. 23, 4), αὐτόχθονες δὲ ὑμεῖς, κόνιν καὶ χοῦν ψυχῆς προτιμήσαντες, προεδρίας ἀξιώσαντες ὄνομα Ἐφρών, ὃς ἑρμηνεύεται χοῦς. 80 εἰκότως δὲ καὶ ὁ ἀσκητὴς Ἰακὼβ τὴν ἐν σώματι παροικίαν ὀλοφύρεται λέγων· “αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν· οὐκ ἐξίκοντο εἰς ἡμέρας τῶν πατέρων μου ἃς παρῴκησαν” (Gen. 47, 9). 81 τῷ δ’ αὐτοδιδάκτῳ καὶ λόγιον ἐχρήσθη τοιόνδε· “μὴ καταβῇς εἰς” τὸ πάθος “Αἴγυπτον, κατοίκησον δ’ ἐν τῇ γῇ ἣν ἄν σοι εἴπω” (Gen. 26, 2), τῇ ἀδείκτῳ καὶ ἀσωμάτῳ φρονήσει, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, τῇ δεικνυμένῃ καὶ αἰσθητῇ οὐσίᾳ, πρὸς τὸ δεῖξαι ὅτι παροικεῖ μὲν ὁ σοφὸς ὡς ἐν ξένῃ σώματι αἰσθητῷ, κατοικεῖ δ’ ὡς ἐν πατρίδι νοηταῖς ἀρεταῖς, ἃς λαλεῖ ὁ θεὸς ἀδιαφορούσας λόγων θείων. 82 Μωυσῆς δὲ “γειώρας” φησίν “εἰμὶ ἐν γῇ ἀλλοτρίᾳ” (Exod. 2, 22), διαφερόντως οὐ μόνον ξένην τὴν ἐν σώματι μονὴν ὡς οἱ μέτοικοι νομίζων, ἀλλὰ καὶ ἀλλοτριώσεως ἀξίαν οὐκ ἔμπαλιν οἰκειώσεως ὑπολαμβάνων.

(XVIII) 83 Τὸ δ’ ὁμόφωνον καὶ ὁμόγλωττον οὐκ ἐν τοῖς ὀνόμασι καὶ ῥήμασι μᾶλλον ἢ ἐν τῇ τῶν ἀδίκων πράξεων κοινωνίᾳ βουλόμενος ὁ φαῦλος ἐπιδείξασθαι πόλιν ἄρχεται καὶ πύργον, ὡς ἀκρόπολιν τυράννῳ, κακίᾳ κατασκευάζειν, καὶ τοὺς θιασώτας πάντας παρακαλεῖ τοῦ ἔργου μετασχεῖν τὴν ἁρμόττουσαν προευτρεπισαμένους ὕλην· 84 “ἴτε” γάρ φησι “πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί” (Gen. 11, 3), ἴσον τῷ νῦν ἐστιν ἡμῖν συμπεφορημένα καὶ συγκεχυμένα τὰ πάντα τῆς ψυχῆς, ὡς ἐναργῆ τύπον μηδένα μηδενὸς εἴδους προφαίνεσθαι. 85 ἁρμόττει δ’ ὥσπερ ἀνείδεόν τινα καὶ ἄποιον οὐσίαν τό τε πάθος καὶ τὴν κακίαν παραλαβόντας εἰς τὰς ἁρμοττούσας ποιότητας καὶ τὰ προσεχέστατα μέχρι τῶν ἐσχάτων ἀεὶ τεμεῖν εἴδη πρός τε ἐναργεστέραν κατάληψιν αὐτῶν καὶ τὴν σὺν ἐμπειρίᾳ χρῆσίν τε καὶ ἀπόλαυσιν, ἣ πλείους ἡδονὰς καὶ τέρψεις ἔοικεν ἐντίκτειν. 86 πάριτε οὖν οἱ λογισμοὶ πάντες βουλευτῶν τινα τρόπον εἰς τὸ ψυχῆς συνέδριον, ὅσοι <πρὸς> τὸν δικαιοσύνης καὶ πάσης ἀρετῆς συγκατατάττεσθε ὄλεθρον, καὶ πεφροντισμένως διασκεψώμεθα, ὡς ἐπιθέμενοι κατορθώσωμεν· 87 τῆς μέντοι κατορθώσεως ἔσονται ¦ θεμέλιοι κραταιότατοι οἵδε, ἄμορφα μορφῶσαι τύποις καὶ σχήμασι καὶ περιγραφαῖς ἕκαστον ἰδίᾳ διακρῖναι, μὴ κραδαινόμενα καὶ χωλαίνοντα, ἀλλὰ ¦ πεπηγότα βεβαίως, τῇ τοῦ τετραγώνου σχήματος οἰκειούμενα φύσει – ἀκράδαντον γὰρ τοῦτό γε – , ἵνα πλίνθου τινὰ τρόπον ἀκλινῶς ἐρηρεισμένα βεβαίως καὶ τὰ ἐποικοδομούμενα δέχηται.

