Περί Αγγέλου Βεργικίου

Περὶ Ἀγγέλου Βεργικίου
Συγγραφέας:
Δημοσιεύτηκε στο περιοδικό «Πανδώρα», τόμ. 17, τεύχος 398, σελ. 356-357


Ἐλλόγιμε φίλε K. Ν. Δραγούμη.

Ἐν τῷ 395 φυλλαδίῳ τῆς καλῆς καὶ πολιᾶς σου Πανδώρας (σελ. 288) ἀνέγνων μετὰ πολλοῦ τοῦ διαφέροντος τὰ γενέθλια τῆς γαλατικῆς φράσεως écrire comme un Ange. Ἐπῄνεσα καὶ ἐπαινῶ ᾀείποτε τὸν ζῆλον τῶν περὶ τὰ πάτρια ἐνδελεχῶς, ὡς ὑμεῖς, ἀσχολουμένων, καὶ τροφὴν ὑγιεινὴν καὶ ῥωστικὴν τῷ πνεύματι τοῦ ἡμετέρου ἔθνους ἐκ τῶν οἰκείων μελετῶν παρατιθεμένων, καὶ ὅσον οἷόν τε αὐτὸ ἀπὸ τῶν ὀθνείων καὶ ἀλλοτρίων ἀποτρεπόντων τραγημάτων, ἅπερ ξένα καὶ ἄλλοις προσήκοντα, καὶ λυσιτελῆ ἴσως ὄντα, παρ’ ἡμῖν καὶ βλαβερὰ καὶ φευκτέα ἡ πικρὰ πεῖρα ἀπέδειξε. Τὸν γὰρ ἀγλαὸν τῆς καλλιγόνου Κρήτης γόνον Ἄγγελον ὁ ἐν τῇ Γραφικῇ ἀποθήκῃ (Magazin pittoresque) τὰ περὶ αὐτοῦ γράψας ἐσφαλμένως παρωνόμασε Βεργίνιον ἀντὶ Βεργικίου, εἰ μή που καὶ τοῦτο τοῖς τυπογραφικοῖς συγκαταλεκτέον παροράμασιν, ἔνθα πολλαὶ πολλάκις τῶν τε συγγραφέων καὶ τῶν ἐκδοτῶν ἁμαρτίαι ἐπιφοροῦνται. Τοιαῦται δὲ παραφθοραὶ κυρίων μάλιστ’ ὀνομάτων ἀπαντῶνται ἐν ταῖς Εὐρωπαϊκαῖς ἐφημερίσι καὶ μάλιστα ταῖς ἐν τῷ μουσοτρόφῳ τῶν Χαρίτων ἐνδιαιτήματι, τοῖς Παρισίοις, ἐκδιδομέναις, καθά τις πρὸ μικροῦ παρετήρησε[1]. Τοῦτο δὴ συνέβη καὶ περὶ τὸν ἡμέτερον Ἄγγελον, ὃν οὗτος μὲν Βεργίνιον ἐπωνυμεῖ, ὁ δὲ Ὁλλανδὸς φιλολόγος Ῥουτιγέσιος Βεργέριον[2], ὁ δὲ Βάϋλος ἐγγύτερον τοῦ ἀληθοῦς Βεργέκιον (Vergece) ἐκ τοῦ Βαΐφου (Baif) ἀφορμηθεὶς, ὃς Vergecius λατινιστὶ ἐπιλέγεσθαι κρίνει καὶ οὐχὶ Vergerius[3]· συνῳδὰ δὲ τούτοις καὶ ὁ Μοντεφαλκώνιος[4], καὶ τοι Βεργίκιον ἢ Βεργήκιον αὐτὸς ἑαυτὸν ἐπωνυμεῖ ἐν αὐτογράφῳ σημειώματι. Ἐν γὰρ τῇ τοῦ Ταυρίνου βιβλιοθήκῃ ἀπόκειται χειρόγραφον κάλλιστα γεγραμμένον καὶ πολλαχοῦ χρυσῷ διηνθισμένον περὶ Μουσικῆς πραγματευόμενον, σύγγραμμα ἀνωνύμου. Εἰς τὸ τέλος τοῦ χειρογράφου τούτου ἀναγινώσκονται τὰ ἑξῆς· «Ἐγεγράφη (sic) διὰ χειρὸς Ἀγγέλου Βεργικίου τοῦ Κρητὸς ἐν Παρισίῳ ἔτει ἀπὸ τῆς θεογονίας ͵αφνθʹ. ἑκατομβαιῶνος ὀγδόῃ ἱσταμένου, ἐπὶ βασιλέως Ἑῤῥίκου δευτέρου, ὅτε καὶ αὐτὸν, φεῦ τῆς ἀπωλείας, μικρὸν ἔπειτα ῥωμαλέως τε καὶ ἀνδρικῶς πάνυ ἐν τοῖς ἱπποδρομίοις ἀγωνιζόμενον μοῖρα κραταιά τε καὶ ἀπηνὴς φθονούσεως (γρ. φθονήσασα) ἐξαίφνης ἀφήρπασε. Τὸ δὲ βιβλίον δέδοται δῶρον παρ’ αὐτοῦ Ἀγγέλου τῷ μεγαλωτάτῳ καὶ ἐνδοξοτάτῳ ἄρχοντι τῶν Ἀλλοβρόγων ἐλθόντι ἐνθάδε, μνήμης ἕνεκα»[5].

