Περί αδολεσχίας (Πλούταρχος)

Περὶ ἀδολεσχίας
Συγγραφέας:
Ηθικά
Plutarch. Moralia. Gregorius N. Bernardakis. Leipzig. Teubner. 1891. 3.


ΠΕΡΙ ΑΔΟΛΕΣΧΙΑΣ


[1] Δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δ᾽ ἀδόλεσχοι οὐδενὸς ἀκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτ᾽ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δ᾽ ὦτ᾽ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν

οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι,
σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους

δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον

οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι,
σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους·

μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις [p. 303] ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δ᾽ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ

κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.

μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλ᾽ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δ᾽ ἀδολέσχων διαρρέουσιν εἶθ᾽ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. [2] εἰ δ᾽ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον

ὦ παῖ, σιώπα πόλλ᾽ ἔχει σιγὴ καλά

δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδ᾽ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δ᾽ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα, ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δ᾽ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα

[p. 304] πρὸ χείματος ὥστ᾽ ἀνὰ ποντίαν ἄκραν
βορέου πνέοντος

ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλ᾽ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί

πόδες δὴ κεῖθι τιμιώτατοι

κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπ᾽ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος ‘οὐ θαυμαστόν, Ἀριστότελες;᾽’ οὐ τοῦτο φησί ‘θαυμαστόν, ἀλλ᾽ εἴ τις πόδας ἔχων σὲ ὑπομένει’ ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι ‘κατηδολέσχηκά σου, φιλόσοφε·’ ‘μὰ Δί᾽’ εἶπεν ‘οὐ γὰρ προσεῖχον’ καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δ᾽ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δ᾽ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι. [3] [p. 305] καίτοι γ᾽ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵν᾽, ἐὰν ἐντὸς κατατείνοντος ‘ἡνία σιγαλόεντα’ τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδ᾽ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. ‘ἀχαλίνων’ γὰρ οὐ ταμιείων οὐδ᾽ οἰκημάτων ἀλλὰ ‘στομάτων τὸ τέλος δυστυχίαν’ ὁ Εὐριπίδης φησίν. οἱ δ᾽ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δ᾽ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι , πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτ᾽ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δ᾽ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν.

[4] ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτ᾽ ἄν· μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ ὀργὴ κατ᾽ ἐνίους ἡ δὲ μέθη σύνοικος· μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δ᾽ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ [p. 306] μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον

οἶνος γάρ τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι,
καὶ θ᾽ ἁπαλὸν γελάσαι καί τ᾽ ὀρχήσασθαι ἀνῆκε.

καίτοι τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.

καί τι ἔπος προέηκεν, ὅπερ τ᾽ ἄρρητον ἄμεινον

τοῦτ᾽ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου, ‘καὶ τίς ἄν’ ἔφη ‘δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾶν;᾽’ Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι ‘περὶ σοῦ δὲ τί χρὴ λέγειν’ ἔφασαν ‘ὦ Ζήνων τῷ βασιλεῖ;᾽’ κἀκεῖνος ‘ἄλλο μηθέν’ εἶπεν ‘ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος.’ οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, [p. 307] διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλ᾽ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρ᾽ οἶνον, ὁ δ᾽ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθ᾽ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτ᾽ εἴρηκεν

οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις·

πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι.

[5] Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας ‘τί οὖν’ εἶπεν ‘οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν;᾽’ καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ

ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν.

[p. 308] τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλ᾽ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ

ἐχθρὸν δὲ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν

φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δ᾽ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες. [6] τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἥδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφ᾽ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ δι᾽ ὧν φιλεῖσθαι δυσχεραινόμενοι. ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι.

[7] τῶν δ᾽ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, [p. 309] τῇ δ᾽ ἀδολεσχίᾳ πάντα συμβέβηκε. χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν ‘ἐπεὶ πόνος ἄλλος ἔπειγεν’ ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατ᾽ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δ᾽ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες

συκάμινον ἔσθ᾽ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,'

[p. 310] καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος ‘λόγων’ ὥς φησιν ὁ Πλάτων ‘βαρυτάτην ζημίαν’ τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι , Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία. μία γὰρ ἦν νύξ, μεθ᾽ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἀπάντων · ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας ‘εὔχου’ φησὶν ‘ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις.’ ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι

νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει

τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπ᾽ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε.

