Περί αιτίων και σημείων χρονίων παθών
Περί αιτίων και σημείων χρονίων παθών Συγγραφέας: |
Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Francis Adams LL.D. και C.G. Kühn, 1828 |
ΒΙΒΛΙΟΝ Α
ΕπεξεργασίαΚεφ. α'. Προοίμιον
ΕπεξεργασίαΧρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις. ἢ γὰρ οὐδ' ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἢ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος· ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι· ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, ἢ τομῆς, ἢ καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι . ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος· ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει τε καὶ δάπτει , ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω· τανῦν δ' ἀμφὶ κεφαλαίης φράσω.
Κεφ. β'. περὶ Κεφαλαίης
ΕπεξεργασίαἪν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν. Ἰδέαι δὲ μυρίαι. τισὶ μὲν γὰρ ἀί̈διος ὁ πόνος καὶ σμικρὸς, ἀλλ' οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι πυρεταίνουσι ἀμφημερινὸν παρ' ἡμέρην· ἄλλοισι δ' ἀπὸ δύσιος ἐς μεσημβρίην , καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει· καὶ τοῖσι μὲν ἡ κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπ' ἀριστερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ ῥεμβώδεα τρόπον.
Τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ ῥὶς Μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλ' ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ. ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν, κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει· σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδε ες ἔνδον εἱλῶνται· σκοτόδινος · ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων. ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος, ὡσπερεί τινος πατάξαντος ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου· ἢν δ' ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε. ἢν δὲ σμικρότερονᾖ, καὶ ἐς ὄλεθρονἀσινὲς, χρονίζει, ὄκνος πουλὺς, καρηβαρίη, ἀπορίη, ζωὴ δύσφορος. καὶ γάρ πως φεύγουσι τὴν αὐγήν· σκότος δὲ πρηο̈́νει τουτέοισι τὴν νοῦσον· οὐ δὲ ἐσιδεῖν τι ἢ ἀκοῦσαι τερπνὸν εὔφοροι· κάκοδμοι τὴν ὄσφρησιν, καὶ οὔτε τι εὐῶδες αὐτέους τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα· ἄχθονται τῷ βίῳ, θανατῶσι ὥνθρωποι.
Αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψύξις· ἢν δὲ δηθύνῃ καὶ ἐς μέζον ἕρπῃ ἐπὶ τοῖσι πόνοισι, τὸ πάθος σκότωμα γίγνεται.
Κεφ. γ'. περὶ Σκοτωματικῶν
ΕπεξεργασίαἪν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπ' αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτάματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπ' αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη· ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή.
Κεφ. δ'. περὶ Ἐπιληψίης
ΕπεξεργασίαΠοικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον. ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς· ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, ῥηϊδίως δὲ οὐκ ἄπεισι ἡ νοῦσος, ἀλλὰ ἐν ἡλικίῃσί τε τῇσι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ. ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι. ἐξηλάθη δέ κοτε ὑπ' εὐτυχίης, δι' ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης· ἀλλὰ καὶ τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πηρώσι τινὸς αἰσθήσιος· ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς ῥίζην, οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.
Ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή· δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖ σθαι ἡ νοῦσος· τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην· ἀτὰρ καὶ δι' ἄλλας προφάσιας, ἢ μέγεθος τοῦ κακοῦ· ἱερὸν γὰρ τὸ μέγα· ἢ ἰήσιος οὐκ ἀνθρωπίνης, ἀλλὰ θείης, ἢ δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν.
Ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι, κατηφέες, ἐξάνθρωποι , ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι, μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν . γλῶσσα ἀσαφὴς καὶ παράφορος· ἢ ὑπὸ τῆς διαθέσιος τῆς νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι, σπασμώδεες. γλῶσσα μὲν στρωφᾶται ἐν τῷ στόματι ποικίλως· ὑποτείνεται δέ κοτε καὶ τὴν διάνοιαν ἡ νοῦσος, ὡς τὰ πάντα μωραίνειν· ἀτὰρ καὶ τοῖσδε αἰτίη ξὺν ὑγρότητι ψύξις.
Κεφ. ε'. περὶ Μελαγχολίης
ΕπεξεργασίαΜέλαιναχολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον· ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ· γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω ῥέπῃ ἐς στόμαχον, ἢ ἐς φρένας, μελαγχολίην τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας, ἰχθυώδεας · διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται, ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης· μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ,
Τοῖσι δ' ἀνέστη Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων Ἀχνύμενος· μενεος δὲ μέγα φρένες ἀμφὶ μελαιναι Πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐί̈κτην.
τοιοίδε γίγνονται οἱ μελαγχολώδεες, εὖτ' ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται.
Ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ· δοκέει τε δέ μοι μανίης τε ἔμμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη. τοῖσι μὲν γὰρ μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δ' ἐς θυμηδίην ἡ γνώμη τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην μοῦνον. ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ πρήσσοντες · μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι· ἀλλ' ἢ πρὸς φαρμακίην ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἢ ἐς δεισιδαιμονίην τρέπονται, ἢ μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι πλείστοισι· οἱ δὲ μαίνονται.
Ὅκως δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχολῶσιν· ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος.
Ἐπ' ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι, ἢ καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες· ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει.
Τεκμήρια μὲν οὖν οὐκ ἄσημα. ἢ γὰρ ἥσυχοι, ἢ στυγνοὶ, κατηφέες, νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπ' αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι.
Ἔχει δὲ αὐτέους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργέες. ὁκόσα γὰρ ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι ὥρμησε· πρὸς τὸ ῥΗί̈διον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετ' οὐ πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν ἡ γνώμη ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἢ ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα· ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις· χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαροῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα, χολόβαφα· φυσώδεες καθ' ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη· ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴκελοι τῷ ψύχεϊ.
Λόγος ὅτι τῶν τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούν των, ὁ ἔρως μιν ἰήσατο· δοκέω δ' ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπ' ἀτυχίης τῆς κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης· καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.
Κεφ. ς΄. περὶ Μανίης
ΕπεξεργασίαΜανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλ' ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα, ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλ' οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος· μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει, καὶ ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ. μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.
Καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, ῥέκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες · ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην ἡ φύσις ῥέΠει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι ῥήΪστον· δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων· ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι· ἄλλαι δὲ, οὐ μᾶλλον δὲ ῥηϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.
Καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἡ ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθ' ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή· ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσιτε καὶ εὐμαθέσι ἀστρονομίη ἀδίδακτος, φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον ἡ εὐπαιδευσίη· τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι· γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν ......... καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη.
Μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. ὁ δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης· ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, ἤ τιν' ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο · κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ἡ ξυμβολή.
Ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα· τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ, ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατ' ὄψιν ἰνδάλλεται· οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν· οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν.
Ἢν οὖν μέγα ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπ' αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ μανίη τρέπεται· οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι· ἀλλ' οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι· εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπ' ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν· ἢν ἐς αὔξησιν ἡ νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ· ἀγρυπνίη δὲ βορόν· ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες· μελαγχολών των μᾶλλον εὐσαρκίη· καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ ᾖ γεγονὸς, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει· ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, ἢ μέλανα, οἷσιν ἐς μελαγχολίην ἡ τροπή· ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα, πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει· μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί.
Ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ἢ ὄκνος ὁμιλίης· νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦθεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δ' αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες.
Εἰ δὲ ἐπ' ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι. ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ.
Μανίης εἶδος ἕτερον
Τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ· καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, ἢ τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε ἡ μανίη· κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.
Κεφ. ζ'. περὶ Παραλύσεως
ΕπεξεργασίαἈποπληξίη, παραπληγίη, πάρεσις, παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γάρ κινήσιος, ἢ ἁφῆς, ἢ ἀμφοῖν ἐστι ἔκλειψις· κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλ' ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ ῥηί̈διον. παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, ἢ χειρὸς, ἢ σκέλεος· παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις· ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, σπάνιον δὲ τὸ τοιόνδε, ἀναισθησίη μᾶλλον ἢ πάρεσις κικλήσκεται· ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατ' ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι. ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει· κύστιος δὲ οὔρων σχέσιος ἢ ἀκρασίης, πάρεσις τὸ κύριον· βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ, εἰς χιασμὸν σχήματος· ἀθρόον δὲ εἰρῆσθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ........ ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει· τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν· οὐ γὰρ ῥηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων ῥέπει τάδε· κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην· ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι· ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπ' ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει· ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον· τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον· σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέποντα ι, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν· ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόν των ἐς ὀστέα, ἢ ῥαγέντος, ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται.
Εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται· ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται· εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόνα καταξέω ν, τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται· τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος. καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν. ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν ἡ κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. ἢ γὰρ εἰς ἔκτασιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα ἐκχέει, ἢ ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διί̈ησιν.
Αἰτίαι δὲ παρέσιος μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ · ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι· ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη· ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ· ἐπὶ ὑγρότητι ἢ ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον· ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής· ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες· παιδίοισι δὲ εὐανάκλητοι· ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα· ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες.
Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης· ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη, νάρκη· ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν.
Ἐπὶ δὲ κυνικῷ σπασμῷ ἅπαντα μὲν τὰ τοῦ προσώπου μέρεα σπᾶσθαι οὐ κάρτα ξύνηθες· ἐπὶ δεξιὰ δὲ τὰ ἀριστερὰ, καὶ ἐς ἀριστερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆς γένυος ἔνθα ἢ ἔνθα ἐπὶ πολλὸν ἡ παραγωγὴ, ὅκως ἐξ ἕδρης κινουμένης τῆς γνάθου. καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη· ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διί̈σταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει.
Σπᾶται καὶ γλῶσσα· καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα· εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος· ἢν δὲ διαστής ῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται, γελᾷ.
Κεφ. η΄. περὶ Φθίσιος
ΕπεξεργασίαἪν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς αἵματος, καὶ ἀναβήσσῃ πῦον, πύη, καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται δὲ διὰ τοῦ πνεύμονος, ἐμπύη ἥδε τοὔνομα. ἢν δὲ ἐπὶ τοῖσι καὶ ὁ πνεύμων ἕλκος ἵσχῃ, ἀναβρωθεὶς ὑπὸ τοῦ διενεχθέντος πύου, τοὔνομα οὐκέτι ἐμπύη, ἀλλὰ φθόην μεταλαμβάνει· ξύνεστι δὲ καὶ πῦρ ξυνεχὲς, ὡς μὴ δοκέειν, λῆγον μὲν οὔκοτε, λῆθον δὲ δι' ἡμέρης ἱδρῶτι καὶ ψύξι τοῦ σκήνεος. καὶ γὰρ καὶ τὰ ἴδια φθόης ἐστὶ, ἢν ἡ θέρμη ζωπυρῇ, καὶ ἐς νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθις ἐν τοῖσι σπλάγχνοισι φωλεύει· δηλοῖ δὲ ἡ δυσφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιες. ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος δι' ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦ τό τε καὶ ἠδύνατο, καὶ εὐφόρως εἶχεν ὥνθρωπος; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὐξέεται. σφυγμοὶ σμικροὶ καὶ ἀμυδροὶ, ἀγρυπνὴ, ἄχροια, καὶ τἄλλα πάντα ὁκόσα οἱ πυρεταίνοντες· ἰδέαι δὲ ὑγρῶν μυρίαι, πελιδνῶν, μελάνων κατακορέων, ἢ ὠχρολεύκων, ἢ λευκοχλωρέων· πλατέων, στρογγύλων· σκληρῶν, δυσλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνόσμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔασι ἰδέαι. ὁκόσοι γὰρ ἢ πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουσι φθόην οἵδε γιγνώσκειν· πιστοτέρη γὰρ ἡ ὄψις ἁπάσης ἄλλης αἰσθήσιος, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεος τοῦ νοσέοντος. ἢν γὰρ καὶ δημότης ἴδῃ τὸν ἄνθρωπον ὠχρὸν, ἀδρανῆ, ἀναβήσσοντα, ξυντετηκότα, ἀτρεκέα μαντεύεται φθόην· ἀτὰρ ἠδὲ ὁκόσοισι μὲν ἕλκος μὲν οὐκ ἔστι ἐν πνεύμονι, ξυντετήκασι δὲ πυρετοῖσι χρονίοισι, πυκνὰ δὲ καὶ σκληρὰ καὶ ἀτελέα βήσσουσι, καὶ ἀνάγουσι οὐδὲν, καὶ τούσδε φθισικοὺς κικλήσκουσι, οὐ πάνυ ἀσήμως. ξύνεστι δὲ τοῦ θώρηκος βάρος· πλεύμων γὰρ ἄπονος, ἄση, δυσφορίη, ἀποσιτίη, ἑσπέρῃ περίψυξις, καὶ θέρμη ἐς τὴν ἕω· ἱδρὼς ἄχρι θώρηκος τῆς θέρμης δυσφορώτερος· βηχὸς ἀναγωγαὶ ποικίλαι, ὁκοίας ἔλεξα.
Φωνὴ βραγχώδης· αὐχὴν ὑποσκόλιος, ῥαδινὸς, οὐκ εὐπαράγωγος· ὁκοῖόν τι ξυντετα μένος· δάκτυλοι ἰσχνοὶ, τὰ δὲ ἄρθρα παχέα· ὀστέων μούνων ἡ ἰδέη· σμύχονται γὰρ καὶ σάρκες· ὄνυχες γρυποὶ δακτύλων, αἱ κοιλίαι ῥΥσαὶ καὶ πλατέες· ὑπ' ἀσαρκίας γὰρ οὔτε τὴν περιταινίην οὔτε τὸ στρογγύλον ἴσχουσι. διὰ τόδε καὶ ὄνυχες γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ, καὶ ἡ ὑπόστασις αὐτέων, ἥτις ἐν τῇσι κορυφῇσι πεπλησμένη εἵνεκεν αὐτῶν· ἔστι καὶ ὁ τόνος, ὥσπερ καὶ τὰ στερεά· ῥὶς ὀξείη, ἰσχνὴ, μῆλα ὑπερίσχοντα καὶ ἐρυθρὰ, ὀφθαλμοὶ κοῖλοι, στιλπνοὶ, γανόωντες· οἰδαλέοι, καὶ ὠχροὶ, ἢ πελιδνοὶ τὰ πρόσωπα. γνάθων τὰ λεπτὰ τοῖσι ὀδοῦσι προσιζάνσει μειδιῶσι ἴκελον, τὰ πάντα νεκρώδεες. ὧδε καὶ τὰ πάντα ἴσχει· ἰσχνοὶ, ἄσαρκοι, βραχιόνων μύες ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέες δὲ μοῦναι θηλαί. πλευρὰς οὐ καταλέξαι μοῦνον εὔσημον, ἀλλὰ καὶ ὅπη κραίνουσι, ἐσιδεῖν ῥηί̈διον · οὐδὲ γὰρ αἱ πρὸς τοὺς σπονδύλους συναθρώσιες εὐξύγκρυπτοι· δῆλαι δὲ καὶ αἱ εἰς τὸ στέρνον ἐπιβολαί· τὰ μέσα τῶν πλευρέων κοῖλα, ῥομβοειδέα . ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ ῥάχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μνῶν· ὡμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι· ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ.
Γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν· διαδιδρήσκουσι δὲ ἥκιστα· νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζον ται μὲν, οὐ ῥηϊδίως δέ· παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ ῥηϊδίως ὑγιάζεται· ἕξιες δὲ ῥαδινοὶ, σανιδώδεες, πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα· χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.
Κεφ. θ΄. περὶ Ἐμπυϊκῶν
ΕπεξεργασίαΟἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω κατ' ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ,-- ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος.
Αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ ῥεῦμα χρόνιον · ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις.
Τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε ῥέει πῦον· πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφ' ᾗ παχύνεται ὁ ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων,... ...... φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ σαν κατὰ φύσιν· ἢν δὲ ἔξω ῥέπῃ, διί̈σταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται.
Σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ ἀμυδροὶ, ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπ' ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι, ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα· δυσφορίη, ἀποσιτίη, ἰσχνότης ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης· ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος.
Ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα· ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον, ὅκως ἐξ αἰθάλης· ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δ' οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων, καὶ αὖθις σαρκοειδέων, ἢν ἤδη ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες.
Φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, ἢ λευκὸν, ἢ τεφρίζον, ἢ πελιδνὸν, ἢ μέλαν, καὶ κακῶδες · ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον, ἢ λεῖον, ὁμαλὸν, ἢ τρηχὺ, ἀνώμαλον, καὶ σαρκοει δέα τὰ ἐμπλόωντα, στρογγύλα, ἢ πλατέα, ῥηϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται, περιεστηκότα· ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα.
Προσξυνιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντα τῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος· ἢν ἀναβήσσῃ εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος. προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες · ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ ῥΗϊδίως δέχεται φλεγμονῆς περιουσίην· ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυί̈σκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.
Κεφ. ι΄. περὶ τῶν κατὰ τὸν Πνεύμονα ἀποστάσεων
ΕπεξεργασίαΕὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται· οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης ἢ τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα: ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ ῥηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπ᾽ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ ῥηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ. περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα: ἄλλοτε δ᾽ αὖ τεφροειδέα, ἢ ὑπομελανίζοντα· καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες, βραχύπνοοι, βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται. ὀφθαλμῶν τὰ μέλανα στιλπνά: τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη.
Κεφ. ια΄. περὶ Ἄσθματος
ΕπεξεργασίαΕἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται: καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα: ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως : πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι. πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ: ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε. τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή. αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος: ὕλη δὲ ὑγρὰ, παχέα, κολλώδεα: εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη. ἄνδρες δὲ εἰ καὶ μὴ ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι.
Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν: βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη. ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπ᾽ ἀγχόνῃ, ῥωγμὸς ἐν ἐγρηγόρσι· πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπ᾽ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ, πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ. ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίης τάραχος πολλῶν ὑδατωδέων· οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη, ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις· ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπ᾽ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.
Κεφ. ιγ᾽. περὶ Ἥπατος
ΕπεξεργασίαἭπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπ᾽ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι· ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· ῥίζωσις γὰρ φλεβῶν ἧπαρ·37 ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην.38 ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον, καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα.
Ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς, ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται· τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῗδα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν ῥίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορ έως ἔωσιν ἰκτερώδεες, τοῦ λευκοχρόου εἴδεος· ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα· ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως· ὄγκος ὑπὸ τιτθῇσι ἢ πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται. ἀλλ᾽ ἢν μὲν ᾖ ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει· ἔμπλεων γὰρ ὑγρασίης· ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει, τοῦ ὑμένος τὸ σημεῖον· καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρἱζάνει· περιτοναίου δὲ ἀόριστος ἡ σκληρίη καὶ τοῦ πέρατος ἡ ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἡ ἀπόστασις ῥέπῃ, πολλόν τι κρέσσον ἡ φύσις ἰητροῦ· ἢ γὰρ ἐς ἔντερα, ἢ ἐπὶ κύστιν τρέψει τὸ πῦον· ἀσινεστέρη δὲ πολλὸν ἡ ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίε ται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν ὁ θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφ᾽ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ· τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ· ῥηϊδίως τε ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφ᾽ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα.
Ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπ᾽ ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ· πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον. μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττειτε τὰ σιτία, εὔελπις ὥνθρωπος. ἄριστον δὲ δι᾽ οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε τοῦ πύου ὁδός.
Ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται, τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, ῥιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα ῥυσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ.
ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον · ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπ᾽ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται.
Ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, ... μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.
Κεφ. ιδ΄. περὶ Σπληνός
ΕπεξεργασίαΣπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ ῥηϊδίως, γίγνεται δ᾽ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής.
Ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τ᾽ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ. ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι ῥήξεσι.
ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ, πόνοι καὶ ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος , ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτ᾽ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται, καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον· ὠφελέει δὲ οὐδὲν ἧττον.
Ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς , ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν · ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος. μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ , κοῖλα, ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο.
ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης, ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει.
Παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε ῥηΐτεροι καὶ ἀπαλλαγῆναι ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες . καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου σφίσιν ἡ ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπ᾽ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.
Κεφ. ιε΄. περὶ Ἰκτέρου
ΕπεξεργασίαἪν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους · σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλ᾽ αὐτὸς οὐ ῥηϊδίως λύεται.
Ξυνίστα ται δὲ οὐκ ἐπ᾽ αἰτίῃ μοῦνον ἥπατος, ὅκως τισὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ κοιλίῃ καὶ σπληνὶ καὶ νεφροῖσι καὶ κώλῳ· καὶ ἐφ᾽ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ μὲν ἢ σκίρρον ἴσχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ, τίκτει μὲν ἐν τῷ ἥπατι χολὴν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖσα κύστις· ἀλλ᾽ ἢν αἱ φέρουσαι ἐς τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆς φλεγμασίης , ἢ τοῦ σκίρρου φραχθῶσι, πλημμυρῇ δὲ ἡ κύστις, παλίσσυτος ἡ χολή· τῷ αἵματι οὖν μίσγεται. τὸ δὲ αἷμα, ἐς πᾶν τὸ σκῆνος φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ σώματι· γίγνεται δ᾽ ἡ ἰδέη χολῆς· λευκὰ δὲ καὶ ἀργιλώδεα τὰ σκύβαλα · οὐ γὰρ γίγνεται χολήβαφα, ὅτι περ οὐκ ἴσχει τοῦ χυμοῦ τὴν ἐπιρροήν· τῇδε καὶ γαστὴρ ἐπίξηρος· οὔτε γὰρ ὑγραίνεται οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχλώρου εἴδεος. ἐπὶ σπληνὶ δὲ ἢν ἴκτερος φανῇ, μελάγχλωρος· μέλαινα γὰρ αὐτέου ἡ τροφὴ, ὅτιπερ ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν· ἡ δὲ ξὺν τῷ αἵματι πάντη φοιτῇ. διὰ τόδε μελάγχλωροι ἀπὸ σπληνὸς ἰκτέρου· ἀτὰρ καὶ ἐπὶ τοῖσι. σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται.
καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ.42 τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον· ἀπεψίη δὲ ἡ ἐν κώλῳ χολῆς ἐστι ἐργασίη. ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι ῥηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης · γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς. δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ ῥινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδὲς, σκίδναται δὲ παντὶ τρέφον· διὰ τόδε παντὶ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθος, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυσοει δέες ἔασι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπὲς ὅ γε ἐν λίθῳ καλὸν ἔῃ· περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁ ῖοίδε.
εἴδεα τοῦ πάθεος δοιά. ἢ γὰρ ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος, ἢ ἐς τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη ἡ δὴ καὶ χολῶν ἐστι αἰτίη· καὶ γὰρ καὶ τῆσδε ἡ μὲν ξανθὴ, λεπτὴ, διειδὴς, λευκοτέρου εἴδεος, ἡ δὲ κατακορὴς, ὡς κρόκον, ἢ λέκιθον φάναι, τοῦ αὐτοῦ εἴδεος. δευτέρη δὲ μελαντέρης χροιῆς, πρασίζουσα , ἰσσατώδης, μέλαινα · μυρίαι δὲ ἐν μέσῳ τῶν χροιῶν παραλλαγαί · παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή. ἀλλὰ καὶ τὰ σπλάγχνα τοῦδέ ἐστι αἴτια· ἢν ᾖ ξανθὸν, ὡς τὸ ἧπαρ· ἢ πελιδνὸν, ὡς ὁ σπλήν· ἢν μὲν ἐπὶ σπλάγχνῳ τινὶ ἴκτερος γένηται, ἐπὶ ἥπατι μὲν, τὰ ἥπατος προφανέα · ἐπὶ δὲ σπληνὶ, τὰ σπληνός. ἕκαστα δὲ τὰ τῶν ἄλλων ἑκάστου· ἢν δὲ μηδενὸς φαίνηται, τῆς ὅλης ἕξιός ἐστι ἡ πάθη. διαφανῆ δὲ κατὰ τὰ λευκὰ ἐν τοῖσι ὀφθαλμοῖσι· μετώπου δὲ, πρὸς κροτάφοισι μᾶλλον· τοῖσι λευκοῖσι φύσι, καὶ ἐπὶ σμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζων ἐπανθέει. Ὁκόσοισι μὲν οὖν μέλας ὁ ἴκτερος, χροιῇ μελάγχλωροι, ῥιγώδεες, ἀδρανέες, ὄκνῳ εἴκοντες, ἄθυμοι, βρωμώδεες δὲ τὴν ὀσμὴν, πικροὶ δὲ τὴν γεῦσιν, τὴν ἀναπνοὴν οὐκ εὔκολοι, γαστρὶ δακνώδεες, διαχωρήματα πρασοειδέα, ὑπομέλανα, ξηρὰ, μόλις διαχωρούμενα, οὖρα κατακορέα ἐπὶ τὸ μελάντερον. ἄπεπτοι, ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες.
ἐπὶ δὲ τὸ λευκότερον, χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι ῥηΐδιοι τῶν πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα· οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα.
ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες· θέρμη ἀνὰ ῥῖνας σμικρὴ μὲν, δακνώδης δέ. ἀμύσσον τὸ χολῶδες· γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ θωῦμα, οὐ μὴν γλυκέη· γλυκέων δὲ πικρή. ἡ γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ, ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν σοφίζεται τήνδε. ἡ γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται· καὶ τὸν μὲν πρόσθεν τὸν τῆς ἀποσιτίης χρόνον ἀτρεμέει ἡ χολὴ, ἀτὰρ οὐδὲ ἡ γλῶσσα τῷ ἤθεϊ ἄχθεται · ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε κινέει.46 ἤν τε οὖν πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις· ἤν τε γλυκὺ, χολώδεος· φθάνει γὰρ ἡ αἴσθησις τῆς χολῆς· ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι. οὐ γὰρ οὕτως ἔχει. ἀλλ᾽ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται, μόνον διὰ τὸ ξύνηθες τῆς νούσου, φαντασίη γλυκάζοντος γίγνεται. ἡ ὠυτὴ δὲ κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι · ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα ἡ χολή.
ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν, μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον, ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο. ξύνηθες δὲ μειρακίοισι, νέοισι, καὶ τοῖσι δὲ ἀσινέστερον· παιδίοισι δὲ, οὐκ ἄηθες πάγχυ· οὐ πάντη δὲ ἀσφαλές.
Κεφ. ις΄. περὶ Καχεξίης
ΕπεξεργασίαΞυμπάντων ὁμοῦ παθέων καχεξίη τροπή. ἅπασαι γὰρ αἱ νοῦσοι τῆσδε ἀποτόκοι. ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων, φαρμάκων ἐπίδοσιν ἔχουσα πολλὴν, ἰλυώδεα κατὰ πρώτιστα γίγνεται πάθος. καὶ ἕξις μὲν κακὴ σχέδιος ξυνὴ πάντων, καὶ ξυμπτώματα πολλὰ, καὶ οὔνομα τόδε ξύμβολον· ἰσχνότης δὲ ἢ ὦχρος ἢ οἷδος καὶ εἴ τι ἕτερον πρόσκαιρον ἀνὰ τὸ σῶμα· καχεξίη δὲ ἑνὸς μεγάλου πάθεος ἰδέη, καὶ τοῦδε τοὔνομα· ἡ γὰρ τοῦ ἀνθρώπου ἐς τὰ πάντα εὐεξίη, καὶ ἡ ἐς πέψιν ἢ ἐς ἀνάδοσιν αἵματος γέννα· ἠδὲ πᾶν ἔργον φύσιος, ἐφ᾽ οἷσι εὔπνοια, εὐτονίη, εὐχροίη, τὸ πρόσθεν ὑγείη. ἢν δὲ ἐς ἀσθενίην κακοχυμίης ἡ φύσις τραπῇ, τόδε ἐστὶν ἡ καχεξίη. Ἡ νοῦσος ἥδε δυσαλθὴς, ἠδὲ μήκιστον κακόν. καὶ γὰρ τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶμιῇ τοῦ σώματος κακίῃ, καὶ οὐδὲ ἐπὶ σπλάγχνῳ ἑνί· ἀλλὰ γὰρ τῶν ἁπάντων τροπῇ ἐς πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε νοσήματα ἄφυκτα γίγνεται, ὕδρωπες, ἢ φθίσιες, ἢ ξυντήξιες. καὶ γάρ τοι καὶ τῆς καχεξίης προφάσιες ἀδελφαὶ τῆς ξυντήξιος ἔασι· ἡ δὲ νοῦσος μακρὴ δυσεντερίη ξυνεχής· νούσων ὑποστροφσαὶ ἐνίοισι. εὐσιτίη μὲν γὰρ, — καί τοι καὶ προσφέρονται πολλά, — ὠμῶν δὲ καὶ ἀτρέπτων ἡ ἀνάδοσις. ἐργασίη γὰρ τροφῆς ἡ ἐς πέψιν, ἄπορος.
αἰτίη δὲ καὶ αἱμορροΐδων ῥόου ἐπίσχεσις, ἢ ἐμέτων ξυνήθων ἀπαλλαγή · γυμνασίων ἀργίη, αὐασμὸς ἱδρώτων, καὶ μεγάλων πόνων ῥαθυμίη· εὖτε τῶν παρεόντων ἕκαστον, ὡς τὸ μηδὲν, οὐκ ἐπιστρέφει, βάρος τοῦ σκήνεος, ὦχρος ἄλλοτε καὶ ἄλλοτε, γαστὴρ φυσώδης, ὀφθαλμοὶ κοῖλοι, ὕπνοι βαρέες, νωθροί. ἀλλὰ τάδε, ῥεμβώδεα μὲν γιγνόμενα, νούσου ἀπιστίην ἴσχει· ἢν δὲ ῥιζώσαν τα μίμνῃ, μηδὲ ἀπιέναι ἐθέλῃ, μεγάλου κακοῦ ἐστι σύμβολα. ἑσταότες μὲν οἰδαλέοι πόδας τε καὶ κνήμας, κατακλινόμενοι δὲ τὰ κεκλιμένα μορία· κἢν ἐναλλάξῃ τὴν κατάκλισιν, τὸ οἶδος ἐπ᾽ ἐκεῖνα φοιτῇ· ὑγροῦ τε καὶ ψυχροῦ ἐς τὸ βάρος περίοδος. ἢν γὰρ ἡ θέρμη τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου, εἶτα καταρρέει. εὔσιτοι μὲν πολλῶν σιτίων, ἀδηφάγοι κάρτα. ἀνάδοσις ταχυτέρη πέψιος, ὠμοτέρων μᾶλλον ἢ ἀπέπτων. ἐξανέργαστον δὲ ἡ θρέψις. ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέσσεται ὑπὸ τῆς φύσιος. ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη, καὶ ἐν τῷ σκήνεϊ, ὁμοίη. τοιγαροῦν οὐδὲ χρηστὸν, οὐδὲ εὔχρουν αἷμα γίγνεται.
καὶ ἐπὴν ὠμῶν ὅλον τὸ σῶμα πλησθῇ, καὶ ἡ ἐς τὰ σιτία ὄρεξις οἴχηται, καὶ τῆς καχεξίης ὧδε μέσφι στομάχου νεμομένης, καὶ τοῦ πάθεος κορυφὴν ἴσχοντος ἤδη, οἰδαλέοι μὲν, ἀδρανέες δὲ, καὶ ἐς πᾶσαν πρῆξιν ἄθυμοι. κοιλίη δὲ ξηροτέρη. ἄχολα τὰ πολλὰ καὶ λευκὰ, τρηχέα, καὶ ὠμὰ διαχωρέουσι. τὸ σκῆνος αὖοι, ἀνίδρωτες, κνησμώδεες , ὕπνος ἑδραῖος μὲν οὐδαμῆ, κεκλιμένῳ δὲ νυσταγμός. βραδύπνοοι, σφυγμοὶ ἀμαυροὶ, ἀσθενέες, πυκνοί· πυκνότατοι δὲ ἐπὶ πάσῃ καὶ σμικρῇ πρήξι. ἆσθμα δὲ ἐπὶ τοῖσδε ἡ ἀναπνοή· φλέβες ἐπὶ τοῖσι κροτάφοισι ἐπῃρμέναι ἀσαρκίῃ τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖσι καρποῖσι πολὺ μέζονες διοιδέουσαι, μελάγχλωρον τὸ αἷμα. ἐπὶ τοῖσδε φθίσις, ἢ σύντηξις ἀνὰ σάρκα ὕδρωπα, ἤ τινα ἀσκίτην ἤγαγε. καὶ τῶνδε ἄφυκτος ἡ γέννα.
φέρουσι δὲ ἡλικίαι, γῆρας, καὶ οὐκ ἀποδιδρήσκουσι· παῖδες ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι ῥηΐτεροι· ἀκμάζοντες οὐ πάγχυ μὲν παθεῖν ἕτοιμοι· οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι. ὥρη δὲ οὔ μίη φέρει τόδε, οὐδὲ ἐς μίην τελευτᾷ· ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ, ἔαρ δὲ ἐς κορυφὴν τελεσφορεῖ, θέρος δὲ κτείνει.
ΒΙΒΛΙΟΝ Β΄
ΕπεξεργασίαΚεφ. α΄. περὶ Ὕδρωπος
Επεξεργασίαὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπ᾽ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα · εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί. ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλ᾽ ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὁ ὄγκος, τὸ οἶδος, ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφ᾽ ἕδρης ἔασι οἱ ὑδρωπιώδεες . ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη.
ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη. τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ, ἢν ὁ τυμπανίας τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλ εγματίας τοῦ ἀνὰ σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμ᾽ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον.
σημεῖα δὲ μέγιστα καὶ ῥήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι · ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν χεῖρα κατὰ λαγόνα εἰσωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος· ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, ὁ χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου.
τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει· ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, [καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,] ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.
Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης· ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.
ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι· ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ πλησμονῆς· ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες· οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳ καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπ᾽ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλ᾽ ἐξ αὐτέου τοῦ πάθεος· οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου · ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι.
γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπ᾽ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος· χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ δι᾽ ἃ δὲ τῇς κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, ῥηϊτέρη ἡ τῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας.
ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι · γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλ᾽ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης.
ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι· ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπ᾽ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι ῥηΐτερον.
Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ , ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη. καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ.
ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται · ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει · τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε δι᾽ ἐντέρων τοιαίδε κύστιες · ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων δι᾽ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδ᾽ ἀνώλεθρον τρωθὲν ἔντερον.
Κεφ. β΄. περὶ Διαβήτεω
Επεξεργασίαθώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές· πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπ᾽ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δ᾽ ἐποιδέον τα ἐξαρύεται. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα.
κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον · ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματος ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλ᾽ οὐδέκω μέγα. ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανσις μικρὴ μὲν, δακνώδης δὲ, ἐνίζουσα τοῖσι σπλάγχνοισι· ἐπιγάστριον ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν, εὖτε καὶ ἡ οὔρησις καὶ τὸ δίψος ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐς ἄκρον τὸν καυλὸν ἡ συναίσθησις φανῇ, εὐθὺς οὐρέουσι. τῇδέ μοι δοκέει καλέεσθαι διαβήτης ἐπίκλησιν, ὁκοῖόντι διαβήτης ἐὼν, οὕνεκεν ἐν τῷ σκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλὰ ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται. διαρκέουσι δὲ ἐς χρόνον τινὰ, εἰ καὶ μὴ κάρτα πολλὸν, ὅτι πινεῦντς οὐρέουσι, τηκεδὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆς πόσιος μέγα ἐς τὸ σκῆνος ἔρχεται, καὶ ξυναπέρχεται τῶν σαρκῶν ἐς τὰ οὖρα μυρία.
αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλ᾽ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν. ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.
Κεφ. γ΄. περὶ τῶν κατὰ τοὺς Νεφροὺς παθῶν
Επεξεργασίανεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφ᾽ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν.
ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς, καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι κτείνον τα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν, ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν, ἀποστάσιες , ἕλκεα, λίθων γέννα, αἱμορροΐδες. ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα, ἠδὲ δυσαλθέ απάντα τοῦ ἀνθρώπου.
τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλ᾽ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπ᾽ ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα, σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει · τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι. τὸ γὰρ ἔντερον ἑλικοειδές. ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι· κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν ῥηΐδιοι. ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ· κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις , ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας. ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει.
λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή· ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι· κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή.
ἐπὶ δὲ τῇ ῥαγῇ ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί· ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ ῥυπαρὰὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας· χειμὼν δὲ καὶ φθινόπωρον, λίθους· ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.
Κεφ. δ΄. περὶ τῶν ἐν Κύστι
Επεξεργασίατῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ. οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμακῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται. χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν· τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος· ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ θανάτου κίνδυνον ἐκφύγῃ, ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλ᾽ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως· ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι, ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι ὑποστάσεσι· ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται. εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται, καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερον ... διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησιἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων.
αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους· οἱ δὲ ἀπ᾽ αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι, ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλ᾽ ἡ κύστις ἐς πολλὸν ἀλίζει χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοι σι ἄλγος ὀξὺ, πῦρ δριμὺ, γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι.
ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖς ἢ φλεγμον ῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις· νεῦρον δὲ τὴν φυήν· τάπερ οὐδὲ σαρκοῦται οὔτε ῥηϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε ἐν μὲν τῇσι πληρώσεσι διατέταται · ἢν δὲ κενωθῇ, ξυνίζει · πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσιτε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ εὐαλθὲς ἕλκος οὐδέν.
καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπ᾽ ἄλλοισι· ἐπὶ φλεγμασίῃ γὰρ, καὶ ἐπὶ πυρετοῖσι, καὶ ῥίγεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί· πῦον δὲ ἀλλ᾽ εἰ παχὺ, λευκὸν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ βραδύνει θάνατος· δακνώδε α μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν, διαΐσσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία· καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις, καὶ λουτρὰ καὶ ἀλουσίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων, ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων.
Κεφ. ε΄. περὶ Γονορροίας
ΕπεξεργασίαἈνώλεθρον μὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως δι᾽ ἀψύχων ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλ᾽ ἐπὶ κνησμοῖσιτῶν μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ· ἄνδρες δὲ οὐδ᾽ ὅλως ὀδάξονται· τὸ δὲ ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις; ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους, ὀκνέοντας, κωφοὺς, ἀσθενέας, ῥικιους, ἀπρηκτους, ἐπώχρους, λευκοὶς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς· μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατεας, καὶ ἐς παντα παρέτους, ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμένης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι. ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπ᾽ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπ᾽ ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες . ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις.
Κεφ. ς΄. περὶ Στομαχικῶν
ΕπεξεργασίαΣτόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη, εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον ῥηΐτερον φέρει τῆς προσάρσιος . ἢν δὲ καὶ ὑπ᾽ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς ῥάχιος ἐς τὼ σκέλεε κινευμένης, ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι κἢν ἐπ᾽ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δ᾽ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε.
τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος, εἶναι δεῖ τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφ᾽ οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει· ἄμφω δὲ προσπεφύκασι τῇ ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα.
αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν μυρίαι, καιρίη δὲ, πῦον συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς ὑπό τε ἀνάγκαις ἐκδεδιῃ τημ ένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ, ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ, ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης, λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη. οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ, ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ, τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι ἀγαθὰ γίγνεται ἔρωτι παιδείης· καὶ εἰ προσαίρονται, εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς, ἀλλ᾽ ἐς ζωὴν μοῦνον· οὐκ ἐπ᾽ οἴνῳ θώρηξις, οὐ θυμηδίη· οὐ ῥέμβος καὶ περίοδοι, οὐ σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή. τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως; πατρίδος, τοκήων, κασιγνήτων, ἑωυτῶν μέσφι θανάτου. τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος, ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι, καὶ ὑπ᾽ ἐννοίης κωφοὶ, ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι· στομάχου δὲ κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς, ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωσίτι τῶν ξένων, βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα. ἥδε ἐστὶ στομάχου χρονιη νοῦσος· φλεγμοναὶ δὲ καὶ ῥεύματα, καὶ καρδιωγμὸς, ἢ πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος.
Κεφ. ζ΄. περὶ Κοιλιακῆς διαθέσιος
Επεξεργασίακοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλ᾽ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλ᾽ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν.
διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπ᾽ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλ᾽ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.
ἦν δὲ καὶ ἐπ᾽ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπ᾽ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ.
γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλ᾽ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος.70 τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος, ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ· ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.
θέρος ἄγει τήνδε νοῦσον· ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆρας, οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ ἡ ὄρεξις ἐς τέρμα ἥκει.
Κεφ. η΄. περὶ Κωλικῶν
ΕπεξεργασίαΚωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπ᾽ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει· ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν, ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντ᾽ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ· πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντ᾽ ἄλλων ἄλλα. γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.
Κεφ. θ΄. περὶ Δυσεντερίης
Επεξεργασίαἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου.
ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα· δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι. διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι. τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα, ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα. ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω ᾖ τὰ πάθη· ἀλλ᾽ ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα, ἀλλ᾽ ἐσθιόμενα, ὀδυνώδεα, ἕρποντα, καὶ ἐπισφακελίζοντα, θανατώδεα. ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες αἱμορραγίας· τὸ μέζον ἄλλο εἶδος ἑλκέων· ὀχθώδεα, τρηχέα, ἀνώμαλα, τυλαίνια, ὡς ἐν ξύλῳ ὄζον εἴπομεν. δυσαλθέα τάδε, οὔτε γὰρ ὠτειλὴν ῥηϊδίως ἴσχει, ῥηΐτερόν τε γὰρ λύονται.
αἰτίαι δὲ δυσεντερίης μυρίαι, ἐπίκαιροι δὲ, ἀπεψίαι, ψύξιες συνεχέες, δριμέων πρόσαρσις, μυττωτῶν, κρομμύου αὐτοῦ, σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή. ἐφ᾽ οἷσι ἀπεψίη· ὑγρὸν ἄηθες, κυκεὼν, ἢ βρυτέων πόμα, ἢ οἷα κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα.
αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα, ἐπ᾽ ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ, χολώδεα, ἄνοσμα, πλὴν ὁκόσον ἀπ᾽ ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος κατακορέα μᾶλλον, κροκοειδέα, κακώδεα· τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμέν ῃ μὲν, ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει, ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν· ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι ἕλκεσι, ὑδατώδεα, λεπτὰ, ἄνοσμα· ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα, ὑπέρυθρα, οἰνώδεα, ἢ ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι· καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοσμα· ἢ ξυνεστῶτα, ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ· ἢν δὲ μέζω καὶ λειότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν τοῖσι ἄνω, χολώδεα, καὶ ἀφ᾽ ὧν καὶ δι᾽ ὧν ἔρχεται — καὶ γὰρ τὴν ἕδρην, — δάκνει. δριμεῖα γὰρ ἡ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφ᾽ ἕλκεος· καὶ ἡ χολὴ δὲ πίων ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα, ξυσματώδεα, ὡς ἀπ᾽ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα· φέρεται λευκὰ, παχέα, μυξώδεα, στέατι ξυγκοπέντι ἴκελα, ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς· τεινασμὸς τοῦδε ἡ ἐπίκλησις. ἀπὸ δὲ τοῦ κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουσαι· εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχὺ, τρυγῶδες, τάδε κάκοδματῶν πρόσθεν μᾶλλον. ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι κατακορέσι, κροκώδεα, καὶ ἔπαφρα, τρυγίζοντα, καὶ μέλανα, ἰσατώδεα, πρασοειδέα, παχύτερατῶν πρόσθεν, κακώδεα, ὅκως ἡ σηπεδὼν, διαχωρέει. τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται, αἱμάλωπες μέλανες, παχέα, σαρκοειδέα, ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως ποικίλα, κάκοδμα, οὐ φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι· ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον, καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος. τὸ δέ ἐστι τοιόνδε. τῶν ἐντέρων, ὅκως τῆς κοιλίης, χιτῶνες ἔασι δοιοί· ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε λοξοί. ἢν οὖν ἡ διπλόη λυθῇ, ὁ μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει, ὁ δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται, καὶ ζώωσι ἀσινέες. πάσχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές . ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, ἢ μέλαν, καθαρὸν ῥέει, ἀμιγὲς τροφῆς, ἢ σκυβάλων ἄτερ. εἰ δὲ ἐπίπαγος ἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις· τῷ δὲ ῥοίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος. γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη. καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξις τῶν ἑλκέων ἡ ὠυτή. ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοει δέων ἔωσι, τετριμμέναι, τρηχέσι σώμασι ἴκελαι, ἡ ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου· ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ, δυσεντεριώδεα τρόπον . ὕδρωπος τόδε μυρίους ἐρρύσατο. τὰ μὲι ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ ἐν τοῖσι ἐντέροισι τοιάδε· ἀτὰρ ἠδὲ καὶ ἡ τῶνδε ἰδέη, καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα.
φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων, ἤν τε εὐήθεα, ἤν τε σιναρὰ ᾖ τὰ ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ, ἄπυροι, ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι, σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως. ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυοι. ἢ πέψιες ἡμιτελέες, οὐκ ἀπόσιτοι· ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται, πολλόν τι ἀσινέστερα τῶν ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων σαρκοειδέα . ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται, πυρετοὶ ὀξέες, ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι, περίψυξις, ἀποσιτίη, ἀγρυπνίη· ἐρυγαὶ κακώδεες, ναυτίη, χολῆς ἔμετοι, σκοτοδίνη· ἢν δὲ πολλὴ μὲν ἡ φορὴ, χολωδεστέρων δὲ γίγνηται, ἐπίμονοι στρόφοι, καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύσιες δυνάμιος, ὑπολύσιες γουνάτων, καυσώδεες, διψαλέοι, ἀσώδεες, ναυτίη μελάνων, γλῶσσα ξηρὴ, σφυγμοὶ σμικροὶ, ἄτονοι. τουτέων ἀδελφὰ, ὀκόσα ἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλ᾽ οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι, ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα.
ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ ᾖ, ἀνακωχὴ δὲ εἰς μακρὸν ᾖ νομῆς, ἄλλα ἐπ᾽ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομέ νων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν ἡ φύσις, συνασκήσῃ δὲ καὶ ὁ ἰητρὸς, πέπαυται μὲν ἡ νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἡ ἄλθεξις.
αἱμορραγίῃ δὲ ἀπ᾽ ἐντέρων, ἢν μὲν μεγάλης φλεβὸς ἢ ἀρτηρίης ἔῃ, ὠκὺς ὁ θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι, καὶ τοῦ ἄλγεος θιγεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου ἡ φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει· εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος ἡ νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος· ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα ῥήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω ῥαγῇ· κἢν μὲν ἡ φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον. τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα.
γίγνεται δὲ θέρεος ὥρῃ· δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι· δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι· γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον· τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα· ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.
Κεφ. ια᾽. περὶ Ὑστερικῶν
Επεξεργασίατῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ ῥοῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπ᾽ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος.
ῥόος μἒν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος· ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι· λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος, ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλ᾽ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ ῥοὴ καὶ σμικρὴ ἐφ᾽ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς ῥύσιν ὑγρότητος πάσχουσα· εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου· ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπ᾽ ἀμφοῖν τὸ ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος. ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί· ἥκιστα δὲ νεήνισι οἱ λευκοί.
ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· ἄλλος ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει . τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.
γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλ᾽ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον· μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον γίγνεται κάρτα. τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος ῥέει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι, καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ. οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα, ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος· ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει· ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια καὶ ὀλέθρια· πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ.
ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλ᾽ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατ᾽ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας· οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος· ὅδε οὖν ἀφίσταται μὲν καὶ ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν ... ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλ᾽ αὖθις εἴσω δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.
Κεφ. ιβ΄. περὶ Ἀρθρίτιδος καὶ Ἰσχιάδος
Επεξεργασίαξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη· ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων, καὶ ὁκόσα ἐξ ὀστέων πέφυκεκαὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδ᾽ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος· ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα.
αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον· διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν, καὶ τρηχύνεται τρώματι. ἀλλ᾽ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατ᾽ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα.
Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς, ἅσσα τε μέλεά κοτε μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ, πόδας τε καὶ χεῖρας. ἢν γὰρ μειζόνων λάβηται μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦκατόπιν, ἢ ἰγνύος, ἢ κνήμης, ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πως ἄρχεται· τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ὰλγέει, αὖθις τὴν ἐπιπρόσω πτέρνην, ᾗ ποτε στηριζόμεθα· ἔπειτα ἐς τὸ κοῖλον ἧκε· τὸ δὲ σφυρὸν ἐξῴδησε ὕστατον. πρόφασιν δὲ αἰτιῶνται ἀναίτιον, οἱ μὲν κρηπῖδος καινῆς τρίβον, οἱ δὲ μακρὴν περίοδον· ἄλλος δὲ πληγὴν ἢ πάτημα· οὐδεὶς δὲ φράσει τὴν οἴκοθεν οὖσαν, ἀτὰρ καὶ ἀκούσασι τοῖσι πάσχουσι τὸ ἀτρεκὲς ἔδοξε ἄπιστον· διὰ τόδε ἐς ἀνήκεστον ἐτράπη, ὅτιπερ τῇσι ἀρχῇσι ὁκότε ἀσθενεστάτη ἐστὶ ἡ νοῦσος, ὁ ἰητρὸς οὐκ ἐνίσταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητος ἡ μελέτη. τισὶ μὲν οὖν ἐς ποδῶν ἄρθρα μίμνει μέσφι θανάτου, τισὶ δὲ νέμεται ἐς τὴν τοῦ παντὸς σκήνεος περίοδον· τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐς χεῖρας ἤϊξε. οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν, ὅτι ἄμφω ὁμοφυέα, ἰσχνὰ καὶ ἄσαρκα καὶ ἐγγυτάτω τοῦ ἔξω ψύχεος· ἀπωτάτω δὲ τοῦ ἔσω θάλπεος. αὖθις ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖσι κοτύλαι, περίστροφος ἥδε μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. ἄπιστον εἰς ὅσον ἕρπει τὸ κακόν. σπόνδυλοι ἀλγέουσι ῥάχεός τε καὶ αὐχένος, καὶ ἐς ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀστέου· καὶ ξυμπάντων τοῦ βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη. ἀτὰρ οἱ δὲ τένοντες ἠδὲ μύες ξὺν ἐντάσι ἀλγέουσι. γνάθων καὶ κροτάφων μύες· νεφρῶν καὶ κύστιος ἡ διαδοχή. ὢ τοῦ θώματος, ἐπὶ πᾶσι πάσχει ῥῖνας, καὶ ὦτα, καὶ χείλεα, πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον, ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην. πᾶσαν γὰρ ὀστέων υμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες· τὰ πρῶτα μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι· ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες· τέλος δὲ πῶροι στερροὶ, λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι καὶ μέζονες· ὑγρὸν δὲ παχὺ, λευκὸν, χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή· ἐμοὶ δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην δὲ καὶ πάθην· ἀλλ᾽ ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ, ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφ᾽ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτ᾽ ἔβλαψεν ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ, ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος. ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθ᾽ ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπ᾽ ἀνέσι δρόμον.
ἀλλ᾽ ἄνδρες μὲν παθεῖν ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ.
τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη· ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.
Κεφ. ιγ΄. περὶ Ἐλέφαντος
Επεξεργασίαἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπ᾽ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ δι᾽ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος, ὅκως οἱ Θρήϊκες Ῥήσου· ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα· ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπ᾽ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα, μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δ᾽ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ· εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τ᾽ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλ᾽ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον.
μέγα μὲν οὖν τὸ πάθος ἐς δύναμιν· κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον· ἀτὰρ καὶ ἰδέσθαι αἰσχρὸν καὶ δειματῶδες τὰ πάντα ὡς ἐλέφας τὸ θηρίον· ἀλλ᾽ ἄφυκτος ἡ νοῦσος· τίκτεται γὰρ θανάτου ἐπ᾽ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, ἢ καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, ἢ καὶ χάλαζαν, ἢ κρύσταλλον, ἢ πάγον. ἥδε ἐστὶ ἡ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆς νούσου μέγα· οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ· οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται, ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι. ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφαν ὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ὁ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα· ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ὁ ἀὴρ, ἤ τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδ᾽ ἢν μὴ πέψωσι γιγνώσκουσι· ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε· εἰς χρηστὸν γὰρ ἢ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι ἡ πέψις. ἀνάδοσις δὲ ῥηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν· ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρ᾽ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν ῥινὸν ἐλέφας. εὐρεῖαι δὲ φλέβες οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ· οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη, τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου· τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων· δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος· ῥυτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι· ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες· ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί· ποιωδέστεροι δὲ τὴν βάσιν· σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως δι᾽ ἰλύος μόλις κινεύμενοι· φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης· κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα· οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα· ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, ἡ πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθ᾽ ἡδονῆς· ἀμπίσχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ· ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ· ὀττίες ἀχλυώδεες, χαλκώδεες· ὀφρύες προβλῆτες, παχεῖαι, ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, ἢ λέουσι· διὰ τόδε καὶ λεόντιον κικλήσκεται. τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια. ῥὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη· τὸ δὲ κάτω πελιδνόν· ἔκρινες· ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα, κεκλεισμένα, ἐλεφαντώδεα, ὡς δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος ῥύσις, κνησμώδεα· ῥυσοὶ τὸ πᾶν σκῆνος ῥυτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακες μέλανες τῶν ῥινῶν. διὰ τοῦτο καὶ ὁ ἐλέφας τοῦ πάθεος τοὔνομα· ἰχνέων καὶ πτερνέων μέσφι τῶν μέσων τῶν δακτύλων ῥήξιες. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ κακὸν, ἑλκώδεες τοὺς ὄχθους, μήλων, γενείου, δακτύλων, γονάτων, κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπ᾽ ἄλλοισι ἐξανίσταται, ἐπ᾽ ἄλλοισι ἄλλα πρηο̈́νεται. ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνήσκει τοῦ ἀνθρώπου ἄχρι ἐκπτώσιος, ῥίς, δάκτυλοι, πόδες, αἰδοῖα καὶ ὅλαι χεῖρες. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν εἰς ἀπαλλαγὴν βίου αἰσχροῦ καὶ ἀλγέων δεινῶν πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον· ἀλλὰ μακρόβιόν ἐστι, ὅκως ἐλέφας τὸ ζῷον. ἢν δὲ καὶ ἄλγος ἀρτίως ἔῃ τῶν μελέων, πολλόν τι ἐπικόπτει βαρύτερον, ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον· σιτίων ὄρεξις οὐκ ἀγεννὴς, ἄποιος ἡ γεῦσις, οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόσις· ἁπάντων δὲ ὑπ᾽ ἀχθηδόνος, μῖσος, ἀτροφίη, ἐπιθυμίη λυσσώδης· κόποι αὐτόματοι, μελέων ἑκάστου ἰδέη βαρεῖα, καὶ τὸν ἄνθρωπον ἀχθέει καὶ τὰ σμικρὰ μέλεα· ἀτὰρ καὶ τὸ σῶμα πρὸς ἅπαντα ἄχθεται, οὐ λουτροῖσι τέρπεται οὐκ ἀλουσίῃ, οὐ τροφῇ, οὐκ ἀσιτίῃ, οὐ κινήσι, οὐκ ἠρεμίῃ. πᾶσι γὰρ ἐφέστηκ εν ἡ νοῦσος. ὕπνος λεπτὸς, ἀγρυπνίης κακίων φαντασίῃ· δύσπνοια καρτερή· πνῖγες ὡς ἀπ᾽ ἀγχόνης. ὧδε γοῦν τινὲς κατέστρεψαν τὸν βίον, νήγρετον ὕπνον ἐς θάνατον εὕδοντες.
τοιούσδε οὖν ἐόντας τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπ᾽ ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ, οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπ᾽ ἐρημίης ἀφιγμένων τις ἐξερπύσαντα ἐκ τῆς γῆς ἔχιν ἰδὼν, ὑπ᾽ ἀνάγκης τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεσθεὶς, ὡς ἀμείψασθαι τὸ κακὸν κακῷ, ζῶντος ἐνέφαγε τοῦ ἔχιος, καὶ οὐ πρόσθεν ἐτελεύτησε πρὶν ἢ πάντα αὐτῷ διασαπῆναι καὶ ἀποστῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα, πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ· ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων· ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετ ο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοίτε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. ὧδε μὲν οὖν ὁ μῦθος, οὐ κάρτα μὲν ἀτρεκὴς, οὐ πάγχυ δὲ ἄπιστος. κακὸν γὰρ κακῷ βλαφθῆναι πιστόν. τὴν φύσιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶσαι τὸν ἄνθρωπον, οὐκ ἄπιστον ἐς τέρατος ἰδέην.