Περί νηστείας λόγος β´
Περί νηστείας λόγος β´ Συγγραφέας: |
Παρακαλεῖτε, φησίν, ἱερεῖς, τὸν λαόν· λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Ἱκανὴ τοῦ λόγου ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥᾳθύμων καὶ νωθρῶν ἐπεγεῖραι τὸ πρόθυμον. Ὅθεν στρατηγοὶ μέν, εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε πολλοῖς καὶ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν· γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλοῦντας προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Καὶ τοίνυν καὶ ἐμοί, τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Τί οὖν φημι, ἀδελφοί; Ὅτι τοὺς μὲν τὰ τακτικὰ μελετῶντας, καὶ τοὺς ἐν παλαίστραις διαπονουμένους, ἀκόλουθόν ἐστι τῇ δαψιλείᾳ τῆς τροφῆς κατασαρκοῦν ἑαυτούς, ὡς ἂν εὐτονώτερον τῶν πόνων ἀντιλαμβάνοιντο· οἷς δὲ Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, τούτοις διὰ τῆς ἐγκρατείας καὶ τῆς νηστείας ἀναγκαῖόν ἐστι τὸ πρὸς τὸν ἀγῶνα καταγυμνάζεσθαι. Ἔλαιον μὲν γὰρ πιαίνει τὸν ἀθλητήν· νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαιρεῖς τῆς σαρκός, τοσοῦτον ποιήσεις τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς τόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περιγίνεται κράτος.
Ἔστι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτὴν (οὔτε γὰρ ἐπήρεια δαιμόνων κατατολμᾷ τοῦ νηστεύοντος, καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπονώτερον παραμένουσι τοῖς διὰ νηστείας τὴν ψυχὴν κεκαθαρμένοις)· πολλῷ δὲ πλέον νῦν, ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην περιαγγέλλεται τὸ κήρυγμα. Καὶ οὔτε τις νῆσος, οὐκ ἤπειρος, οὐ πόλις, οὐκ ἔθνος, οὐκ ἐσχατιὰ ἀνήκοός ἐστι τοῦ κηρύγματος. Ἀλλὰ καὶ στρατόπεδα, καὶ ὀδοιπόροι, καὶ πλωτῆρες, καὶ ἔμποροι, πάντες ὁμοίως καὶ ἀκούουσι τοῦ παραγγέλματος, καὶ περιχαρῶς ὑποδέχονται. Ὥστε μηδεὶς ἑαυτὸν ἔξω ποιείτω τοῦ καταλόγου. τῶν νηστευόντων, ἐν ᾧ πάντα γένη, καὶ πᾶσα ἡλικία, καὶ ἀξιωμάτων διαφοραὶ πᾶσαι καταλέγονται. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν ἀπογραφόμενοι τοὺς νηστεύοντας. Ὅρα μὴ διὰ μικρὰν ἡδονὴν βρωμάτων ζημιωθῇς μὲν τὴν ἀπογραφὴν τοῦ ἀγγέλου, ὑπόδικον δὲ σαυτὸν λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Ἐλάττων ὁ κίνδυνος ῥίψασπιν ἐπὶ παρατάξεως ἀπελεγχθῆναί τινα, ἢ τὸ μέγα ὅπλον τὴν νηστείαν ἀποβαλόντα φανῆναι. Πλούσιος εἶ; Μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας σεαυτοῦ ἄτιμον ἀποπέμψῃ παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς, μήποτέ σε καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον αὐτὴν καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δέ, ὥσπερ τὸ ἀναπνεῖν, οὕτω καὶ τὸ νηστεύειν οἰκεῖόν ἐστι καὶ κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τῶν φυτῶν τὰ εὐθαλῆ, τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβυτέροις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὴν οἰκείωσις· πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς γεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλής ἐστι συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας, οὕτω κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Εἶτα, στρατείας μὲν ὑπερορίου προγραφείσης, τὰ ἀναγκαῖα, οὐχὶ τὰ πρὸς τρυφήν, ἐπισιτίζονται στρατιῶται· ἡμῖν δὲ πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον ἐξιοῦσι, καὶ μετὰ τὴν τούτων νίκην πρὸς τὴν ἄνω πατρίδα ἐπειγομένοις, οὐ πολλῷ μᾶλλον ἁρμόσει, ὥσπερ ἐπὶ στρατοπέδου διαιτωμένοις, αὐτοῖς ἀρκεῖσθαι τοῖς ἀναγκαίοις;
Κακοπάθησον ὡς καλὸς στρατιώτης, καὶ ἄθλησον νομίμως, ἵνα στεφανωθῇς, ἐκεῖνο εἰδώς, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὃ δέ με ὑπῆλθεν ἀρτίως λέγοντα, ἄξιον μὴ παριδεῖν· ὅτι τοῖς μὲν τοῦ κόσμου στρατιώταις κατὰ τὴν τῶν καμάτων ἀναλογίαν τὸ σιτηρέσιον αὔξεται· τοῖς δὲ πνευματικοῖς ὁπλίταις ὁ τὸ ἔλαττον ἔχων τῆς τροφῆς τὸ μεῖζον ἔχει τοῦ ἀξιώματος. Ὡς γὰρ ἡ περικεφαλαία ἡμῶν παρήλλακται τὴν φύσιν πρὸς τὴν φθαρτήν· τῆς μὲν γὰρ ὕλη ἐστὶν ὁ χαλκός, ἡ δὲ ἐκ τῆς ἐλπίδος τοῦ σωτηρίου συνέστηκε· καὶ ὁ θυρεὸς ἐκείνοις μὲν ἐκ ξύλου καὶ βύρσης πεποίηται, ἡμῖν δὲ τὸ τῆς πίστεώς ἐστι προβόλαιον· καὶ θώρακι ἡμεῖς μὲν τῷ τῆς δικαιοσύνης περιπεφράγμεθα, ἐκεῖνοι δὲ χιτῶνά τινα ἁλυσιδωτὸν περιφέρουσι· καὶ μάχαιρα ἡμῖν μὲν ἡ τοῦ πνεύματός ἐστι πρὸς ἄμυναν, οἱ δὲ τὴν ἐκ σιδήρου προβάλλονται· οὕτω δῆλον, ὅτι τροφαὶ οὐχ αἱ αὐταὶ ἀμφοτέροις τὴν ἰσχὺν ἐμποιοῦσιν· ἀλλ' ἡμᾶς μὲν τὰ δόγματα τῆς εὐσεβείας ῥώννυσιν, ἐκείνοις δὲ ἡ πλησμονὴ τῆς γαστρὸς ἀναγκαία, Ἐπεὶ οὖν ἤγαγεν ἡμῖν περιτρέχων ὁ χρόνος τὰς πολυποθήτους ταύτας ἡμέρας, ὡς παλαιὰς τροφούς, ἄσμενοι πάντες ὑποδεξώμεθα, δι' ὧν ἐτιθηνήσατο ἡμᾶς ἡ Ἐκκλησία πρὸς τὴν εὐσέβειαν. Μέλλων τοίνυν νηστεύειν μὴ σκυθρωπάσῃς Ἰουδαϊκῶς· ἀλλ' εὐαγγελικῶς σεαυτὸν καταφαίδρυνον, μὴ πενθῶν τῆς γαστρὸς τὴν ἔνδειαν, ἀλλὰ συνηδόμενος τῇ ψυχῇ τῶν πνευματικῶν ἀπολαύσεων. Οἶδας γάρ, ὅτι Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀλλήλοις ἀντίκειται, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν δὲ τῶν ψυχῶν τὴν ἰσχύν, ἵνα, διὰ τῆς νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ νικητήρια, τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδησώμεθα.
Ἤδη οὖν σεαυτὸν ἄξιον παρασκεύασον τῆς σεμνοτάτης νηστείας· μὴ τῇ σημερινῇ μέθῃ τὴν αὔριον διαφθείρῃς ἐγκράτειαν. Κακὸς ὁ λογισμός, πονηρὰ ἡ ἐπίνοια· Ἐπειδὴ πέντε ἡμερῶν νηστεία ἡμῖν προκεκήρυκται, σήμερον ἑαυτοὺς τῇ μέθῃ καταβαπτίσωμεν. Οὐδείς, γυναῖκα νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας καὶ ἑταίρας προλαβὼν εἰσοικίζεται. Οὐ γὰρ ἀνέχεται ἡ νομίμη τὴν μετὰ τῶν διεφθαρμένων συνοίκησιν. Μὴ τοίνυν καὶ σύ, προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἰδέαν ἀσχημοσύνης εὔκολον. Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Τὸν νηστεύοντα εἴσω τῶν ἱερῶν περιβόλων παραδέχεται ὁ Κύριος τὸν κραιπαλῶντα ὡς βέβηλον καὶ ἀνίερον οὐ προσίεται. Ἐὰν γὰρ ἔλθῃς αὔριον οἴνου ἀπόζων, καὶ τούτου σεσηπότος, πῶς εἰς νηστείαν σοι τὴν κραιπάλην λογίσομαι; Μὴ γὰρ ὅτι πρόσφατον οὐκ ἐνεχέω τὸν ἄκρατον, ἀλλ' ὅτι οὐ καθαρεύεις οἴνου, τοῦτο λογίζου. Ποῦ σε τάξω; Ἐν τοῖς μεθύσοις, ἢ ἐν τοῖς νηστευταῖς; Ἡ παρελθοῦσα οἰνοφλυγία πρὸς ἑαυτὴν ἐπισπᾶται· ἡ παροῦσα ἔνδεια νηστείαν προσμαρτυρεῖ. Ἀμφισβητήσιμος εἶ τῇ μέθῃ ὥσπερ ἀνδράποδον, καὶ οὐκ ἀφέξεταί σου δικαίως, ἐναργεῖς τὰς ἀποδείξεις τῆς δουλείας παρεχομένη, τὴν ὀσμὴν τοῦ οἴνου ὥσπερ ἀγγείῳ ἐναπομείνασαν. Εὐθὺς ἡ πρώτη τῶν νηστειῶν ἀδόκιμός σοι γενήσεται, διὰ τὸ ἐναποκεῖσθαί σοι τῆς μέθης τὰ λείψανα. Ὧν δὲ ἡ ἀπαρχὴ ἀδόκιμος, καὶ τὸ πᾶν ἀπόβλητον δηλονότι. Μέθυσοι Θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν. Εἰ μεθύων ἔρχῃ ἐπὶ τὴν νηστείαν, τί σοι τὸ ὄφελος; Εἰ γὰρ ἀποκλείει σε τῆς βασιλείας ἡ μέθη, ποῦ σοι λοιπὸν χρήσιμον τὸ νηστεύειν; Οὐχ ὁρᾷς, ὅτι καὶ τῶν ἵππων τοὺς ἀγωνιστὰς οἱ ἐμπειρότατοι πωλοδάμναι, τῆς ἀγωνίας προσδοκωμένης, διὰ τῆς ἐνδείας προευτρεπίζουσι; Σὺ δὲ ἐξεπίτηδες σεαυτὸν καταπιέζεις τῷ κόρῳ· τοσοῦτον τῇ γαστριμαργίᾳ καὶ τὰ ἄλογα παρελαύνεις. Βαρουμένη γαστὴρ οὐχ ὅπως πρὸς δρόμον, ἀλλ' οὐδὲ πρὸς ὕπνον ἐπιτηδεία· διότι, καταθλιβομένη τῷ πλήθει, οὐδὲ ἠρεμεῖν συγχωρεῖται, ἀλλ' ἀναγκάζεται πολλὰς ποιεῖσθαι τὰς περιστροφὰς ἐφ' ἑκάτερα.
Νηστεία φυλάσσει νήπια, σωφρονίζει τὸν νέον, σεμνὸν ποιεῖ τὸν πρεσβύτην· αἰδεσιμωτέρα γὰρ πολιὰ νηστείᾳ κεκοσμημένη. Γυναιξὶ κόσμος ἁρμοδιώτατος, ἀκμαζόντων χαλινός, συζυγίας φυλακτήριον, παρθενίας τροφός. Τοιαῦται μὲν αἱ καθ' ἕκαστον οἶκον αὐτῆς ἐπιμέλειαι. Δημοσίᾳ δὲ πῶς τῷ βίῳ ἡμῶν ἐμπολιτεύεται; Πᾶσαν ἀθρόως τὴν πόλιν, καὶ πάντα τὸν δῆμον μεθαρμόζει πρὸς εὐταξίαν, κοιμίζει κραυγήν, ἐξορίζει μάχην, λοιδορίαν κατασιγάζει. Τίνος διδασκάλου παρουσία παίδων θόρυβον οὕτως ἀθρόως καθίστησιν, ὡς ἡ νηστεία παραφανεῖσα ταραχὴν πόλεως καταστέλλει; Ποῖος κωμαστὴς ἐν νηστείᾳ προῆλθε; ποῖος χορὸς ἀσελγὴς ἀπὸ νηστείας συνέστη; Ἀπαλοὶ γέλωτες, καὶ ᾄσματα πορνικά, καὶ ὀρχήσεις ἐκμανεῖς ἐξαπίνης τῆς πόλεως ὑπεξέρχονται, ὥσπερ ὑπὸ δικαστοῦ τινος αὐστηροῦ τῆς νηστείας φυγαδευθεῖσαι. Εἰ δὲ πάντες αὐτὴν εἰς τὴν ὑπὲρ τῶν πρακτέων σύμβουλον παρελάμβανον, οὐδὲν ἐκώλυε βαθεῖαν εἰρήνην εἶναι κατὰ πᾶσαν τὴν οἰκουμένην· μήτε ἐθνῶν ἐπανισταμένων ἀλλήλοις, μήτε στρατοπέδων συῤῥηγνυμένων. Οὐκ ἂν ἐχαλκεύετο ὅπλα, νηστείας κρατούσης, οὐδ' ἂν δικαστήρια συνεκροτεῖτο, οὐδ' ἂν ᾤκουν τινὲς τὰ δεσμωτήρια, οὐδ' ἂν ὅλως εἶχον αἱ ἐρημίαι τοὺς κακουργοῦντας, ἢ αἱ πόλεις τοὺς συκοφάντας, ἢ τοὺς καταποντιστὰς ἡ θάλασσα. Εἰ πάντες ἦσαν μαθηταὶ τῆς νηστείας, οὐδ' ἂν ἠκούσθη ὅλως, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, φωνὴ φορολόγου, οὐδ' ἂν οὕτως ἦν ὁ βίος ἡμῶν πολυστένακτος καὶ κατηφείας πλήρης, εἰ νηστεία τὸν βίον ἡμῶν ἐπρυτάνευε. Δῆλον γάρ, ὅτι ἐδίδαξεν ἂν πάντας οὐχὶ βρωμάτων μόνον ἐγκράτειαν, ἀλλὰ καὶ φιλαργυρίας, καὶ πλεονεξίας, καὶ πάσης κακίας παντελῆ φυγὴν καὶ ἀλλοτρίωσιν. Ὧν ἐξαιρεθέντων, οὐδὲν ἐκώλυεν ἐν εἰρήνῃ βαθείᾳ καὶ ἀταραξίᾳ ψυχῶν τὴν ζωὴν ἡμᾶς παραπέμπειν.
Νῦν δὲ οἱ μὲν τὴν νηστείαν ἀποπεμπόμενοι, τὴν τρυφὴν δὲ ὡς μακαριότητα βίου μεταδιώκοντες, τόν τε πολὺν ἐκεῖνον τῶν κακῶν ἐσμὸν ἐπεισήγαγον, καὶ τὰ ἑαυτῶν προσδιαφθείρουσι σώματα. Παρατήρησόν μοι τῶν προσώπων τὴν διαφοράν, τῶν τε σήμερόν σοι κατὰ τὴν ἑσπέραν φανησομένων καὶ τῶν αὔριον. Σήμερον οἰδοῦντα, ὑπέρυθρα, ἱδρῶτι λεπτῷ νοτιζόμενα, ὀφθαλμοὶ δίυγροι, προπετεῖς, τὸ ἀκριβὲς τῆς αἰσθήσεως ἐκ τῆς ἔνδοθεν ἀχλύος ἀφῃρημένοι· αὔριον δὲ κατεσταλμένα, σεμνά, τὴν ἐκ τῆς φύσεως χρόαν ἀπολαβόντα, συννοίας γέμοντα καὶ πάσης αἰσθήσεως ἀκριβοῦς, οὐδεμιᾶς ἔνδοθεν αἰτίας ταῖς φυσικαῖς ἐνεργείαις ἐπισκοτούσης. Νηστεία ἡ τῶν ἀγγέλων ὁμοίωσις, ἡ τῶν δικαίων ὁμόσκηνος, ὁ τοῦ βίου σωφρονισμός. Αὕτη νομοθέτην ἐποίησε τὸν Μωϋσῆν· νηστείας ἐστὶ καρπὸς Σαμουήλ. Νηστεύουσα προσηύξατο τῷ Θεῷ Ἄννα· Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν δούλην σου, καὶ δῷς μοι σπέρμα ἀνδρός, δώσω αὐτὸν ἐνώπιόν σου δοτόν. Οἶνον καὶ σίκερα οὐ μὴ πίοι, ἕως ἡμέρας θανάτου αὐτοῦ. Αὕτη τὸν μέγαν Σαμψὼν ἐτιθηνήσατο, καὶ ἕως ὅτε συμπαρῆν τῷ ἀνδρί, κατὰ χιλίους ἔπιπτον οἱ πολέμιοι, καὶ πύλαι πόλεων ἀνεσπῶντο, καὶ λέοντες τῶν χειρῶν τὴν ἰσχὺν οὐχ ὑφίσταντο. Ὅτε δὲ μέθη αὐτόν, καὶ πορνεία παρέλαβον, ἁλώσιμος ἦν τοῖς ἐχθροῖς, καὶ τῶν ὀφθαλμῶν στερηθείς, παίγνιον προέκειτο τοῖς παιδαρίοις τῶν ἀλλοφύλων. Νηστεύσας Ἠλίας ἀπέκλεισε τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἐπειδὴ γὰρ εἶδε πολλὴν ἐκ τοῦ κόρου τικτομένην τὴν ὕβριν, ἀναγκαίως αὐτοῖς τὴν ἀκούσιον ἐκ τοῦ λιμοῦ νηστείαν ἐπήγαγε· δι' ἧς πρὸς τὸ ἄμετρον ἤδη χεομένην αὐτῶν τὴν ἁμαρτίαν ἔστησεν, οἷον καυτῆρί τινι ἢ τομῇ τῇ νηστείᾳ τὴν εἰς τὸ πλέον πρόοδον τοῦ κακοῦ διακόψας.