(XIX) 88 τούτων πᾶς ὁ ἀντίθεος νοῦς, ὅν φαμεν Αἰγύπτου, τοῦ σώματος, εἶναι βασιλέα, δημιουργὸς ἀνευρίσκεται· καὶ γὰρ τοῦτον εἰσάγει Μωυσῆς τοῖς ἐκ πλίνθου κατασκευαζομένοις χαίροντα οἰκοδομήμασιν. 89 ἐπειδὰν γάρ τις τὴν ὕδατος καὶ γῆς τὴν μὲν ὑγράν, τὴν δ’ αὖ στερεὰν οὐσίαν, διαλυομένας καὶ φθειρομένας, ἀνακερασάμενος τρίτον μεθόριον ἀμφοῖν ἀπεργάσηται, ὃ καλεῖται πηλός, τέμνων κατὰ μοίρας τοῦτον οὐ παύεται σχήματα περιτιθεὶς ἑκάστῳ τῶν τμημάτων τὰ οἰκεῖα, ὅπως εὐπαγέστερά τε καὶ εὐφορώτερα γένηται· 90 ῥᾳδίως γὰρ οὕτως ἔμελλε τὰ κατασκευαζόμενα τελειοῦσθαι. τοῦτ’ ἀπομιμούμενοι τὸ ἔργον οἱ μοχθηροὶ τὰς φύσεις, ὅταν τὰς ἀλόγους καὶ πλεοναζούσας τῶν παθῶν ὁρμὰς ταῖς ἀργαλεωτάταις κακίαις ἀνακεράσωνται, τέμνουσι τὸ κραθὲν εἰς εἴδη καὶ διαπλάττουσι καὶ σχηματίζουσιν οἱ βαρυδαίμονες, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπιτειχισμὸς μετέωρος ἀρθήσεται, τὴν αἴσθησιν εἰς ὅρασιν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν ὄσφρησίν τε καὶ ἁφήν, τὸ δὲ πάθος εἰς ἡδονὴν καὶ ἐπιθυμίαν φόβον τε καὶ λύπην, τό τε κακιῶν γένος εἰς ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν καὶ ὅσα ἄλλα ἀδελφὰ καὶ συγγενῆ τούτοις.