[8] Ζήνων δ᾽ ὁ φιλόσοφος, ἵνα μηδ᾽ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμενον τὸ σῶμα ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσέπτυσε τῷ τυράννῳ. καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρατείας ἔχει γέρας· ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀριστογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας [p. 311] ἐκοινώνει ταῖς ἐλπίσιν ὡς γυνή· καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος, καὶ κατωργίαστο διὰ τοῦ θεοῦ τοῖς ἀπορρήτοις. ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν , ἀνακρινομένη καὶ κελευομένη φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλ᾽ ἐνεκαρτέρησεν, ἐπιδείξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν. Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι, λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δ᾽ ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιωπηθέντες· ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆσαί γε τὸ λεχθέν, ἀλλ᾽ ἐκκέχυται καὶ διαπεφοίτηκεν. ὅθεν οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν παραλαμβάνοντες. ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν· ἀκούεις γὰρ λεγούσης

ἕξω δ᾽ ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος

αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος

θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
ὀφθαλμοὶ δ᾽ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος,
ἀτρέμας ἐν βλεφάροισιν.

οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν [p. 312] ἐγκρατείας , καὶ πάντ᾽ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδ᾽ ὑλακτεῖν.

τῷ δ᾽ αὖτ᾽ ἐν πείσῃ κραδίη μένε τετληυῖα

μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες. τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων· τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους ὑπὸ τοῦ Κύκλωπος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν ὀφθαλμόν, ἀλλ᾽ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων, ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐκ ἀπολέλοιπεν. ὅθεν ὁ Πιττακὸς οὐ κακῶς, τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ χείριστον ἐξελεῖν κρέας, ἐξέπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν. τῶν μεγίστων οὖσαν. [9] ἡ δ᾽ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ

σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν ἵν᾽ ἀσφαλές.

οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, ‘τί δέδοικας;᾽’ εἶπε ‘μὴ μόνος οὐκ ἀκούσῃς τῆς [p. 313] σάλπιγγος;᾽’ οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δ᾽ ὁ γέρων ἕτερόν τι τοιοῦτον ἐπερωτώμενος ἐπὶ στρατείας ‘εἰ’ φησὶν ‘ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα’ Εὐμένης δ᾽ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν φίλων ἔφρασεν, ἀλλ᾽ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δ᾽ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστ᾽ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα δι᾽ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι.

[10] τίς δ᾽ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δ᾽ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ ‘φίλος οὗτος [p. 314] ἐμοί.’ τούτῳ δ᾽ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθ᾽ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλ᾽ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δ᾽ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. ‘ἔπεα’ γάρ ‘πτερόεντα’ φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται

λαιψηρὰ κυκλώσας πτερά

δι᾽ ἄλλων ἐπ᾽ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δ᾽ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδ᾽ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον.

μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρ᾽ εἰπὼν ἕνα,
πύθοιντ᾽ ἂν ἀστοὶ πάντες.

