Περί αοργησίας (Πλούταρχος)
←Περὶ ἡθικῆς ἀρετῆς | Περὶ ἀοργησίας Συγγραφέας: Ηθικά |
Περὶ εὐθυμίας→ |
Πρόσωπα: Σύλλας, Φουνδάνος |
- ΠΕΡΙ ΑΟΡΓΗΣΙΑΣ
- Σύλλας
[1] [452ς] Καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες. [453α] Ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτ´ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων, δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν.
Ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον τὸ μὲν ἐξ ὑπαρχόντων δι´ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι [453β] τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι, τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτως καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν
- « Ὦ πόποι, ἦ μάλα δὴ μαλακώτερος.»
Αὕτη δ´ ἡ μαλακότης οὐκ ἀργίαν οὐδ´ ἔκλυσιν, ἀλλ´ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. Διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι δι´ ἡλικίαν τὸ θυμοειδὲς οὐδ´ αὐτομάτως ἀπομαραινόμενον, ἀλλ´ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον.
Καίτοι (τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σέ) ταῦθ´ ἡμῖν Ἔρως ὁ ἑταῖρος [453γ] ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς δι´ εὔνοιαν ἐπιμαρτυρεῖν, καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. Ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ δίελθ´ ἡμῖν, ᾗ χρησάμενος οὕτως εὐήνιον καὶ ἁπαλὸν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν.
- Φουνδάνος
Εἶτ´ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων; Ἔρωτι μὲν γὰρ οὐδ´ αὐτῷ πολλάκις ἔχοντι [453δ] κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν.
- Σύλλας
Οὐδέτερα τούτων ἔστιν, ὦ Φουνδάνε· ποίει δ´ ὡς λέγω, χαριζόμενος ἡμῖν.
- Φουνδάνος
[2] Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. Οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρεσθαι τῷ νοσήματι τὸν λόγον, ἀλλ´ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. [453ε] Φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μετ´ εὐτονίας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδενὶ δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα πίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. Ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρ´ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος
- « Τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας,»
ἀλλ´ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες [453ς] ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτ´ ἰδεῖν μήτ´ ἀκοῦσαι τῶν ὠφελούντων. Διὸ μᾶλλον ἐν πελάγει καὶ χειμῶνι ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν ἢ [454α] προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν.
Ἀλλ´ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι καὶ παρατίθενται τὰ χρήσιμα τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους. οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· [454β] ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. Καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφ´ ἑτέρου δυσκίνητος ὁ θυμὸς ὢν ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον.
[3] Ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται [454γ] καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος, ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν. Ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπ´ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. Ἑώρων δ´ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης ἱστόρησεν, ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην· [454δ] καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθ´ Ὅμηρον
- « Ἰάνθη »
καὶ διεχύθη πολλοῖς ὁ θυμός. Ὥ στεμοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος. Οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα
- « Παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου »
παρώξυνεν εἰπεῖν,
- « Ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦς´ αἰσχρῶς δόμους· »
Καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν τῆς μεγάλης κύλικος περιφερομένης
- [454ε] « Οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι. »
[4] Καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν, ἐὰν δ´ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν
- « Ὑψηλὸν ἡβήσασα τεκτόνων πόνον »
ὥς φησιν Αἰσχύλος, οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνιῶντα καὶ διακαιόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε. [454ς] Καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. Οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν, ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γινομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. Οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ καὶ τὴν αὔξησιν. [455α] Ὡς δὴ καὶ Ὅμηρος ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν Ἀχιλλέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει
- « Ὣς φάτο· τὸν δ´ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, »
Θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαιόμενον· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ διαφορὰ τηλικαύτην καὶ μέγεθος. Ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα τῶν φίλων,
- « Πρὸ κύματος ὥς τινα ποντίαν ἄκραν στελλόμενος »,
ἐνεδίδου τε τῇ φωνῇ καὶ [455β] διεμειδία τῷ προσώπῳ καὶ τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον.
[5] Ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδ´ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλ´ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. Αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδ´ ἄμουσον·
- « Ἐλθὼν δ´ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλ´ ἐφίλησα
- [455γ] τὴν φλιήν. Εἰ τοῦτ´ ἔστ´ ἀδίκημ´, ἀδικῶ. »
Αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. Ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν καὶ καθορμίζειν ἑαυτὸν εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν μᾶλλον δ´ ἐπιπέσωμεν· ἐπιπίπτομεν δὲ τοῖς φίλοις μάλιστά γε καὶ πλειστάκις, οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δ´ ἄθικτον οὐδὲν οὐδ´ ἀνεπιχείρητον, ἀλλ´ ὀργιζόμεθα καὶ [455δ] πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θαμύρις
- « Ῥηγνὺς χρυσόδετον κέρας,
- ῥηγνὺς ἁρμονίαν χορδοτόνου λύρας, »
Καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε
- « Χερσὶ διακλάσσας. »
Ὁ δὲ Ξέρξης καὶ τῇ θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ ὄρος ἐξέπεμπεν ἐπιστολάς
- « Ἄθω δαιμόνιε οὐρανόμηκες, μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους· εἰ δὲ μή, τεμὼν ῥίψω σ´ αὐτὸν εἰς θάλασσαν.»
Πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, πολλὰ δὲ καὶ γελοῖα· [455ε] διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. Ἀμφότερα δ´ ἐσκέφθαι χρήσιμον.
[6] Ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς, οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις.
Καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπ´ ὀργῆς ἐξισταμένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνὴν οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ, πάνυ δυσχεραίνων εἰ φοβερὸς οὕτως καὶ παρακεκινηκὼς [455ς] ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπ´ ὀργῆς διαφυλάττειν.
[456α] Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπ´ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι, καὶ τοῦτ´ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων
- « Κηρόπλαστος ὀτοβεῖ δόναξ
- ἀχέτας ὑπνοδόταν νόμον, »
ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος· ἐμοὶ δ´ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, [456β] ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπ´ οὐδενὶ χρησίμῳ. Τὸ γὰρ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. Καὶ γὰρ τὴν Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν·
- « Οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες
- καὶ θὦπλα λάζευ καὶ γνάθους εὐσχημόνει, »
θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν ἐμμέλειαν. Καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ περιστομίοις {βίᾳ} τοῦ [456γ] πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν,
- « Χρυσῷ δ´ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας
- κόρσας καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν. »
Ἡ δ´ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν
- « Κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. »
Τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δ´ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, [456δ] ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὑτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. Διὸ
- « Κουφοτάτου πράγματος » ὥς φησι Πλάτων « λόγου βαρυτάτην ζημίαν »
τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι.
[7] Ταῦτα οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δ´ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν. Ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν σχῇ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον, ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ [456ε] ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον. Οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς ὡς ὁ θυμὸς ἀναδίδωσι, κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει, ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ
- « Σκιδναμένης ἐν στήθεσιν ὀργῆς πεφυλάχθαι γλῶσσαν μαψυλάκαν. »
[8] Οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ προσέχειν ἀεὶ τοῖς ἁλισκομένοις ὑπ´ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην [456ς] τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδ´ ἀνδρώδης οὐδ´ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι καὶ τὸ ἀπειθὲς ἰσχυρόν. Ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται· τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, [457α] οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν. Ὡς γὰρ οἴδημα μεγάλης ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις [457β] ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας.
Διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες εὐτυχούντων. Ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιόν, ὁ ζηλότυπος πρὸς τὸ γύναιον, ὁ κενόδοξος κακῶς ἀκούσας· χαλεπώτατοι δ´
- « Ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες· ἱστᾶσιν ἄλγος ἐμφανές »
κατὰ Πίνδαρον. Οὕτως ἐκ τοῦ λυπουμένου μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα δι´ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, [457γ] τῆς ψυχῆς ἐοικώς, ἀλλ´ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης.