(XX) 91 ἤδη δὲ καὶ προσυπερβάλλοντές τινες οὐ μόνον τὰς αὑτῶν ψυχὰς ἐπὶ ταῦτα ἤλειψαν, ἀλλὰ καὶ τοὺς ἀμείνους καὶ γένους ὄντας ὁρατικοῦ βιασάμενοι κατηνάγκασαν πλινθουργεῖν καὶ πόλεις οἰκοδομεῖν ὀχυρὰς (Exod. 1, 11) τῷ βασιλεύειν δοκοῦντι νῷ, βουλόμενοι τοῦτο ἐνδείξασθαι, ὅτι δοῦλον μὲν τὸ ἀγαθὸν κακοῦ πάθος τ’ εὐπαθείας δυνατώτερον, φρόνησις δὲ καὶ πᾶσα ἀρετὴ ἀφροσύνης καὶ κακίας ἁπάσης ὑπήκοον, ὡς ὑπηρετεῖν ἐξ ἀνάγκης ἅττ’ ἂν προστάττῃ τὸ δεσπόζον. 92 ἰδού, γάρ φησι, καὶ ὁ ψυχῆς ὀφθαλμὸς ὁ διαυγέστατος καὶ καθαρώτατος καὶ πάντων ὀξυωπέστατος, ᾧ μόνῳ τὸν θεὸν ἔξεστι καθορᾶν, ὄνομα Ἰσραήλ, ἐνδεθείς ποτε τοῖς σωματικοῖς Αἰγύπτου δικτύοις ἐπιταγμάτων βαρυτάτων ἀνέχεται, ὡς πλίνθον καὶ πᾶν τὸ γεῶδες ἐργάζεσθαι μετὰ ἀργαλεωτάτων καὶ ἀτρυτοτάτων πόνων· ἐφ’ οἷς εἰκότως ὀδυνᾶται καὶ στένει, 93 τοῦτο μόνον ὡς ἐν κακοῖς τεθησαυρισμένος κειμήλιον, ἐκδακρῦσαι τὰ παρόντα· λέγεται γὰρ ὑγιῶς ὅτι “κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων” (Exod. 2, 23). τίς δ’ οὐκ ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ ¦ μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται; 94 τίς οὖν ἐλευθερία βεβαιοτάτη; τίς; ἡ τοῦ μόνου θεραπεία σοφοῦ, καθάπερ μαρτυροῦσιν οἱ χρησμοί, ἐν οἷς εἴρηται “ἐξαπόστειλον τὸν λαόν, ἵνα με θεραπεύῃ” (Exod. 8, 1). 95 ἴδιον δὲ τῶν τὸ ὂν θεραπευόντων οἰνοχόων μὲν ἢ σιτοποιῶν ἢ μαγείρων ἔργα ἢ ὅσα ἄλλα γεώδη μήτε διαπλάττειν μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ. 96 τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, “τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ”, τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24, 10). 97 εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν.

(XXI) 98 τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον – “οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός” (Num. 23, 19) – , ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων. 99 παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ ¦ κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ. 100 καὶ γὰρ μεθ’ ἡμέραν ἡλίου καὶ νύκτωρ σελήνης φαντασίαν ὡς ἑστώτων οἱ σώματος ὀφθαλμοὶ λαμβάνουσι· καίτοι τίς οὐκ οἶδεν, ὅτι <τὸ> τῆς περὶ αὐτοὺς φορᾶς τάχος ἀνανταγώνιστόν ἐστιν, εἴ γε τὸν σύμπαντα οὐρανὸν μιᾷ περιπολοῦσιν ἡμέρᾳ; οὕτως μέντοι καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἑστάναι δοκῶν περιδινεῖται κύκλῳ, τῆς κινήσεως τῷ ἀειδεῖ καὶ θειοτέρῳ καταλαμβανομένης τῷ κατὰ διάνοιαν ὀφθαλμῷ.

(XXII) 101 πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται. 102 διὸ καὶ ἐπιλέγεται “ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον” (Gen. 11, 3) – τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας – , “καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός” (ibid.), οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος· 103 δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν, ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας. 104 εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι. 105 τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, “τὴν κιβωτόν”, λέγω δὲ τὸ σῶμα, “ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ” καταχρίσει (Gen. 6, 14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας ἀντίληψιν. 106 ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν “ἀσφαλτοπίσσῃ” (Exod. 2, 3) σώματι καὶ δοκοῦντι τὰς πάντων <τῶν> ¦ ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2, 6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ.