[11] ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα [p. 315] βουλὴν ἐβουλεύετο καθ᾽ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον· ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν ‘νικᾷς, ὦ γύναι’ εἶπεν ‘ἀλλ᾽ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον· προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν· ἀλλὰ σιώπα’ ταῦτ᾽ εἰπὼν ᾤχετ᾽ εἰς τὴν ἀγοράν· ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν ‘οἴμοι’ λέγουσα ‘τἀνδρὸς καὶ τῆς πατρίδος· τί πεισόμεθα;’ βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν ‘τί γὰρ γέγονεν;᾽’ ὡς δ᾽ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ ‘ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα ,’ οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστ᾽ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. οὕτω δ᾽ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων ‘ἀρτίως’ εἶπεν ‘οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;᾽’ [p. 316] ‘ἀρτίως’ ἔφη ἐκεῖνος. ‘οὐκοῦν οὐδὲν ἀκήκοας;᾽’ ‘γέγονε γάρ τι καινόν;᾽’ ‘ἀλλὰ κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.’ κἀκεῖνος γελάσας ‘φεῦ τοῦ τάχους’ εἶπεν ‘ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα’ τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδ᾽ εἰσῆλθεν, ‘ἀπώλεσάς μ᾽’ εἶπεν ‘ὦ γύναι· τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.’ τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης ‘οὐ· γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;’ ‘ποίων’ ἔφη ‘τριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος.’ οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετ᾽ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλ᾽ ὕδωρ ἐγχέας, ἐπείρασε τὴν γυναῖκα. Φούλβιος δ᾽ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δ᾽ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος, ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦτ᾽ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε [p. 317] πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτ᾽ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλ᾽ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν. · ἐλθόντος οὖν ἕωθεν , ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος ‘χαῖρε , Καῖσαρ’ ‘ὑγίαιν᾽’ εἶπε ‘Φούλβιε.’ κἀκεῖνος νοήσας ᾤχετ᾽ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος ‘ἔγνωκεν’ ἔφη ‘Καῖσαρ , ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·’ ἡ δὲ γυνὴ ‘δικαίως’ εἶπεν ‘ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδ᾽ ἐφυλάξω τὴν ἀκρασίαν· ἀλλ᾽ ἔασον ἐμὲ προτέραν’ καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.

[12] ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος ‘τίνος σοι μεταδῶ τῶν ἐμῶν;᾽’ ‘οὗ βούλει’ φησὶ ‘βασιλεῦ, πλὴν τῶν ἀπορρήτων’ τῇ δ᾽ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι· καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορυτῶν τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθ᾽ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε κατέχειν οὔτ᾽ ἀφιέναι θέλουσι· μᾶλλον δ᾽ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ [p. 318] συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπ᾽ αὐτῶν. τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δ᾽ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι. Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη δι᾽ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. ὁ δὲ καὶ ταῦτα· καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλ᾽ ἄχρι τῆς ὁδοῦ προπέμψας. καὶ ἀπολυόμενος ‘ὑγίαιν᾽’ εἶπεν ‘ὦ βασιλεῦ Σέλευκε.’ κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος; ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετ᾽ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου·

φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.

εἰ· δ᾽ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας. οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην.

[13] [p. 319] οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδ᾽ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς. οἷον ἐν κουρείῳ τινὶ λόγων γιγνομένων περὶ τῆς Διονυσίου τυραννίδος, ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεὺς ‘ταῦθ᾽ ὑμᾶς’ ἔφη ‘περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρ᾽ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω;᾽’ ταῦτ᾽ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν. ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστ᾽ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας. χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος, ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου ‘πῶς σε κείρω, βασιλεῦ’ ‘σιωπῶν’ ἔφη. κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν. εἶτ᾽ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ

μή τις κῦδος ἄροιτο

τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών,

ὁ δὲ δεύτερος ἔλθοι.

γενομένης δὲ ταραχῆς οἷον εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης. ἤγετ᾽ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλ᾽ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον. ὀργὴ δ᾽ οὖν καὶ βοὴ τοῦ θεάτρου· ‘βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα· πέπλασται ταῦτα καὶ συντέθειται· τίς [p. 320] δ᾽ ἄλλος ἤκουσε; τίς δ᾽ ἐπίστευσεν’ ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος. ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες , ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον. ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν. οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν.

[14] καίτοι γ᾽ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρμακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνονται καὶ μισοῦνται. ὅθεν χαριέντως ὁ Σοφοκλῆς (Ἀντιγόνη 317) διηπόρηκεν, λυποῦσι δ᾽ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλ᾽ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός. ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος. ἦν οὖν ἀπορία πολλῶν συνδεδραμηκότων, καί τις τῶν παρόντων ‘εἰ βούλεσθ᾽ εἶπεν ἐγὼ φράσω ὑμῖν ὁ μοι παρίσταται περὶ τῆς λαγύνου· νομίζω γάρ’ ἔφη τοὺς ‘ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον, κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον· [p. 321] ἵν᾽ εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς εἰ δ᾽ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν.’ ταῦτ᾽ εἰπόντος αὐτοῦ, τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλ᾽ εἰδότος ἐφαίνετο. καὶ περιστάντες αὐτὸν ἀνέκριναν ἄλλοθεν ἄλλος ‘τίς εἶ;’ καί ‘τίς σ᾽ οἶδε;’ καί πόθεν ‘ἐπίστασαι ταῦτα;’ καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων. οἱ δ᾽ Ἴβυκον ἀποκτείναντες οὐχ οὕτως ἑάλωσαν ἐν θεάτρῳ καθήμενοι, καὶ γεράνων παραφανεισῶν πρὸς ἀλλήλους; ἅμα γέλωτι ψιθυρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν; ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη πολὺν χρόνον τοῦ Ἰβύκου ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ προσήγγειλαν τοῖς ἄρχουσιν. ἐλεγχθέντες δ᾽ οὕτως ἀπήχθησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλ᾽ ὑπὸ τῆς αὑτῶν γλωσσαλγίας ὥσπερ ἐρινύος ἢ Ποινῆς βιασθέντες ἐξαγορεῦσαι τὸν φόνον. ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίγνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφ᾽ ἑαυτήν. διὸ δεῖ πεφράχθαι, καὶ τὸν λογισμὸν ὡς πρόβολον ἐμποδὼν ἀεὶ τῇ γλώττῃ κείμενον ἐπέχειν τὸ ῥεῦμα καὶ τὸν ὄλισθον αὐτῆς, ἵνα μὴ τῶν χηνῶν ἀφρονέστεροι εἶναι δοκῶμεν, οὕς φασιν, ὅταν [p. 322] ὑπερβάλλωσιν. ἐκ Κιλικίας τὸν Ταῦρον ἀετῶν ὄντα μεστόν, εἰς τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ, καὶ νυκτὸς οὕτως ὑπερφέρεσθαι λανθάνοντας [15] εἰ τοίνυν ἔροιτό τις

τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,'

οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης μὲν οὖν ‘ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις’ ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν ‘πόρνας καὶ ἰχθῦς ἠγόραζεν·’ Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δ᾽ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλ᾽ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον

οὐ φιλάνθρωπος σὺ γ᾽ ἐσσ᾽· ἔχεις νόσον, χαίρεις διδούς

ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδ᾽ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν.

[16] ταῦτα δ᾽ οὐ κατηγορίαν ἡγητέον ἀλλ᾽ ἰατρείαν τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δ᾽ ἡ κρίσις ἐστίν. [p. 323] οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει. δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπ᾽ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπ᾽ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός [17] δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρ᾽ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ φερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται. καὶ γὰρ Πλάτων τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους. καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες ἐκ τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν· κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθήρωσιν, οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει [p. 324] φλοιόν, ἀλλ᾽ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διωκόμενος στομοῦται· τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετ᾽ εὐστροφίας ὀξὺ πρὸς τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ ‘Λακεδαιμόνιοι Φιλίππῳ Διονύσιος ἐν Κορίνθῳ’ καὶ πάλιν γράψαντος αὐτοῖς τοῦ Φιλίππου ‘ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀναστάτους ὑμᾶς ποιήσω,’ ἀντέγραψαν ‘αἴκα.’ Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος ‘ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν’ οὐ καταπλαγεὶς ὁ πρεσβευτής ‘ἕν᾽’ εἶπε ‘ποτὶ ἕνα’ θαυμάζονται δὲ καὶ τῶν παλαιῶν οἱ βραχυλόγοι. καὶ τῷ ἱερῷ τοῦ Πυθίου Ἀπόλλωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδάρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ ‘γνῶθι σαυτόν’ καὶ τὸ ‘μηδὲν ἄγαν’ καὶ τὸ ‘ἐγγύα πάρα δ᾽ ἄτα,’ θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν περιεχούσης. αὐτὸς δ᾽ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν; οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τιν᾽ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν ἐπιδειξάμενος αὐτοῖς, ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι [p. 325] καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας , ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτ᾽ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατεάξαι συνδεδεμένην καὶ ἀθρόαν ὡς δ᾽ ἀπεῖπον, αὐτὸς ἓν καθ᾽ ἓν ἕλκων πάντα ῥᾳδίως διέκλασε· τὴν συμφωνίαν αὐτῶν καὶ τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον.

[18] εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ καὶ ἀναλαμβάνοι, παύσαιτ᾽ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὥρας, οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώδιος; προσεδοκᾶτο· καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. ὡς δ᾽ ἦν ἑσπέρα καὶ ἀπέγνωστο ‘τί δ᾽;’ ἔφη πρὸς τὸν οἰκέτην ‘ἐκάλεσας αὐτόν;’ ‘ἔγωγ᾽’ εἶπε. ‘διὰ οὖν οὐκ ἀφῖκται;’ κἀκεῖνος ‘ὅτι ἠρνήσατο.’ ‘πῶς οὖν οὐκ εὐθὺς ἔφρασας;’ ‘ὅτι τοῦτό μ᾽ οὐκ ἠρώτησας.’ οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δ᾽ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων

ἐφ᾽ οἷς γεγόνασιν αἱ διαλύσεις.

[p. 326] οὕτω μέγα πρὸς πάνθ᾽ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γ᾽ ἤδη λέγωμεν. [19] οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλ᾽ ἔθει δεῖ κρατῆσαι τοῦ νοσήματος. πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσι σαυτὸν ἔθιζε σιωπᾶν, μέχρι οὗ πάντες ἀπείπωνται τὴν ἀπόκρισιν ·

οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος

ὥς φησι Σοφοκλῆς, οὐδέ γε φωνῆς καὶ ἀποκρίσεως ἀλλ᾽ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐνταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει; συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς ἀνθρώπου λαβεῖν· ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον καὶ οὐκ ἄκαιρόν ἐστι;. μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδ᾽ ἄλλο τι καλῶς ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς; ἐπαγγέλλεσθαι· δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρ᾽ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν μάλιστα δ᾽ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη προπέτεια καὶ θρασύτης· συνεμφαίνει γὰρ ὁ φθάνων ἐν τῷ ἀποκρίνασθαι τὸν ἐρωτώμενον τὸ ‘τί τούτου δέῃ;᾽’ καὶ ‘῾τί οὗτος οἶδε;᾽ κἀμοῦ παρόντος, περὶ τούτων οὐδένα δεῖ ἄλλον ἐρωτᾶν’ καίτοι πολλάκις [p. 327] τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκαλούμενοι παρ᾽ αὐτῶν, καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλοντες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ὅμοιον οὖν τῷ τὸν ὑφ᾽ ἑτέρου βουλόμενον φιληθῆναι προδραμόντα φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγειν, καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν πρὸς ἑαυτόν· ὅπου, κἂν ἀπείπηται τὸν λόγον ὁ αἰτηθείς, ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμοσάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν τὴν ἀπόκρισιν, αἰδημόνως καὶ κοσμίως ἀπαντᾶν, καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνεσθαι, συγγνώμης δικαίας τυγχάνουσιν· ὁ δ᾽ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμβάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, διαμαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίγνεται καὶ καταγέλαστος.

[20] δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἣκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον· πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς. ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδ᾽ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος [p. 328] μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως· ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δ᾽ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν , ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντ᾽ ἄλλων ἀποκρίσεις διδόντα. ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ θεός, ᾧ λατρεύει,

καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος ἀκούει.

τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν, διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν

ἄμας ἀπῄτουν, οἱ δ᾽ ἀπηρνοῦντο σκάφας.

ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι. καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέοι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον.

