Ορφικοί ύμνοι/Λικνίτου
Ὀρφικοὶ ὕμνοι Λικνίτου, θυμίαμα μάνναν |
Λικνίτην Διόνυσον ἐπ’ ευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ’ Ἀφροδίτης,
ὅς ποτ’ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν ἐλαυνόμενος μανίῃσι, 5
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν.
εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ’ ἱερὰ δέξαι.