(XXIII) 107 Τὸ δὲ “δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ” (Gen. 11, 4) τοιοῦτον ὑποβάλλει νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. 108 εἰσὶ δ’ αὗται μέν, ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη – θεοῦ δὲ ὕμνος ἡ τοιάδε – , χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν. 109 ἐγγράφονται δ’ οἱ μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα. 110 συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν ἀνύποιστον γένηται. 111 τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν· “οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν” (Gen. 11, 4), ἴσον τῷ ὀχυρωσώμεθα τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι· 112 ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον, δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων αἰεὶ φέρεσθαι δυναμένοις. 113 “πύργος” δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ ¦ τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα. 114 τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε γίνεσθαι· 115 φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον; λέγουσι γάρ· “ποιήσωμεν ἑαυτῶν ὄνομα” (Gen. 11, 4).

(XXIV) 116 ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων. 117 ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι. 118 ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους ¦ νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· “πρὶν διασπαρῆναι” (Gen. 11, 4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης. 119 οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε. 120 πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται; 121 καὶ μὴν λέγουσι “πρὶν ἡμᾶς διασπαρῆναι”· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς.

(XXV) 122 ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ; 123 ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν. 124 διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι. 125 τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα. 126 τούτων δὲ τί ¦ ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι; 127 καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι.

(XXVI) 128 τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. 129 ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον; 130 ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· “ὤμοσε” γάρ φησι “Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω” (Iud. 8, 9). 131 πάγκαλον καὶ πρεπωδέστατον αὔχημα μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται. 132 τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια. 133 πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι.

(XXVII) ¦ 134 Τὸ δέ, “κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον” (Gen. 11, 5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον <ἀν>έρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια. 135 ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον; 136 ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ ***. 137 τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ *** κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε. 138 τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν *** “ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ” (Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα. 139 τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία. 140 λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι. 141 οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ¦ ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· “οὐ παραδέξῃ ἀκοὴν ματαίαν” (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, *** παραδέχεσθαι ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα ματαιότητος ἀκοή.

(XXVIII) 142 ταύτην φαμὲν αἰτίαν εἶναι τοῦ λέγεσθαι “τὸν θεὸν καταβεβηκέναι τὴν πόλιν καὶ τὸν πύργον θεάσασθαι”. οὐ παρέργως δὲ πρόσκειται “ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων” (Gen. 11, 5). ἴσως γὰρ ἄν τις εἴποι τῶν οὐκ εὐαγῶν ἐπιχλευάζων ἅμα· καινὸν ἡμᾶς ἀναδιδάσκει μάθημα ὁ νομοθέτης, ὅτι πύργους καὶ πόλεις οὐχ ἕτεροί τινες, ἀλλὰ παῖδες ἀνθρώπων ἀνοικοδομοῦνται. τίς γὰρ τά γ’ οὕτως ἐμφανῆ καὶ περίοπτα καὶ τῶν λίαν ἐξεστηκότων ἀγνοεῖ; 143 ἀλλὰ μὴ τὸ πρόχειρον τοῦτο καὶ κατημαξευμένον ἐν τοῖς ἱερωτάτοις χρησμοῖς ἀναγεγράφθαι <νομίσῃς>, ἀλλ’ ὅπερ ἀποκεκρυμμένον ἰχνηλατεῖται διὰ τῶν ἐμφανῶν ὀνομάτων. 144 τί οὖν ἐστι τοῦτο; οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών·  “οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου” (Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν. 145 οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων· “υἱοί ἐστε κυρίου τοῦ θεοῦ” (Deut. 14, 1) καὶ “θεὸν τὸν γεννήσαντά σε” (Deut. 32, 18) καὶ “οὐκ αὐτὸς οὗτός σου πατήρ” (ibid. 6); ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου. ¦ 146 κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται. 147 διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι  “πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου” (Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος. 148 καὶ πολλαχοῦ μέντοι τῆς νομοθεσίας υἱοὶ πάλιν Ἰσραὴλ καλοῦνται, τοῦ ὁρῶντος οἱ ἀκούοντες, ἐπειδὴ μεθ’ ὅρασιν ἀκοὴ δευτερείοις τετίμηται καὶ τὸ διδασκόμενον τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος αἰεὶ δεύτερον. 149 ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15, 11 IV Reg. 18, 3 al.), οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει.

