Ὀρφικοὶ ὕμνοι
Πρωτέως, θυμίαμα στύρακα


Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ’ ἐόντα
ὅσσα τε πρόσθεν ἔην ὅσα τ’ ἔσσεται ὕστερον αὖτις· 5
πάντα γὰρ αὐτὸς ἔχων μεταβάλλεται, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσιν ἕδος ωιφόεντος Ὀλύμπου
καὶ πόντον καὶ γαῖαν ἐνηέριοί τε ποτώνται·
πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκε.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις 10
πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις.