Ορφικοί ύμνοι/Μίσης
Ὀρφικοὶ ὕμνοι Μίσης, θυμίαμα στύρακα |
Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,
σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆος,
ἁγνήν τ’ εὐίερόν τε Μίση,ν ἄρρητον ἄνασσαν,
ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον·
εἴτ’ ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι, 5
εἴτε καὶ ἐν Φρυγίῃ σὺν Μητέρι μυστιπολεύεις,
ἢ Κύπρῳ τέρπῃ σὺν ἐυστεφάνῳ Κυθερείῃ,
ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς
σὺν σῇ μητρὶ θεᾷ μελανηφόρῳ Ἴσιδι σεμνῇ,
Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις· 10
εὐμενέουσ’ ἔλθοις ἀγάθ’ ἐκτελέουσ’ ἐπ’ ἀέθλους.