(XXIX) 150 κατὰ δὲ τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· “ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων” (Gen. 11, 5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν μόνον ἄγον. 151 καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι. 152 τὸ δὲ “καὶ τοῦτο ἤρξαντο ¦ ποιῆσαι” (Gen. 11, 6) μετ’ οὐ μετρίου σχετλιασμοῦ λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’ ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες, ἀσέβειαν δὲ θερίσαντες. 153 ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε. 154 διὸ καὶ λέγεται τοῦτο· “ἤρξαντο ποιῆσαι”· κορεσθέντες <γὰρ> οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους. 155 οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’ αὐτοὺς οὐχ ὡς διαπραξαμένους ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· “κύριος κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον”, οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’ ὃν “ᾠκοδόμησαν” ἤδη (Gen. 11, 5).

(XXX) 156 τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον. 157 μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει· τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ. 158 εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· “ἐπαύσαντο” γάρ φησιν “οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον” (Gen. 11, 8), οὐ δήπου τελειώσαντες, ¦ ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες.

(XXXI) 159 τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα – καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ – φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ. 160 καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· “ἐὰν” γάρ φησι “τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι” (Exod. 21, 14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον. 161 ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ “καταφύγῃ” τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη. 162 δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· “οὐ γὰρ ἐκλείψει” φησίν “ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν” (Gen. 11, 6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, <μὴ> μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’ ὡσπερεὶ φθάνοντα προαπαντᾶν πρὸς τὰς ¦ χρείας ἑκάστας.

(XXXII) 163 ψυχῆς ταῦτα φρονήσεως χηρευούσης ἐστὶν ἐπίδειξις μηδὲν τῶν εἰς τὸ ἁμαρτάνειν ἐχούσης ἐμποδών. εὔξαιτο γὰρ ἂν ὁ μὴ σφόδρα ἀνιάτως ἔχων τὰ ἐξ ὑποθέσεως τοῦ νοῦ πάντ’ ἐπιλιπεῖν αὐτῷ, ἵνα μὴ τῷ κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἢ ἱεροσυλεῖν ἤ τινι τῶν ὁμοιοτρόπων ἐπιτιτιθέμενος εὐοδῇ, μυρία δ’ εὑρίσκῃ τὰ κωλυσιεργήσοντα. κωλυθεὶς μὲν γὰρ τὴν μεγίστην νόσον, ἀδικίαν, ἀποβάλλει, σὺν ἀδείᾳ δ’ ἐπεξελθὼν ταύτην ἀναδέξεται. 164 τί οὖν ἔτι τὰς τῶν τυράννων τύχας ὡς μακαρίων ζηλοῦτε καὶ θαυμάζετε, δι’ ἃς εὐπετῶς ἕκαστα ἐπεξίασιν, ὧν ἂν ὁ ἐκλελυττηκὼς κἀκτεθηριωμένος τέκῃ νοῦς, καὶ ἐν ἑαυτοῖς δέον ἐπιστένειν, εἴ γε ἀπορία καὶ [ἡ] ἀσθένεια κακοῖς λυσιτελές, ὡς περιουσία καὶ ἰσχὺς ἀγαθοῖς ὠφελιμώτατον; 165 εἷς δέ τις τῶν ἀφρόνων ᾐσθημένος, εἰς ὅσην κακοδαιμονίας ὑπερβολὴν ἄγει ἡ τοῦ διαμαρτάνειν ἐκεχειρία, μετὰ παρρησίας εἶπε· “μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι” (Gen. 4, 13). παγχάλεπον γὰρ ἀχαλίνωτον ἐαθῆναι ψυχὴν ἀτίθασον οὖσαν ἐξ ἑαυτῆς, ἣν μόλις ἡνίαις μετ’ ἐπανατάσεως μαστίγων ἔστι κατασχόντα πραῧναι. 166 διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· “οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω” (Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων, οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους, αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται. 167 λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι “πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν” (Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ.

(XXXIII) 168 σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· “δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν” (Gen. 11, 7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· 169 “εἶπε” γάρ φησι “κύριος ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν” (Gen. 1, 26) τοῦ “ποιήσωμεν” πλῆθος ἐμφαίνοντος· καὶ πάλιν “εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν” (Gen. 3, 22)· ¦ τὸ γὰρ  “ὡς εἷς ἡμῶν” οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται. 170 λεκτέον οὖν ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ θέμις τὰ σύμπαντα. τὸ γὰρ

οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω,
εἷς βασιλεὺς

οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην ἀναγκαῖον εἶναι.

(XXXIV) 171 τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι· ἔστι δὲ καὶ ἡ κόλασις οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις. 172 διὰ τούτων τῶν δυνάμεων ὁ ἀσώματος καὶ νοητὸς ἐπάγη κόσμος, τὸ τοῦ φαινομένου τοῦδε ἀρχέτυπον, ἰδέαις ἀοράτοις συσταθείς, ὥσπερ οὗτος σώμασιν ὁρατοῖς. 173 καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι· “κύριε, κύριε, βασιλεῦ τῶν θεῶν” (Deut. 10, 17) <εἰς> ἔνδειξιν τῆς παρ’ ὑπηκόους ἄρχοντος διαφορᾶς. 174 ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος ἡγεμόνος, ᾧ ταξιαρχοῦντι κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε τὸ θεῖον στράτευμα. 175 βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι, <συμπράξεως>, τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη τῶν ἀφικνουμένων εἰς γένεσιν.

(XXXV) 176 ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον, ¦ ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε ἀέρα καὶ οὐρανὸν περιπολοῦσι. 177 κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ <αἱ> τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων ἑκουσίων ἀδικημάτων ἁλίσκονται. 178 μόνος δὲ σχεδὸν ἐκ πάντων ὁ ἄνθρωπος ἀγαθῶν καὶ κακῶν ἔχων ἐπιστήμην αἱρεῖται μὲν πολλάκις τὰ φαυλότατα, φεύγει δὲ τὰ σπουδῆς ἄξια, ὥστ’ αὐτὸν μάλιστα ἐπὶ τοῖς ἐκ προνοίας ἁμαρτήμασι καταγινώσκεσθαι. 179 προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ λέγων· “ποιήσωμεν ἄνθρωπον”, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν ἀναδειχθῆναι.

