Παραγγελίαι
Παραγγελίαι Συγγραφέας: |
Hippocrates Collected Works I. Hippocrates. W. H. S. Jones. Cambridge. Harvard University Press. 1868. |
I. Χρόνος ἐστὶν ἐν ᾧ καιρός, καὶ καιρὸς ἐν ᾧ χρόνος οὐ πολύς· ἄκεσις χρόνῳ, ἔστι δὲ ἡνίκα καὶ καιρῷ. δεῖ γε μὴν ταῦτα εἰδότα μὴ λογισμῷ πρότερον πιθανῷ προσέχοντα ἰητρεύειν, ἀλλὰ τριβῇ μετὰ λόγου. ὁ γὰρ λογισμὸς μνήμη τίς ἐστι συνθετικὴ τῶν μετ᾽ αἰσθήσιος ληφθέντων. ἐφαντασιώθη γὰρ ἐναργέως ἡ αἴσθησις προπαθὴς καὶ ἀναπομπὸς ἐοῦσα ἐς διάνοιαν τῶν ὑποκειμένων, ἡ δὲ παραδεξαμένη πολλάκις, οἷς ὅτε ὁκοίως τηρήσασα, καὶ ἐς ἑωυτὴν καταθεμένη, ἐμνημόνευσεν. συγκαταινέω μὲν οὖν καὶ τὸν λογισμόν, ἤνπερ ἐκ περιπτώσιος ποιῆται τὴν ἀρχήν, καὶ τὴν καταφορὴν ἐκ τῶν φαινομένων μεθοδεύῃ. ἐκ γὰρ τῶν ἐναργέως ἐπιτελεομένων ἢν τὴν ἀρχὴν ποιήσηται ὁ λογισμός, ἐν διανοίης δυνάμει ὑπάρχων εὑρίσκεται, παραδεχομένης αὐτῆς ἕκαστα παρ᾽ ἄλλων. ὑποληπτέον οὖν τὴν φύσιν ὑπὸ τῶν πολλῶν καὶ παντοίων πρηγμάτων κινηθῆναί τε καὶ διδαχθῆναι, βίης ὑπεούσης· ἡ δὲ διάνοια παρ᾽ αὐτῆς λαβοῦσα, ὡς προεῖπον, ὕστερον ἐς ἀληθείην ἤγαγεν. εἰ δὲ μὴ ἐξ ἐναργέος ἐφόδου, ἐκ δὲ πιθανῆς ἀναπλάσιος λόγου, πολλάκις βαρείην καὶ ἀνιηρὴν ἐπήνεγκε διάθεσιν. οὗτοι δὲ ἀνοδίην χειρίζουσι. τί γὰρ ἂν ἦν κακόν, ἢν τὰ ἐπίχειρα ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες ; νῦν δὲ τοῖς ἀναιτίοις ἐοῦσι τῶν καμνόντων, ὁκόσοις οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσεῖν βίη, εἰ μὴ συνέλθοι τῇ τοῦ ἰητροῦ ἀπειρίῃ. περὶ μὲν οὖν τούτων ἅλις ἔστω διειλεγμένα.
II. Τῶν δ᾽ ὡς λόγου μόνου συμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος· σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ᾽ ἀδολεσχίης ἰσχύρισις. διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίνεσθαι, ἢν μέλλῃ ἕξειν Ρ῾ηϊδίην καὶ ἀναμάρτητον ἕξιν ἣν δὴ ἰητρικὴν προσαγορεύομεν. κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖς γε νοσέουσι καὶ τοῖς τούτων δημιουργοῖς. μὴ ὀκνεῖν δὲ παρὰ ἰδιωτέων ἱστορεῖν, ἤν τι δοκῇ συνοίσειν ἐς καιρὸν θεραπείης. οὕτω γὰρ δοκέω τὴν σύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τι τοῦ τέλους τηρηθῆναι καὶ ἐς ταὐτὸ συναλισθῆναι. προσέχειν οὖν δεῖ τῇ περιπτώσει τῇ ὡς ἐπὶ τὸ πολύ, καὶ μετ᾽ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετ᾽ ἀπρηξίης.
III. Χρήσιμος δὲ καὶ ποικίλος τῶν προσφερομένων τῷ νοσέοντι καὶ ὁ προορισμός, ὅτι μόνον τι προσενεχθὲν ὠφελήσει· οὐ γὰρ ἰσχυρίσιος δεῖ· πάντα γὰρ τὰ πάθη διὰ πολλὰς περιστάσιας καὶ μεταβολὰς μονῇ τινι προσκαθίζει.
IV. Παραινέσιος δ᾽ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· συμβάλλει γάρ τι τῷ σύμπαντι· εἰ γὰρ ἄρξαιο περὶ μισθαρίων τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσει μὴ συνθέμενος, ἢ ὅτι ἀμελήσεις καὶ οὐχ ὑποθήσει τινὰ τῷ παρεόντι. ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πολὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νούσου γὰρ ταχυτὴς καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελές, ἔχεσθαι δὲ δόξης μᾶλλον. κρέσσον οὖν σῳζομένοις ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προ μύσσειν.
V. Καί τοι ἔνιοι νοσέοντες ἀξιοῦσι τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελείης, οὐ μέντοι γε κολάσιος. διὸ τούτοις ἀντιτάξει εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευο μένοις. τίς γάρ, ὦ πρὸς Διός, ἠδελφισμένος ἰητρὸς ἰητρεύει τοσαύτῃ ἀτεραμνίῃ ὥστε ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ συμφέροντα ἐς θεραπείην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν τὴν ἐπικαρπίην, ἄνευ τῆς ἐπισκευαζούσης ἐς μάθησιν ἐπιθυμίης;
VI. Παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην ἐσάγειν, ἀλλ᾽ ἀποβλέπειν ἔς τε περιουσίην καὶ οὐσίην· ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήμην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην. ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκεῖν τοῖς τοιούτοις· ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη. ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέουσι, μεταλλάσσοντες ἐς ὑγιείην. εὖ δ᾽ ἔχει νοσεόντων μὲν ἐπιστατεῖν, ἕνεκεν ὑγιείης, ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ἑωυτῶν ἕνεκεν εὐσχημοσύνης.
VII. Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο. καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες ἐλέγχοιντ᾽ ἂν ἐκ ποδὸς ὑψεύ μενοι, τύχης γε μὴν δεόμενοι. ὑπὸ γάρ τινων εὐπόρων, καὶ στενῶν ἔνδοσιν ἀναλαμβανόντων, ἑκατέρῃ ἐπὴν ἐπιτύχωσι, εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον καταχλιδεῦσι, καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα, ἐφ᾽ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος. ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους Ρ῾ηϊδίως ἐπιτελέων οὐδὲν ἂν τούτων παραβαίη σπάνει τοῦ δύνασθαι· οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ. πρὸς γὰρ θεραπείην οὐ γίνονται σκοπέοντες διάθεσιν φλεβονώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεσαγωγήν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος. οἵ τε νοσέοντες ἀνιώμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλεος τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπείῃ· ἄνεσις γὰρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν· διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, ὁμονοέοντες ἰητροῦ ποικιλίῃ. πολυτελείης γὰρ ἀπορέουσιν οἱ νοσέοντες, κακοτροπίῃ προσκυνέοντες καὶ ἀχαριστέοντες συντιχεῖν. δυνατοὶ ἐόντες εὐπορεῖν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ..... ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες περὶ αὐτῶν λαμβάνειν.
VIII. Περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται. οὐκ ἀσχήμων δέ, οὐδ᾽ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους ἐσάγειν, εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. ἐν γὰρ κακοπαθείης παρεδρίῃ ἐπιτείνοντος τοῦ πάθεος, δι᾽ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρέοντι· θαρρητέον οὖν ἐν καιρῷ τοιούτῳ· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τούτου. μηδέποτε φιλονεικεῖν προσκυρέοντας ἑωυτοῖσι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθ᾽ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ· ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. καίτοι γε οὐδὲ ψευδέως κατα νενόηται· πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.
IX. Μετὰ τούτων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη σὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης· ἡγεύμεθα γὰρ ἃ χρὴ ἐς τὴν ὑγιείην. καὶ προστασσόμενός γε οὐ διαμαρτήσει· αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε ... μεταλλάσσουσι τῆς ζωῆς· ὁ δ᾽ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἢν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σῴζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν <ἀθυμίην>ἢ τὴν παραυτίκα ἀπιστίην. ἡ γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι σύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἢ ἀπ᾽ ἀρχῆς ἔλλειμα ᾖ· ἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ· παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ χρόνου.
X. Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος· διὰ γὰρ ἱκανὴν ἀσυνηθείην διαβολὴν κεκτήσει, διὰ δὲ ὀλίγην, εὐσχημοσύνην· ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός. εὐχαρίην δὲ οὐ περιαιρέω· ἀξίη γὰρ ἰητρικῆς προστασίης.
XI. Προσθέσιος δὲ δι᾽ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι.
XII. Ἤν δὲ καὶ εἵνεκεν ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμεῖς, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίης· ἀπαρνέομαι γὰρ ἐς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσει γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.
XIII. Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελεῖ· ἀπεόντων δὲ μνήμη ἀνεκτή. γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν, ὅρκοις τε παμμεγέθεσιν θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νούσου, ἀναγνώσιος συνεχείης κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένων, καὶ πρὶν ἢ νούσῳ καταπορέωσιν ἠθροισμένων. τῶν μὲν οὖν ταιούτων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπείης συλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθείην· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τούτοις διεσπασμένη. τούτων οὖν δι᾽ ἀνάγκην ἀσυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τρίβην, μεθυστέρησιν δογμάτων ἱστορίης. τίς γὰρ ἐπιθυμεῖ δογμάτων μὲν πολυσχιδίην ἀτρεκέως ἐθέλων ἱστορεῖν, μετὰ δὲ χειροτριβίης ἀτρεμεότητα ; διὸ παραινέω τούτοις λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.
XIV. Συνεσταλμένης διαίτης μὴ μακρὴν ἐγχειρεῖν τοῦ κάμνοντος χρονίην ἐπιθυμίην· ἀνίστησι καὶ συγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. ὡς μέγας φόβος φυλακτέος, καὶ χαρᾶς δεινότης. ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. ἀσαφίη δὲ γλώσσης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ ὦτα, ἢ πρὶν τὰ πρότερα ἐξαγγεῖλαι ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν ἕτερα ἐπιδιανοεῖσθαι· τοῦτο μὲν οὖν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα συμβαίνει φιλοτεχνοῦσιν, ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε παμπολλή. νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. σμικρὴ αἰτίη ἄκεσις γίνεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. διότι συμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλεῖ, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. καταύδησις λυπεῖ. φιλοπονίης κρα ταιῆς ὑποπαραίτησις. ἀλυώδης τόπος ὀνησιφόρος.