Ορφικοί ύμνοι/Κεραύνιου Διός

Ὀρφικοὶ ὕμνοι
Κεραύνιου Διός, θυμίαμα στύρακα


Ζεῦ πάτερ, ὑψίδρομον πυρσαυγέα κόσμον ἐλαύνων,
στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην,
παμμακάρων ἕδρανον θείαις βροντῇσι τινάσσων,
νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων,
λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς, 5
βάλλων εὐροθίους, φλογερούς, νεφέεσσι καλύπτων
παμφλέκτους, κραιπνούς, φρικώδεας, ὀβριμοθύμους,
πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον,
αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνὸν
ῥοίζου ἀπειρεσίου δινεύμασι, παμφάγον ὁρμῇ, 10
ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρος
οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος,
ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα,
καὶ θῆρες πτήσσουσιν, ὅτ’ ἂν κτύπος οὖας ἐσέλθῃ·
μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς 15
αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα,
οὐράνιον προκάλυμμ’ ἀφίεις ἀργῆτα κεραυνόν.

ἀλλά, μάκαρ, θυμὸν βαρὺν ἔμβαλε κύμασι πόντου,
ἠδ’ ὀρέων κορυφῇσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες.
ἀλλὰ χάριν λοιβῆς σὺ δίδου, φρεσὶν αἴσιμα πάντα, 20
ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν
εἰρήνην τε θεάν, κουροτρόφον, ἀγλαότιμον,
καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς.