Περί ζώων ιδιότητος/Επίλογος
←Βιβλίον ιζ΄ | Περὶ ζῴων ἰδιότητος Συγγραφέας: Ἐπίλογος |
Claudii Aeliani Vol 1. Aelian. Rudolf Hercher. In Aedibus B.G. Teubneri. Lipsiae, 1864. |
Ὄσα μὲν οὖν σπουδή τε ἐμὴ καὶ φροντὶς καὶ πόνος καὶ ἐς τὸ πλέον μαθεῖν καὶ ἐν τοῖσδε ἡ γνώμη προχωροῦσα ἀνίχνευσέ τε καὶ ἀνεῦρε, δοκίμων τε ἀνδρῶν καὶ φιλοσόφων ἀγώνισμα θεμένων τὴν ἐπ᾽ αὐτοῖς ἐμπειρίαν, καὶ δὴ λέλεκταί μοι, ὡς οἷόν τε ἦν εἰπεῖν, μὴ παραλείποντι ἅπερ ἔγνων μηδὲ βλακεύοντι, ὡς ἀλόγου τε καὶ ἀφώνου ἀγέλης ὑπεριδόντι καὶ ἀτιμάσαντι, ἀλλὰ κἀνταῦθα ἔρως με σοφίας ὁ σύνοικός τε καἱ ὁ συμφυὴς ἐξέκαυσεν. οὐκ ἀγνοῶ δὲ ὅτι ἄρα καὶ τῶν ἐς χρήματα ὁρώντων ὀξὺ καὶ τεθηγμένων ἐς τιμάς τε καὶ δυνάμεις τινὲς καὶ πᾶν τὸ φιλόδοξον δι᾽ αἰτίας ἕξουσιν, εἰ τὴν ἐμαυτοῦ σχολὴν κατεθέμην ἐς ταῦτα, ἐξὸν καὶ ὠφρυῶσθαι καὶ ἐν ταῖς αὐλαῖς ἐξετάζεσθαι καὶ ἐπὶ μέγα προήκειν πλούτου. ἐγὼ δὲ ὑπέρ τε ἀλωπέκων καὶ σαυρῶν καὶ κανθάρων καὶ ὄφεων καὶ λεόντων καὶ τί δρᾷ πάρδαλις καὶ ὅπως πελαργὸς φιλόστοργον καὶ ὅτι ἀηδὼν εὔστομον καὶ πῶς φιλόσοφον ἐλέφας καὶ εἴδη ἰχθύων καὶ γεράνων ἀποδημίας καὶ δρακόντων φύσεις καὶ τὰ λοιπὰ ὅσα ἥδε ἡ συγγραφὴ πεπονημένως ἔχει καὶ φυλάττει, περιέρχομαι· ἀλλὰ οὔ μοι φίλον σὺν τοῖσδε τοῖς πλουσίοις ἀριθμεῖσθαι καὶ πρὸς ἐκείνους ἐζετάζεσθαι, εἰ δὲ ὧν καὶ ποιηταὶ σοφοὶ καὶ ἄνδρες φύσεως ἀπόρρητα ἰδεῖν τε ἅμα καὶ κατασκέψασθαι δεινοὶ καὶ συγγραφεῖς τῆς πείρας ἐς τὸ μήκιστον προελθόντες ἑαυτοὺς ἠξίωσαν, τούτων τοι καὶ ἐμαυτὸν ἁμωσγέπως ἕνα πειρῶμαι ἀριθμεῖν καὶ ἐθέλω, δῆλον ὡς ἀμείνων ἐμαυτῷ σύμβουλός εἰμι τῆς ἐξ ἐκείνων κρίσεως. βουλοίμην γὰρ ἂν μάθημα ἓν γοῦν πεπαιδευμένον περιγενέσθαι μοι ἢ τὰ ᾀδόμενα τῶν πάνυ πλουσίων χρήματά τε ἅμα καὶ κτήματα. καὶ ὑπὲρ μὲν τούτων ἱκανὰ νῦν. οἶδα δὲ ὅτι καὶ ἐκεῖνα οὐκ ἐπαινέσονταί τινες, εἰ μὴ καθ᾽ ἕκαστον τῶν ζῴων ἀπέκρινα μου τὸν λόγον, μηδὲ ἰδίᾳ τὰ ἑκάστου εἶπον ἀθρόα, ἀνέμιξα δὲ καὶ τὰ ποικίλα ποικίλως, καὶ ὑπὲρ πολλῶν διεξῆλθον, καὶ πῆ μὲν ἀπέλιπον τὸν περὶ τῶνδε λόγον τῶν ζῴων, πῆ δὲ ὑπέστρεψα ὑπὲρ τῆς αὐτῶν φύσεως