[9] Τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλ´ ἀναγκαίαν μόνον εἶχε· τοὺς δ´ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος ἄρχομαι καταφρονεῖν τῶν λεγόντων·
- « Ἄνδρ´ ἠδίκησας· ἄνδρ´ ἀνεκτέον τόδε; »
καί
- « Βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα χθονί, »
καὶ τἄλλα παροξυντικά, δι´ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. [457δ] Ἡ γὰρ ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος ὡς αὐτῇ μᾶλλον προσηκούσης. Ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δ´ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον (ᾧ χαλεπὸν εἶναι μάχεσθαι φησὶν Ἡράκλειτος·
- « Ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται »)
μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. Διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγινώσκειν οὐ ταῦτα δὴ νοῦν μόνα τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ οὐκ ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων· [457ε] οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν γὰρ βακτηρίαν ὑποβαλὼν ἔξω
- « Παπαί » εἶπεν « οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθ´ ἡμᾶς; »
Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος,
- « Εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον »,
εἶτά πως ἐν Μακεδονίᾳ φανέντος ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φιλίππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· [457ς] ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον,
- « Ἐγὼ τοίνυν » ἔφη « βελτίων ἰατρὸς ὑμῶν. »
Ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι·
- « Τί οὖν » ἔφη « ποιήσουσιν, ἂν κακῶς πάσχωσι; »
Καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ Πορσίννα [458α] τὰ πρὸς Μούκιον καὶ Μάγα τὰ πρὸς Φιλήμονα· δημοσίᾳ γὰρ ὑπ´ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ·
- « Παρὰ τοῦ βασιλέως γράμμαθ´ ἥκει σοι, Μάγα. Μάγα κακόδαιμον, γράμματ´ οὐκ ἐπίστασαι; »
Λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα στρατιώτην μὲν ἐκέλευσε γυμνῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν, ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας ἀφῆκε. Πτολεμαῖος δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν· κἀκεῖνος
- « Ἂν σὺ πρότερον εἴπῃς » [458β] ἔφη « τίς ὁ τοῦ Λάγου·»
Τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὂν καὶ ἄκαιρον· ὁ δὲ Πτολεμαῖος
- « Εἰ μὴ τὸ φέρειν » ἔφη « σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν ἐστιν. »
Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. ᾟ καὶ Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι βασιλικῶς αὐτῷ· καὶ πυθομένου
- « Μή τι πλέον; »
- « ἐν τῷ βασιλικῶς » ἔφη « πάντ´ ἔνεστι. »
Διὸ καὶ τῶν θεῶν τὸν βασιλέα
- « Μειλίχιον »
Ἀθηναῖοι δέ
- « Μαιμάκτην »
οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, [458γ] οὐ θεῖον οὐδ´ ὀλύμπιον.
[10] Ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον
- « Ἀλλ´ οὐκ ἂν ἀνοικίσαι γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην, »
οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμόν
- « Ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δ´ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες ».
Οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν δι´ ὀργῆς τρόπον ἄπρακτον [458δ] εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ´ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφ´ ὃ σπεύδει γελοίως. Ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον
- « Οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ. »
Καὶ τὸν Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας
- « Ἄκομπ´ ἀλοιδόρητα » φησίν « ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων. »
Τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, ἡ δ´ ἀνδρεία χολῆς οὐ δεῖται· [458ε] βέβαπται γὰρ ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. Ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ´ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. Ὀργὴ δὲ μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων, καί τινος εἰπόντος
- « Κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθόν; »
[458ς] ἐπιγελάσας
- « Αἴκα ταύταν ἐξέλω.»
Καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτούς
- « Καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι »·
λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. Ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπ´ ὀργῆς μεγάλα καὶ ῥήτορας. Ἀριστοτέλης δ´ ἱστορεῖ Σατύρου τοῦ Σαμίου τοὺς φίλους [459α] ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος. Αὐτοὺς δ´ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον; Ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. Ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι
- « Μὴ κλαῖε, καὶ λήψῃ, »
τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέον
- « Μὴ σπεῦδε μηδὲ βόα μηδ´ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον. »
Καὶ γὰρ παῖδα πατὴρ ἰδὼν ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ περιτεμεῖν αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε, καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος ὁ λογισμὸς αὐτὸς [459β] ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμὸς ἀντ´ ἐκείνου πολλάκις.
[11] Πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθὲς οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. Οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίνεται πρὸς αὐτούς, ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα, διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος ὑποφέρουσαι. Οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν μὴ πολλῇ τὴν ἐξουσίαν [459γ] ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. Οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. Ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν· ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις ἀπὸ νεύματος σιωπῇ καὶ προθυμότερον ἢ μετὰ [459δ] πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. Οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν
- « Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς »,
ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίνεται φόβος· ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον.
Τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθ´ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως, πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ [459ε] μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλ´ ἀκούειν. Ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως· ἔτι δ´ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατ´ ὀργὴν ἀλλ´ ἐξελεγχθεὶς κολάζηται· τό τ´ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην. Ὥσπερ οὖν ὁ Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν,
- « Εἰ σήμερον » εἶπεν, [459ς] « ἄνδρες Ἀθηναῖοι, τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς, »
οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα δι´ ὀργὴν ἐπὶ τὴν τιμωρίαν,
- « Εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς· καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλ´ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν· »
ὅπερ ἤδη συμβέβηκε πολλάκις. Τίς γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν [460α] προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε; Καὶ μὴν ταῦτ´ ἐστὶν ἐφ´ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν. Ὡς γὰρ δι´ ὁμίχλης τὰ σώματα, καὶ δι´ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. Διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων καὶ τοῦ πάθους ἔξωθεν ὄντας ἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, ἐπιστραφῆναι καὶ μὴ προέσθαι τότε μηδ´ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίων ἀνορέκτους γεγονότας. Οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς κολάζειν, [460β] ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλ´ ἐκλελύσθαι καὶ ταὐτὸν πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες. Καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως. Τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δ´ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς μηδ´ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, ἀλλ´ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσάγων τὸν λογισμὸν ἀναγκαίως. Οὐ γάρ, ὡς Ἀριστοτέλης [460γ] ἱστορεῖ κατ´ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας κολάσαντας δὲ μετανοεῖν ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν.
[12] Αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων. Καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος. [460δ] ἀλλ´ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τὴν γένεσιν ἄλλους ὑπ´ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι δόξα τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίνεται. Διὸ καὶ τοῖς παραιτουμένοις ὀργὴν δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους· ὡς Σοφοκλῆς
- « Ἀλλ´ οὐ γάρ, ὦναξ, οὐδ´ ὃς ἂν βλάστῃ μένει
- νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ´ ἐξίσταται. »
Καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων [460ε] ὁ Ἀγαμέμνων ὅμως
- « Ἂψ ἐθέλει ἀρέσαι, δόμεναί τ´ ἀπερείσι´ ἄποινα. »
Καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. Οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους
- « Οὗτοί σου καταγελῶσιν ὦ Διόγενες· »
- « ἐγὼ δ´ οὐ καταγελῶμαι »
λαμβάνειν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν ὡς δι´ ἀσθένειαν, ἢ πλημμέλειαν, ἢ προπέτειαν, ἢ ῥᾳθυμίαν, ἢ ἀνελευθερίαν, ἢ γῆρας, ἢ νεότητα πλημμελοῦντος. Οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν· οὐ γὰρ ὡς ἀδυνάτων οὐδ´ ὡς ἀπράκτων, [460ς] ἀλλὰ δι´ ἐπιείκειαν ἢ δι´ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ´ ὡς φιλούντων καταφρονοῦσι.
Νυνὶ δ´ οὐ μόνον πρὸς γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ´ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν ὑλακτοῦσι [461α] καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν· ὡς ἐκεῖνος ὁ βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτ´ ἀνακραγόντος ὅτι
- « Ἀθηναῖός εἰμι,»
- « Σὺ μὲν οὖν οὐκ εἶ Ἀθηναῖος »
τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς.
[13] Καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι. Διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν.
- [461β] « Ὁ δ´ οὔτ´ ἄγαν ὀπτοῖσιν οὔθ´ ἑφθοῖς ἄγαν
- οὔθ´ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου
- ἠρτυμένοισι χαίρων ὥστ´ ἐπαινέσαι, »
Χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν οὐδ´ ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδ´ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος ὥσπερ φλεγμαίνοντι καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς [461γ] ἢ προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος.
Ἐθιστέον οὖν τὸ σῶμα δι´ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γινόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. Καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν·
- « Δόρπου δ´ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, »
διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός.
[461δ] Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δ´ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων· ἐφ´ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; Ὁ δὲ μειδιάσας
- « Οἷόν ἐστιν » ἔφη « τὸ συμποτικὸν εἶναι τὸν σοφόν. »
Τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος τὸν Εὐθύδημον ἡ Ξανθίππη μετ´ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δ´ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος· καὶ ὁ Σωκράτης
- « Παρὰ σοὶ δ´ » εἶπεν « οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ´ ἐποίησεν, ἡμεῖς δ´ οὐκ ἠγανακτήσαμεν; »
Δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ [461ε] φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν.
Ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. Οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσι καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν, εἶθ´ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσιν. Ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι καὶ τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν· [461ς] ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. Διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος,
- « Ἤλεγξας » ἔφη ὁ Σενέκας « πένητα σεαυτόν· ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην. »
[462α] Καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν. Ἡ δὲ πρὸς τὰ πράγματ´ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον, εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. Ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδ´ εἰ φθονερὸς ἀλλ´ εἰ θυμώδης, καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδ´ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους· οὕτως οὔτε γάμος οὔτε φιλία μετ´ ὀργῆς ἀνεκτόν. [462β] Ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. Καὶ τὴν μανίαν αὐτὴν καθ´ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ´ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.
[14] Δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον (ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ) μήτε κοινολογουμένους (φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται) μήτε δικάζοντας (ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι) μήτε παιδεύοντας (ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν) μήτ´ εὐτυχοῦντας [462γ] (αὔξει γὰρ τὸν φθόνον) μήτε δυστυχοῦντας· Ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς Πρίαμος
- « Ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
- οἴκοι ἔστι γόος, ὅτι μ´ ἤλθετε κηδήσοντες; »
Ἡ δ´ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ´ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης. Ὥσπερ Εὐκλείδης τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος
- « ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην »
- « Ἐγὼ δέ » φήσας « ἀπολοίμην, εἰ μή σε πείσαιμι »
Διέτρεψε παραχρῆμα καὶ μετέθηκε.
[462δ] Πολέμων δὲ λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ´ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος
- « μὴ οὕτως» εἶπεν « Ὦ Πολέμων, ἀλλ´ ὑπ´ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται. »
Ὁ δ´ Ἀρίστιππος ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος
- « Ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; »
- « Καθεύδει » φησίν « Ἐγὼ δ´ αὐτὴν ἐγερῶ, »
Καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν
- « Οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν; »
[462ε] Ὁ δ´ Αἰσχίνης
- « Οὐδέν » ἔφη « θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.»
- « Καὶ γὰρ κάπρον φριξαύχεν´ οὐ μόνον γυνή,
- παῖς δ´ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ
- κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον· »
Ἀλλ´ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπ´ ὀργῆς, οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν, οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, [462ς] ἀλλ´ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δ´ ἐλευθεριότητα τὸ δ´ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.
[15] Καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν πανσπερμία [463α] τις ὁ θυμὸς εἶναι. καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως, Καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φόβου δὲ καὶ χείρων ἐστίν· ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον· Ἐπιθυμίας δ´ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. Διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καί
- « Πηλόν, »
ὥς τις εἶπεν, οἴνου καὶ σπαράγματα στεφάνων καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ τῶν πικρῶν ἐκκλύσματα καὶ δυσκόλων ἐν τοῖς προσώποις [463β] τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις·
- «ἀεὶ δ´ ἀοιδῶν μοῦνος ἐν στέγαις »
ὀργίλου ἀνδρός
- « κωκυτὸς ἐμπέπτωκε, »
μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτείρειν ὁρῶντας.
[16] Οὐ μὴν ἀλλ´ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπ´ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων. Αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ [463γ] φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται. Τὸ δ´ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν. Ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην, τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος εὐλαβείᾳ· καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα [463δ] ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. Ὁ δὲ Σοφοκλῆς λέγων ὅτι
- « Τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν »
ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν. Οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς· ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ τὸ ἀπροσδόκητον· δεῖ δ´, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρου, καὶ καθάπερ ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν « ᾘδειν ὅτι θνητὸν ἐγέννησα, » τοῦτο τοῖς παροξύνουσιν ἑκάστοτ´ ἐπιφωνεῖν ἁμαρτήμασιν
- « ᾜδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον »
- « ᾜδειν ὅτι καὶ τὸν ἄφιλον οὐκ ἐκτησάμην »
- [463ε] « ᾜδειν ὅτι τὴν γυναῖκα γυναῖκ´ εἶχον. »
Ἂν δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος
- « Ἦ που ἄρ´ ἐγὼ τοιοῦτος; »
ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον. Νῦν δ´ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου φωνὰς ἐπιφέρει καὶ Κάτωνος
- « Μὴ κλέπτε »
- « Μὴ ψεύδου, »
- « Διὰ τί ῥᾳθυμεῖς; »
Καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετ´ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ ἰατροί
- [463ς] « Πικρῷ πικρὰν κλύζουσι φαρμάκῳ χολήν, »
ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες. Ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν. [464α] Τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικὸς ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστιν. Ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί,
- « Τῶν ἄγαν ἅπτεται, τὰ μικρὰ δ´ εἰς τύχην ἀφεὶς ἐᾷ· »
Ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ τὰ δ´ οἰκέταις τὰ δὲ φίλοις οἷον ἄρχοντ´ ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ καὶ μεγίστων. [464β] Ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν.
Ἐπὶ πᾶσι τοίνυν τὸ μὲν τοῦ Ἐμπεδοκλέους μέγα καὶ θεῖον ἡγούμην, τὸ
- « Νηστεῦσαι κακότητος, »
Ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδ´ ἀφιλοσόφους ἐν εὐχαῖς ὁμολογίας, ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν, ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν [464γ] ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης· εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν, ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους οἷον ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν, ὥσπερ νηφάλια καὶ μελίσπονδα θύοντα, εἶτα μῆν´ ἕνα καὶ δύο, καὶ πειρώμενος ἐμαυτοῦ κατὰ μικρὸν οὕτως τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετ´ εὐφημίας ἵλεω καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφ´ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος. Ὅθεν, οἶμαι, καὶ θεοῦ [464δ] τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν.