Περίπλους της Ερυθράς Θαλάσσης

Περίπλους τῆς Ἐρυθρᾶς Θαλάσσης
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. έκδοση C. Müller, Geographi Graeci Minores I, Παρίσι 1855


ΑΝΩΝΥΜΟΥ
[ΑΡΡΙΑΝΟΥ, ΩΣ ΦΕΡΕΤΑΙ]
ΠΕΡΙΠΛΟΥΣ
ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ




Τῶν ἀποδεδειγμένων ὅρμων τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τῶν περὶ αὐτὴν ἐμπορίων πρῶτός ἐστι λιμὴν τῆς Αἰγύπτου Μυὸς ὅρμος. Μετὰ δὲ αὐτὸν εἰσπλεόντων ἀπὸ χιλίων ὀκτακοσίων σταδίων ἐν δεξιᾷ ἡ Βερνίκη. Ἀμφοτέρων [δὲ] οἱ λιμένες ἐν τῷ ἐσχάτῳ τῆς Αἰγύπτου κόλποι τῆς Ἐρυθρᾶς θαλάσσης κεῖνται.

2. Τούτων ἐκ μὲν τῶν δεξιῶν ἀπὸ Βερνίκης συναφής ἐστιν ἡ Βαρβαρικὴ χώρα. Καὶ ἔστι τὰ μὲν παρὰ θάλασσαν Ἰχθυοφάγων [ἐν] μάνδραις ᾠκοδομημέναις ἐν στενώμασι σποράδην διοικούντων, τὰ δὲ μεσόγεια Βαρβάρων καὶ τῶν μετ ́ αὐτοὺς Ἀγριοφάγων καὶ Μοσχοφάγων κατὰ τυραννίδα νεμομένων, οἷς ἐπίκειται κατὰ νώτου μεσόγειος ἀπὸ τῶν πρὸς δύσιν μερῶν [μητρόπολις λεγομένη Μερόη].

3. Μετὰ δὲ τοὺς Μοσχοφάγους ἐπὶ θαλάσσης μικρὸν ἐμπόριόν ἐστιν, ἀπέχον* τὸ πέρας τῆς ἀνακομιδῆς σταδίους περὶ τετρακισχιλίους, Πτολεμαῒς ἡ τῶν θηρῶν λεγομένη, ἀφ ́ ἧς οἱ ἐπὶ Πτολεμαίων τῶν βασιλέων θηρευταὶ ἐντὸς ἀνέβησαν. Ἔχει δὲ τὸ ἐμπόριον χελώνην ἀληθινὴν καὶ χερσαίαν ὀλίγην καὶ λευκὴν μικροτέραν τοῖς ὀστράκοις· εὑρίσκεται δὲ ἐν αὐτῇ ποτὲ μὲν ἐλέφας ὀλίγος, ὅμοιος τῷ Ἀδουλιτικῷ. Ὁ δὲ τόπος ἀλίμενος καὶ σκάφαις μόνον τὴν ἀποδρομὴν ἔχων.

4. Μετὰ δὲ τὴν Πτολεμαΐδα τὴν τῶν θηρῶν ἀπὸ σταδίων ὡς τρισχιλίων ἐμπόριόν ἐστι νόμιμον ἡ Ἀδουλὶ, κείμενον ἐν κόλπῳ βαθεῖ κατ ́ αὐτὸν τὸν νότον, οὗ πρόκειται νῆσος Ὀρεινὴ λεγομένη, τοῦ μὲν ἐσωτάτου κόλπου σταδίους ὡς εἰς πέλαγος ἀπέχουσα διακοσίους, ἐξ ἀμφοτέρων [δὲ] τῶν μερῶν παρακειμένην ἔχουσα τὴν ἤπειρον, ἐν ᾗ νῦν ὁρμεῖ τὰ καταγόμενα πλοῖα διὰ τὰς ἐκ τῆς γῆς καταδρομάς. Πρῶτον μὲν γὰρ ὥρμει κατ ́ αὐτὸν τὸν ἐσώτατον κόλπον ἐν τῇ Διοδώρου λεγομένῃ νήσῳ παρ ́ αὐτὴν τὴν ἤπειρον, ἐχούσῃ πεζῇ τὴν διάβασιν, δι ́ ἧς οἱ κατοικοῦντες βάρβαροι κατέτρεχον τὴν νῆσον. Καὶ κατ ́ αὐτὴν τὴν ἐν τῇ Ὀρεινῇ ἤπειρον ἀπὸ σταδίων εἴκοσι τῆς θαλάσσης ἐστὶν ἡ Ἀδουλὶ, κώμη σύμμετρος, ἀφ ́ ἧς εἰς μὲν Κολόην μεσόγειον πόλιν καὶ πρῶτον ἐμπόριον τοῦ ἐλέφαντος, ὁδός ἐστιν ἡμερῶν τριῶν. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν μετρόπολιν τῶν Αὐξωμιτῶν λεγομένων ἄλλων ἡμερῶν πέντε, εἰς ἣν ὁ πᾶς ἐλέφας ἀπὸ τοῦ πέραν τοῦ Νείλου φέρεται διὰ τοῦ λεγομένου Κυηνείου, ἐκεῖθεν δὲ εἰς Ἀδουλί. Τὸ μὲν οὖν ὅλον πλῆθος τῶν φονευομένων ἐλεφάντων ἢ ῥινοκερώτων περὶ τοὺς ἄνω νέμεται τόπους, σπανίως δέ ποτε καὶ ἐν τῷ παρὰ θάλασσαν περὶ αὐτὴν τὴν Ἀδουλὶ θεωροῦνται. Πρόκεινται δὲ τοῦ ἐμπορίου καὶ κατὰ πέλαγος ἄλλαι νῆσοι μικραὶ ἐκ δεξιῶν (ἀμμιναὶ) πλείονες, Ἀλαλαίου λεγόμεναι, χελώνην ἔχουσαι τὴν εἰς τὸ ἐμπόριον φερομένην ὑπὸ τῶν Ἰχθυοφάγων.

5. Καὶ ἀπὸ σταδίων ὡσεὶ ὀκτακοσίων κόλπος ἕτερος βαθύτατος, οὗ κατὰ τὴν εἰσβολὴν ἐν δεξιοῖς ἄμμος ἐστὶ πολλὴ κεχυμένη, καθ ́ ἧς ἐν βάθει κεχωσμένος εὑρίσκεται ὁ ὀψιανὸς λίθος, ἐν ἐκείνῃ μόνῃ τοπικῶς γεννώμενος. Βασιλεύει δὲ τῶν τόπων τούτων ἀπὸ τῶν Μοσχοφάγων μέχρι τῆς ἄλλης Βαρβαρίας Ζωσκάλης, ἀκριβὴς μὲν τοῦ βίου καὶ τοῦ πλείονος ἐξεχόμενος, γενναῖος δὲ περὶ τὰ λοιπὰ καὶ γραμμάτων Ἑλληνικῶν ἔμπειρος.

6. Προχωρεῖ δὲ εἰς τοὺς τόπους τούτους ἱμάτια βαρβαρικὰ ἄγναφα τὰ ἐν Αἰγύπτῳ γινόμενα, Ἀρσινοητικαὶ στολαὶ καὶ ἀβόλλαι νόθοι χρωμάτιναι καὶ λέντια καὶ δικρόσσια καὶ λιθίας ὑαλῆς πλείονα γένη καὶ ἄλλης μορρίνης, τῆς γινομένης ἐν Διοσπόλει, καὶ ὀρείχαλκος, ᾧ χρῶνται πρὸς κόσμον καὶ εἰς συγκοπὴν ἀντὶ νομίσματος, καὶ μελίεφθα χαλκᾶ εἴς τε ἕψησιν καὶ εἰς συγκοπὴν ψελίων καὶ περισκελίδων τισὶ τῶν γυναικῶν, καὶ σίδηρος ὁ δαπανώμενος εἴς τε λόγχας πρὸς τοὺς ἐλέφαντας καὶ τὰ ἄλλα θηρία καὶ τοὺς πολέμους. Ὁμοίως δὲ καὶ πελύκια προχωρεῖ καὶ σκέπαρνα καὶ μάχαιραι καὶ ποτήρια χαλκᾶ στρογγύλα μεγάλα καὶ δηνάριον ὀλίγον πρὸς τοὺς ἐπιδημοῦντας καὶ οἶνος Λαδικηνὸς καὶ Ἰταλικὸς οὐ πολὺς καὶ ἔλαιον οὐ πολύ· τῷ δὲ βασιλεῖ ἀργυρώματα καὶ χρυσώματα τοπικῷ ῥυθμῷ κατεσκευασμένα καὶ ἱματίων ἀβόλλαι καὶ καυνάκαι ἁπλοῖ, οὐ πολλοῦ δὲ ταῦτα. Ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἔσω τόπων τῆς Ἀραβικῆς σίδηρος Ἰνδικὸς καὶ στόμωμα καὶ ὀθόνιον Ἰνδικὸν τὸ πλατύτερον, ἡ λεγομένη μοναχὴ, καὶ σαγματογῆναι καὶ περιζώματα καὶ καυνάκαι καὶ μολόχινα καὶ σινδόνες ὀλίγαι καὶ λάκκος χρωμάτινος. Φέρεται δὲ ἀπὸ τῶν τόπων ἐλέφας καὶ χελώνη καὶ ῥινόκερως. Τὰ δὲ πλεῖστα ἐκ τῆς Αἰγύπτου φέρεται εἰς τὸ ἐμπόριον τοῦτο ἀπὸ μηνὸς Ἰανουαρίου μέχρι τοῦ Σεπτεμβρίου, ὅ ἐστιν ἀπὸ Τυβὶ ἕως Θώθ· εὐκαίρως δὲ ἀπὸ Αἰγύπτου ἀνάγονται περὶ τὸν Σεπτέμβριον μῆνα.

