Παραλειπόμενα Ιερεμίου


Παραλειπόμενα Ἰερεμίου τοῦ προφήτου
Θρησκευτικό κείμενο



ΤΑ ΠΑΡΑΛΕΙΠΟΜΕΝΑ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ

1 1 Ἐγένετο, ἡνίκα ᾐχμαλωτεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ βασιλέως τῶν Χαλδαίων, ἐλάλησεν ὁ θεὸς πρὸς Ἱερεμίαν λέγων· Ἱερεμία, ὁ ἐκλεκτός μου, ἀνάστα, καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ· ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ. 2 αἱ γὰρ προσευχαὶ ὑμῶν ὡς στῦλος ἑδραῖός ἐστιν ἐν μέσῳ αὐτῆς, καὶ ὡς τεῖχος ἀδαμάντινον περικυκλοῦν αὐτήν. 3 νῦν οὖν ἀναστάντες ἐξέλθατε πρὸ τοῦ ἡ δύναμις τῶν Χαλδαίων κυκλώσει αὐτή. 4 καὶ ἀπεκρίθη Ἰερεμίας, λέγων· Παρακαλῶ σε, κύριε, ἐπίστρεψέν μοι τῷ δούλῳ σου λαλῆσαι ἐνώπιόν σου. 5 εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας. 6 καὶ ἐλάλησεν Ἰερεμίας, λέγων· Κύριε παντοκράτωρ, παραδίδως τὴν πάλιν τὴν ἐκλεκτὴν εἰς χεῖρας τῶν Χαλδαίων, ἵνα καυχήσηται ὁ βασιλεὺς μετὰ τοῦ πλήθους τοῦ λαοῦ αὐτοῦ, καὶ εἴπῃ ὅτι, Ἴσχυσα ἐπὶ τὴν ἱερὰν πόλιν τοῦ θεοῦ; 7 μή, κύριέ μου· ἀλλ᾽ εἰ θέλημά σού ἐστιν, ἐκ τῶν χειρῶν σου ἀφανισθήτω. 8 καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἐπειδὴ σὺ ἐκλεκτός μου εἶ, ἀνάστα καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ· ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ. 9 οὔτε γὰρ ὁ βασιλεύς, οὔτε ἡ δύναμις αὐτοῦ, δυνήσεται εἰσελθεῖν εἰς αὐτήν, εἰ μὴ ἐγὼ πρῶτος ἀνοίξω τὰς πύλας αὐτῆς. 10 ἀνάστηθι οὖν, καὶ ἄπελθε πρὸς Βαρούχ, καὶ ἀπάγγειλον αὐτῷ τὰ ῥήματα ταῦτα. 11 καὶ ἀναστάντες ἕκτην ὥραν τῆς νυκτός, ἔλθετε ἐπὶ τὰ τείχη τῆς πόλεως, καὶ δείξω ὑμῖν ὅτι ἐὰν μή τι ἐγὼ πρῶτος ἀφανίσω τὴν πόλιν, οὐ δύνανται εἰσελθεῖν εἰς αὐτήν. 12 ταῦτα εἰπὼν ὁ κύριος, ἀπῆλθεν ἀπὸ τοῦ Ἰερεμίου.

2 1 Δραμὼν δὲ Ἰερεμίας ἀνήγγειλε ταῦτα τῷ Βαρούχ, καὶ ἐλθόντες εἰς τὸν ναὸν τοῦ θεοῦ διέρρηξεν ὁ Ἰερεμίας τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθηκεν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ. 2 ἰδὼν δὲ αὐτὸν Βαροὺχ χοῦν πεπασμένον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, ἔκραξε φωνῇ μεγάλας, λέγων· Πάτερ Ἰερεμία, τί ἐστί σοι, ἢ ποῖον ἁμάρτημα ἐποίησεν ὁ λαός; 3 ἐπειδὴ ὅταν ἡμάρτανεν ὁ λαός, χοῦν ἔπασσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ Ἰερεμίας, καὶ ηὔχετο ὑπὲρ τοῦ λαοῦ, ἕως ἂν ἀφεθῇ ἡ ἁμαρτία. 4 ἠρώτησε δὲ αὐτὸν ὁ Βαρούχ, λέγων· Πάτερ, τί ἐστι τοῦτο; 5 εἶπεν δὲ αὐτῷ Ἰερεμίας· Ψύλαξαι τοῦ σχίσαι τὰ ἱμάτιά σου, ἀλλὰ μᾶλλον σχίσωμεν τὰς καρδίας ἡμῶν· καὶ μὴ ἀντλήσωμεν ὕδωρ ἐπὶ τὰς ποτίστρας, ἀλλὰ κλαύσωμεν καὶ γεμίσωμεν αὐτὰς δακρύων· ὅτι οὐ μὴ ἐλεήσῃ κύριος τὸν λαὸν τοῦτον. 6 καὶ εἶπε Βαρούχ· Πάτερ Ἰερεμία, τί γέγονε; 7 καὶ εἶπε Ἰερεμίας ὅτι· Ὁ θεὸς παραδίδωσι τὴν πόλιν εἰς χεῖρας τοο῀ βασιλέως τῶν Χαλδαίων, τοῦ αἰχμαλωτεῦσαι τὸν λαὸν εἰς Βαβυλῶνα. 8 ἀκούσας δὲ ταῦτα Βαρούχ, διέρρηξε καὶ αὐτὸς τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Πάτερ Ἰερεμία, τίς σοι ἐδήλωσε τοῦτο; 9 καὶ εἶπεν αὐτῷ Ἰερεμίας· Ἔκδεξαι μικρὸν μετ᾽ ἐμοῦ ἕως ὥρας ἕκτης τῆς νυκτός, ἵνα γνῷς ὅτι ἀληθές ἐστι τὸ ῥῆμα τοῦτο. 10 ἔμειναν οὖν ἀμφότεροι ἐν τῷ θυσιαστηρίῳ κλαίοντες, καὶ ἦσαν διερρωγότα τὰ ἱμάτια αὐτῶν.

3 1 Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτός, καθὼς εἶπεν ὁ κύριος τῷ Ἰερεμίᾳ, ἦλθεν ὁμοῦ ἐπὶ τὰ τείχη τῆς πόλεως Ἰερεμίας καὶ Βαρούχ. 2 καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως. 3 ἰδόντες δὲ αὐτοὺς Ἰερεμίας καὶ Βαρούχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα. 4 παρακάλεσε δὲ Ἰερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἂν λαλήσω πρὸς κύριον ῥῆμα. 5 ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἂν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου Ἰερεμίαν. 6 τότε Ἰερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου. 7 καὶ εἶπε κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας. 8 καὶ εἶπεν Ἰερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα. 9 Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας. 10 καὶ εἶπεν αὐτῷ ὁ κύριος· Ἆρον αὐτά, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων· Ἄκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, ὁ πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ τὴν ὡραιότητά σου· 11 φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἡγαπημένου. 12 ἐλάλησεν δὲ Ἰερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τὶ ποιήσω Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἰερεμίᾳ. 13 Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ᾽ ἵνα ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ. 14 Καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὄρους ἐγὼ σκεπάσω αὐτόν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν. 15 σὺ δὲ Ἰερεμίας, ἀπολῦε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ᾽ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ ἐπιστρέψω αὐτοῖς εἰς τὴν πόλιν. 16 κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ. 17 ταῦτα εἰπὼν ὁ κύριος ἀνέβη ἀπὸ Ἰερεμίου εἰς τὸν οὐρανόν. 18 Ἰερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἀγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ γῇ, καθὼς ἐλάλησεν αὐτοῖς ὁ κύριος. 19 καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ. 20 ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν. 21 πρωΐας δὲ γενομένης, ἀπέστειλεν Ἰερεμίας τὸν Ἀβιμέλεχ, λέγων· Ἆρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὄρους, καὶ ἐνεγκὼν ὀλίγα σῦκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ ἡ εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα. 22 καὶ ταῦτα εἰπὼν Ἰερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ.

4 1 Πρωΐας δὲ γενομένης, ἰδοὺ ἡ δύναμις τῶν Χαλδαίων ἐκύκλωσε τὴν πόλιν. 2 ἐσάλπισεν δὲ ὁ μέγας ἄγγελος, λέγων· Εἰσέλθατε εἰς τὴν πόλιν ἡ δύναμις τῶν Χαλδαίων· ἰδοὺ γὰρ ἠνεῴχθη ὑμῖν ἡ πύλη. 3 εἰσελθέτω οὖν ὁ βασιλεὺς μετὰ τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν. 4 Ἰερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου, λέγων· Σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ, καὶ φύλαξον αὐτὰς ἕως ἡμέρας, ἐν ᾗ ἐξετάσει σε κύριος περὶ αὐτῶν. 5 διότι ἡμεῖς οὐχ εὐρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτάς, ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν. 6 ἔτι κλαίοντος Ἰερεμίου τὸν λαόν, ἐξένεγκαν αὐτὸν μετὰ τοῦ λαοῦ ἕλκοντες εἰς Βαβυλῶνα. 7 ὁ δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐκάθισε, καὶ ἔκλαυσε τὸν θρῆνον τοῦτον, λέγων· Διὰ τί ἠρημώθη Ἰερουσαλήμ; Διὰ τὰς ἁμαρτίας τοῦ ἡγαπημένου λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τοῦ λαοῦ. 8 ἀλλὰ μὴ καυχάσθωσαν οἱ παράνομοι, καὶ εἴπωσιν ὅτι, Ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ δυνάμει ἡμῶν· ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη ὑμῖν. 9 ὁ δὲ θεὸς ἡμῶν οἰκτειρήσει ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν· ὑμεῖς δὲ ζωὴ οὐχ ἕξετε. 10 μακάριοι εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ὅτι ἐξῆλθον ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ εἶδον τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης. 11 ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων ὅτι Λυπούμενος διὰ σέ, Ἰερουσαλήμ, ἐξῆλθον ἀπὸ σοῦ. 12 καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων πρὸς αὐτόν, καὶ ἐκδιηγουμένων αὐτῷ περὶ πάντων ὧν ὁ κύριος ἔμηνυεν αὐτῷ δι᾽ αὐτῶν.

5 1 Ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σῦκα τῷ καύματι, καὶ καταλαβὼν δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ τοῦ ἀναπαῆναι ὀλίγον. 2 καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη ἑξηκονταέξ· καὶ οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ. 3 καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι, Ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ κεφαλή μου, ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου. 4 εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα γάλα. 5 καὶ εἶπεν· Ἤθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ κεφαλή μου· ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ βραδυνῶ τοῦ ἐξυπνισθῆναι, καὶ ὀλιγωρήσῃ Ἰερεμίας ὁ πατήρ μου· εἰ μὴ γὰρ ἐσπούδαζεν, οὐκ ἂν ἀπέστειλέ με ὄρθρου σήμερον. 6 ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι· οὐ γὰρ καῦμα οὐ κόπος ἐστὶ καθ᾽ ἡμέραν; 7 ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ· καὶ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ οὐκ ἐπέγνω αὐτήν, οὔτε τὴν οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτέ τινα τῶν γνωρίμων εὗρεν. 8 καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμὲ σήμερον. 9 οὐκ ἔστιν αὕτη ἡ πόλις Ἰερουσαλήμ· πεπλάνημαι τὴν ὁδόν, ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὄρους ἦλθον, ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου μου· καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ κορεσθῆναί με τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν. 10 θαυμαστὸν εἰπεῖν τοῦτο ἐναντίον Ἰερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν. 11 ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως· καὶ κατανοήσας εἶδε τὰ σημεῖα τῆς πόλεως, καὶ εἶπεν· Αὕτη μὲν ἔστιν ἡ πόλις, πεπλάνημαι δὲ τὴν ὁδόν. 12 καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα εὗρε τῶν ἰδίων, καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμέ. 13 καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος, μὴ εἰδὼς ποῦ ἀπέλθῃ. 14 καὶ ἀπέθηκε τὸν κόφινον, λέγων· Καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ᾽ ἐμοῦ. 15 καθημένου δὲ αὐτοὺ, εἶδέ τινα γηραιὸν ἐρχόμενον ἐξ ἀγροῦ, καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη; 16 καὶ εἶπεν αὐτῷ· Ἰερουσαλήμ ἐστι. 17 καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Ποῦ ἔστιν ὁ Ἰερεμίας ὁ ἱερεύς, καὶ Βαροὺχ ὁ ἀναγνώστης, καὶ πᾶς ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐκ εὗρον αὐτούς; 18 καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης· Οὐκ εἶ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ Ἰερεμίου, ὅτι ἐπερωτᾷς περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον; 19 Ἰερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ· ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως, καὶ μετ᾽ αὐτῶν ἐστιν Ἰερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ κατηχῆσαι αὐτοὺς τὸν λόγον. 20 εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν· Εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι οὐκ ἐξὸν ἀνθρώπῳ ὑβρίσαι τὸν μείζονα αὐτοῦ, ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ· ὅτι εἶπας, Ἠͺχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα. 21 εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες ἐπ᾽ αὐτούς, οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα. 22 πόση γὰρ ὥρα ἐστίν, ἀφ᾽ οὗ ἀπέστειλέ με ὁ πατήρ μου Ἰερεμίας εἰς τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σῦκα, ἵνα δίδωμεν τοῖς νοσοῦσι τοῦ λαοῦ; 23 καὶ ἀπελθὼν ἤνεγκον αὐτά, καὶ ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι ὀλίγον, καὶ ἔκλινα τὴν κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ ἐκοιμήθην. 24 καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων ὅτι ἐβράδυνα, καὶ εὗρον τὰ σῦκα στάζοντα γάλα, καθὼς συνέλεξα αὐτά. 25 σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα. 26 ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σῦκα. 27 καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν αὐτὰ στάζοντα γάλα. 28 ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν· Ὦ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σύ, καὶ οὐκ ἠθέλησεν ὁ θεὸς ἰδεῖν σε τὴν ἐρήμωσιν τῆς πόλεως· ἤνεγκε γὰρ ταύτην τὴν ἔκστασιν ἐπὶ σέ. 29 ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ᾽ οὗ ᾐχμαλωτεύθη ὁ λαός εἰς Βαβυλῶνα. 30 καὶ ἵνα μάθῃς, τέκνον, ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν καὶ ἴδε, ὅτι οὐκ ἐστι ἐφάνη ἡ αὔξησις τῶν γενημάτων. 31 ἴδε καὶ τὰ σῦκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι. 32 τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων· Εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις τῶν ψυχῶν τῶν δικαίων ἐν παντὶ τόπῳ. 33 εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ· Ποῖός ἐστιν ὁ μὴν οὗτος; 34 ὁ δὲ εἶπε· Νισσάν, ὁ ἐστιν Ἀβίβ. 35 καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει αὐτῷ· Ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω πόλιν Ἰερουσαλήμ.

6 1 Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον. 2 καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν μνημείῳ. 3 καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους. 4 ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ. 5 καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, προσηύξατο, λέγων· 6 Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτήν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου μετεστράφη εἰς χαράν· ἔρχεται γὰρ ὁ ἱκανός, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματι σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία. 7 ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις. 8 ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων· ἰδοὺ γὰρ ἐξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος. 9 οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης. 10 ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ. 11 ταῦτα εἰπὼν ὁ Βαρούχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ. 12 καὶ εὔξατο Βαρούχ, λέγων· Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου. 13 παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν. 14 τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἰερεμίαν εἰς Βαβυλῶνα τὴν φάσιν ταύτην; 15 ἔτι δὲ προσευχομένου τοῦ Βαρούχ, ἰδοὺ ἄγγελος κυρίου ἤλθε, καὶ λέγει τῷ Βαρούχ ἁπάντας τοὺς λόγους τούτους· Ὁ σύμβουλος τοῦ φωτός, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἰερεμίαν· ἔρχεται γὰρ πρός σε ὥρᾳ τοῦ φωτὸς αὔριον ἀετός, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἰερεμίαν. 16 γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιέ ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν ὑμῶν, λέγει κύριος. 17 ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος. οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος. 18 καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ. 19 ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν περιέχουσαν οὕτως· Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἰερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος· 20 Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ ὑβρισθεῖσαν. 21 διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ πατέρων ἡμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. 22 καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε. 23 οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα. 24 ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἰερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν ἐκ τῆς Βαβυλῶνος· ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἰερουσαλὴμ καὶ τῆς Βαβυλῶνος. 25 δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς μεγάλης σφραγῖδος.

7 1 Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου. 2 καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως. 3 καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα; 4 καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ. 5 καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα; 6 καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην. 7 καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι. 8 μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ. 9 οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ. 10 ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δώῃ σοι δύναμιν. 11 καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ. 12 τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον. 13 ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως. 14 ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς. 15 ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ. 16 καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ. 17 ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ὁ ἀετός. 18 καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε. 19 γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν. 20 ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου; 21 καὶ εἶπεν ὁ ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ. 22 καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν. 23 ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν. 24 ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου. 25 δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων. 26 ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης. 27 οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ. 28 ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον. 29 πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, ὁ θεὸς Ζάρ. 30 ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς. 31 ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων. 32 νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν. 33 λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν. 34 καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες; 35 καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος. 36 καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ. 37 Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.

8 1 Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος. 2 καὶ εἶπεν ὁ κύριος πρὸς Ἰερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαός, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ· Ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος. 3 καὶ τοὺς ἄρρενας τοὺς λαβόντας ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἰερουσαλήμ· τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ. 4 Ἰερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα· καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι. 5 καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἰερεμίου, ἀλλ᾽ εἶπον πρὸς αὐτόν· Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ᾽ ὑποστρέφωμεν αὐτὰς μεθ᾽ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν. 6 ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἰερουσαλήμ. 7 καὶ ἔστη Ἰερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην. 8 καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν· καὶ ἐπορεύθησαν. 9 ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς. 10 ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν. 11 καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν. 12 ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἰερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν.

9 1 Ἔμειναν δὲ οἱ τοῦ Ἰερεμίου χαίροντες καὶ ἀναφέροντες θυσίας ὑπὲρ τοῦ λαοῦ ἐννέα ἡμέρας. 2 τῇ δὲ δεκάτῃ ἀνήνεγκεν Ἰερεμίας μόνος θυσίαν. 3 καὶ ηὔξατο εὐχήν, λέγων· Ἅγιος, ἅγιος, ἅγιος, τὸ θυμίαμα τῶν δένδρων τῶν ζώντων, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον με ἕως οὗ ἀναληφθῶ πρός σε· 4 περὶ τοῦ ἔλεώς σου, παρακαλῶ, περὶ τῆς φωνῆς τῆς γλυκείας τῶν δύο Σεραφίμ, παρακαλῶ, περὶ ἄλλης εὐωδίας θυμιάματος. 5 καὶ ἡ μελέτη μου Μιχαὴλ ὁ ἀρχάγγελος τῆς δικαιοσύνης, ὁ ἀνοίγων τὰς πύλας τοῖς δικαίους, ἕως ἂν εἰσενέγκῃ τοὺς δικαίους. 6 παρακαλῶ σε, κύριε παντοκράτωρ πάσης κτίσεως, ὁ ἀγέννητος καὶ ἀπερινόητος, ᾧ πᾶσα κρίσις κέκρυπται ἐν αὐτῷ πρὸ τοῦ ταῦτα γενέσθαι. 7 ταῦτα λέγοντος τοῦ Ἰερεμίου, καὶ ἱσταμένου ἐν τῷ θυσιαστηρίῳ μετὰ Βαροὺχ καὶ Ἀβιμέλεχ, ἐγένετο ὡς εἷς τῶν παραδιδόντων τὴν ψυχὴν αὐτοῦ. 