Ὀρφικοὶ ὕμνοι
Κορύβαντος, θυμίαμα λίβανον


Κικλήσκω χθονὸς ἀενάου βασιλῆα μέγιστον,
Κύρβαντ’ ὀλβιόμοιρον, Ἀρήιον, ἀπροσόρατον,
νυκτερινὸν Κουρῆτα, φόβων ἀποπαύστορα δεινῶν,
φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα,
αἰολόμορφον ἄνακτα, θεὸν διφυῆ, πολύμορφον, 5
φοίνιον, αἱμαχθέντα κασιγνήτων ὑπὸ δισσῶν,

Δηοῦς ὃς γνώῃσιν ἐνήλλαξας δέμας ἁγνόν,
θηρότυπον θέμενος μορφὴν δνοφεροῖο δράκοντος·
κλῦθι, μάκαρ, φωνῶν, χαλεπὴν δ’ ἀποπέμπεο μῆνιν,
παύων φαντασίας, ψυχῆς ἐκπλήκτου ἀνάγνου. 10