Ορφικοί ύμνοι/Κρόνου
Ὀρφικοὶ ὕμνοι Κρόνου, θυμίαμα στύρακα |
Ἀιθαλές, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,
ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν·
ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός·
δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον,
αἰῶνος Κρόνε παγγενέτορ, Κρόνε ποικιλόμυθε, 5
γαίης τε βλάστημα καὶ οὐρανοῦ ἀστερόεντος,
γέννα, φυῆς, μείωσι, Ῥέας πόσι, σεμνὲ προμηθεῦ,
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα,
ἀγκυλομήτα, φέριστε· κλύων ἱκετηρίδα φωνὴν
πέμποις εὐόλβου βιότου τέλος αἰὲν ἄμεμπτον. 10