Παιδικόν αιολικόν αʹ

Παιδικὸν αἰολικὸν αʹ
Συγγραφέας:


«Οἷνος» ὦ φίλε παῖ λέγεται «καὶ ἀλάθεα·»
κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
κὴγὼ μὲν ἐρέω τὰ φρένων κέατ’ ἐν μύχῳ·
οὐκ ὅλας σε φίλην με θέλεισθ’ ἀιπὺ καρδίας·
γινώσκω· τὸ γὰρ αἴμισυ τᾶς ζοΐας ἔχω
ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοῖπον ἀπώλετο,
κῶτα μὲν σὺ θέλεις, μακάρεσσιν ἴσαν ἄγω
ἀμέραν· ὄτα δ’ οὐκὶ θέλεις τύ, μάλ’ ἐν σκότῳ.
πῶς ταῦτ’ ἄρμενα, τὸν φιλέοντ’ ὀνίαις δίδων;
ἀλλ’ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, 10
τῷ κε λώιον αὖτος ἔχων ἔμ’ ἐπαινέσαις.
ποίησον καλιὰν μίαν ἐνν ἔνι δενδρίῳ,
ὄππυι μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχεις κλάδον,
ἄλλον δ’ αὔριον, ἐξ ἐτέρω δ’ ἔτερον μάτης.
καἰ κέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
τῷ δ’ εὖθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φίλεντα τρίταιον ἐθήκαο
ἀνδρῶν, τῶν ὑπὲρ ἀνορέαν δοκέεις πνέην·
φίλη δ’, ἆς κε ζόης, τὸν ὔμοιον ἔχην ἄϊ. 20
αἰ γὰρ ὦδε πόης, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων· ὀ δέ τοι κ’ Ἔρος οὐ χαλέπως ἔχοι,
ὃς ἄνδρων φρένας εὐμαρέως ὐποδάμναται,
κῆμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.

ἀλλὰ πὲρρ ἀπάλω στύματός σε πεδέρχομαι
ὀμνάσθην, ὄτι πέρρυσιν ἦσθα νεώτερος,
κὠτὶ γηραλέοι πέλομεν πρὶν ἀπόπτυσαι
καὶ ῥῦσοι, νεότατα δ’ ἔχην παλινάγρετον
οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, 30
κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
ταῦτα χρή σε νόεντα πέλην προτιμώτερον,
καί μοι τὠραμένῳ συνέραν ἀδολως σέθεν,
ὅππως, ἄνικα τὰν γένυν ἀνδρείαν ἔχῃς,
ἀλλάλοισι πελώμεθ’ Ἀχιλλέϊοι φίλοι.
αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρέπῃς,
ἐν θύμῳ δὲ λέγης «τί με δαιμόνι’ ἐννόχλης;»
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ’ ἕνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τὸτα δ’ οὐδὲ κάλεντος ἐπ’ αὐλείαις θύραις 40
προμόλοιμί κε παυσάμενος χαλέπω μόνω.