Ορφικοί ύμνοι/Λυσίου Ληναίου
Ὀρφικοὶ ὕμνοι Λυσίου Ληναίου |
Κλῦθι, μάκαρ, Διὸς υἷ’, ἐπιλήνιε Βάκχε, διμῆτορ,
σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον,
κρυψίγονον μακάρων ἱερὸν θάλος, εὔιε Βάκχε,
εὐτραφές, εὔκαρπε, πολυγηθέα καρπὸν ἀέξων,
ῥηξίχθον, ληναῖε, μεγασθενές, αἰολόμορφε, 5
παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος
χάρμα βροτοῖς φιλάλυπον, ἐπάφιε, καλλιέθειρε,
λύσιε, θυρσομανές, βρόμι’, εὔιε, πᾶσιν ἐύφρον,
οἷς ἐθέλεις θνητῶν ἠδ’ ἀθανάτων σε πιφαύσκειν·
νῦν σε καλῶ μύστῃσι μολεῖν ἡδύν, φερέκαρπον. 10