7. Ἤδη [δὲ] ἐπ ́ ἀνατολὴν ὁ Ἀραβικὸς κόλπος διατείνει καὶ κατὰ τὸν Αὐαλίτην μάλιστα στενοῦται. Μετὰ δὲ σταδίους ὡσεὶ τετρακισχιλίους, κατὰ τὴν αὐτὴν ἤπειρον εἰς ἀνατολὴν πλεόντων, ἔστιν ἄλλα ἐμπόρια Βαρβαρικὰ, τὰ πέραν λεγόμενα, κείμενα μὲν κατὰ τὸ ἑξῆς ἀγκυροβολίοις δὲ καὶ σάλοις ἔχοντα τοὺς ὅρμους κατὰ καιροὺς ἐπιτηδείους. Πρῶτος μὲν ὁ λεγόμενος Αὐαλίτης, καθ ὃν καὶ στενώτατός ἐστιν ἀπὸ τῆς Ἀραβικῆς εἰς τὸ πέραν διάπλους. Κατὰ τοῦτον τὸν τόπον μικρὸν ἐμπόριόν ἐστιν ὁ Αὐαλίτης, σχεδίαις καὶ σκάφαις εἰς τὸ αὐτὸ προσερχομένων. Προχωρεῖ δὲ εἰς αὐτὴν ὑαλὴ λιθία σύμμικτος καὶ [χυλὸς] Διοσπολιτικῆς ὄμφακος καὶ ἱμάτια βαρβαρικὰ σύμμικτα γεγναμμένα καὶ σῖτος καὶ οἶνος καὶ κασσίτερος ὀλίγος. Φέρεται δ ἐξ αὐτῆς, ποτὲ καὶ τῶν βαρβάρων ἐπὶ σχεδίαις διαφερόντων εἰς τὴν ἀντικρὺς Ὄκηλιν καὶ Μούζα, ἀρώματα καὶ ἐλέφας ὀλίγος καὶ χελώνη καὶ σμύρνα ἐλαχίστη, διαφέρουσα δὲ τῆς ἄλλης. Ἀτακτότεροι δὲ οἱ κατοικοῦντες τὸν τόπον βάρβαροι.

8. Μετὰ δὲ τὴν Αὐαλίτην ἕτερον ἐμπόριόν ἐστι τούτου διαφέρον ἡ λεγομένη Μαλαὼ, πλοῦν ἀπέχουσα σταδίων ὡς ὀκτακοσίων· ὁ δὲ ὅρμος ἐπίσαλος, σκεπόμενος ἀκρωτηρίῳ τῷ ἐξ ἀνατολῆς ἀνατείνοντι· οἱ δὲ κατοικοῦντες εἰρηνικώτεροι. Προχωρεῖ δὲ εἰς τοῦτον τὸν τόπον τὰ προειρημένα καὶ πλείονες χιτῶνες, σάγοι Ἀρσινοητικοὶ γεγναμμένοι καὶ βεβαμμένοι καὶ ποτήρια καὶ μελίεφθα ὀλίγα καὶ σίδηρος καὶ δηνάριον οὐ πολὺ χρυσοῦν τε καὶ ἀργυροῦν. Ἐκφέρεται δὲ ἀπὸ τῶν τόπων τούτων καὶ σμύρνα καὶ λίβανος ὁ περατικὸς ὀλίγος καὶ κασσία σκληροτέρα καὶ δούακα καὶ κάγκαμον καὶ μάκειρ, τὰ εἰς Ἀραβίαν προχωροῦντα, καὶ σώματα σπανίως.

9. Ἀπὸ δὲ Μαλαὼ δύο δρόμοις ἐστὶν ἐμπόριον ἡ Μούνδου, ἐν ᾧ καὶ ἀσφαλέστερον ὁρμεῖ τὰ πλοῖα εἰς τὴν προκειμένην ἔγγιστα τῆς γῆς νῆσον. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα καὶ ἐκεῖθεν ὁμοίως ἐκφέρεται τὰ προειρημένα φορτία [καὶ] θυμίαμα τὸ λεγόμενον μοκρότου. Οἱ δὲ κατοικοῦντες ἔμποροι σκληρότεροι.

10. Ἀπὸ δὲ τῆς Μούνδου, πλεόντων εἰς τὴν ἀνατολὴν, ὁμοίως μετὰ δύο δρόμους ἢ τρεῖς, πλησίον κεῖται τὸ Μόσυλλον ἐν αἰγιαλῷ δυσόρμῳ. Προχωρεῖ δὲ εἰς αὐτὴν τὰ προειρημένα γένη καὶ σκεύη ἀργυρᾶ, σιδηρᾶ δὲ ἐλάσσονα, καὶ λιθία. Ἐξάγεται δὲ ἀπὸ τῶν τόπων κασσίας χρῆμα πλεῖστον (διὸ καὶ μειζόνων πλοίων χρῄζει τὸ ἐμπόριον) καὶ ἄλλη εὐωδία καὶ ἀρώματα καὶ χελωνάρια ὀλίγα καὶ μοκρότου, ἧττον τοῦ Μουνδιτικοῦ, καὶ λίβανος ὁ περατικὸς, ἐλέφας δὲ καὶ σμύρνα σπανίως.

11. Ἀπὸ δὲ τοῦ Μοσύλλου μετὰ δύο δρόμους, παραπλεύσαντι τὸ λεγόμενον Νειλοπτολεμαῖον καὶ ταπατηγη * καὶ δαφνῶνα μικρὸν, ἀκρωτήριον Ἐλέφας· ποταμὸν δ ́ ἔχει τὸν λεγόμενον Ἐλέφαντα καὶ δαφνῶνα μέγαν λεγόμενον Ἀκάνναι, ἐν ᾗ μονογενῶς λίβανος ὁ περατικὸς πλεῖστος καὶ διάφορος γίνεται.

12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος [καὶ] κατὰ καιροὺς ἐπικίνδυνος διὰ τὸ προσεχῆ τὸν τόπον εἶναι τῷ βορέᾳ. Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην, τὸ λεγόμενον Τάβαι. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ὁμοίως τὰ προειρημένα· γίνεται δὲ τὰ ἐν αὐτῷ κασσία καὶ γίζειρ καὶ ἀσύφη καὶ ἄρωμα καὶ μάγλα καὶ μοτὼ καὶ λίβανος.

13. Ἀπὸ δὲ Τάβαι μετὰ σταδίους τετρακοσίους παραπλεύσαντι χερσόνησον, καθ ́ ὃν τόπον καὶ ὁ ῥοῦς ἕλκει, ἕτερόν ἐστιν ἐμπόριον Ὀπώνη, εἰς ἣν καὶ αὐτὴν προχωρεῖ μὲν τὰ προειρημένα, τὸ δὲ πλεῖστον ἐν αὐτῇ γεννᾶται κασσία καὶ ἄρωμα καὶ μοτὼ καὶ δουλικὰ κρείσσονα, ἃ εἰς Αἴγυπτον προχωρεῖ μᾶλλον, καὶ χελώνη πλείστη καὶ διαφορωτέρα τῆς ἄλλης.

14. Πλεῖται δὲ εἰς πάντα ταῦτα τὰ τοῦ πέραν ἐμπόρια ἀπὸ μὲν Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὅ ἐστιν Ἐπιφί. Ἐξαρτίζεται δὲ συνήθως καὶ ἀπὸ τῶν ἔσω τόπων, τῆς Ἀριακῆς καὶ Βαρυγάζων, εἰς τὰ αὐτὰ τὰ τοῦ πέραν ἐμπόρια γένη προχωροῦντα ἀπὸ τῶν τόπων, σῖτος καὶ ὄρυζα καὶ βούτυρον καὶ ἔλαιον σησάμινον καὶ ὀθόνιον, ἥ τε μοναχὴ καὶ ἡ σαγματογήνη, καὶ περιζώματα καὶ μέλι τὸ καλάμινον τὸ λεγόμενον σάκχαρι. Καὶ οἱ μὲν προηγουμένως εἰς ταῦτα τὰ ἐμπόρια πλέουσιν, οἱ δὲ [κατὰ] τὸν παράπλουν ἀντιφορτίζονται τὰ ἐμπεσόντα. Οὐ βασιλεύεται δὲ ὁ τόπος, ἀλλὰ τυράννοις ἰδίοις καθ ́ ἕκαστον ἐμπόριον διοικεῖται.

15. Ἀπὸ δὲ Ὀπώνης τῆς ἀκτῆς εἰς τὸν νότον ὑποχωρούσης ἐπὶ πλεῖον, πρῶτα μέν ἐστι τὰ λεγόμενα μικρὰ Ἀπόκοπα καὶ μεγάλα τῆς Ἀζανίας * διὰ ἀγκυροβολίων ποταμοὶ * ἐπὶ δρόμους ἓξ παρ αὐτὸν ἤδη τὸν λίβα· εἶτα Αἰγιαλὸς καὶ μικρὸς καὶ μέγας ἐπ ́ ἄλλους δρόμους ἓξ καὶ μετ’ αὐτὸν κατὰ τὸ ἑξῆς οἱ τῆς Ἀζανίας δρόμοι, πρῶτον μὲν ὁ λεγόμενος Σαραπίωνος, εἶθ’ ὁ Νίκωνος, μεθ ́ ὃν ποταμοὶ πλείονες καὶ ἄλλοι συνεχεῖς ὅρμοι, διῃρημένοι κατὰ σταθμοὺς καὶ δρόμους ἡμερησίους (πλείονας), τοὺς πάντας ἑπτά, μέχρι Πυραλάων νήσων καὶ τῆς λεγομένης διώρυχος, ἀφ ́ ἧς μικρὸν ἐπάνω τοῦ λιβὸς μετὰ δύο δρόμους νυχθημέρους παρ’ αὐτὴν τὴν δύσιν εἰτενηδιωμ* Μενουθιὰς ἀπαντᾷ νῆσος ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ τριακοσίων, ταπεινὴ καὶ κατάδενδρος, ἐν ᾗ καὶ ποταμοὶ καὶ ὀρνέων γένη πλεῖστα καὶ χελώνη ὀρεινή. Θηρίων δὲ οὐδὲν ὅλως ἔχει πλὴν κροκοδείλων· οὐδένα δὲ ἀνθρώπων ἀδικοῦσιν. Ἔστι δὲ ἐν αὐτῇ πλοιάρια ῥαπτὰ καὶ μονόξυλα, οἷς χρῶνται πρὸς ἁλίαν καὶ ἄγραν χελώνης. Ἐν δὲ ταύτῃ τῇ νήσῳ καὶ γυργάθοις αὐτὰς ἰδίως λινεύουσιν, ἀντὶ δικτύων καθιέντες αὐτοὺς περὶ τὰ στόματα τῶν προρράχων.

