οὔ μ' ἔτι, παρθενικαὶ μελιγάρυες ἱαρόφωνοι, γυῖα φέρην δύναται· βάλε δὴ βάλε κηρύλος εἴην, ὅς τ' ἐπὶ κύματος ἄνθος ἅμ' ἀλκυόνεσσι ποτήται νηδεὲς ἦτορ ἔχων, ἁλιπόρφυρος ἱαρὸς ὄρνις.