Ὀρφικοὶ ὕμνοι
Παλαίμονος, θυμίαμα μάνναν


Σύντροφε βακχεχόροιο Διωνύσου πολυγηθοῦς,
ὃς ναίεις πόντοιο βυθοὺς ἁλικύμονας, ἁγνούς,
κικλήσκω σε, Παλαῖμον, ἐπ’ εὐιέροις τελετῇσιν
ἐλθεῖν εὐμενέοντα, νέῳ γήθοντα προσώπῳ,
καὶ σώζειν μύστας κατά τε χθόνα καὶ κατὰ πόντον· 5
ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς
φαινομένου σωτὴρ μοῦνος θνητοῖς ἀναφαίνῃ,
ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.