16. Ἀφ ́ ἧς μετὰ δύο δρόμους τῆς ἠπείρου τὸ τελευταιότατον τῆς Ἀζανίας ἐμπόριον κεῖται, τὰ Ῥαπτὰ λεγόμενα, ταύτην ἔχον τὴν προσωνυμίαν ἀπὸ τῶν προειρημένων ῥαπτῶν πλοιαρίων, ἐν ᾧ καὶ πλεῖστός ἐστιν ἐλέφας καὶ χελώνη. Μέγιστοι δὲ (ἐν) σώμασι περὶ ταύτην τὴν χώραν ἄνθρωποι ὁρατοὶ κατοικοῦσι καὶ κατὰ τόπον ἕκαστος ὁμοίως τιθέμενοι τυράννοις. Νέμεται δὲ αὐτὴν, κατά τι δίκαιον ἀρχαῖον ὑποπίπτουσαν τῇ βασιλείᾳ τῆς πρώτης γινομένης Ἀραβίας, ὁ Μοφαρείτης τύραννος. Παρὰ δὲ τοῦ βασιλέως ὑπόφορον αὐτὴν ἔχουσιν οἱ ἀπὸ Μούζα, καὶ πέμπουσιν εἰς αὐτὴν ἐφόλκια τὰ πλείονα κυβερνήταις καὶ χρειακοῖς Ἄραψι χρώμενοι τοῖς καὶ συνήθειαν καὶ ἐπιγαμβρίαν ἔχουσιν ἐμπείροις τε οὖσι τῶν τόπων καὶ τῆς φωνῆς αὐτῶν.

17. Εἰσφέρεται δὲ εἰς τὰ ἐμπόρια ταῦτα προηγουμένως ἡ τοπικῶς ἐν Μούζα κατασκευαζομένη λόγχη καὶ πελύκια καὶ μαχαίρια καὶ ὀπήτια καὶ λιθίας ὑαλῆς πλείονα γένη, εἰς δέ τινας τόπους οἶνός τε καὶ σῖτος οὐκ ὀλίγος, οὐ πρὸς ἐργασίαν ἀλλὰ δαπάνης χάριν εἰς φιλανθρωπίαν τῶν βαρβάρων. Ἐκφέρεται δὲ ἀπὸ τῶν τόπων ἐλέφας πλεῖστος (ἥσσων δὲ τοῦ Ἀδουλιτικοῦ) καὶ ῥινόκερως καὶ χελώνη διάφορος μετὰ τὴν Ἰνδικὴν καὶ ναύπλιος ὀλίγος.

18. Καὶ σχεδὸν τελευταιότατά ἐστι ταῦτα τὰ ἐμπόρια τῆς Ἀζανίας τῆς ἐν δεξιοῖς ἀπὸ Βερνίκης ἠπείρου· ὁ γὰρ μετὰ τούτους τοὺς τόπους ὠκεανὸς ἀνερεύνητος ὢν εἰς τὴν δύσιν ἀνακάμπτει καὶ τοῖς ἀπεστραμμένοις μέρεσι τῆς Αἰθιοπίας καὶ Λιβύης καὶ Ἀφρικῆς κατὰ τὸν νότον παρεκτείνων εἰς τὴν ἑσπέριον συμμίσγει θάλασσαν.

19. Ἐκ δὲ τῶν εὐωνύμων Βερνίκης ἀπὸ Μυὸς ὅρμου δυσὶ δρόμοις ἢ τρισὶν εἰς τὴν ἀνατολὴν διαπλεύσαντι τὸν παρακείμενον κόλπον ὅρμος ἐστὶν ἕτερος καὶ φρούριον, ὃ λέγεται Λευκὴ κώμη, δι’ ἧς [ὁδός] ἐστιν εἰς Πέτραν πρὸς Μαλίχαν, βασιλέα Ναβαταίων. Ἔχει δὲ ἐμπορίου τινὰ καὶ αὐτὴ τάξιν τοῖς ἀπὸ τῆς Ἀραβίας ἐξαρτιζομένοις εἰς αὐτὴν πλοίοις οὐ μεγάλοις. Διὸ καὶ εἰς αὐτὴν καὶ παραλήπτης τῆς τετάρτης τῶν εἰσφερομένων φορτίων, καὶ παραφυλακῆς χάριν ἑκατοντάρχης μετὰ στρατεύματος ἀποστέλλεται.

20. Μετὰ δὲ ταύτην εὐθέως ἐστὶ συναφὴς Ἀραβικὴ χώρα, κατὰ μῆκος ἐπὶ πολὺ παρατείνουσα τῇ Ἐρυθρᾷ θαλάσσῃ. Διάφορα δὲ ἐν αὐτῇ ἔθνη κατοικεῖται, τινὰ μὲν ἐπὶ ποσὸν, τινὰ δὲ καὶ τελείως τῇ γλώσσῃ διαλάσσοντα. Τούτων τὰ παρὰ θάλασσαν ὁμοίως Ἰχθυοφάγων μάνδραις διείληπται, τὰ δὲ ἐπάνω κατὰ κώμας καὶ νομαδίας οἰκεῖται πονηροῖς ἀνθρώποις διφώνοις, οἷς παραπίπτοντες ἀπὸ τοῦ μέσου πλόου οἱ μὲν διαρπάζονται, οἱ δὲ καὶ ἀπὸ ναυαγίων σωθέντες ἀνδραποδίζονται. Διὸ καὶ συνεχῶς ἀπὸ τῶν τυράννων καὶ βασιλέων τῆς Ἀραβίας αἰχμαλωτίζονται· λέγονται δὲ Κανραῗται. Καθόλου μὲν οὖν οὗτος ὁ τῆς Ἀραβικῆς ἠπείρου παράπλους ἐστὶν ἐπισφαλὴς, καὶ ἀλίμενος ἡ χώρα καὶ δύσορμος καὶ ἀκάθαρτος ῥαχίαις καὶ σπίλοις ἀπρόσιτος καὶ κατὰ πάντα φοβερά. Διὸ καὶ εἰσπλέοντες τὸν μέσον πλοῦν κατέχομεν καὶ εἰς τὴν Ἀραβικὴν χώραν μᾶλλον παροξύνομεν ἄχρι τῆς Κατακεκαυμένης νήσου, μεθ ́ ἣν εὐθέως ἡμέρων ἀνθρώπων καὶ νομαδιαίων θρεμμάτων καὶ καμήλων συνεχεῖς [χῶραι].

21. Καὶ μετὰ ταύτας ἐν κόλπῳ τῷ τελευταιοτάτῳ τῶν εὐωνύμων τούτου τοῦ πελάγους ἐμπόριόν ἐστι νόμιμον παραθαλάσσιον Μούζα, σταδίους ἀπέχον τοὺς πάντας ἀπὸ Βερνίκης, παρ ́ αὐτὸν τὸν νότον πλεόντων, ὡς εἰς μυρίους δισχιλίους. Τὸ μὲν ὅλον Ἀράβων ναυκληρικῶν ἀνθρώπων καὶ ναυτικῶν πλεονάζει καὶ τοῖς ἀπ ́ ἐμπορίας πράγμασι κινεῖται· συγχρῶνται γὰρ τῇ τοῦ πέραν ἐργασίᾳ καὶ Βαρυγάζων ἰδίοις ἐξαρτισμοῖς.

22. Ὑπέρκειται δὲ αὐτῆς ἀπὸ τριῶν ἡμερῶν πόλις Σαύη, τῆς περὶ αὐτὴν Μαφαρίτιδος λεγομένης χώρας· ἔστι δὲ τύραννος καὶ κατοικῶν αὐτὴν Χόλαιβος.

23. Καὶ μετ ́ ἄλλας ἐννέα ἡμέρας Σαφὰρ μητρόπολις, ἐν ᾗ Χαριβαὴλ, ἔνθεσμος βασιλεὺς ἐθνῶν δύο, τοῦ τε Ὁμηρίτου καὶ τοῦ παρακειμένου λεγομένου Σαβαΐτου, συνεχέσι πρεσβείαις καὶ δώροις φίλος τῶν αὐτοκρατόρων.

24. Τὸ δὲ ἐμπόριον ἡ Μούζα ἀλίμενον μὲν εὔσαλον δὲ καὶ εὔορμον διὰ τὰ περὶ αὐτὴν ἀμμόγεια ἀγκυροβόλια. Φορτία δὲ εἰς αὐτὴν προχωρεῖ πορφύρα, διάφορος καὶ χυδαία, καὶ ἱματισμὸς Ἀραβικὸς χειριδωτὸς, ὅ τε ἁπλοῦς καὶ ὁ κοινὸς, καὶ σκοτουλάτος καὶ διάχρυσος, καὶ κρόκος καὶ κύπερος καὶ ὀθόνιον καὶ ἀβόλλαι καὶ λώδικες οὐ πολλαὶ, ἁπλοῖ τε καὶ ἐντόπιοι, ζῶναι σκιωταὶ καὶ μύρον μέτριον καὶ χρῆμα ἱκανὸν οἶνός τε καὶ σῖτος οὐ πολύς. Φέρει γὰρ καὶ ἡ χώρα πυρὸν μετρίως καὶ οἶνον πλείονα. Τῷ δὲ βασιλεῖ καὶ τῷ τυράννῳ δίδονται ἵπποι τε καὶ ἡμίονοι νωτηγοὶ καὶ χρυσώματα καὶ τορνευτὰ ἀργυρώματα καὶ ἱματισμὸς πολυτελὴς καὶ χαλκουργήματα. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν, σμύρνα ἐκλεκτὴ καὶ στακτὴ * ἀβειρμιναία, λύγδος καὶ τὰ ἀπὸ τῆς πέραν Ἀδουλὶ προειρημένα φορτία πάντα. Πλεῖται δὲ εἰς αὐτὴν εὐκαίρως περὶ τὸν Σεπτέμβριον μῆνα, ὅς ἐστι Θώθ· οὐδὲν δὲ κωλύει κἂν τάχιον.

25. Μετὰ δὲ ταύτην ὡσεὶ τριακοσίους παραπλεύσαντες σταδίους, ἤδη συνερχομένης τε τῆς Ἀραβικῆς ἠπείρου καὶ τῆς πέραν κατὰ τὸν Αὐαλίτην Βαρβαρικῆς χώρας, αὐλών ἐστιν οὐ μακρὸς, ὁ συνάγων καὶ εἰς στενὸν ἀποκλείων τὸ πέλαγος, οὗ τὸν μεταξὺ πόρον ἑξήκοντα σταδίων μεσολαβεῖ νῆσος ἡ Διοδώρου· διὸ καὶ ῥοώδης, καταπνεόμενος ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἐστὶν ὁ κατ ́ αὐτὴν διάπλους. Κατὰ τοῦτον τὸν ἰσθμὸν παραθαλάσσιός ἐστιν Ἀράβων κώμη τῆς αὐτῆς τυραννίδος Ὄκηλις, οὐχ οὕτως ἐμπόριον ὡς ὅρμος καὶ ὕδρευμα καὶ πρώτη καταγωγὴ τοῖς ἔσω διαίρουσι.

26. Μετὰ δὲ Ὄκηλιν, ἀνοιγομένης πάλιν τῆς θαλάσσης εἰς ἀνατολὴν καὶ κατὰ μικρὸν εἰς πέλαγος ἀποφαινομένης, ἀπὸ σταδίων ὡς χιλίων διακοσίων ἐστὶν Εὐδαίμων Ἀραβία, κώμη παραθαλάσσιος, βασιλείας τῆς αὐτῆς Χαριβαὴλ, τοὺς ὅρμους μὲν ἐπιτηδείους καὶ ὑδρεύματα γλυκύτερα [καὶ] κρείσσονα τῆς Ὀκήλεως ἔχουσα, ἤδη δὲ ἐν ἀρχῇ κόλπου κειμένη τῷ τὴν χώραν ὑποφεύγειν. Εὐδαίμων δ ́ ἐπεκλήθη, πρότερον οὖσα πόλις, ὅτε, μήπω ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Αἴγυπτον ἐρχομένων μηδὲ ἀπὸ [τῆς] Αἰγύπτου τολμώντων εἰς τοὺς ἔσω τόπους διαίρειν, ἀλλ ́ ἄχρι ταύτης παραγινομένων, τοὺς παρ ́ ἀμφοτέρων φόρτους ἀπεδέχετο, ὥσπερ Ἀλεξάνδρεια καὶ τῶν ἔξωθεν καὶ τῶν ἀπὸ τῆς Αἰγύπτου φερομένων ἀποδέχεται. Νῦν δὲ οὐ πρὸ πολλοῦ τῶν ἡμετέρων χρόνων Καῖσαρ αὐτὴν κατεστρέψατο.

27. Ἀπὸ δὲ τῆς Εὐδαίμονος Ἀραβικῆς ἐκδέχεται συναφὴς αἰγιαλὸς ἐπιμήκης καὶ κόλπος ἐπὶ δισχιλίους ἢ πλείονας παρήκων σταδίους, Νομάδων τε καὶ Ἰχθυοφάγων κώμαις παροικούμενος, οὗ μετὰ τὴν προέχουσαν ἄκραν ἐμπόριόν ἐστιν ἕτερονπαραθαλάσσιον, Κανὴ, βασιλείας Ἐλεάζου, χώρας λιβανωτοφόρου, καὶ κατ ́ αὐτὴν ἔρημοι νῆσοι δύο, μία μὲν ἡ τῶν Ὀρνέων, ἡ δ ἑτέρα λεγομένη Τρούλλας, ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς Κανῆς. Ὑπέρκειται δὲ αὐτῆς μεσόγειος ἡ μητρόπολις Σαββαθὰ, ἐν ᾗ καὶ ὁ βασιλεὺς κατοικεῖ. Πᾶς δὲ ὁ γεννώμενος ἐν τῇ χώρᾳ λίβανος εἰς αὐτὴν ὥσπερ ἐκδοχεῖον εἰσάγεται καμήλοις τε καὶ σχεδίαις ἐντοπίαις δερματίναις ἐξ ἀσκῶν καὶ πλοίοις. Ἔχει δὲ καὶ αὐτὴ σύγχρησιν τῶν τοῦ πέραν ἐμπορίων, Βαρυγάζων καὶ Σκυθίας καὶ Ὀμάνων καὶ τῆς παρακειμένης Περσίδος.

28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπ ́ Αἰγύπτου μὲν ὁμοίως πυρὸς ὀλίγος καὶ οἶνος ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἁπλοῦς καὶ ὁ νόθος περισσότερος, καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ ἀργυρώματα τετορευμένα καὶ χρήματα τῷ βασιλεῖ, [καὶ] ἵπποι δὲ καὶ ἀνδριάντες καὶ ἱματισμὸς διάφορος ἁπλοῦς. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν φορτία, λίβανος καὶ ἀλόη, τὰ δὲ λοιπὰ κατὰ μετοχὴν τῶν ἄλλων ἐμπορίων. Πλεῖται δὲ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν ὃν καὶ εἰς Μούζα, πρωϊμώτερον δέ.

29. Μετὰ δὲ Κανὴν, τῆς γῆς ἐπὶ πλεῖον ὑποχωρούσης, ἄλλος ἐκδέχεται βαθύτατος κόλπος, ἐπὶ πολὺ παρεκτείνων, ὁ λεγόμενος Σαχαλίτης, καὶ χώρα λιβανωτοφόρος, ὀρεινή τε καὶ δύσβατος, ἀέρα παχὺν ἔχουσα καὶ ὁμιχλώδη [καὶ] κατὰ τῶν δένδρων φερόμενον τὸν λίβανον. Ἔστι δὲ τὰ δένδρα τὰ λιβανοφόρα οὐ μεγάλα λίαν οὐδὲ ὑψηλὰ, φέρει δὲ ἐπὶ τῷ φλοιῷ πησσόμενον τὸν λίβανον, ὥς τινα καὶ τῶν παρ ́ ἡμῖν ἐν Αἰγύπτῳ δένδρων δακρύει τὸ κόμμι. Μεταχειρίζεται δὲ ὁ λίβανος ὑπὸ δούλων βασιλικῶν καὶ τῶν ἐπὶ τιμωρίᾳ πεμπομένων. Ἐπίνοσοι δὲ δεινῶς οἱ τόποι, καὶ τοῖς μὲν παραπλέουσι λοιμικοὶ, τοῖς δὲ ἐργαζομένοις πάντοτε θανατώδεις, ἔτι (δὲ) καὶ διὰ τὴν ἔνδειαν τῆς τροφῆς εὐχερῶς ἀπολλυμένοις.

30. Τούτου δ ́ ἐστὶν ἀκρωτήριον τοῦ κόσμου μέγιστον, ἀποβλέπον εἰς ἀνατολὴν, ὁ καλούμενος Σύαγρος, ἐφ ́ οὗ φρούριόν ἐστι τῆς χώρας καὶ λιμὴν καὶ ἀποθήκη τοῦ συναγομένου λιβάνου· καὶ κατὰ τοῦτον ἐν τῷ πελάγει νῆσος, ἀνὰ μέσον τούτου καὶ τοῦ πέραν ἀκρωτηρίου τῶν Ἀρωμάτων, τῷ Συάγρῳ συνορίζουσα μᾶλλον, ἡ Διοσκορίδου καλουμένη, μεγίστη μὲν ἔρημος δὲ καὶ κάθυγρος, ἔχουσα ποταμοὺς ἐν αὑτῇ καὶ κροκοδείλους καὶ ἐχίδνας πλείστας καὶ σαύρας ὑπερμεγέθεις, ὧν τὸ κρέας ἐσθίουσι τὸ δὲ λίπος τήκουσι καὶ ἀντ ́ ἐλαίου χρῶνται· καρπὸν δὲ οὔτε ἀμπέλου οὔτε σιτικὸν ἡ νῆσος φέρει. Οἱ δ ́ ἐνοικοῦντες αὐτὴν ὀλίγοι κατὰ μίαν πλευρὰν τῆς νήσου τὴν πρὸς ἀπαρκτίαν οἰκοῦσι, καθ ́ ὃ μέρος ἀποβλέπει τὴν ἤπειρον· εἰσὶ δὲ ἐπίξενοι καὶ ἐπίμικτοι Ἀράβων τε καὶ Ἰνδῶν καὶ ἔτι Ἑλλήνων τῶν πρὸς ἐργασίαν ἐκπλεόντων. Φέρει δὲ ἡ νῆσος χελώνην τήν τε ἀληθινὴν καὶ χερσαίαν καὶ τὴν λευκὴν, πλείστην τε καὶ διάφορον τοῖς ὀστράκοις μείζοσι, τήν τε ὀρεινὴν ὑπερμεγέθη καὶ παχύτατον ὄστρακον ἔχουσαν, οὗ τὰ παρὰ τὴν κοιλίαν μέρη μὲν τομὴν οὐκ ἐπιδέχεται, καίπερ στερρότερα ὄντα· ὁλοτελῶς δὲ τὰ εὐχρηστοῦντα εἰς γλωσσόκομα καὶ πινακίδια καὶ μαγίδια καὶ τοιαύτην τινὰ γρύτην κατατέμνεται. Γίνεται δὲ ἐν αὐτῇ καὶ κιννάβαρι τὸ λεγόμενον Ἰνδικὸν, ἀπὸ τῶν δένδρων ὡς δάκρυ συναγόμενον.

31. Ὑποπίπτει μὲν οὖν, ὥσπερ ἡ Ἀζανία Χαριβαῆλι καὶ τῷ Μαφαρείτῃ τυράννῳ, καὶ ἡ νῆσος αὐτῷ τῷ βασιλεῖ τῆς λιβανωτοφόρου. Συνεχρήσαντο δὲ αὐτῇ καὶ ἀπὸ Μούζα τινὲς καὶ τῶν ἐκπλεόντων ἀπὸ Λιμυρικῆς καὶ Βαρυγάζων ὅσοι κατὰ τύχην εἰς αὐτὴν ἐπιβάλλοντες ὄρυζάν τε καὶ σῖτον καὶ ὀθόνην Ἰνδικὴν ἀντικαταλλασσόμενοι καὶ σώματα θηλυκὰ διὰ σπάνιν ἐκεῖ προχωροῦντα, χελώνην ἀντεφορτίζοντο πλείστην· νῦν δὲ ὑπὸ τῶν βασιλέων ἡ νῆσος ἐκμεμίσθωται καὶ παραφυλάσσεται.

32. Μετὰ δὲ τὸν Σύαγρον κόλπος ἐστὶ συναφὴς ἐπὶ βάθος ἐνδύνων εἰς τὴν ἤπειρον, Ὄμανα, σταδίους ἔχων ἑξακοσίους τὸ διαπέραμα, καὶ μετ ́ αὐτὸν ὑψηλὰ ὄρη πετρώδη καὶ ἀπόκοπα ἀνθρώπων ἐν σπηλαίοις κατοικούντων, ἐπὶ σταδίους ἄλλους πεντακοσίους, καὶ μετ ́ αὐτοὺς ὅρμος ἀποδεδειγμένος τοῦ Σαχαλίτου λιβάνου πρὸς ἐμβολὴν, Μόσχα λιμὴν λεγόμενος, εἰς ἣν ἀπὸ Κανῆς συνήθως πλοῖα πέμπεταί τινα, καὶ παραπλέοντα ἀπὸ Λιμυρικῆς ἢ Βαρυγάζων ὀψινοῖς καιροῖς παραχειμάσαντα παρὰ τῶν βασιλικῶν πρὸς ὀθόνιον καὶ σῖτον καὶ ἔλαιον λίβανον ἀντιφορτίζουσι παρ ́ ὅλον τὸν Σαχαλίτην χώμασι κείμενον καὶ ἀφύλακτον, δυνάμει θεῶν τινὶ τοῦτον τὸν τόπον ἐπιτηρούντων· οὔτε γὰρ λάθρα οὔτε φανερῶς χωρὶς βασιλικῆς δώσεως εἰς πλοῖον ἐμβληθῆναι δύναται· κἂν χόνδρον τις ἄρῃ, οὐ δύναται πλεῦσαι τὸ πλοῖον ἀπὸ [τοῦ] λιμένος.

33. [Ἀπὸ δὲ Μόσχα] λιμένος ἐπ ́ ἄλλους σταδίους ὡς χιλίους πεντακοσίους ἕως Ἀσὶχ ὄρος τῇ γῇ παρατείνει, καὶ κατὰ τὸ ἀπολῆγον αὐτοῦ μέρος ἑπτὰ νῆσοι πρόκεινται κατὰ τὸ ἑξῆς, αἱ Ζηνοβίου λεγόμεναι, μεθ ́ ἃς ἄλλη παράκειται χώρα βάρβαρος οὐκ ἔτι τῆς αὐτῆς βασιλείας, ἀλλ ́ ἤδη τῆς Περσίδος, ἣν ἀφ ́ ὕψους παραπλέοντι ὡς σταδίους δισχιλίους ἀπὸ τῶν Ζηνοβίου συναντᾷ νῆσος Σαράπιδος λεγομένη, ἀπὸ σταδίων τῆς γῆς ὡσεὶ ἑκατὸν εἴκοσι. Ταύτης τὸ μὲν πλάτος ἐστὶν ὡσεὶ σταδίων διακοσίων, τὸ δὲ μῆκος ἑξακοσίων, οἰκεῖται δὲ κώμαις τρισὶ καὶ ἀνθρώποις ἱεροῖς Ἰχθυοφάγων· γλώσσῃ δὲ Ἀραβικῇ χρῶνται καὶ περιζώμασι φύλλων κουκίνων. Ἔχει δὲ ἡ νῆσος χελώνην ἱκανὴν καὶ διάφορον· ἐξαρτίζουσι δὲ εἰς αὐτὴν συνήθως οἱ ἀπὸ Κανῆς σκάφας καὶ ἐφόλκια.

34. Περικολπίζοντι δὲ τὴν ἐχομένην ἤπειρον εἰς αὐτὴν τὴν ἄρκτον ἤδη περὶ τὴν εἰσβολὴν τῆς Περσικῆς θαλάσσης κεῖνται νῆσοι πλείονες, αἱ Καλαίου λεγόμεναι (νῆσοι), σχεδὸν ἐπὶ σταδίους δισχιλίους παρατεταμμέναι τῇ χώρᾳ· πονηροὶ δὲ οἱ κατοικοῦντες αὐτὰς ἄνθρωποι καὶ ἡμέρας οὐ πολύ τι βλέποντες.

35. Περὶ δὲ τὴν ἐσχάτην κεφαλὴν τῶν Καλαίου νήσων καὶ τὸ λεγόμενον Καλὸν ὄρος· ἐκδέχεται μετ ́ οὐ πολὺ τὸ στόμα τῆς Περσικῆς, καὶ πλεῖσται κολυμβήσεις εἰσὶ τοῦ πινικίου κόγχου. Τούτου δὲ τοῦ στόματος ἐκ τῶν εὐωνύμων ἐστὶν ὄρη μέγιστα λεγόμενα Ἀσαβῶν, ἐκ δὲ τῶν δεξιῶν ἄντικρυς ἀφορώμενον ἄλλο στρογγύλον ὑψηλὸν, τὸ Σεμιράμεως λεγόμενον, καὶ μέσος αὐτὸς ὁ διάπλους τοῦ στόματος ὡς σταδίους ἑξακοσίους, δι ́ οὗ μέγιστος καὶ πλατύτατος εἰς τοὺς ἐσωτάτους τόπους ὁ Περσικὸς κόλπος ἀναχεῖται, καθ ́ ὃν ἐν τοῖς ἐσχάτοις αὐτοῦ μέρεσιν ἐμπόριόν ἐστι νόμιμον, λεγόμενον ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ ποταμὸν Εὐφράτην.

36. Παραπλεύσαντι δὲ τοῦτο τὸ στόμα τοῦ κόλπου μετὰ δρόμους ἓξ ἕτερον ἐμπόριόν ἐστι τῆς Περσίδος, τὰ λεγόμενα Ὄμανα. Ἐξαρτίζεται δὲ εἰς αὐτὴν συνήθως, ἀπὸ μὲν Βαρυγάζων εἰς ἀμφότερα ταῦτα τῆς Περσίδος ἐμπόρια πλοῖα μεγάλα χαλκοῦ καὶ ξύλων σανταλίνων καὶ δοκῶν καὶ κεράτων καὶ φαλάγγων σασαμίνων καὶ ἐβενίνων, εἰς δὲ τὰ Ὄμανα καὶ ἀπὸ Κανῆς λίβανος, καὶ ἀπ ́ Ὀμάνων εἰς τὴν Ἀραβίαν ἐντόπια ῥαπτὰ πλοιάρια, τὰ λεγόμενα μαδάρα. Εἰσφέρεται δὲ ἀπὸ ἑκατέρων τῶν ἐμπορίων εἴς τε Βαρύγαζα καὶ εἰς Ἀραβίαν πινικὸν, πολὺ μὲν, χεῖρον δὲ τοῦ Ἰνδικοῦ, καὶ πορφύρα καὶ ἱματισμὸς ἐντόπιος καὶ οἶνος καὶ φοῖνιξ πολὺς καὶ χρυσὸς καὶ σώματα.

37. Μετὰ δὲ τὴν Ὀμανιτικὴν χώραν ὁμοίως ἡ Παρσιδῶν παράκειται, βασιλείας ἑτέρας, καὶ κόλπος τῶν Τεράβδων λεγόμενος, οὗ κατὰ μέσον εἰς τὸν κόλπον [ἄκρα] παρανατείνει. Καὶ παρ ́ αὐτὸν ποταμός ἐστιν, ἔχων εἰσαγωγὴν πλοίοις, καὶ μικρὸν ἐπὶ τοῦ στόματος ἐμπόριον Ὠραία λεγόμενον, καὶ κατὰ νώτου μεσόγειος πόλις, [ἀπ]έχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἀπὸ θαλάσσης, ἐν ᾗ καὶ βασιλεία ἡ λεγομένη *. Φέρει δὲ ἡ χώρα σῖτον πολὺ καὶ οἶνον καὶ ὄρυζαν καὶ φοίνικα, πρὸς δὲ τὴν ἤπειρον οὐδὲν ἕτερον ἢ βδέλλαν.

38. Μετὰ δὲ ταύτην τὴν χώραν, ἤδη τῆς ἠπείρου διὰ τὸ βάθος τῶν κόλπων ἐκ τῆς ἀνατολῆς ὑπερκερώσης, ἐκδέχεται [τὰ] παραθαλάσσια μέρη τῆς Σκυθίας παρ ́ αὐτὸν κειμένης τὸν βορέαν, ταπεινὰ λίαν, ἐξ ὧν ποταμὸς Σίνθος, μέγιστος τῶν κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ποταμῶν καὶ πλεῖστον ὕδωρ εἰς θάλασσαν ἐκβάλλων, ὥστε ἄχρι πολλοῦ (καὶ πρὶν ἢ συμβάλῃ τῇ χώρᾳ) εἰς τὸ πέλαγος ἀπαντᾶν ἀπ ́ αὐτοῦ λευκὸν ὕδωρ. Σημεῖον δὲ ἤδη τῆς περὶ αὐτὴν [τὴν] χώραν ἐπιβολῆς τοῖς ἐκ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ἐκ τοῦ βάθους· τῶν γὰρ ἐπάνω καὶ περὶ τὴν Περσίδα τόπων σημεῖόν ἐστιν αἱ λεγόμεναι γράαι. Ἑπτὰ δὲ οὗτος ὁ ποταμὸς ἔχει στόματα, λεπτὰ δὲ ταῦτα καὶ τεναγώδη, καὶ τὰ μὲν ἄλλα διάπλουν οὐκ ἔχει, μόνον δὲ τὸ μέσον, ἐφ ́ οὗ καὶ παραθαλάσσιον ἐμπόριόν ἐστιν Βαρβαρικόν. Πρόκειται δὲ αὐτοῦ νησίον μικρὸν, καὶ κατὰ νώτου μεσόγειος ἡ μητρόπολις αὐτῆς τῆς Σκυθίας Μινναγάρ· βασιλεύεται δὲ ὑπὸ Πάρθων, συνεχῶς ἀλλήλους ἐνδιωκόντων.

39. Τὰ μὲν οὖν πλοῖα κατὰ τὴν Βαρβαρικὴν διορμίζεται, τὰ δὲ φορτία πάντα εἰς τὴν μητρόπολιν ἀναφέρεται διὰ τοῦ ποταμοῦ τῷ βασιλεῖ. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον ἱματισμὸς ἁπλοῦς ἱκανὸς καὶ νόθος οὐ πολὺς, πολύμιτα καὶ χρυσόλιθον καὶ κοράλλιον καὶ στύραξ καὶ λίβανος καὶ ὑαλὰ σκεύη καὶ ἀργυρώματα καὶ χρῆμα, οἶνος δὲ οὐ πολύς. Ἀντιφορτίζεται δὲ κόστος, βδέλλα, λύκιον, νάρδος καὶ καλλεανὸς λίθος καὶ σάπφειρος καὶ Σηρικὰ δέρματα καὶ ὀθόνιον καὶ νῆμα Σηρικὸν καὶ Ἰνδικὸν μέλαν. Ἀνάγονται δὲ καὶ αὐτοὶ οἱ πλέοντες μετὰ τῶν Ἰνδικῶν * περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί· δυσεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.

40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ ἐστιν ἀμφότερα τεναγώδη καὶ δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης, ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν δύσιν, ἐμπεριλαμβάνον αὐτὸν τὸν κόλπον λεγόμενον Βαράκην, νήσους ἑπτὰ ἐμπεριειλημμένον, οὗ περὶ μὲν τὰς ἀρχὰς οἱ περιπεσόντες ὀλίγον ὀπίσω καὶ εἰς τὸ πέλαγος ἀναδραμόντες ἐκφεύγουσιν, οἱ δὲ εἰς αὐτὴν κατακλεισθέντες τὴν τοῦ Βαράκου κοιλίαν ἀπόλλυνται· τὸ μὲν γὰρ κῦμα μέγα καὶ βαρὺ λίαν, ἡ δὲ θάλασσα ταραχώδης καὶ θολερὰ καὶ δίνας ἔχουσα καὶ ῥοώδεις εἰλίγγους. Ὁ δὲ βυθὸς ἔν τισι μὲν ἀπόκοπος ἔν τισι δὲ πετρώδης καὶ ἀπόξυρος, ὥστε τέμνεσθαι τὰς παρακειμένας ἀγκύρας διὰ ταχέων ἀποκοπτομένας, ἃς δὲ καὶ συντριβομένας ἐν τῷ βυθῷ. Σημεῖον δ ́ αὐτῶν τοῖς ἀπὸ πελάγους ἐρχομένοις οἱ προαπαντῶντες ὄφεις ὑπερμεγέθεις καὶ μέλανες· ἐν γὰρ τοῖς μετὰ ταῦτα τόποις καὶ τοῖς περὶ Βαρύγαζα μικρότεροι καὶ τῷ χρώματι χλωροὶ καὶ χρυσίζοντες ὑπαντῶσιν.

41. Μετὰ δὲ τὸν Βαράκην εὐθύς ἐστιν ὁ Βαρυγάζων κόλπος καὶ ἡ ἤπειρος τῆς Ἀριακῆς χώρας, τῆς Μαμβάρου βασιλείας ἀρχὴ καὶ τῆς ὅλης Ἰνδικῆς οὖσα. Ταύτης τὰ μὲν μεσόγεια τῇ Σκυθίᾳ συνορίζοντα Ἀβηρία καλεῖται, τὰ δὲ παραθαλάσσια Συραστρηνή. Πολυφόρος δὲ ἡ χώρα σίτου καὶ ὀρύζης καὶ ἐλαίου σησαμίνου καὶ βουτύρου καὶ καρπάσου καὶ τῶν ἐξ αὐτῆς Ἰνδικῶν ὀθονίων τῶν χυδαίων· βουκόλια δὲ ἐν αὐτῇ πλεῖστα καὶ ἄνδρες ὑπερμεγέθεις τῷ σώματι καὶ μέλανες τῇ χροιᾷ. Μητρόπολις δὲ τῆς χώρας Μιννάγαρα, ἀφ ́ ἧς καὶ πλεῖστον ὀθόνιον εἰς Βαρύγαζα κατάγεται. Σώζεται δὲ ἔτι καὶ νῦν τῆς Ἀλεξάνδρου στρατιᾶς σημεῖα περὶ τοὺς τόπους, ἱερά τε ἀρχαῖα καὶ θεμέλιοι παρεμβολῶν καὶ φρέατα μέγιστα. Ὁ δὲ παράπλους ταύτης τῆς χώρας ἀπὸ τοῦ Βαρβαρικοῦ μέχρι τοῦ κατὰ Ἀστάκαπρα πέραν Βαρυγάζων ἀκρωτηρίου, τῆς λεγομένης Παπικῆς, ἐστὶ σταδίων τρισχιλίων.

42. Μεθ ́ ἧς ἕτερός ἐστι κόλπος, ἔσω κυμάτων, εἰς αὐτὸν ἐνδύνων τὸν βορέαν, οὗ κατὰ μὲν τὸ στόμα νῆσός ἐστιν ἡλεγομένη Βαιώνης, ἐν δὲ τοῖς ἐσωτάτοις τόποις μέγιστος ποταμὸς ὁ λεγόμενος Μάϊς. Τοῦτον τὸν κόλπον, τὸ πλάτος ὡς σταδίων τριακοσίων, οἱ πλέοντες εἰς Βαρύγαζα διαπερῶνται, ἐξ εὐωνύμων ἀκροφανῆ καταλιπόντες τὴν νῆσον, (καὶ) εἰς αὐτὴν [τὴν] ἀνατολὴν ἐπ ́ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ Βαρυγάζων· λέγεται δὲ αὐτὸς ὁ ποταμὸς Ναμνάδιος.

43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς ἑτέρας. Ἀλλ ́ ἐκ μὲν τῶν δεξιῶν κατ ́ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατ ́ αὐτὸν δέ τις ἐπιβάλῃ τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινὴν εἶναι καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι κἂν εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν τενάγη τοῦ ποταμοῦ.

44. Τούτου χάριν περὶ αὐτὸν τὸν εἴσπλουν βασιλικοὶ ἁλιεῖς ἐντόπιοι πληρώμασι μακρῶν πλοίων, ἃ λέγεται τράππαγα καὶ κότυμβα, πρὸς ἀπάντησιν ἐξέρχονται μέχρι τῆς Συραστρηνῆς, ἀφ ὧν ὁδηγεῖται τὰ πλοῖα μέχρι Βαρυγάζων. Κλίνουσι γὰρ εὐθὺς ἀπὸ τοῦ στόματος τοῦ κόλπου διὰ τενάγη τοῖς πληρώμασι καὶ ῥυμουλκοῦσιν αὐτὰ σταθμοῖς ἤδη τεταγμένοις, ἀρχομένης μὲν τῆς πλήμης αἴροντες, ἱσταμένης δὲ διορμίζοντες κατά τινας ὅρμους καὶ κυθρίνους. Οἱ δὲ κύθρινοι τόποι εἰσὶ τοῦ ποταμοῦ βαθύτεροι μέχρι Βαρυγάζων· ἀπέχει γὰρ ἀπὸ τοῦ στόματος ἄνω παρὰ τὸν ποταμὸν κειμένη ὡς σταδίων τριακοσίων.

45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλείστους, ἀμπώτεις τε καὶ πλήμας μεγίστας, συναυξομένας ὑπὸ τὴν ἀνατολὴν καὶ τὴν πανσέληνον ἄχρι τριῶν ἡμερῶν, καὶ τοῖς μεταξὺ καταστήμασι τῆς σελήνης ἐλασσουμένας, πολὺ δὲ μᾶλλον ἡ κατὰ Βαρυγάζων, ὥστε αἰφνίδιον τόν τε βυθὸν ὁρᾶσθαι, καὶ ** τινα μέρη τῆς ἠπείρου, ποτὲ δὲ ξηρὰ τὰ πρὸ μικροῦ πλωϊζόμενα, τούς τε ποταμοὺς ὑπὸ τὴν εἰσβολὴν τῆς πλήμης, τοῦ πελάγους ὅλου συνωθουμένου, σφοδρότερον ἄνω φέρεσθαι τοῦ κατὰ φύσιν ῥεύματος ἐπὶ πλείστους σταδίους.

46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ ἀντέχουσιν [αἱ] ἄγκυραι· διὸ καὶ τὰ προληφθέντα πλοῖα τῇ ἰναίᾳ, πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς τοῦ ῥοὸς ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπ ́ αὐτοῦ φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετ ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.

47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφαλος Ἀλεξάνδρεια. Καὶ τούτων ἐπάνω μαχιμώτατον ἔθνος Βακτριανῶν, ὑπὸ βασιλέα ὄντων ἰδιότοπον. Καὶ Ἀλέξανδρος ὁρμηθεὶς ἀπὸ τῶν μερῶν τούτων ἄχρι τοῦ Γάγγους διῆλθε, καταλιπὼν τήν τε Λιμυρικὴν καὶ τὰ νότια τῆς Ἰνδικῆς· ἀφ ́ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.

48. Ἔνι δὲ αὐτῇ καὶ ἐξ ἀνατολῆς πόλις λεγομένη Ὀζήνη, ἐν ᾗ καὶ τὰ βασίλεια πρότερον ἦν· ἀφ ́ ἧς πάντα τὰ πρὸς εὐθηνίαν τῆς χώρας εἰς Βαρύγαζα καταφέρεται καὶ τὰ πρὸς ἐμπορίαν τὴν ἡμετέραν, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ σινδόνες Ἰνδικαὶ καὶ μολόχιναι καὶ ἱκανὸν χυδαῖον ὀθόνιον. Κατάγεται δὲ δι ́ αὐτῆς καὶ ἀπὸ τῶν ἄνω τόπων ἡ διὰ Προκλαΐδος καταφερομένη νάρδος ἡ Καττυβουρίνη καὶ ἡ Πατροπαπίγη καὶ ἡ Καβαλίτη καὶ ἡ διὰ τῆς παρακειμένης Σκυθίας, ὅ τε κόστος καὶ ἡ βδέλλα.

49. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον οἶνος προηγουμένως Ἰταλικὸς καὶ Λαοδικηνὸς καὶ Ἀραβικὸς καὶ χαλκὸς καὶ κασσίτερος καὶ μόλυβδος, κοράλλιον καὶ χρυσόλιθον, ἱματισμὸς ἁπλοῦς καὶ νόθος παντοῖος, πολύμιτοι ζῶναι πηχυαῖαι, στύραξ, μελίλωτον, ὕαλος ἀργὴ, σανδαράκη, στίμμι, δηνάριον χρυσοῦν καὶ ἀργυροῦν, ἔχον ἀλλαγὴν καὶ ἐπικέρδειάν τινα πρὸς τὸ ἐντόπιον νόμισμα, μύρον οὐ βαρύτιμον οὐδὲ πολύ· τῷ δὲ βασιλεῖ κατ ́ ἐκείνους τοὺς καιροὺς εἰσφερόμενα βαρύτιμα ἀργυρώματα καὶ μουσικὰ καὶ παρθένοι εὐειδεῖς πρὸς παλλακίαν καὶ διάφορος οἶνος καὶ ἱματισμὸς ἁπλοῦς πολυτελὴς καὶ μύρον ἔξοχον. Φέρεται δὲ ἀπὸ τούτων τῶν τόπων νάρδος, κόστος, βδέλλα, ἐλέφας, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ λύκιον καὶ ὀθόνιον παντοῖον καὶ Σηρικὸν καὶ μολόχινον καὶ νῆμα καὶ πέπερι μακρὸν καὶ τὰ ἀπὸ τῶν ἐμπορίων φερόμενα. Ἀποπλέουσι δὲ κατὰ καιρὸν οἱ ἀπὸ τῆς Αἰγύπτου εἰς τὸ ἐμπόριον ἀναγόμενοι περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί.

50. Μετὰ δὲ τὰ Βαρύγαζα εὐθέως ἡ συναφὴς ἤπειρος ἐκ τοῦ βορέου εἰς τὸν νότον παρεκτείνει· διὸ καὶ Δαχιναβάδης καλεῖται ἡ χώρα· δάχανος γὰρ καλεῖται ὁ νότος τῇ αὐτῶν γλώσσῃ. Ταύτης ἡ μὲν ὑπερκειμένη πρὸς ἀνατολὰς μεσόγειος ἐμπεριέχει χώρας τε πολλὰς καὶ ἐρήμους καὶ ὄρη μεγάλα καὶ θηρίων γένη παντοίων, παρδάλεις τε καὶ τίγρεις καὶ ἐλέφαντας καὶ δράκοντας ὑπερμεγέθεις καὶ κροκόττας καὶ κυνοκεφάλων πλεῖστα γένη, ἔθνη τε πλεῖστα καὶ πολυάνθρωπα μέχρι τοῦ Γάγγους.

51. Τῶν δὲ ἐν αὐτῇ τῇ Δαχιναβάδει δύο ἐστὶ τὰ διασημότατα ἐμπόρια, Παίθανα μὲν ἀπὸ Βαρυγάζων ἀπέχοντα ὁδὸν ἡμερῶν εἴκοσι πρὸς νότον, ἀπὸ δὲ ταύτης ὡς ἡμερῶν δέκα πρὸς ἀνατολὴν ἑτέρα πόλις μεγίστη Τάγαρα. Κατάγεται δὲ ἐξ αὐτῶν πορείαις ἁμαξῶν καὶ ἀνοδίαις μεγίσταις εἰς τὰ Βαρύγαζα ἀπὸ μὲν Παιθάνων ὀνυχίνη λιθία πλείστη, ἀπὸ δὲ Ταγάρων ὀθόνιον πολὺ χυδαῖον καὶ σινδόνων παντοῖα καὶ μολόχινα καί τινα ἄλλα τοπικῶς ἐκεῖ προχωροῦντα φορτία τῶν παραθαλασσίων μερῶν. Ὁ δὲ ὅλος παράπλους μέχρι τῆς Λιμυρικῆς ἐστὶ σταδίων ἑπτακισχιλίων, πλεῖστοι δὲ εἰς Αἰγιαλόν.

52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου, Σούππαρα, Καλλίενα πόλις, ἐπὶ τῶν Σαραγάνου τοῦ πρεσβυτέρου χρόνων ἐμπόριον ἔνθεσμον γενόμενον· μετὰ γὰρ τὸ κατασχεῖν αὐτὴν Σανδάνην ἐκωλύθη ἐπὶ πολὺ, καὶ γὰρ τὰ ἐκ τύχης εἰς τούτους τοὺς τόπους εἰσβάλλοντα πλοῖα Ἑλληνικὰ μετὰ φυλακῆς εἰς Βαρύγαζα εἰσάγεται.

53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Σήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ Μελιζειγάρα καὶ Βυζάντιον [καὶ] Τοπαρὸν καὶ Τυραννοσβόας. Εἶτα Σησεκρείεναι λεγόμεναι νῆσοι καὶ ἡ τῶν Αἰγιδίων καὶ ἡ τῶν Καινειτῶν κατὰ τὴν λεγομένην Χερσόνησον, καθ ́ οὓς τόπους εἰσὶ πειραταὶ, καὶ μετὰ ταύτην Λευκὴ νῆσος. Εἶτα Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν πράσσουσαι.

54. Βασιλείας δ ́ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου, κώμη παραθαλάσσιος ἔνσημος· ἡ δὲ Μουζιρὶς βασιλείας μὲν τῆς αὐτῆς, ἀκμάζουσα δὲ τοῖς ἀπὸ τῆς Ἀριακῆς εἰς αὐτὴν ἐρχομένοις πλοίοις καὶ τοῖς Ἑλληνικοῖς· κεῖται δὲ παρὰ ποταμὸν, ἀπέχουσα ἀπὸ μὲν Τύνδεως διὰ τοῦ ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ * κατ ́ αὐτὴν εἴκοσι. Ἡ δὲ Νέλκυνδα σταδίους μὲν ἀπὸ Μουζιρέως ἀπέχει σχεδὸν πεντακοσίους, ὁμοίως διά τε ποταμοῦ (καὶ πεζῇ) καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς θαλάσσης.

55. Ἑτέρα δὲ κατ ́ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη Βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων ἐπὶ τῆς ἀναγωγῆς προκαταβαίνουσι τὰ πλοῖα καὶ ἐπὶ σάλου διορμίζεται πρὸς ἀνάληψιν τῶν φορτίων διὰ δὴ τὸν ποταμὸν ἕρματα καὶ διάπλους ἔχειν ἐλαφρούς. Αὐτοὶ δὲ οἱ βασιλεῖς ἀμφοτέρων τῶν ἐμπορίων ἐν τῇ μεσογείᾳ κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους [ἐρχομένοις] σημεῖον ἐπιβολῆς εἰσιν οἱ προαπαντῶντες ὄφεις, μέλανες μὲν καὶ αὐτοὶ τὴν χρόαν, βραχύτεροι δὲ καὶ δρακοντοειδεῖς τὴν κεφαλὴν καὶ τοῖς ὄμμασιν αἱματώδεις.

56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ, χαλκὸς, κασσίτερος, μόλυβδος, οἶνος οὐ πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῖτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν ἐμπορίων γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐτὴν οἱ κατὰ καιρὸν ἀναγόμενοι ἀπ ́ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὅ ἐστιν Ἐπιφί.

57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ Κανῆς καὶ τῆς Εὐδαίμονος Ἀραβίας οἱ μὲν * μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον, πρῶτος δὲ Ἵππαλος κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφ ́ οὗ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν τῶν παρ ́ ἡμῖν, ἐτησίων ἐν τῷ Ἰνδικῷ πελάγει ὁ λιβόνοτος φαίνεται [ἵππαλος] προσονομάζεσθαι [ἀπὸ τῆς προσηγορίας τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν] . Ἀφ ́ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς, τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν παρεπίφορον πρὸς ἴδιον δρόμον ** ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.

58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ παρήκει χώρᾳ τῇ * κης η * Παραλίᾳ λεγομένῃ πρὸς αὐτὸν τὸν νότον (ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ λεγομένη Κόλχοι.) Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ δὲ ταύτης ἐστὶν ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν * ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.

59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα (πρὸς τὸν νότον) χώρα μέχρι Κόλχων, ἐν ᾗ κολύμβησις τοῦ πινικοῦ ἐστίν· ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν βασιλέα Πανδίονά ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος * αἰγιαλὸς ἐν κόλπῳ κείμενος, ἔχων χῶρον μεσόγειον, λεγόμενον Ἀργάλου· ἐν ἑνὶ τόπῳ * τερονεῖται τὸ παρ ́ αὐτὴν τὴν Ἠπιοδώρου [νῆσον] συλλεγόμενον πινικόν· φέρονται γὰρ ἐξ αὐτῆς σινδόνες, * ἐβαργαρείτιδες λεγόμεναι.

60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὓς οἵ τε ἀπὸ τῆς Λιμυρικῆς καὶ ἀπ ́ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα δ ́ ἐκ μονοξύλων πλοίων μεγίστων ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν Λιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπ ́ Αἰγύπτου φερόμενον τῷ παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων,[καὶ] διὰ ταύτης τῆς παραλίας ἐπιχορηγουμένων.

61. Περὶ δὲ τὴν μετ ́ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος ἔκκειται πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου, παρὰ δὲ τοῖς ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν * πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ πινικὸν καὶ λιθία διαφανὴς καὶ σινδόνες καὶ χελῶναι.

62. Περὶ δὲ τούτους τοὺς τόπους πολὺ τῇ μεσογείῳ παρήκουσα Μασαλία παράκειται χώρα· γίνονται ἐν αὐτῇ σινδόνες πλεῖσται. Ἀπὸ δὲ ταύτης εἰς αὐτὴν τὴν ἀνατολὴν διαπεράσαντι τὸν παρακείμενον κόλπον ἡ Δησαρηνὴ χώρα, φέρουσα ἐλέφαντα τὸν λεγόμενον βωσαρὴ, καὶ μετ ́ αὐτὴν, εἰς τὸν βορέαν ἤδη ἀπονεύοντος τοῦ πλοὸς, βάρβαρα πολλὰ ἔθνη, ἐν οἷς οἱ Κιρρᾶδαι, γένος ἀνθρώπων ἐντεθλιμμένων τὴν ῥῖνα, ἀγρίων, καὶ Βαργύσων ἕτερον ἔθνος καὶ τὸ τῶν Ἱππιοπροσώπων [ἢ] Μακροπροσώπων, λεγόμενον ἀνθρωποφάγον εἶναι.

63. Μετὰ δὲ ταῦτα, εἰς τὴν ἀνατολὴν [πλεόντων] καὶ τὸν ὠκεανὸν ἐν δεξιοῖς ἐχόντων, εὐώνυμα δὲ τὰ λοιπὰ μέρη ἔξωθεν παραπλεόντων, ὁ Γάγγης ἀπαντᾷ καὶ ἡ περὶ αὐτὴν ἐσχάτη τῆς ἀνατολῆς ἤπειρος, ἡ Χρυσῆ. Ποταμὸς δέ ἐστι περὶ αὐτὴν ὁ Γάγγης λεγόμενος, καὶ αὐτὸς μέγιστος τῶν κατὰ τὴν Ἰνδικὴν, ἀπόβασίν τε καὶ ἀνάβασιν τὴν αὐτὴν ἔχων τῷ Νείλῳ, καθ’ ὃν καὶ ἐμπόριόν ἐστιν ὁμώνυμον τῷ ποταμῷ, ὁ Γάγγης, δι’ οὗ φέρεται τό τε μαλάβαθρον καὶ ἡ Γαγγητικὴ νάρδος καὶ πινικὸν καὶ σινδόνες αἱ διαφορώταται, αἱ Γαγγητικαὶ λεγόμεναι. Λέγεται δὲ καὶ χρυσωρύχια περὶ τοὺς τόπους εἶναι, νόμισμά τε χρυσοῦ, ὁ λεγόμενος κάλτις. Κατ’ αὐτὸν δὲ τὸν ποταμὸν νῆσός ἐστιν ὠκεάνιος, ἐσχάτη τῶν πρὸς ἀνατολὴν μερῶν τῆς οἰκουμένης, ὑπ αὐτὸν ἀνέχοντα τὸν ἥλιον, καλουμένη Χρυσῆ, χελώνην ἔχουσα πάντων τῶν κατὰ τὴν Ἐρυθρὰν τόπων ἀρίστην.

64. Μετὰ δὲ ταύτην τὴν χώραν ὑπ’ αὐτὸν ἤδη τὸν βορέαν, ἔξωθεν εἰς Θινός τινα τόπον ἀποληγούσης τῆς θαλάσσης, παράκειται ἐν αὐτῇ πόλις μεσόγειος μεγίστη, λεγομένη Θῖναι, ἀφ ἧς τό τε ἔριον καὶ τὸ νῆμα καὶ τὸ ὀθόνιον τὸ Σηρικὸν εἰς τὰ Βαρύγαζα διὰ Βάκτρων πεζῇ φέρεται καὶ εἰς τὴν Λιμυρικὴν πάλιν διὰ τοῦ Γάγγου ποταμοῦ. Εἰς δὲ τὴν Θῖνα ταύτην οὐκ ἔστιν εὐχερῶς ἀπελθεῖν· σπανίως γὰρ ἀπ ́ αὐτῆς τινὲς οὐ πολλοὶ ἔρχονται. Κεῖται δὲ ὁ τόπος ὑπ ́ αὐτὴν τὴν μικρὰν ἄρκτον, λέγεται δὲ συνορίζειν τοῖς ἀπεστραμμένοις μέρεσι τοῦ Πόντου καὶ τῆς Κασπίας θαλάσσης, καθ ́ ἣν ἡ παρακειμένη λίμνη Μαιῶτις εἰς τὸν ὠκεανὸν συναναστομοῦσα.

65. Κατ ́ ἔτος δὲ παραγίνεται ἐπὶ τὴν συνορίαν τῆς Θινὸς ἔθνος τι, τῷ μὲν σώματι κολοβοὶ καὶ σφόδρα πλατυπρόσωποι, ἐννοίαις δὲ λῷστοι· αὐτοὺς [δὲ] λέγεσθαί [φασι] Σησάτας, παρομοίους ἀνημέροις· παραγίνονται σὺν γυναιξὶ καὶ τέκνοις, βαστάζοντες φορτία μεγάλα [καὶ] ταρπόνας ὠμαμπελίνοις παραπλησίας, εἶτ ́ ἐνεπιμένουσιν ἐπί τινα τόπον τῆς συνορίας αὐτῶν καὶ τῶν ἐπὶ τῆς Θινὸς, καὶ ἑορτάζουσιν ἐπί τινας ἡμέρας, ὑποστρώσαντες ἑαυτοῖς τὰς ταρπόνας, καὶ ἀπαίρουσιν εἰς τὰ ἴδια εἰς τοὺς ἐσωτέρους τόπους. Οἱ δὲ ταῦτα δοκεύοντες τότε παραγίνονται ἐπὶ τοὺς τόπους καὶ συλλέγουσι τὰ ἐκείνων ὑποστρώματα, καὶ ἐξινιάσαντες καλάμους τοὺς λεγομένους πέτρους ἐπὶ λεπτὸν ἐπιδιπλώσαντες τὰ φύλλα καὶ σφαιροειδῆ ποιοῦντες διείρουσι ταῖς ἀπὸ τῶν καλάμων ἴναις. Γίνεται δὲ γένη τρία· ἐκ μὲν τοῦ μείζονος φύλλου τὸ ἁδρόσφαιρον μαλάβαθρον λεγόμενον, ἐκ δὲ τοῦ τὸ μεσόσφαιρον, ἐκ δὲ τοῦ μικροτέρου τὸ μικρόσφαιρον. Ἔνθεν τὰ τρία μέρη τοῦ μαλαβάθρου γίνεται καὶ τότε φέρεται εἰς τὴν Ἰνδικὴν ὑπὸ τῶν κατεργαζομένων αὐτά.

66. Τὰ δὲ μετὰ [τούτους] τοὺς τόπους, διά τε ὑπερβολὰς χειμώνων καὶ πάγους μεγίστους δύσβατα ὄντα, εἴτε καὶ θείᾳ τινὶ δυνάμει θεῶν, ἀνερεύνητά ἐστιν.