Ορφικοί ύμνοι/Μνημοσύνης
Ὀρφικοὶ ὕμνοι Μνημοσύνης, θυμίαμα λίβανον |
Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ’ ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἕχουσ’ ἀπάτης μνήμην βλαψίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ψυχῇσι σύνοικον,
εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν, 5
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται,
οὔτι παρεκβαίνουσ’, ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήθην δ’ ἀπὸ τῶνδ’ ἀπόπεμπε. 10