[21] ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν. οἷον πυθομένου τινὸς εἰ [p. 329] Σωκράτης ἔνδον, ὁ μὲν ἀπροθύμως καὶ ὥσπερ ἄκων ἀποκρίνεται τὸ ‘οὐκ ἔνδον·’ ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸ ‘ἔνδον’ ἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν· ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην οὐ μέγα γράψαντες ἀπέστειλαν. ὁ δὲ φιλανθρωπότερον ἀποκρίνεται ‘οὐκ ἔνδον ἀλλ᾽ ἐπὶ ταῖς τραπέζαις·’ κἂν βούληται προσεπιμετρῆσαι, ‘ξένους τινὰς ἐκεῖ περιμένων.’ ὁ δὲ περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, ‘οὐκ ἔνδον’ φησὶν ‘ἀλλ᾽ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὤν, καὶ παρὰ Τισσαφέρνει διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται δι᾽ Ἀλκιβιάδην Ἀθηναίοις· ὁ γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησι’ καὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης. μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ ὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα τὴν ἀπόκρισιν. Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν, ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας ὁ γυμνασίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος τῆς φωνῆς (ἦν γὰρ μεγαλοφωνότατος)· εἰπόντος δ᾽ ἐκείνου [p. 330] ‘δός μοι μέτρον φωνῆς,’ οὐ φαύλως ὑπέτυχε ‘δίδωμι τὸν προσδιαλεγόμενον.’ τῷ δ᾽ ἀποκρινομένῳ μέτρον ἔστω ἡ τοῦ ἐρωτῶντος βούλησις. [22] καὶ μὴν ὥσπερ ὁ Σωκράτης; ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν. οἷον οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί· καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον. ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρ᾽ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν. πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν. ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον

ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρ᾽ ἔχει,

ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφ᾽ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν, ἐπερείδειν ἀεὶ τῇ μνήμῃ [p. 331] βουλόμενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας· οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται

ὦ φιλτάτη κλίνη

καὶ

Βακχὶς θεὸν σ᾽ ἐνόμισεν, εὔδαιμον λύχνε
καὶ τῶν θεῶν μέγιστος ἐν ταύτῃ δοκεῖς.

ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος· οὐ μὴν ἀλλ᾽ ὁ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν, ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ δι᾽ ἡδονὴν δυναμένων. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατ᾽ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι. φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος

νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
ἵν᾽ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν,

ἐν ἱστορίαις ὁ ἀναγνωστικός ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος. ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι· δελεαζομένη γὰρ ὑπ᾽ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δ᾽ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο [p. 332] πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλ᾽ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος· ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δ᾽ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω δοῦναι βραχὺν τῷ σιωπῆσαι μὴ δυνάμενος· εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον· ὡς τῶν παρ᾽ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν. [23] οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι., καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν ἧττον γὰρ ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον. ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιούτους καὶ διαλέγεσθαι κατ᾽ ἰδίαν. ὁ μὲν γὰρ Στωικὸς Ἀντίπατρος, ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν Στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν ‘καλαμοβόας’ ἐπεκλήθη· τὸν δ᾽ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γράφειν σκιαμαχία καὶ ἡ βοὴ τοῦ πλήθους ἀπερύκουσα καθ᾽ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς [p. 333] ἀνθρώποις. ἁρμόσει δ᾽ αὐτοῖς σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων ὁμιλεῖν αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενήσονται τοῦ σιωπᾶν.

τούτοις δ᾽ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς · τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν, ὅταν τι μέλλωμεν λαλεῖν καὶ τὰ ῥήματα τῷ στόματι προστρέχῃ, ‘τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ καταβιαζόμενος; ἐπὶ τί δ᾽ ἡ γλῶσσ᾽ ἀσπαίρει; τί δ᾽ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές;’ οὐ γὰρ ὡς βάρος τι δεῖ πιέζοντ᾽ ἀποθέσθαι τὸν λόγον, ἐπεὶ παραμένει γε καὶ ῥηθεὶς ὁμοίως· ἀλλ᾽ ἢ δι᾽ αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν, ἐν ᾗ τυγχάνουσιν ὄντες. εἰ δὲ μήτε τῷ λέγοντι χρήσιμον μήτ᾽ ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ τε καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται; τὸ γὰρ μάτην καὶ διακενῆς οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν. ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν τὸ Σιμωνίδειον ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δ᾽ οὐδέποτε· καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρόν ἐστιν· ὅπου καὶ λυγμὸν καὶ βῆχ᾽ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι, μετὰ πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο. σιγὴ δ᾽ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον.