Πρὸς Τάτ
Ὁ κρατῆρ, ἡ μονάς



[1] ᾿Επειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός, οὐ
χερσὶν ἀλλὰ λόγῳ, ὥστε οὕτως ὑπολάμβανε ὡς τοῦ παρόν-
τος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸς μόνου,
τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα· τοῦτο γάρ
ἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲ μετρη-
τόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ σώματι ὅμοιον· οὔτε
γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε πνεῦμα, ἀλλὰ πάντα
ἀπ' αὐτοῦ. ἀγαθὸς γὰρ ὢν, <οὐ> μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖ-
ναι ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι,
[2] κόσμον δὲ θείου
σώματος κατέπεμψε τὸν ἄνθρωπον, ζῴου ἀθανάτου ζῷον
θνητόν, καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τὸ ἀείζωον,
<ὁ δὲ ἄνθρωπος> καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸν νοῦν.
θεατὴς γὰρ ἐγένετο τοῦ ἔργου τοῦ θεοῦ ὁ ἄνθρωπος, καὶ
ἐθαύμασε καὶ ἐγνώρισε τὸν ποιήσαντα.
[3] τὸν μὲν οὖν λό-
γον, ὦ Τάτ, ἐν πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐ-
κέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ ἔνθεν ἔρχεται, κάτω
δὲ συνίσταται ταῖς τὸν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς.
– Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός;
– ᾿Ηθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ
ἆθλον ἱδρῦσθαι.
[4] – Καὶ ποῦ αὐτὸν ἱδρύσατο; – Κρα-
τῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ
ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε·
βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ἡ
πιστεύουσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν
κρατῆρα, ἡ γνωρίζουσα ἐπὶ τί γέγονας.
ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος καὶ ἐβαπτίσαντο
τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως καὶ τέλειοι ἐγένοντο
ἄνθρωποι, τὸν νοῦν δεξάμενοι· ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγ-
ματοςj, οὗτοι μὲν οἱ λογικοί, τὸν νοῦν μὴ προσειληφότες,
ἀγνοοῦντες ἐπὶ τί γεγόνασιν καὶ ὑπὸ τίνων,
[5] αἱ δὲ αἰσ-
θήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι, καὶ ἐν
θυμῷ καὶ ὀργῇ τὴν κρᾶσιν ἔχοντες, οὐ θαυμάζοντες [οὐ] τὰ
θέας ἄξια, ταῖς δὲ τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσι προσ-
έχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναι πιστεύον-
τες. ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον, οὗτοι, ὦ
Τάτ, κατὰ σύγκρισιν τῶν ἔργων ἀθάνατοι ἀντὶ θνητῶν εἰσι,
πάντα ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰ ἐν
οὐρανῷ, καὶ εἴ τί ἐστιν ὑπὲρ οὐρανόν· τοσοῦτον ἑαυτοὺς
ὑψώσαντες, εἶδον τὸ ἀγαθὸν καὶ ἰδόντες συμφορὰν ἡγήσαντο
τὴν ἐνθάδε διατριβήν· καταφρονήσαντες πάντων τῶν σωμα-
τικῶν καὶ ἀσωμάτων ἐπὶ τὸ ἓν καὶ μόνον σπεύδουσιν.
[6] αὕτη, ὦ Τάτ, ἡ τοῦ νοῦ ἐστὶν ἐπιστήμη, τῶν θείων ἐντο-
ρία , καὶ ἡ τοῦ θεοῦ κατανόησις, θείου ὄντος τοῦ κρατῆρος.
Κἀγὼ βαπτισθῆναι βούλομαι, ὦ πάτερ. – ᾿Εὰν μὴ πρῶτον
τὸ σῶμά σου μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐ δύνα-
σαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦν ἔχων καὶ
τῆς ἐπιστήμης μεταλήψῃ. – Πῶς ταῦτα λέγεις, ὦ πάτερ;
– ᾿Αδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότερα γίνεσθαι,
περὶ τὰ θνητὰ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων, σώμα-
τος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡ αἵρεσις
θατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐ γὰρ ἔστιν
ἀμφότερα, ἐν οἷς τε ἡ ἐξαίρεσις καταλείπεται , τὸ δὲ
ἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέργειαν.
[7] ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις οὐ
μόνον τῷ ἑλομένῳ καλλίστη τυγχάνει <τῷ> τὸν ἄνθρω-
πον ἀποθεῶσαι, ἀλλὰ καὶ τὴν πρὸς θεὸν εὐσέβειαν ἐπιδεί-
κνυσιν· ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώλεσεν,
οὐδὲν δὲ εἰς τὸν θεὸν ἐπλημμέλησεν, ἢ τοῦτο μόνον ὅτι,
καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶ ἐνεργῆ-
σαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν τρόπον
καὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγόμενοι
ὑπὸ τῶν σωματικῶν ἡδονῶν.
[8] τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦ
θεοῦ ἡμῖν τε ὑπῆρξε καὶ ὑπάρξει· τὰ δὲ ἀφ' ἡμῶν ἀκολου-
θησάτω καὶ μὴ ὑστερήσατω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος, ἡμεῖς
δὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγαθῶν. ὁρᾷς,
ὦ τέκνον, πόσα ἡμᾶς δεῖ σώματα διεξελθεῖν, καὶ πόσους
χοροὺς δαιμόνων καὶ συνέχειαν καὶ δρόμους ἀστέρων ἵνα
πρὸς τὸν ἕνα καὶ μόνον σπεύσωμεν; ἀδιάβατον γὰρ τὸ
ἀγαθὸν καὶ ἀπέραντον καὶ ἀτελές, αὐτῷ δὲ καὶ ἄναρχον,
ἡμῖν δὲ δοκοῦν ἀρχὴν ἔχειν τὴν γνῶσιν.
[9] οὐκ αὐτοῦ οὖν
ἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ' ἡμῖν τὴν ἀρχὴν παρέχεται τοῦ
γνωσθησομένου. λαβώμεθα οὖν τῆς ἀρχῆς, καὶ ὁδεύσωμεν
τάχει ἅπαντα· πάνυ γάρ ἐστι σκολιόν, τὸ τὰ συνήθη καὶ
παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖα ἀνακάμ-
πτειν. τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆ δυσπι-
στεῖν ποιεῖ. φανερώτερα δέ ἐστι τὰ κακά, τὸ δὲ ἀγαθὸν
ἀφανὲς τοῖς φανεροῖς. οὐ γὰρ μορφὴ οὔτε τύπος ἐστὶν αὐτοῦ.
διὰ τοῦτο αὐτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοις πᾶσιν
ἀνόμοιον· ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι·
[10] αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷ ἀνομοίῳ
ὑστέρημα πρὸς τὸ ὅμοιον.
ἡ γὰρ μονάς, οὖσα πάντων ἀρχὴ καὶ ῥίζα, ἐν πᾶσίν ἐστιν
ὡς ἂν ῥίζα καὶ ἀρχή. ἄνευ δὲ ἀρχῆς οὐδὲν, ἀρχὴ δὲ ἐξ
οὐδενὸς ἀλλ' ἐξ αὐτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων. μονὰς
οὖσα οὖν ἀρχὴ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς
ἐμπεριεχομένη, καὶ πάντα ἀριθμὸν γεννᾷ ὑπὸ μηδενὸς γεν-
νωμένη ἑτέρου ἀριθμοῦ.
[11] πᾶν δὲ τὸ γεννώμενον ἀτελὲς
καὶ διαιρετόν, καὶ αὐξητὸν καὶ μειωτόν, τῷ δὲ τελείῳ
οὐδὲν τούτων γίνεται. καὶ τὸ μὲν αὐξητὸν αὐξάνεται ἀπὸ
τῆς μονάδος, ἁλίσκεται δὲ ὑπὸ τῆς αὐτοῦ ἀσθενείας, μηκέτι
δυνάμενον τὴν μονάδα χωρῆσαι.
αὕτη οὖν, ὦ Τάτ. κατὰ τὸ δυνατόν σοι ὑπογέγραπται τοῦ
θεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ καὶ νοήσεις τοῖς τῆς καρ-
δίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴν πρὸς
τὰ ἄνω ὁδόν. μᾶλλον δὲ αὐτή σε ἡ εἰκὼν ὁδηγήσει. ἔχει
γάρ τι ἴδιον ἡ θέα· τοὺς φθάσαντας θεάσασθαι κατέχει καὶ
ἀνέλκει, καθάπερ φασὶν ἡ μαγνῆτις λίθος τὸν σίδηρον.