Δέξασθε αὐτήν, οἱ πένητες, τὴν σύνοικον ὑμῶν καὶ ὁμοτράπεζον. Οἱ δοῦλοι, τὴν ἀνάπαυσιν τῶν συνεχῶν τῆς ὑπηρεσίας καμάτων. Οἱ πλούσιοι, τὴν ἰατρεύουσαν ὑμᾶς τῆς ἐκ τοῦ κόρου βλάβης, καὶ τῇ μεταβολῇ τερπνότερα ποιοῦσαν τὰ ὑπὸ τῆς συνηθείας καταφρονούμενα. Οἱ ἄῤῥωστοι, τὴν τῆς ὑγείας μητέρα. Οἱ εὐεκτοῦντες, τὸ τῆς εὐεξίας ὑμῶν φυλακτήριον. Ἐρώτησον τοὺς ἰατρούς, καὶ ἀναγγελοῦσί σοι, ὅτι σφαλερώτατόν ἐστι πάντων ἡ ἐπ' ἄκρον εὐεξία. Διόπερ διὰ νηστείας ὑφαιροῦσι τὸ πλεονάζον οἱ ἐμπειρότατοι, ὡς μὴ τῷ βάρει τῆς πολυσαρκίας ὑποκλασθῆναι τὴν δύναμιν. Ἐξεπίτηδες γὰρ διὰ τῆς ἐνδείας καθελόντες τὴν ἀμετρίαν, εὐρυχωρίαν τινά, καὶ ἀνατροφήν, καὶ ἀρχὴν δευτέρας αὐξήσεως τῇ θρεπτικῇ δυνάμει παρασκευάζουσιν. Οὕτω παντὶ ἐπιτηδεύματι καὶ πάσῃ σώματος ἕξει τὸ παρ' αὐτῆς ὠφέλιμον ἀπαντᾷ, καὶ πᾶσιν ὁμοίως ἐπιπρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξί, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρημίαις. Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ' ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα, κατὰ τὸν τοῦ Κυρίου λόγον, μὴ κατασκυθρωπάζοντες ὡς οἱ ὑποκριταί, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες. Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγοῦμαι τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερόν τινα τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν. Τὴν μὲν γὰρ νηστείαν καὶ διὰ τὴν συνήθειαν καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδὼ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἥν, ὥσπερ τινὰ κλῆρον πατρῷον, οἱ φίλοινοι διασώζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε, πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν; Οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ συναλλακτής ἐστιν ἀπιστότατος· ταμιεῖον ἀφύλακτον, πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα καὶ μή σοι αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ ἄμικτα; Τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοινωνία τῇ οἰνοφλυγίᾳ πρὸς τὴν ἐγκράτειαν; Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν γὰρ Θεοῦ εἰσιν ἐν οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ, ναὸς δὲ εἰδώλων οἱ διὰ τῆς μέθης τὸν συρφετὸν τῆς ἀκολασίας ὑποδεχόμενοι. Ἡ σήμερον ἡμέρα προπύλαιόν ἐστι τῶν νηστειῶν. Οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια. Οὐδεὶς οἰκέτης, ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται. Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας. Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεόν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν. Οὐ μέντοι ἐξαρκεῖ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τοῦ κακοῦ ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἐποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, ἐπιορκίας. Ἡ τούτων ἔνδεια νηστεία ἐστὶν ἀληθής. Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν.
Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου, ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἀπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων· καὶ τό· Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν ὁ εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου ἡμῶν Ἰακὼβ ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ τῆς πνευματικῆς λέγει τροφῆς, καθ' ἣν ὁ ἔσω ἡμῶν ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ' ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμόν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτής, ἐπειδὴ ἑώρα αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας δογμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ αὐτῶν καὶ κατασαρκούμενον τὸν ἔξω ἄνθρωπον. Πάσας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφροσύναις. Μηδεὶς ἑκουσίως ἀπολιμπανέσθω τῆς πνευματικῆς εὐωχίας. Πάντες μετάσχωμεν τοῦ νηφαλίου κρατῆρος, ὃν ἡ σοφία, κεράσασα, προέθηκεν ἡμῖν ἐξίσου, καθ' ὅσον ἐστὶ χωρητικὸς ἕκαστος ἀπαρύεσθαι. Ἐκέρασε γὰρ τὸν ἑαυτῆς κρατῆρα, καὶ ἔσφαξε τὰ ἑαυτῆς θύματα· τουτέστι, τὴν τῶν τελείων τροφήν, Τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ὧν δαψιλῶς ἐμφορηθέντες, εὑρεθείημεν ἄξιοι καὶ τῆς ἐν τῷ νυμφῶνι εὐφροσύνης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.