(XXXVI) 180 τοῦτο μὲν δὴ ταύτῃ λελέχθω. προσήκει δὲ κἀκεῖνο λελογίσθαι, ὅτι μόνων ἀγαθῶν ἐστιν ὁ θεὸς αἴτιος, κακοῦ δὲ οὐδενὸς τὸ παράπαν, ἐπειδὴ καὶ τὸ πρεσβύτατον τῶν ὄντων καὶ τελειότατον ἀγαθὸν αὐτὸς ἦν. ἐμπρεπέστατον δὲ τὰ οἰκεῖα τῇ ἑαυτοῦ φύσει δημιουργεῖν ἄριστα τῷ ἀρίστῳ, τὰς μέντοι κατὰ πονηρῶν κολάσεις διὰ τῶν ὑπ’ αὐτὸν βεβαιοῦσθαι. 181 μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ τὸ εἰρημένον ὑπὸ τοῦ τελειωθέντος ἐξ ἀσκήσεως τόδε· “ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν” (Gen. 48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν, ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον, ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις. 182 διὸ λέγει· “δεῦτε καὶ καταβάντες συγχέωμεν”. οἱ μὲν γὰρ ἀσεβεῖς τοιαύτης ἐπάξιοι δίκης τυγχάνειν, ἵλεως καὶ εὐεργέτιδας καὶ φιλοδώρους αὐτοῦ δυνάμεις οἰκειοῦσθαι τιμωρίαις. εἰδὼς μέντοι τῷ γένει τῶν ἀνθρώπων ὠφελίμους ὑπαρχούσας δι’ ἑτέρων αὐτὰς ὥρισεν· ἔδει γὰρ τὸ μὲν ἐπανορθώσεως ἀξιωθῆναι, τὰς δὲ πηγὰς τῶν ἀεννάων αὐτοῦ χαρίτων ἀμιγεῖς κακῶν ¦ οὐκ ὄντων μόνον ἀλλὰ καὶ νομιζομένων φυλαχθῆναι.

(XXXVII) 183 Τίς δέ ἐστιν ἡ σύγχυσις, ἐρευνητέον. πῶς οὖν ἐρευνήσομεν; οὕτως, ὥς γ’ ἐμοὶ φαίνεται· πολλάκις οὓς πρότερον οὐκ ᾔδειμεν, ἀπὸ τῶν συγγενῶν καί τινα πρὸς αὐτοὺς ἐχόντων ἐμφέρειαν ἐγνωρίσαμεν· οὐκοῦν καὶ πράγματα τὸν αὐτὸν τρόπον, ἃ μὴ ῥᾴδιον ἐξ ἑαυτῶν καταλαμβάνεσθαι, δῆλα γένοιτ’ ἂν κατὰ τὴν τῶν οἰκείων αὐτοῖς ὁμοιότητα. 184 τίνα οὖν ἐστι συγχύσει πράγματα ὅμοια; ἡ μῖξις, ὥσπερ ὁ παλαιὸς λόγος, καὶ κρᾶσις· ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται. 185 μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι· 186 συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι· μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον, ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος. 187 σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν. 188 ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας. 189 οὗ χάριν φησί· “συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον” (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν <φωνὴν> μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται.