Οὗτος τοίνυν ὁ Ἄγγελος ὁ Βεργίκιος, πλὴν τῶν ἀξιολόγων καλλιγραφημάτων, ἅπερ πολλὰ ἐν Ἰταλίᾳ καὶ Γαλλίᾳ ἔγραψεν ἀπὸ τοῦ 1535—1566[6], καὶ μετάφρασιν λατινικὴν ἐξεπόνησε τοῦ Πλουταρχείου «περὶ ποταμῶν καὶ ὀρῶν ἐπωνυμίας» συγγράμματος, ἣν ὁ Ῥουτιγέσιος ὡς μὴ νήφοντος ἔργον κατέκρινεν ἀδίκως[7], ὡς ἀπέδειξεν ὁ Βάϋλος[8]. Καὶ ὁ υἱὸς δὲ τοῦ Ἀγγέλου Νικόλαος, ὃς τῷ 1540 ἐκ τῆς Κρήτης εἰς Γαλλίαν ἀπεδήμησε, καὶ αὐτὸς ἦν τῶν γραμμάτων θεράπων, καὶ στίχους ἔγραψεν ἐπὶ Ἀδριανῷ τῷ Τουρνέβῳ. Συγγενὴς δ’ αὐτοῦ φαίνεται ὢν καὶ Ἰωάννης Βεργίκιος ὁ Κρὴς, ὃς ἔγραψεν ἰταλιστὶ ἱστορίαν τῆς Κρήτης ἐν βιβλίοις 17 ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων μέχρι τοῦ 1597, καθά φησιν Ἀπόστολος ὁ Ζῆνος ὁ Κρὴς[9]. Καὶ ταῦτα μὲν ταύτῃ.

Ἐγὼ δέ σοι καὶ τάδε περὶ τῶν ἐκ Κρήτης καλλιγράφων οὐκ ἄκαιρον νομίζω προσθεῖναι. Ἐν χειρογράφῳ ἐκ μεμβράνης περιέχοντι τοῦ Μ. Βασιλείου καὶ Χρυσοστόμου συγγράμματα καὶ ἀποκειμένῳ ἐν τῇ τῆς Βιέννης βιβλιοθήκῃ, γεγραμμένῳ δὲ τῷ ͵ςχλζʹ (1129) ἀναγινώσκονται οἱ ἑξῆς στίχοι·

«Τέλος εἴληφα τῆς τρισσοδέκτου βίβλου,
Καὶ χαρᾶς ἐμπέπλησμαι ἰδὼν τὸ πέρας·
Ὅτι τάχος γέγραπται ἡ δέλτος αὕτη
Χειρὶ εὐτελοῦς Κωνσταντίνου Ταρσίτου,
Τοῦ ἐξ Ἀθηνῶν ἐν Κρήτη γεγονότος,

Οὗ δὴ πάντες εὔχεσθε τῶν αὐτοῦ ὀφλημάτων».[10]

