Ὀρφικοὶ ὕμνοι
Ὠκεανοῦ, θυμίαμα ἀρώματα


Ὠκεανὸν καλέω, πατέρ’ ἄφθιτον, αἰὲν ἐόντα,
ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ’ ἀνθρώπων,
ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον·
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ χθόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί. 5
κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον,
τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε,
ἔλθοις εὐμενέων μύσταις κεχαρημένος αἰεί.