Παλατινή Ανθολογία/VI/207 Αρχίου

AP VI 207 Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς, Αρχία, Παλατινή Ανθολογία, βιβλίο 6ο επίγραμμα 207 (AP VI 207)


VI 207 Αρχίου Επεξεργασία

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·
ξανϑὰ δ' ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·
λεπτὸν δ' ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου, τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·
ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος οὔνομ' ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·
ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι, ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.