Ορφικοί ύμνοι/Θαλάσσης
Ὀρφικοὶ ὕμνοι Θαλάσσης, θυμίαμα λιβανομάνναν |
Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν,
κυανόπεπλον ἄνασσαν, εὔτροχα κυμαίνουσαν,
αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.
θραύουσ’ αἰγιαλοῖσι πέτρῃσί τε κύματα μακρά,
εὐδίοις ἁπαλοῖσι γαληνιόωσα δρόμοισι, 5
νηυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε,
μῆτερ μὲν Κύπριδος, μῆτερ νεφέων ἐρεβεννῶν,
καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης·
κλῦθί μευ, ὦ πολύσεμνε, καὶ εὐμενέουσ’ ἐπαρήγοις,
εὐθυδρόμοις οὖρον νηυσὶν πέμπουσα, μάκαιρα. 10