Καὶ οὗτοι μὲν μαρτυροῦσι πολλῷ πρότερον ἐν Κρήτῃ τὴν καλλιγραφίαν ἐπιτηδευομένην, οὐχὶ δὲ μετὰ τὴν ἅλωσιν τοῦ Βυζαντίου, ὥς φησιν ὁ κλεινὸς Μοντεφαλκώνιος[11], χρονολογῶν τὴν τῆς ἑλλην. γραφῆς ακμὴν ἀπὸ τῆς εἰς Κρήτην ἀφίξεως Μιχαὴλ Ἀποστολίου τοῦ πατρὸς Ἀρσενίου τοῦ Μονεμβασίας. Καὶ ἄλλον δὲ πρὸ τῆς ἁλώσεως ἔχομεν Κρῆτα καλλιγράφον, τὸν Πέτρον τὸν ἐκ Ῥεθύμνης διατρίβοντα τῷ 1422 ἐν Μαντούᾳ[12]. Ὕστερον δ’ ἐγένοντο καὶ ἄλλοι πολλοί· οἷον Μάρκος ὁ τοῦ Ἀνδρέου[13], Ἀντώνιος Δαμιλᾶς ὁ Μεδιολανεὺς ἐπονομαζόμενος, ὃς ἀντιγράψας τὴν Ὁμήρου Ὀδύσσειαν προσέθηκε τάδε· «Ἀντώνιος Δαμιλᾶς Κρὴς τὸ ἔθνος καὶ τοῦτο ἐξέγραψα, οὐκ ἄνευ μὲν τοι γε μισθοῦ, συνδρομῇ καὶ ἀναλώμασι καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ μαγίστρου Λαυρεντίου τοῦ καὶ ἐκ Φλωρεντίας»[14]· καὶ εἰς ἕτερον δὲ ἔχον τὸ Ἱεροκλέους εἰς τὰ Πυθαγόρου ἔπη ὑπόμνημα ἀναγινώσκονται, «Τέλος εἴληφε τὰ παρόντα γράμματα χειρὶ ἐμοῦ Ἀντωνίου Μεδιολανέως, ἔτι δὲ καὶ Κρητὸς τὸ ἔθνος δυναμένου λέγεσθαι διὰ τὸ τῶν, γονέων πρότερον οἰκητόρων ἐν Κρήτῃ γενομένων, καὶ αὐτὸν ἐν ταύτῃ γεννηθῆναι καὶ τραφῆναι καὶ ἀνδρωθῆναι, καὶ τῶν παρ’ αὐτῆς δωρεῶν οὐκ ἔλαττον ἢ τοὺς ἄλλους Κρῆτας ἀπολαῦσαι, ἄνευ τοῦ ψεύστην εἶναι»[15]. Ἀλλὰ κἀν τῇ τῆς Μόσχας βιβλιοθήκῃ κεῖται χειρόγραφον τῆς πεντεκαιδεκάτης ἑκατονταετηρίδος, περιέχον τὴν Θουκυδίδου ξυγγραφὴν καὶ τὸ «περὶ τῶν Θουκυδίδου ἰδιωμάτων» τοῦ Ἁλικαρνασσέως Διονυσίου, ὅπου καί τινα νεωτέρας χειρὸς σχόλια εἰς τὸν Θουκυδίδην ἀναγινώσκονται, καὶ ἥδε ἡ περὶ αὐτῶν σημείωσις· «Ἀντώνιος Μεδιολανεὺς, Κρὴς τὸ γένος, τὰ ἐνόντα ταύτῃ τῇ βίβλῳ σχόλια ἐνέθηκε»[16]. Ἀμφίβολον δ’ εἴπερ αὐτὸς ἀφ’ ἑαυτοῦ ὁ Ἀντώνιος ἢ ἄλλοθεν λαβὼν ἐνέθηκε τὰ σχόλια. Ἰωάννης δὲ Ῥῶσσος, πρεσβύτερος, ἐπὶ τεσσαράκοντα ἔτη ἐπαγγελλόμενος τὸν καλλιγράφον, διέτριψεν ἐν Ῥώμῃ, Βενετίᾳ, Φλωρεντίᾳ, Βονωνίᾳ καὶ ἀλλαχοῦ τῆς καλλιταύρου Ἰταλίας (1455—1499)· οἱ δὲ παρ’ αὐτοῦ ἀπειροπληθεῖς ἀντιγραφέντες, συγγραφεῖς κατακοσμοῦσι τὰς Εὐρωπαϊκὰς βιβλιοθήκας[17]. Ἔτι δὲ Νικόλαος Βλαστὸς (1484) καὶ Μιχαῆλος ὁ Δαμασκηνὸς, ὃς ἀντιγράψας τὰ Πρακτικὰ τῆς ἐν Χαλκηδόνι Οἰκουμενικῆς Συνόδου εἰς τὸ τέλος τοῦ χειρογράφου προσέθηκε τὰ ἑξῆς· «Μιχαῆλος Δαμασκηνὸς ὁ Κρὴς πενίᾳ τῷ πολυκεφάλῳ θηρίῳ συζῶν καὶ ταύτην τὴν τῶν Πρακτικῶν τῆς ἁγίας καὶ Οἰκουμενικῆς ἐν Χαλκηδόνι συναθροισθείσης Συνόδου τῷ εὐλαβεστάτῳ καὶ αἰδεσιμωτάτῳ κυρίῳ κυρίῳ Ἰωάννῃ Ματθαίῳ Γιβέρτῳ τῷ τῆς Βερώνης ἐπισκόπῳ καὶ δαταρίῳ τοῦ ἀποστολικοῦ θρόνου ἐν τῇ πανευφήμῳ ἀρχαίᾳ Ῥώμῃ ἐξέγραψα ἐν ἔτει ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ σαρκώσεως ͵αφκεʹ. Φεβρουαρίου ιζ»[18]. Ἰωάννης Γρηγορόπουλος ὁ τὰ Ἡσιόδου ποιήματα ἀντιγράψας καὶ καλὸν περὶ τὸ τέλος ἐπισυνάψας ἐπίγραμμα[19]. Ἄλλους παραλείπομεν.