(XXXVIII) 190 ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ γένεσιν ¦ διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων ὑπογράφεσθαι· οὓς οὐκ ἂν αἰτιασάμενος – ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ – παρακαλέσαιμ’ ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ πράγματα. 191 δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’ ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ. 192 σύγχυσις μὲν γάρ, ὡς ἔφην, ἐστὶ φθορὰ τῶν ἁπλῶν δυνάμεων εἰς συμπεφορημένης μιᾶς γένεσιν, διάκρισις δὲ ἑνὸς εἰς πλείω τομή, καθάπερ ἐπὶ γένους καὶ τῶν κατ’ αὐτὸ εἰδῶν ἔχειν συντέτευχεν. ὥστε εἰ μίαν οὖσαν φωνὴν ἐκέλευσε τέμνειν ὁ σοφὸς εἰς πλειόνων διαλέκτων τμήματα, προσεχεστέροις ἂν καὶ κυριωτέροις ἐχρήσατο τοῖς ὀνόμασι, τομὴν ἢ διανέμησιν ἢ διάκρισιν ἤ τι ὁμοιότροπον εἰπών, οὐ τὸ μαχόμενον αὐτοῖς, σύγχυσιν. 193 ἀλλ’ ἔστιν ἡ σπουδὴ διαλῦσαι τὸ κακίας στῖφος, τὰς ὁμολογίας αὐτῆς ἀκυρῶσαι, τὴν κοινωνίαν ἀνελεῖν, τὰς δυνάμεις ἀφανίσαι καὶ διαφθεῖραι, τὸ τῆς ἀρχῆς κράτος, ὃ δειναῖς ὠχυρώσατο παρανομίαις, καθελεῖν. 194 οὐχ ὁρᾷς ὅτι καὶ τῶν ψυχῆς ὁ πλάστης μερῶν οὐδὲν οὐδενὶ εἰς τὴν τοῦ ἑτέρου κοινωνίαν ἤγαγεν; ἀλλ’ ὀφθαλμοὶ μὲν οὐκ ἂν ἀκούσειαν, ὦτα δὲ οὐκ ἂν θεάσαιτο, χυλὸς δὲ ἐνστόμιος οὐκ ἂν ὄσφροιτο, οὐδ’ ἂν γεύσαιντο ῥῖνες, ὅ τ’ αὖ λόγος οὐδὲν ἂν τῶν κατὰ τὰς αἰσθήσεις πάθοι, οὐδ’ ἔμπαλιν ῥῆξαι φωνὴν δύναιτ’ ἂν αἴσθησις. 195 ἔγνω γὰρ ὁ τεχνίτης, ὅτι τὸ μὴ ἀκούειν ἕκαστον τούτων τῆς τοῦ πλησίον φωνῆς λυσιτελές ἐστιν, ἀλλὰ τὰ μὲν τῆς ψυχῆς μέρη ταῖς οἰκείαις δυνάμεσιν ἀσυγχύτοις χρῆσθαι πρὸς τὴν τῶν ζῴων ὠφέλειαν καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀφῃρῆσθαι, τὰ δὲ τῆς κακίας εἰς <σύγ>χυσιν καὶ φθορὰν ἀχθῆναι παντελῆ, ἵνα μήτε συμφωνήσαντα μήτε καθ’ ἑαυτὰ ὄντα ζημία τοῖς ἀμείνοσι γένηται. 196 παρὸ καὶ λέγει· “διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν” (Gen. 11, 8), ἐν ἴσῳ τῷ ἐσκέδασεν, ἐφυγάδευσεν, ἀφανεῖς ἐποίησε· τὸ γὰρ σπείρειν <ἀγαθῶν, κακῶν δὲ αἴτιον τὸ διασπείρειν>, ὅτι τὸ μὲν ἐπιδόσεως καὶ αὐξήσεως καὶ γενέσεως ἑτέρων ἕνεκα συμβαίνει, τὸ δ’ ἀπωλείας καὶ φθορᾶς. βούλεται δὲ ὁ φυτουργὸς θεὸς σπείρειν μὲν ἐν τῷ παντὶ ¦ καλοκἀγαθίαν, διασπείρειν δὲ καὶ ἐλαύνειν ἐκ τῆς τοῦ κόσμου πολιτείας τὴν ἐπάρατον ἀσέβειαν, ἵν’ ἤδη ποτὲ παύσωνται τὴν κακίας πόλιν καὶ τὸν ἀθεότητος πύργον οἰκοδομοῦντες μισάρετοι τρόποι. 197 τούτων γὰρ σκεδασθέντων οἱ πάλαι πεφευγότες τὴν τυραννίδα τῆς ἀφροσύνης ἑνὶ κηρύγματι κάθοδον εὑρήσουσι, γράψαντός τε καὶ βεβαιώσαντος <θεοῦ> τὸ κήρυγμα, ὡς δηλοῦσιν οἱ χρησμοί, ἐν οἷς διείρηται ὅτι “ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε” (Deut. 30, 4)· 198 ὥστε τὴν μὲν ἀρετῶν συμφωνίαν ἐμπρεπὲς ἁρμόζεσθαι θεῷ, τὴν δὲ κακιῶν διαλύειν τε καὶ φθείρειν. οἰκειότατον δὲ κακίας ὄνομα σύγχυσις· οὗ πίστις ἐναργὴς πᾶς ἄφρων, λόγοις καὶ βουλαῖς καὶ πράξεσιν ἀδοκίμοις καὶ πεφορημέναις χρώμενος.