Ορφικοί ύμνοι/Ηρακλέους
Ὀρφικοὶ ὕμνοι Ἡρακλέους, θυμίαμα λίβανον |
Ἥρακλες ὀβριμόθυμε, μεγασθενές, ἄλκιμε Τιτάν,
καρτερόχειρ, ἀδάμαστε, βρύων ἄθλοισι κραταιοῖς,
αἰολόμορφε, χρόνου πάτερ, ἀίδιός τε εὔφρον,
ἄρρητ’, ἀγριόθυμε, πολύλλιτε, παντοδυνάστα,
παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι, 5
παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὃς θνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,
εἰρήνην ποθέων κουροτρόφον, ἀγλαότιμον,
αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον,
πρωτογόνοις στράψας βολίσιν, μεγαλώνυμε δαῖμον, 10
ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν,
δώδεκ’ ἀπ’ ἀντολιῶν ἄχρι δυσμῶν ἆθλα διέρπων,
ἀθάνατος, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος·
ἐλθέ, μάκαρ, νούσων θελκτήρια πάντα κομίζων,
ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων, 15
πτηνοῖς τ’ ἰοβόλοις κῆρας χαλεπὰς ἀπόπεμπε.