Ορφικοί ύμνοι/Μητρός Ανταίας

Ὀρφικοὶ ὕμνοι
Μητρὸς Ἀνταίας, θυμίαμα ἀρώματα


Ἀνταίη βασίλεια, θεά, πολυώνυμε μῆτερ
ἀθανάτων τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων,
ἥ ποτε μαστεύουσα πολυπλάγκτῳ ἐν ἀνίῃ
νηστείαν κατέπαυσας Ἐλευσῖνος γυάλοισιν
ἦλθές τ’ εἰς Ἀίδην πρὸς ἀγαυὴν Φερσεφόνειαν 5
ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαχοῦσα,
μηνυτῆρ’ ἁγίων λέκτρων χθονίου Διὸς ἁγνοῦ,
Εὐβουλῆα τεκοῦσα θεὰ θνητῆς ὑπ’ ἀνάγκης.
ἀλλά, θεά, λίτομαί σε, πολυλλίστη βασίλεια,
ἐλθεῖν εὐάντητον ἐπ’ εὐιέρῳ σέο μύστῃ. 10