ἕτερα εἴρων. ἐγὼ δὲ πρῶτον μὲν τὸ ἐμὸν ἴδιον οὔκ εἰμι τῆς ἄλλου κρίσεώς τε καὶ βουλήσεως δοῦλος, οὐδέ φημι δεῖν ἕπεσθαι ἑτέρῳ, ὅποι μ᾽ ἂν ἀπάγῃ· δεύτερον δὲ τῷ ποικίλῳ τῆς ἀναγνώσεως τὸ ἐφολκὸν θηρῶν καὶ τὴν ἐκ τῶν ὁμοίων βδελυγμίαν ἀποδιδράσκων, οἱονεὶ λειμῶνά τινα ἢ στέφανον ὡραῖον ἐκ τῆς πολυχροίας, ὡς ἀνθεσφόρων τῶν ζῴων τῶν πολλῶν, ᾠήθην δεῖν τήνδε ὑφᾶναί τε καὶ διαπλέξαι τὴν συγγραφήν. εἰ δὲ τοῖς θηρατικοῖς καὶ ἓν ζῷον εὑρεῖν δοκεῖ πως εὐερμία, ἀλλὰ τό γε τῶν τοσούτων οὐ τὰ ἴχνη, οὐδὲ τὰ μέλη συλλαβεῖν ἐγώ φημι γενναῖον, ἀλλ᾽ ὁπόσα ἡ φύσις ἔδωκέ τε αὐτοῖς καὶ ὅσων ἠξίωσεν ἀνιχνεῦσαι. τί πρὸς ταῦτα Κέφαλοί τε καὶ Ἱππόλυτοι καὶ εἴ τις ἐν ὄρεσιν ἀγρίοις θηρία μετελθεῖν δεινὸς ἕτερος ἢ αὖ πάλιν τῶν ἐν ὑδροθηρίαις δεινῶν Μητρόδωρος ὁ Βυζάντιος ἢ Λεωνίδης ὁ τούτου παῖς ἢ Δημόστρατος ἢ ἄλλοι τινὲς θηραταὶ ἰχθύων οἱ δεινότατοι, πολλοὶ ναὶ μὰ Δία; καὶ γραφικοὶ δὲ ἄνδρες, μέγα αὐτοὺς φρονεῖν ἀνέπειθεν ἢ ἵππος γραφεὶς κάλλιστα, ὡς Ἀγλαοφῶντα, ἢ νεβρός, ὡς Ἀπελλῆν, ἢ βλασθὲν βοΐδιον, ὡς Μύρωνα, ἢ ἄλλο τι. εἰ δὲ εἷς τὰ τῶν τοσούτων ἐκδεικνύει καὶ ὑπ᾽ αὐγὰς ἄγει καὶ ἤθη καὶ πλάσεις καὶ σοφίαν καὶ ἀγχίνοιαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ στοργὴν καὶ εὐσέβειαν θηράσας, πῶς οὐκ ἤδη καὶ θαυμάσαι ἄξιος; ἥκων δὲ ἐνταυθοῖ τοῦ λόγου καὶ πάνυ ἄχθομαι, εἰ ζῴων μὲν εὐσέβειαν ἀλόγων ᾄδομεν, ἀνθρώπων δὲ ἀσέβειαν ἐλέγχομεν. καὶ τοῦτο μὲν οὐκ ἐνταῦθα ἀποδείξομεν, ἐκεῖνο δὲ προσέτι εἰπεῖν δικαιότατον, οὗπερ οὖν καὶ ἐναρχόμενος τῶνδε τῶν λόγων μνήμην ἐποιησάμην, εἰ ταῦτα εἶπον, ὅσα πάντες, ἢ οἵ γε πλεῖστοι, οὔπω δίκαιον αἰτιᾶσθαι· ζῷα γὰρ αὐτὸς ἄλλα πλάσαι οὐκ ἠδυνάμην, ὅτι δὲ ἔγνων πολλὰ ἐπεδειξάμην. ἤδη μέντοι καὶ εἶπόν τινα, ὧν οὐκ ἄλλος εἶπε διά γε τῆς πείρας τῆσδε αὐτὸς ἐλθών· φίλη δὲ ἡ ἀλήθειά μοι τῇ τε ἄλλῃ καὶ ἐνταῦθα οὐχ ἥκιστα. ὅπως δὲ αὐτὰ εἶπον καὶ σὺν ὅσῳ πόνῳ, τό τε εὐγενὲς τῆς λέξεως ὁποῖον καὶ τῆς συνθήκης, τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων τὸ κάλλος, ὁπόσοις ἂν μὴ χρήσωμαι πονηροῖς κριταῖς, ἐκεῖνοι εἴσονται.