8 καὶ ἔμειναν Βαροὺχ καὶ Ἀβιμέλεχ κλαίοντες καὶ κράζοντες μεγάλῃ τῇ φωνῇ· Οὐαὶ ἡμῶν ὅτι ὁ πατὴρ ἡμῶν Ἰερεμίας κατέλιπεν ἡμᾶς, ὁ ἱερεὺς τοῦ θεοῦ καὶ ἀπῆλθεν. 9 ἤκουσε δὲ πᾶς ὁ λαὸς τοῦ κλαυθμοῦ αὐτῶν, καὶ ἔδραμον ἐπ᾽ αὐτοὺς πάντες, καὶ εἶδον Ἰερεμίαν ἀνακείμενον χαμαὶ ὥσπερ τεθνηκότα. 10 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν πικρόν. 11 καὶ μετὰ ταῦτα ἡτοίμασαν ἑαυτοὺς ἵνα κηδεύσωσιν αὐτόν. 12 καὶ ἰδοὺ φωνὴ ἦλθε, λέγουσα· Μὴ κηδεύετε τὸν ἔτι ζῶντα, ὅτι ἡ ψυχὴ αὐτοῦ εἰσέρχεται εἰς τὸ σῶμα αὐτοῦ πάλιν. 13 καὶ ἀκούσαντες τῆς φωνῆς, οὐκ ἐκήδευσαν αὐτόν, ἀλλ᾽ ἔμειναν περικύκλῳ τοῦ σκηνώματος αὐτοῦ ἡμέρας τρεῖς, λέγοντες ποιᾳ` ὥρᾳ μέλλει ἀναστῆναι. 14 μετὰ δὲ τρεῖς ἡμέρας εἰσῆλθεν ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα αὐτοῦ καὶ ἐπῆρε τὴν φωνὴν αὐτοῦ ἐν μέσῳ πάντων καὶ εἶπε· Δοξάσατε τὸν θεὸν ἐν μίᾳ φωνῇ, πάντες δοξάσατε τὸν θεόν, καὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐξυπνίζοντα ἡμᾶς, Ἰησοῦν Χριστόν, τὸ φῶς τῶν αἰώνων πάντων, ὁ ἄσβεστος λύχνος, ἡ ζωὴ τῆς πίστεως. 15 γίνεται δὲ μετὰ τοὺς καιροὺς τούτους ἄλλα ἔτη τετρακόσια ἑβδομηκονταεπτὰ, καὶ ἔρχεται εἰς τὴν γῆν. 16 καὶ τὸ δένδρον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου φυτευθὲν ποιήσει πάντα τὰ δένδρα τὰ ἄκαρπα ποιῆσαι καρπόν, καὶ αὐξηθήσονται, καὶ βλαστήσουσι. 17 καὶ τὰ δένδρα τὰ βεβλαστηκότα, καὶ μεγαλαυχοῦντα, καὶ λέγοντα· Ἐδώκαμεν τὸ τέλος ἡμῶν τῷ ἀέρι· ποιήσει αὐτὰ ξηρανθῆναι μετὰ τοῦ ὕψους τῶν κλάδων αὐτῶν, καὶ ποήσει αὐτὰ κριθῆναι, τὸ δένδρον τὸ στηριχθέν. 18 καὶ τὸ κόκκινον ὡς ἔριον λευκὸν γενήσεται· ἡ χιὼν μελανθήσεται, τὰ γλυκέα ὕδατα ἀλμυρὰ γενήσονται καὶ τὰ ἀλμυρὰ γλυκέα ἐν τῷ μεγάλῳ φωτὶ τῆς εὐφροσύνης τοῦ θεοῦ. 19 καὶ εὐλογήσει τὰς νήσους τοῦ ποιῆσαι καρπὸν ἐν τῷ λόγῳ τοῦ στόματος τοῦ χριστοῦ αὐτοῦ. 20 αὐτὸς γὰρ ἐλεύσεται, καὶ ἐξελεύσεται καὶ ἐπιλέξεται ἑαυτῷ δώδεκα ἀποστόλους, ἵνα εὐαγγελίζωνται ἐν τοῖς ἔθνεσιν· ὃν ἐγὼ ἑώρακα κεκοσμημένον ὑπὸ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· καὶ ἐμπλήσει τὰς πεινώσας ψυχάς. 21 ταῦτα λέγοντος τοῦ Ἰερεμίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτι ἔρχεται εἰς τὸν κόσμον, ὠργίσθη ὁ λαὸς καὶ εἶπε· Ταῦτα πάλιν ἐστι τὰ ῥήματα τὰ ὑπὸ Ἠσαΐου τοῦ υἱοῦ Ἀμὼς εἰρημένα, λέγοντος ὅτι, Εἶδον τὸν θεόν, καὶ τὸν υἱὸν τοῦ θεοῦ. 22 δεῦτε οὖν, καὶ μὴ ἀποκτείνωμεν αὐτὸν τῷ ἐκείνου θανάτῳ, ἀλλὰ λίθοις λιθοβολήσωμεν αὐτόν. 23 ἐλυπήθησαν οὖν σφόδρα Βαροὺχ καὶ Ἀβιμέλεχ ὅτι ἤθελον ἀκοῦσαι πλήρης τὰ μυστήρια ἃ εἶδε. 24 λέγει δὲ αὐτοῖς Ἰερεμίας· Σιωπήσατε καὶ μὴ κλαίετε, οὐ μὴ γὰρ με ἀποκτείνωσιν ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι ὑμῖν. 25 εἶπε δὲ αὐτοῖς· Ἐνέγκατέ μοι λίθον ὧδε· 26 καὶ ἔστησεν αὐτὸν καὶ εἶπεν· Τὸ φῶς τῶν αἰώνων, ποίησον τὸν λίθον τοῦτον καθ᾽ ὁμοιότητά μου γενέσθαι ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ. 27 τότε ὁ λίθος διὰ προστάγματος θεοῦ ἀνέλαβεν ὁμοιότητα τοῦ Ἰερεμίου. 28 καὶ ἐλιθοβόλουν τὸν λίθον, νομίζοντες ὅτι Ἰερεμίας ἐστίν. 29 ὁ δὲ Ἰερεμίας πάντα παρέδωκε τὰ μυστήρια, ἃ εἶδε, τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ, καὶ εἰθ᾽ οὕτως ἔστη ἐν μέσῳ τοῦ λαοῦ, ἐκτελέσαι βουλόμενος τὴν οἰκονομίαν αὐτοῦ. 30 τότε ἐβόησε ὁ λίθος, λέγων· Ὦ μωροὶ υἱοὶ Ἰσραήλ, διὰ τί λιθοβολεῖτέ με, νομίζοντες ὅτι ἐγὼ Ἰερεμίας; ἰδοὺ Ἰερεμίας ἐν μέσῳ ὑμῶν ἵσταται. 31 ὡς δὲ εἶδον αὐτόν, εὐθέως ἔδραμον πρὸς αὐτὸν μετὰ πολλῶν λίθων, καὶ ἐπληρώθη αὐτοῦ οἰκονομία. 32 καὶ ἐλθόντες Βαροὺχ καὶ Ἀβιμέλεχ, ἔθαψαν αὐτόν, καὶ λαβόντες τὸν λίθον ἔθηκαν ἐπὶ τὸ μνῆμα αὐτοῦ, ἐπιγράψαντες ἐν αὐτῷ οὕτως· οὗτός ἐστιν ὁ λίθος ὁ βοηθὸς τοῦ Ἰερεμίου.