Ἔχεις, φιλότης, καὶ ταῦτα τῆς ἐμῆς τιμῆς καὶ ὑπολήψεως τῆς πρὸς σὲ μικρὸν τεκμήριον· εἰ δὲ τι δοκιμάσαις αὐτῶν καὶ τῇ Πανδώρᾳ προσῆκον, δώρησαι δι’ αὐτῆς καὶ τοῖς φιλομαθοῦσι τῶν ἀναγνωστῶν. Ἔῤῥωσο.

Ἀθήνησι τῇ 30 Σεπτεμβρ. 1866. Ὁ σὸς 

Σ. Κ. ΟΙΚΟΝΟΜΟΣ.



  1. Nous n’ en aurions jamais fini si nous voulions relever une à une les innombrables coquilles typographiques qui émaillent quotidiennement les quatre pages des Journaux de Paris etc. Le Nord. N. 125. 5. Mai 1866, Βλ. καὶ ἀριθ. 94.
  2. Rutgesij Variae Lection. L. III. cap XII. pag. 235.
  3. Βλ. P. Bayle Diction. hist. et critique T. 4. p. 2809. Rotterdam, 1720.
  4. Montfaucon Palaeogr. Graeca pag. 94, 112.
  5. Pasini Codic. Manuscripti Bibl. Reg. Taurinens. T. 1. pag, 312. Βλ. καὶ Montfaucon Palaeogr. p. 90.
  6. Βλ. Montfaucon Palaeogr. pag. 91, 94.
  7. Equidem Vergerium cum haec scriberet sobrium fuisse non puto. Rutgesij Tar. Lection. L. III. 12. pag, 236.
  8. Bayle 1. c.
  9. Giovanni Vergizio scrisse un’ istoria general di Candia divisa in 17 libri, ed arrivò al deto anno, come ho raccolto dell’ epitome di essa, che si conserva manoscritta presso il N. H. Pietro Gradenigo di S. Giustina etc. Apost. Zeno παρὰ Ant. de Torres y Ribera Cretae periplus pag. 9. Venetiis, 1805.
  10. Βλ. Lambecij Commeut. de Aug. Biblioth. Caes. Vindobon. L. III. pag. 348. Τῷ 1435 ἐγένετο καὶ ἕτερος Ἀθηναῖος καλλιγράφος ὀνομαζόμενος Ἀντώνιος Λογοθέτης, οὗ τινος αὐτόγραφος σημείωσις ἐν χειρογράφῳ, περιέχοντι τὸν Πολύβιον, λέγει τάδε·

    «Ὧδε πέρας λάβεν ἱστοριῶν Πολύβοιο βίβλος.
    Ἥνπερ Ἀθηναῖος γεγραφὼς Ἀντώνιος ἐστι.
    Φιλέλφου ὁ' ἀναλώμασι τοῦ Φραγκίσκοιο κλῆσιν.

    Ἐτελειώθη μηνὶ Νοεμβρ. κγ. ἔτους ἀπὸ τῆς Χριστοῦ γεννήσεως ͵αυλεʹ. ἐν Σήνῃ τῆς Τυῤῥηνίας. » (Bandin. Catalog. Mss. T. 2. p. 628. Βλ. καὶ Montfauc. Palaeogr. Gr. p. 76, 79).

  11. Palaeogr. Graec. pag. 111.
  12. Montfauc. Palaeogr. p. 77.
  13. Montfauc. I. c. p. 92.
  14. Bandin. Catalog. Met. Biblioth. Laurent. T. 2. p. 135.
  15. Baudin. Catal. Mss. etc. T. 2. pag. 284.
  16. Matthaei Accurat. Cod. Graec. Mss. Bibl. Mosquens. etc. p. 142.
  17. Bandin. Catal. Mss. Bibi. Laurent. T. 1. p. 142. T. 2. p. 129, 205, 270, 307, 447, 449, 577, 683. T. 3. p. 162, 291, 367, 424. Montfauc. Bibl. Coisliniana p. 445. Matthaei Accur. Cod. Graec, Mss. Bibl. Mosq. pag. 158.
  18. Montfauc. Palaeogr. Graee. p. 512.
  19. Matthaei l. c. p. 185.